ΑΝΩΝΥΜΩΝ ΣΥΝΟΨΕΙΣ ΡΗΤΟΡΙΚΗΣ. ΤΙΣ Ο ΣΚΟΠΟΣ ΤΟΥ ΒΙΒΛΙΟΥ ΤΩΝ ΣΤΑΣΕΩΝ.

Σκοπός ἐστιν ἐν ταῖς στάσεσιν Ἑρμογένει διελεῖν τὰ συνεστῶτα ῥητορικὰ ζητήματα, ταὐτὸν δʼ εἰπεῖν πολιτικὰ, εἰς κεφάλαια ὡρισμένα. Ἔστι δὲ πολιτικὸν ζήτημα ἀμφισβήτησις λογικὴ ἐπὶ μέρους ἐκ τῶν παρʼ ἑκάστοις κειμένων νόμων ἢ ἐθῶν περὶ τοῦ νομισθέντος δικαίου ἢ καλοῦ ἢ συμφέροντος, ἢ καὶ πάντων ἅμα, ἢ τινῶν· τὸ γὰρ ὡς ἀληθῶς καὶ καθόλου καλὸν καὶ συμφέρον καὶ τὰ τοιαῦτα ζητεῖν οὐ ῥητορικῆς. Στάσις τοίνυν ἐστὶν ἀμφισβήτησις λογικὴ, καθʼ ἣν αἱ διαιρέσεις τῶν κεφαλαίων γίγνονται, ἢ ζήτησις πολιτικὴ, ἐφʼ ἣν αἱ κατὰ μέρος πίστεις ἀνάγονται. κ. τ. λ.

πῶς ἐπιγνωσόμεθα τὰς στάσεις. Διαίρεσις πραγματικῆς, στοχασμοῦ, μεταλήψεως, κατὰ ῥητὸν καὶ διάνοιαν, ἀντινομίας, συλλογισμοῦ, ἀμφιβολίας, περὶ τῶν συνιστάντων τὰς στάσεις κεφαλαίων. Ὅρος ῥητορικῆς. Ῥητορική ἐστι δύναμις τεχνικὴ πιθανοῦ λόγου, διὰ τὴν τεκτονικὴν καὶ τὰς ἄλλας πραγματείας καὶ βαναύσους τέχνας, ἐν πράγματι πολιτικῷ διὰ τὴν γραμματικὴν καὶ διαλεκτικὴν, ὧν ἡ μὲν περὶ τόν γε χρόνον, πνεύματα καὶ πάθη λόγων, ἡ δὲ περὶ πάντα, τέλος ἔχουσα τὸ εὖ λέγειν κατὰ τὸ ἐνδεχόμενον. Τοῦτο ἐκ τοῦ τέλους παρείληπται, οὐ γὰρ πανταχοῦ πείθει ὁ ῥήτωρ, ἀλλʼ ἔσθʼ ὅτε καὶ ἀποτυγχάνει. δεῖ μέντοι τοῦτον τὰ πείθειν πεφυκότα διεξιέναι.

Τρόποι δὲ λόγων τρεῖς, ἔνδοξος, παράδοξος, ἀμφίδοξος· εἴδη δὲ λόγων, ἠθικὸν, ἀξιωματικὸν, δεινὸν, σαφές.

