ΕΤΕΡΟΥ ΕΞΗΓΗΤΟΥ ΤΑΥΤΑ

Στάσις ἐστὶ φάσις, καθʼ ἣν τοῦ πράγματος ἀντιλαμβανόμεθα, ἐν ᾧ ἐστι τὸ ζήτημα, καθʼ ὅ ἐστιν ἡ ἀμφισβήτησις. ψέγεται δὲ οὗτος ὁ ὅρος ὡς ἐνδεής.

Ὁ δὲ Μινουκιανὸς λέγει «στάσις ἐστὶ τὸ ἐκ τῶν πρώτων προτάσεων συνιστάμενον ζήτημα»· καὶ οὗτος ὑπόψογος ὁ ὅρος.

Ὁ δὲ Τύραννός φησι «στάσις ἐστὶ πρότασις ἁπλῆ ῥητορικὴ πρὸς πίστιν κομιζομένη μιᾶς φάσεως τῶν ἐν τῷ πολιτικῷ ζητήματι κειμένων, καθʼ ἣν ἡ διαίρεσις γίνεται τῶν κεφαλαίων τῶν εἰς πίστιν κομιζομένων». ἔδει Τύραννον μὴ πρότασιν εἰπεῖν εἰς πίστιν κομιζομένην μιᾶς φάσεως· οὐδὲν γὰρ ἕτερον εἶπεν ἢ «πρότασιν εἰς ἀπόδειξιν προτάσεως λαμβανομένην»· ἡ γὰρ φάσις πρότασίς ἐστιν· ἀλλʼ ἔδει αὐτὸν οὕτως εἰπόντα τὰς λαβὰς ἐκφυγεῖν «ἀμφισβήτησις λογικὴ ἐπὶ μέρους ἐκ μιᾶς φάσεως χαρακτηριζομένη τῶν ἐν τῷ πολιτικῷ ζητήματι κειμένων, καθʼ ἣν ἡ διαίρεσις γίνεται τῶν κεφαλαίων τῶν εἰς πίστιν κομιζομένων»· οὗτος κάλλιστος ὁρισμός.

Ὁ δὲ Σιρίκιος οὕτως ὡρίσατο «στάσις ἐστὶ ζήτησις, καθʼ ἣν αἱ πιστώσεις ἀνάγονται τῶν ἐν τῷ πολιτικῷ ζητήματι κειμένων»· καὶ οὗτος κακῶς ἔχει ὁ ὅρος· κατὰ πάντα δὲ τῷ ἡμετέρῳ ὡς καλῶς ἔχοντι χρηστέον.

Διὰ τί οὐχ ὡρίσατο ὁ Ἑρμογένης τὴν ῥητορικὴν πρὸ τῆς πραγματείας; καὶ λέγομεν ὅτι εἰκότως· πρὸς γὰρ τέλειον ῥήτορα διαλεγόμενος οὐκ ἐδέησε τοῦ ὅρου. ἢ διὰ τοῦτο οὐχ ὡρίσατο, ἐπειδὴ πολλοί εἰσιν οἱ ὁριζόμενοι τὴν ῥητορικήν, καὶ ἵνα μὴ φανῇ πολλοῖς ἀντιλέγων· ἀλλὰ διὰ τοῦτο μᾶλλον ὤφειλεν ὁρίσασθαι, ἵνα φανῇ πολλοὺς διορθούμενος. ἢ διὰ τοῦτο οὐχ ὡρίσατο, ἐπειδὴ τριῶν ὄντων, τῆς φύσεως τῆς τέχνης, τῶν ἔργων τῆς τέχνης, τοῦ τεχνίτου, τὰ δύο τῆς φιλοσοφίας ἐστί, τὸ δὲ ἓν τοῦ τεχνικοῦ τῆς ῥητορικῆς· τὸ γὰρ ἐπιστήσασθαι τὴν φύσιν τῆς τέχνης καὶ τοῦ τεχνίτου φιλοσόφων ἴδιον, τὰ δὲ ἔργα τοῦ τεχνίτου· διὰ τοῦτο οὖν οὐχ ὡρίσατο, ἵνα μὴ δόξῃ πάρεργόν τι ποιεῖν καὶ φιλοσόφων ἴδιον. ἢ οὐχ ὡρίσατο Ἀριστοτελικῷ πειθόμενος κανόνι· λέγει γὰρ Ἀριστοτέλης, ὡς οὐ δεῖ ἀπὸ ἀμφιβόλων ἄρχεσθαι· ἀμφιβόλου οὖν ὄντος τοῦ ὅρου διὰ τοῦτο οὐχ ὡρίσατο. ἢ ὡρίσατο, ὡς ἐν τῷ κειμένῳ ἐφεξῆς τοῦ λόγου μαθησόμεθα.

