Ὦ μέγα πᾶσιν χάρμα βροτοῖσιν
ἀπὸ σᾶς ἱερῶν ματέρος ἁγνᾶς
προθορὼν τοκετῶν·
… ἀλλʼ ὅτε Λατώ
ὠδὶς ἱερὰ λάζυτο πᾶσα,
ὀροθυνομένων διδύμων τοκετῶν
ἔνδοθε σηκῶν,
ἵστατο μὲν γᾶ, ἵστατο δʼ ἀήρ,
πάγνυτο νᾶσος, πάγνυτο κῦμα.
ἀνὰ δʼ ἐξέθορες, μάντι Λυκωρεῦ,
τοξότα Φοῖβε,
κατὰ χρησμολάλων βασιλεῦ τριπόδων.