Ἠθικὸν μὲν, ὡς ὁ συντακτήριος κατὰ βαρύτητα εἰσαχθείς· ἀξιωματικὸς δὲ, ὡς ὁ μέγας ἐπιτάφιος, ἢ καὶ αὐτὸς ὁ συντακτήριος· εἰ γὰρ καὶ ἠθικὸς κατὰ βαρύτητα ἐκφέρεται, ἀλλὰ διὰ τὸ μέγεθος τῶν πραγμάτων καὶ τῶν πράξεων ἀξιωματικός ἐστι· σαφεῖς δὲ καὶ εὐκρινεῖς κατὰ λέξιν καὶ τὰ ἑπόμενα ταύτῃ πάντες σχεδὸν, εἰ καὶ ἀπὸ μέρους δεινότητος μετέχουσι, γοργὸς δὲ καὶ κεκαλλωπισμένος ὁ τῶν ἐγκαινίων, δεινὸς δὲ, ὡς τὰ περὶ τριάδος· οὐδεὶς δὲ οὕτως αὐτάρκης, ὡς εἰδέναι τοὺς αὐτοῦ χαρακτῆρας ἀκριβῶς· ποῦ μὲν γὰρ κατὰ τὰ προοίμια ἐμμένει καὶ ἐπεξεργάζεται, ὡς ἐν τῷ περὶ φιλοπτωχίας πόρρωθεν δοκῶν ἀπὸ τῆς ἀπαριθμήσεως τοῦ πράγματος ἄρχεσθαι, τὸ δʼ οὐχ οὕτως ἔχει, ὅτι καὶ αἰτιατικαὶ τῆς ἀγάπης πᾶσαι αἱ ἀρεταὶ, καὶ οὐ κατὰ περιβολὴν, ἀλλʼ εὐκρίνειαν ἀμίμητον καὶ ὑψηλήν· τὸ δὲ ἐνδιάθετον καὶ οἰκτρόν· οἷον θαυμάσειε δʼ ἄν τις τοῦ Θεολόγου τὴν ἐπιστήμην καὶ τὴν περὶ λόγους ἕξιν ἀπὸ πολλῶν μὲν, δύο δὲ μάλιστα, τῆς τε μίξεως τῶν ἰδεῶν καὶ τῶν δογμάτων, μήθʼ ὅτε πανηγυρίζει τῶν θεολογικῶν καὶ τῶν ἄλλων ἰδεῶν ἀπεχόμενος, μηθʼ ὅτε τι ποιῶν ἄλλο ταῦτα παρωθῶν· δικανικὰς γὰρ καὶ συμβουλευτικὰς προτείνων ἀντιθέσεις πανηγυρικὰς ἐπάγει τὰς λύσεις, ὡς ἐν τῷ τῶν γενεθλίων, ὅταν λέγῃ, καλὸν μὲν τὸ φυτὸν, εὐκαίρως μεταλαμβανόμενον, οὐ καλὸν δὲ, ἀκαίρως, καὶ οὔτε φυτευθὲν ἀπʼ ἀρχῆς κακῶς, οὔτε ἀπαγορευθὲν φθονερῶς. διλημμάτων γάρ ἐστι ταῦτα λύσεις. Προκαταρκτικὰ μὲν οὖν τῶν αὐτοῦ λόγων ἐστὶν ἐν προοιμίοις, καὶ ταῖς τούτων οἰκονομίαις, πιστωτικὰ δὲ ἐν τοῖς ἀγῶσιν· ἀντιθέτων δὲ λυτικὰ ποτὲ μὲν πρὸ τῶν ἀντιθέσεων, ποτὲ δὲ μετὰ ταῦτα, ποτὲ δὲ καὶ τούτων χωρίς· ἐν τοῖς ἐπιλόγοις δὲ οὐ χρονοτριβεῖ, ἀλλὰ καὶ ἐν τούτοις σύμμετρά ἐστι, νῦν μὲν συστρέφων τὰς ἀποδείξεις κατὰ διάνοιαν καὶ καταδρομὴν ποιούμενος, ποτὲ δὲ τοῦ παθητικοῦ μερίζων τὰς διατυπώσεις οὐ μόνον ἐν ἐπιλόγοις, ἀλλὰ καὶ ἐν τοῖς ἀγῶσι θαυμαστός ἐστι καὶ παράδοξος καὶ πάντων τῶν ἐν λόγοις κρατῶν, ἤδη δέ ποτε καὶ διʼ ἑνὸς κεφαλαίου τοῖς ἄλλοις ἐπιφωνηματικῶς χρησάμενος πέλαγος ἠνέῳξε λόγου, ὡς ἐν τῷ ἀπολογητικῷ διὰ μόνου τοῦ χρώματος, καὶ τὸν συντακτήριον διὰ τοῦ ἀντιστατικοῦ τῷ συντελεῖ τῶν καλῶν. Θεῷ χάρις.

Συνόψεως Ἑρμογένους τέλος. τέλος τέλος τέλος.

Μῦθός ἐστι λόγος ψευδὴς, εἰκονίζων ἀλήθειαν, καὶ διαιρεῖται εἰς ἠθικὸν, ὅταν ἄλογα πρὸς ἄλογα φθέγγωνται, εἰς λογικὸν, ὅταν λογικοὶ πρὸς λογικοὺς, καὶ εἰς μικτὸν, ὅταν λογικοὶ πρὸς ἄλογα. Ἡ παραίνεσις τούτου προταττομένη προμύθιον λέγεται, ἐπιταττομένη δὲ ἐπιμύθιον.

Ὁ κάλλιστος πανηγυρικὸς ταῖς μὲν τὸ μέγεθος ποιούσαις ἰδέαις πλὴν σφοδρότητος καὶ τραχύτητος γίνεται πάσαις. Διήκειν δέ πως χρὴ διὰ τούτων τὴν ἀφέλειαν, μὴ ἐλαττουμένην αὐτῶν, ποσότητος ἕνεκα, πλὴν ὅπου καθαρῶς ἐξαίρειν τὸν λόγον εἰς σεμνότητα δεῖ. Αἱ γλυκύτητες δὲ, εἴπερ καὶ ἄλλοθί που, καιρὸν ἐνταῦθα ἔχουσι μάλιστα, αἱ τὸν ἁβρὸν καὶ ὡραῖον ποιοῦσαι λόγον. Δεινότης δὲ ἡ μὲν κατὰ μέθοδον, ἥπερ ἥκιστά ἐστι φανερὰ, πάντως ὕπεστι καὶ τῷ πανηγυρικῷ· ἡ δʼ ἄλλη ἐν τούτῳ οὐδαμῶς· γοργός γε μὴν ὡς ἐλάχιστον ἐν πανηγυρικῷ λόγῳ ὁ λόγος εἶναι ὀφείλει· ἀφήγησις γάρ ἐστι σχεδὸν ἅπας, τοῖς δὲ ἄλλοις εἴδεσιν ἢ καὶ μέρεσι τοῦ πολιτικοῦ λόγου παραπλησίως χρῆται ὁ πανηγυρικὸς, καθάπερ ὁ συμβουλευτικὸς καὶ ὁ δικανικός.