Πῶς δὲ πλαγίως ὡρίσατο; τῷ προειπεῖν τρία λήμματα. φέρε περὶ αὐτῶν διαλάβωμεν. πρῶτον λῆμμά ἐστιν, ὅτι πᾶς ὅρος ἐκ γένους καὶ συστατικῶν διαφορῶν λαμβάνεται. δεύτερον λῆμμα, ὅτι οἱ ὁρισμοὶ τῶν γενῶν καὶ ἐπὶ τῶν εἰδῶν λαμβάνονται· οἷον τί ἐστι ζῷον; οὐσία ἔμψυχος αἰσθητική· καὶ τί ἐστιν ἄνθρωπος; οὐσία ἔμψυχος αἰσθητική· τί ἐστιν ἵππος; οὐσία ἔμψυχος αἰσθητική· κοινωνοῦσι γὰρ ἀμφότερα, καθὸ ζῷα. τρίτον λῆμμα ὅτι, ὧν οἱ ὅροι κοινοί, τούτων καὶ τὰ πράγματα κοινά· οἷον τί ἐστιν ἄνθρωπος; οὐσία ἔμψυχος αἰσθητική· καὶ τί ἐστιν ἵππος; οὐσία ἔμψυχος αἰσθητική· κοινωνοῦσι γὰρ ἀμφότεροι, καθὸ ζῷα. ἔλαβε τοίνυν καὶ ὁ τεχνικὸς τὸν ὁρισμὸν τῆς καθόλου τέχνης καὶ ἐπὶ τῆς ῥητορικῆς κατὰ τὸ λῆμμα τὸ λέγον, ὅτι οἱ ὁρισμοὶ τοῦ γένους καὶ ἐπὶ τῶν εἰδῶν λαμβάνονται. ὁ δὲ τῆς καθόλου τέχνης ὁρισμός ἐστιν οὗτος «σύστημα ἐγκαταλήψεων ἐμπειρίαις ἐγγεγυμνασμένον πρός τι τέλος εὔχρηστον τῶν ἐν τῷ βίῳ». ὁ δὲ Πλάτων οὐκ ἀνέχεται τὴν ῥητορικὴν τέχνην εἶναι, ἀλλὰ φανερῶς κατασκευάζει, ὅτι ἐμπειρία ἐστὶ καὶ ἄλογος τριβὴ καὶ μιμητική. βουληθεὶς οὖν ὁ Ἑρμογένης τέχνην ἀποδεῖξαι αὐτὴν οὖσαν σοφῶς τὸ προοίμιον ἐνταῦθα· φανερῶς μὲν γὰρ κατασκευάσαι ἀπέφυγεν αἰδοῖ Πλάτωνος καὶ ἵνα μὴ αὐτὴν τούτῳ διαβάλοι· πᾶν γὰρ κατασκευῆς δεόμενον ἀμφιβάλλεται· οὐκ ἠβουλήθη οὖν ὅλως ἀμφίβολον ποιῆσαι τὴν ῥητορικὴν τέχνην εἶναι, ἀλλʼ οὐδʼ ἀκατασκεύαστον παντελῶς εἴασεν, ἵνα