ΤΑ ΠΡΟΛΕΓΟΜΕΝΑ ΤΟΥ ΠΕΡΙ ΙΔΕΩΝ
Τὸν πολιτικὸν λόγον δεῖ καὶ τὸ δυνατὸν ἔχειν, τουτέστι τὸ δυνάμενον πεῖσαι, καὶ τὸ ἡδύ.
Τὸ μὲν οὖν δυνατὸν ἐκ τῆς γνώσεως τῶν κεφαλαίων τῶν καθʼ ἑκάστην στάσιν γίνεται, περὶ ὧν ἐδίδαξεν Ἑρμογένης ἐν τῇ Περὶ τῶν στάσεων πραγματείᾳ. ὁ γὰρ τὰ κεφάλαια μαθὼν οἶδε δήπου καὶ ἐνθυμηθῆναι· ὁδηγεῖ γὰρ ἡμᾶς ἐπὶ τὴν τῶν ἐνθυμημάτων εὕρεσιν τὰ κεφάλαια, ὡς ἐν τῷ πρώτῳ τῶν Ὀλυνθιακῶν τὸ συμφέρον κεφάλαιον ἐργαζόμενος ὁ Δημοσθένης ἐνθυμήματα εὗρε πεῖσαι δυνάμενα τὸν ἀκροατὴν συμμαχῆσαι Ὀλυνθίοις. τὸ μὲν γὰρ συμφέρον ἐστὶν ἐκεῖ κεφάλαιον, ὅτι συμφέρει Ἀθηναίοις ἡ συμμαχία, τὰ δὲ ἐνθυμήματα, ὅτι Ὀλυνθίων σῳζομένων μακρὰν ἡμῶν ἀπέσται ὁ πόλεμος, εἰ δὲ Ὄλυνθον Φίλιππος λάβοι, ἥξει θᾶττον ἐφʼ ἡμᾶς· ὅτι οὐ τοσαῦτα δαπανήσομεν ἔξω τῆς χώρας αὐτῷ πολεμοῦντες, ὅσα εἰς τὴν Ἀττικὴν ἐλθόντος Φιλίππου, ἔλθοι δʼ ἄν, εἰ Ὄλυνθον λήψεται. βιάζεται τοίνυν τὴν τοῦ ἀκροατοῦ διάνοιαν τὸ ἐνθύμημα καὶ ἀναγκάζει πείθεσθαι· διὸ καὶ τὸ δυνατὸν ἔφαμεν ἐκ τῶν κεφαλαίων γίνεσθαι, διʼ ὧν τὰ ἐνθυμήματα προσγίνεται καὶ εὑρίσκεται.
Τὸ δέ γε ἡδὺ ἐκ τῆς ποικιλίας τῶν σχημάτων καὶ τῆς τῶν ἰδεῶν γνώσεως ἐργαζόμεθα· σκληρὸς μὲν γὰρ καὶ προσκορὴς ὁ μονοειδὴς λόγος, ἡδὺς δὲ καὶ πιθανώτατος ὁ ποικίλος καὶ πολυσχημάτιστος· μεταβολὴ γὰρ πάντων γλυκὺ κατὰ τὸν Εὐριπίδην. τοῦτο οὖν τὸ ἡδύ.
Ἐν τούτῳ οὖν ἡμᾶς τῷ βιβλίῳ ὁ Ἑρμογένης διδάσκει, πῶς δεῖ καλλωπίζειν καὶ ἡδύνειν τά τε εὑρεθέντα ἐνθυμήματα καὶ τὴν φράσιν. κέχρηται δὲ προοιμίῳ, ἐν ᾧ δείκνυσιν,
ὅτι ἀναγκαία ἡ τῶν ἰδεῶν γνῶσις τῷ ῥήτορι, κἄν τε λέγειν κἄν τε μὴν κρίνειν τὰ τῶν ἄλλων ἐθέλῃ· κἂν γὰρ εὐφυὴς ᾖ, οὐδὲν ὄφελος ἐντεῦθεν, ἐὰν μὴ προσῇ τὰ τῆς τέχνης, διʼ ἧς ὀρθῶς ἂν καὶ τοὺς ἀρχαίους ζηλώσωμεν·
ὅτι περὶ καθολικῆς ἰδέας γέγραπται τὸ σύγγραμμα, οὐ περὶ Δημοσθενικῆς ἢ Πλατωνικῆς·
ὅτι διὰ τῶν Δημοσθένους λόγων περὶ πάσης ἰδέας διδάσκει· οὗτος γὰρ ποικίλος μάλιστα ὁ ῥήτωρ·
ὅτι δυσχερὲς τὴν μῖξιν τῶν ἰδεῶν εὑρεῖν καὶ εὑρόντα φράσαι·
ὅτι οὐδεὶς τῶν πρὸ αὐτοῦ καθῆκεν ἑαυτὸν εἰς τὴν περὶ τῶν καθολικῶν ἰδεῶν πραγματείαν·
ὅτι ἑπτά εἰσιν ἰδέαι αἱ τὸν Δημοσθενικὸν ποιοῦσαι λόγον, ὧν αἳ μὲν γενικαί εἰσιν, αἳ δὲ εἰδικαί·
ἐκ τίνων τε ἅπας γίνεται λόγος, ὅτι ἐξ ἐννοίας, μεθόδου, λέξεως, σχήματος, κώλου, συνθέσεως, ἀναπαύσεως, ῥυθμοῦ·
τί ἡ δύναμις τῶν ποιούντων τὰ εἴδη τοῦ λόγου.
Ἐπὶ τούτοις ἀνακεφαλαιωσάμενος περὶ πάσης ἰδέας διδάσκει, καὶ πρῶτόν γε περὶ σαφηνείας.