μὴ τὸ τοῦ προσώπου ἀξιόλογον πείσῃ· φανερῶς οὖν διὰ ταῦτα οὐ κατεσκεύασε, λεληθότως δὲ τὸν ὅρον τῆς τέχνης αὐτῇ περιάψας ἐν τῷ προοιμίῳ κατασκευάζει, ὅτι τέχνη ἐστί· πᾶν γὰρ πρᾶγμα ἐμπεριεχόμενον ὅρῳ τινὶ ἐκεῖνό ἐστιν, οὗ τῷ ὅρῳ ἐμπεριέχεται· εἴ τι οὖν εὑρεθῇ καὶ «σύστημα» καὶ «ἐγκαταλήψεων» καὶ «πρός τι τέλος εὔχρηστον τῶν ἐν τῷ βίῳ», τοῦτο ἂν εἴη τέχνη. ὥστε ἐν τῷ προοιμίῳ κατασκευάζει, ὅτι τέχνη ἐστί, διὰ μὲν τοῦ «πολλῶν», ἵνα μηνύσῃ τὸ «σύστημα», διὰ δὲ τοῦ «καταληφθέντα» τὸ «ἐγκαταλήψεων», διὰ δὲ τοῦ «συγγυμνασθέντα» τὸ «συγγεγυμνασμένον». «πρός τι τέλος εὔχρηστον τῶν ἐν τῷ βίῳ»· προσέθηκε πρὸς τοῦτο τὸ «σαφῆ τε τὴν ὠφέλειαν παρεχόμενα τῷ βίῳ», τοῦτο εὔχρηστον. Ἐξηγούμενοί τινές φασιν, ὅτι ἑκάστη τέχνη πρὸς τρία τέλη ἀφορᾷ, ἢ πρὸς τέρψιν ὡς ἡ γραφική, ἢ πρὸς χρήσιμον ὡς ἡ γεωργική, ἢ πρὸς τὰ συναμφότερα ὡς ἡ μουσική· τὸν γὰρ ἀγριαίνοντα θυμὸν ἡμεροῖ καὶ τὸν πεπτωκότα ἀνεγείρει. πρὸς τοῦτο δέ φαμεν, ὅτι κακῶς ποιεῖτε τρία τέλη φάσκοντες ἑνὸς πράγματος, ὅπου γε ἐξῆν λέγειν ἕν. εἰ δέ τις εἴποι τῆς κολακευτικῆς τέλος εἶναι τὸ ἡδύ, φαμέν, ὅτι οὐκ εὔχρηστον τοῦτο. —Τῷ ὅρῳ τῆς καθόλου τέχνης προσθεὶς ὁ τεχνικὸς τὸ «ἐν βουλαῖς ἢ ἐν δικαστηρίοις καὶ πανταχοῦ» γινόμενον ἐποίησε τὸν ὅρον τῆς ῥητορικῆς· καὶ οὕτως πλαγίως ὡρίσατο ὁ τεχνικὸς ἐκ τῶν δύο προβληθέντων. ὧν δὲ οἱ ὅροι οἱ αὐτοί, τούτων καὶ τὰ πράγματα τὰ αὐτά.

Φασί τινες, ὅτι ἡ ῥητορικὴ ἢ περὶ τὰ κοινὰ καταγίνεται ἢ περὶ τὰ ἰδικά. καὶ δὴ πρὸς αὐτούς φαμεν· κακῶς τεθείκατε τὸν διαζευκτικὸν σύνδεσμον ὡς μὴ δυναμένης αὐτῆς περὶ ἄμφω καταγίνεσθαι· ἰδοὺ γάρ, εὑρίσκομεν τὸν Δημοσθένην ποτὲ μὲν περὶ ἰδικῶν διαλαμβάνοντα, ποτὲ δὲ περὶ κοινῶν, ἄλλοτε δὲ περὶ μικτῶν· περὶ μὲν κοινῶν ὡς ἐν τοῖς Φιλιππικοῖς, περὶ ἰδικῶν δὲ ὡς ἐν τοῖς ἐπιτροπικοῖς, περὶ μικτῶν δὲ ὡς ἐν τῷ Κατὰ Μειδίου· ἀμφισβητεῖται γὰρ ἐκεῖ, εἰ δημόσιον ἢ ἰδικὸν τὸ ἀδίκημα.

Ποσαχῶς τὸ δυνάμει; διχῶς· τὸ κατʼ ἐπιτηδειότητα καὶ καθʼ ἕξιν. κατʼ ἐπιτηδειότητα μέν, ὡς ἵνα παῖδα καλέσωμεν γραφικόν· καθὸ δὲ ἐν ἕξει, καὶ κοιμώμενος ἔχει τὴν γνῶσιν ἐν ἑαυτῷ. ὁμοίως καὶ τὸ ἐνεργείᾳ δύο τὰ σημαινόμενα ἔχει, καθʼ ἕξιν ὁμοίως τῷ ἐν δυνάμει καθʼ ἕξιν, καὶ κατὰ προχείρισιν, ὡς ἵνα τὸν ἐξηγούμενον γραμματικὸν καλέσωμεν γραμματικὸν ὡς ἔχοντα ἐν προχειρίσει τὴν ἐνέργειαν. —Φησὶν Ἀριστοτέλης μηδὲν εἶναι, ὃ μὴ χρόνῳ προφέρεται εἰς προχείρισιν.

Πόσαι ῥητορικαί; ὀκτὼ κατὰ Ἀπολλόδωρον καὶ Ἑρμαγόραν· ἐπιστήμη τοῦ εὖ λέγειν, ἐπιστήμη τοῦ εὖ πράττειν, ἐπιστήμη τοῦ καλῶς λέγειν, ἐπιστήμη τοῦ καλῶς πράττειν· ἐν αἷς φαίνονται τὰ ἀνωτέρω ἡττήματα. ἡ δὲ πέμπτη μικτή ἐστι μετέχουσα τῶν βʹ τούτων· μαρτυρεῖ δὲ ὁ Πλάτων, ἐγκωμιάσαι γὰρ αὐτήν ποτε βουλόμενος εἰσφέρει τὸν Γοργίαν λέγοντα αὐτὴν εἶναι μεταξὺ τῆς ἐπιστήμης τοῦ εὖ λέγειν καὶ τῆς ἐπιστήμης τοῦ εὖ πράττειν, ποτὲ δὲ ψέξαι αὐτὴν βουλόμενος εἰσφέρει τὸν Σωκράτην λέγοντα αὐτὴν εἶναι μεταξὺ τῆς ἐπιστήμης τοῦ καλῶς λέγειν καὶ τῆς ἐπιστήμης τοῦ καλῶς πράττειν. —Πόθεν διαιροῦνται αἱ πέντε αὗται; ἐκ τῆς καθόλου ῥητορικῆς κατὰ τρόπον τῆς ὁμωνύμου φωνῆς. Τί ἐστιν ὁμώνυμος φωνή; ἡ μεταδιδοῦσα φωνῆς· τοῦτο γὰρ δίδωσι φωνῆς μόνης τῷ Λοκρῷ καὶ τῷ Τελαμωνίῳ.

Ταῦτʼ οὖν εἰπόντες ἔλθωμεν ἐπὶ τὴν ἀνατροπήν· πῶς λέγετε ἐπιστήμην; τὸ ψιλῶς ἐπίστασθαι λέγειν ἁπλῶς ἢ τὴν ἐπιστήμην τὴν ἐπιστημονικῶς λέγουσαν; καὶ εἰ μὲν τὴν ψιλῶς ἐπισταμένην λέγειν φατέ, οὐ μόνον τοῦτο ἐπὶ τῆς ῥητορικῆς φατέον, ἀλλὰ καὶ ἐπὶ ἑκάστης σχεδὸν τέχνης—ἑκάστη γὰρ τέχνη ψιλῶς ἐπίσταται διδόναι λόγον, ὑπὲρ ὧν ποιεῖ—, εἰ δὲ τὸ ἐπιστημονικῶς λέγειν φατέ, πάλιν κακῶς· ποιεῖτε γὰρ αὐτὴν ἐπιστήμην, πολὺ τῆς ἐπιστήμης διαφέρουσαν. ἐκείνη γὰρ ἀεὶ τὰ αὐτὰ περὶ τῶν αὐτῶν λέγει καὶ οὐ πταίει, ἡ δὲ ῥητορικὴ οὐδὲ τὰ αὐτὰ λέγει περὶ τῶν αὐτῶν καὶ ἔστιν ὅτε πταίει καὶ σφάλλεται· καὶ οὐ θαυμαστὸν ἡγοῦνται οἱ ῥήτορες, εἰ μὴ μόνον ἀλλήλους ἀνατρέπουσιν ἀλλὰ καὶ ἑαυτούς, καὶ μέμψιν ἡγοῦνται τὸ λέγειν ἐνθύμημα ὑφʼ ἑτέρου ῥηθέν· τοῦτο δὲ μαρτυρεῖ καὶ Ἰσοκράτης λέγων «τὸ γὰρ ὑφʼ ἑτέρου ῥηθὲν τῷ λέγοντι μετʼ ἐκεῖνον οὐχ ὁμοίως χρήσιμόν ἐστι».

Κατὰ τί κοινωνεῖ ἡ διαλεκτικὴ φιλοσοφία τῇ ῥητορικῇ καὶ κατὰ τί διαφέρει; κοινωνεῖ μὲν κατὰ τὸ τέλος καὶ κατὰ τὸ εἶδος· εἶδος γὰρ τῶν δύο ἡ δύναμις, τέλος δὲ ἡ πειθώ, ἀλλʼ ἐκείνης μὲν τὸ μετὰ ἀνάγκης πείθειν, τῆς ῥητορικῆς δὲ ὅσον δύναται. διαφέρει δὲ κατὰ τὴν ὕλην καὶ τὰ ὄργανα· ὕλη μὲν γάρ ἐστι τῆς διαλεκτικῆς πάντα τὰ ὄντα, τῆς δὲ ῥητορικῆς πάντα τὰ πολιτικά· ὄργανα δὲ τῆς διαλεκτικῆς ὁ συλλογισμὸς καὶ ἡ ἐπαγωγή, τῆς δὲ ῥητορικῆς τὸ ἐνθύμημα καὶ τὸ παράδειγμα.

Τί ἐστι συλλογισμός; λόγος, ἐν ᾧ τεθέντων τινῶν ἕτερόν τι τῶν κειμένων ἐξ ἀνάγκης συνάγεται· οἷον ὁ ἄνθρωπος ζῷον, τὸ ζῷον οὐσία· συνάγεται ἐξ ἀνάγκης λοιπὸν τούτων τεθέντων τὸ λέγειν ὁ ἄνθρωπος ἄρα οὐσία.

Τί ἐστιν ἐπαγωγή; λόγος ἐκ τῶν μερικῶν κατασκευάζων τὰ καθολικά, ὡς ἵνα εἴπωμεν οὕτως· οὗτος καὶ οὗτος ὦτα ἔχει· ἄρα πᾶς ἄνθρωπος ὦτα ἔχει.

Τί ἐστιν ἐνθύμημα; ἀτελὴς συλλογισμός, ὡς παρὰ Δημοσθένει «ὁ γὰρ οἷς ἂν ἐγὼ ληφθείην ταῦτα πράττων καὶ κατασκευαζόμενος οὗτος ἐμοὶ πολεμεῖ, κἂν μήπω βάλλῃ μηδὲ τοξεύῃ». οὗτος συλλογισμός ἐστιν ἀτελὴς ἀπὸ τῆς μείζονος προτάσεως γινόμενος· ὁ γὰρ τέλειος τοιοῦτος ἦν «ὁ Φίλιππος, οἷς ἂν ἐγὼ ληφθείην, παρασκευάζεται· ὁ οἷς ἂν ἐγὼ ληφθείην παρασκευαζόμενος οὗτος ἐμοὶ πολεμεῖ· Φίλιππος ἄρα ἐμοὶ πολεμεῖ, κἂν μήπω βάλλῃ μηδὲ τοξεύῃ». ἐνίοτε δὲ χρῶνται οἱ ῥήτορες τελείοις συλλογισμοῖς, ἀλλʼ οὐχ ὡς ῥήτορες, ἀλλʼ ὡς φιλόσοφοι. γίνεται δὲ ὁ ἀτελὴς συλλογισμὸς ἢ ἐκ μιᾶς προτάσεως ἢ ἐκ δύο, ἢ ἐκ μιᾶς καὶ συμπεράσματος ἢ ἐκ συμπεράσματος μόνου.

Παράδειγμα δέ ἐστιν ἡ τοῦ ὁμοίου παράθεσις, ὡς ἵνα εἴπωμεν «δεῖ ἡμᾶς εἶναι κατὰ τοὺς προγόνους».

Οὕτως ἀνατρέψαντες τοὺς λέγοντας αὐτὴν εἶναι διαλεκτικὴν ἐν τῷ δεῖξαι πολλὴν αὐτῶν διαφοράν, ἀνατρέψωμεν καὶ τοὺς λέγοντας αὐτὴν ἐπιστήμην τοῦ καλῶς λέγειν. καί φαμεν· τί λέγετε ἐπιστήμην, τὸ ἁπλῶς ψιλῶς λέγειν ἢ τὸ ἐπιστημονικῶς; ἔπειτα κακῶς λέγετε τὴν ῥητορικὴν ταὐτὸ εἶναι τῇ πολιτικῇ· ἐκείνη γὰρ περὶ τὰ καθολικὰ καταγίνεται, ἡ δὲ ῥητορικὴ περὶ τὰ μερικά. ἡ αὐτὴ ἀνατροπή ἐστι τῆς ὑποπολιτικῆς.

Πρὸς δὲ τοὺς λέγοντας αὐτὴν ἐπιτήδευσιν τοῦ καλῶς λέγειν οὕτω φαμέν, ὅτι πρῶτον μὲν κακῶς λέγετε φέροντες ἐκπτώσεις οὔσας τεχνῶν καὶ λέγοντες ταὐτὸ εἶναι τῇ ῥητορικῇ οὖσαν τέχνην· δεύτερον, ὅτι ἡ μὲν ῥητορικὴ τέλος εὔχρηστον ἔχει τῶν ἐν τῷ βίῳ, αἱ δὲ ἄλλαι τέχναι τέλος εὔχρηστον ἑαυταῖς, εἴ γε χρηστὸν εἴπωμεν τὸ διὰ κέρδος ἀδικεῖν.

Οὕτως ἀνατρέψαντες τοὺς λέγοντας σοφιστικὴν καὶ κολακευτικὴν ἀνατρέψωμεν τοὺς λέγοντας ἐπιτήδευσιν τοῦ καλῶς πράττειν. καί φαμεν τὸν προειρημένον λόγον, ὅτι ἣ μὲν τέχνη, αἳ δὲ ἐκπτώσεις· ἔπειτα, ὅτι ἣ μὲν τέλος ἔχει τὴν ἡδονήν, ἡ δὲ ῥητορικὴ οὔ.

Τί διαφέρει τῆς ἐμπειρίας; ὅτι ἣ μὲν ἄλογος τριβή, ἣ δὲ λογική.

Ποίαν μετερχόμεθα νῦν; φασί τινες, ὅτι μετερχόμεθα νῦν τὴν ἀντίστροφον τῇ διαλεκτικῇ, ἧς προέστηκε Δημοσθένης καὶ οἱ ἄλλοι ῥήτορες. Εἰπόντες ἀνωτέρω τὴν δόξαν τῶν λεγόντων πέντε ῥητορικάς, εἴπωμεν καὶ τὴν τῶν λεγόντων τρεῖς εἶναι. Πλάτων τοίνυν ἔλεγε τρεῖς εἶναι τὰς ῥητορικάς, μίαν καθάπαξ ἀληθεύουσαν, μίαν καθάπαξ ψευδομένην, καὶ μίαν μικτὴν τούτων, ᾗ κεχρήμεθα. Ὁ Ἀριστοτέλης ἀπορεῖ λέγων, τί δήποτε οὐ τῇ καθάπαξ ἀληθευούσῃ κεχρήμεθα. καὶ ἐπιλύεται, ὅτι διὰ τοῦτο ἴσμεν τὸ ψεῦδος, ἵνα ἐκφύγωμεν αὐτό, ὥσπερ οἱ ἰατροὶ ἴσασι τὰ φάρμακα διὰ τὸ ἐκφυγεῖν αὐτά. ἀλλὰ κακῶς ἐπελύσατο· ἴσμεν γὰρ τὸ ψεῦδος οὐ διὰ τὸ ἐκφυγεῖν αὐτὸ ἀλλὰ διὰ τὸ κεχρῆσθαι ἐν δέοντι, καὶ εὑρίσκομεν ῥήτορας ἐν δέοντι ψευδομένους. φαμέν, ὅτι κακία προσώπων ἐστίν, οὐ τῆς τέχνης καὶ ἐν δέοντι τὸ ψεύδεσθαι καλόν· καὶ μαρτυρεῖ καὶ Πλάτων λέγων «παρέθηκέ τις νήφων ἑταίρῳ ξίφος, εἶτα μανεὶς ἐπανῆλθεν αἰτῶν τὸ ξίφος, ὃ δὲ ἠρνήσατο ἔχειν· ἆρα οὐ καλὸν τὸ ψεύδεσθαι ἐνταῦθα;» καὶ ὁ Θουκυδίδης μαρτυρεῖ ἐν τῇ Διοδότου λέγων δημηγορίᾳ «ὥστε δεῖν ὁμοίως τόν τε τὰ δεινότατα βουλευόμενον πεῖσαι ἀπάτῃ προάγεσθαι τῷ πλήθει καὶ τὸν ἀμείνω λέγοντα ψευσάμενον πιστὸν γενέσθαι». ἰδοὺ γάρ, φησίν, ὅτι δεῖ καὶ τὸν ἀληθῶς λέγοντα ψεύδεσθαι.

Ἐπειδὴ ἐμάθομεν, εἰ ἔστι ῥητορικὴ καὶ τί ἐστι καὶ ὁποῖόν τί ἐστιν, ἐν τοῖς προλεγομένοις τῆς ῥητορικῆς τῶν εἰσαγομένων, λοιπὸν μετέλθωμεν καὶ ὁρισώμεθα, διὰ τί ἐστι ῥητορικὴ καὶ τί ἐστι τὸ ἔργον αὐτῆς καὶ ποῖα μέρη αὐτῆς, καὶ πόσα ἔργα καὶ ποῖα τοῦ ῥήτορος, καὶ ποῖα μέρη παντὸς τοῦ πολιτικοῦ λόγου καὶ τί ἐστιν ἕκαστον αὐτῶν. ζήτει ταῦτα ὄπισθεν.

Νῦν οὖν εἴπωμεν περὶ τῶν εἰδῶν αὐτῆς, ὁπόσα τε καὶ ὁποῖα, καὶ εἰ εἴδη ἀλλὰ μὴ μέρη, καὶ ἐκ ποίων μερῶν τῆς ψυχῆς ἕκαστον προελήλυθε, καὶ εἰς ποῖον ἕκαστον ἀφορᾷ τέλος, καὶ ποῖον ἕκαστον ἔλαχε χρόνον, καὶ τίς ὁ ἑκάστου τόπος, καὶ ποῖα τὰ ὑποβεβλημένα αὐτοῖς πρόσωπα. Τρία τοίνυν τὰ ἀνωτέρω εἴδη τῆς ῥητορικῆς, συμβουλευτικόν, δικανικόν, πανηγυρικόν. καὶ ἔστι συμβουλευτικὸν μέν, διʼ οὗ συμβουλεύομεν τὰ πρόσφορα γενέσθαι, δικανικὸν δέ, διʼ οὗ τὰς ἀμφισβητήσεις διακρίνομεν, πανηγυρικὸν δέ, διʼ οὗ τοὺς ἐπαίνους καὶ τοὺς ψόγους δημοσιεύομεν. διαιρεῖται δὲ τὸ συμβουλευτικὸν εἰς δύο, εἰς προτροπὴν καὶ ἀποτροπήν, τὸ δικανικὸν εἰς δύο, εἰς κατηγορίαν καὶ ἀπολογίαν, τὸ δὲ πανηγυρικὸν ὁμοίως εἰς δύο, εἰς ἔπαινον καὶ ψόγον. Ἀλλὰ ταῦτα μὲν μέρη ἐστίν· εἴδη δὲ τὰ πρὸ αὐτῶν. διαφέρει δὲ εἶδος μέρους τῷ τὸ μὲν εἶδος ὁλόκληρον ἀποτελεῖν ῥήτορα, τὸ δὲ μέρος οὔ· οἷον ὅστις μόνον οἶδε τὸ συμβουλεύειν, μὴ μέντοι γε δικάζεσθαι καὶ πανηγυρίζειν, οὗτος ῥήτωρ, ὥσπερ Θηραμένης ὁ Κόθορνος συμβουλεύειν καὶ μόνον εἰδὼς ὅμως ῥήτωρ καὶ αὐτὸς ἤκουσται, Ζήνων δὲ δικάζεσθαι μόνον εἰδὼς ῥήτωρ καὶ αὐτὸς ἤκουεν. ὥστε ἓν μόνον τῶν τριῶν εἶδος ἀρκεῖ ῥήτορα ἀποτελέσαι, τὸ δὲ μέρος οὔ· ὥσπερ γάρ, ὁλόκληρον εἶδος ἀνθρώπου εἰ ἐπιτεθείη λίθῳ ἢ χαλκῷ, εἶδος λέγομεν ἀποτελεῖν καὶ ἀποσῴζειν τὸν ἀνδριάντα, ἐὰν δὲ μέρος ἐπιτιθῶμεν, ἢ χεῖρα ἢ πόδα ἢ κεφαλήν, οὐ λέγομεν τὸν λίθον ἢ τὸν χαλκὸν ἅπαν εἰληφέναι τὸ εἶδος ἀλλὰ μέρος τοῦ ἀνθρώπου, οὕτως, εἰ μὲν ἕν τι τῶν μερῶν ἀσκεῖται, ῥήτωρ οὐκ ἂν λεχθείη, εἰ δὲ ἓν τῶν εἰδῶν, ἐξ ἀνάγκης ὁ τοιοῦτος ῥήτωρ ὀνομασθήσεται.

Πόθεν ἕκαστον τῶν τριῶν τούτων προῆλθεν εἰδῶν; καὶ ταῦτα πάντα καὶ τὰ λοιπὰ ἐγράφησαν ὄπισθεν ἐν τῇ ἀρχῇ τῶν Προγυμνασμάτων.