ΕΡΜΟΓΕΝΟΥΣ ΤΕΧΝΗΣ ΡΗΤΟΡΙΚΗΣ ΠΕΡΙ ΕΥΡΕΣΕΩΣ. ΠΕΡΙ ΠΡΟΟΙΜΙΩΝ ΤΟΜΟΣ αʹ. Περὶ τῶν ἐξ ὑπολήψεων προοιμίων.
αʹ. Προοίμιόν ἐστι λόγος παρασκευάζων τὸν ἀκροατὴν εἰς ὑποδοχὴν τῆς ὑποθέσεως· καλῶς δὲ προοίμιον ἔλεγον οἱ παλαιοὶ τὰ παρὰ τῶν κιθαρῳδῶν ἐν ἀρχῇ λεγόμενα· τέλος δὲ αὐτοῦ τὸ παρασχεῖν εὐήκοον πρὸς τὰ λοιπὰ τὸν ἀκροατήν.
βʹ. Εἰς τὸ αὐτό· Ἐπῄνεσεν ἐν ταὐτῷ καὶ τὰ καθόλου προοίμια, καλλίστην εὕρεσιν τὴν περὶ αὐτῶν εἰρηκώς· οὐ γὰρ ἦν αὕτη καλλίστη, εἰ μὴ ἐκεῖνα καλὰ, καὶ εἰκότως· τοῦ γὰρ ὅλου λόγου ζώῳ ἀτεχνῶς ἐοικότος, τὸ προοίμιον τῇ κεφαλῇ τούτου ἀναλογεῖ· ἄλλως τε καὶ ἄτεχνον τὸ ἀπροοιμιάστως ἐμβάλλειν ταῖς ὑποθέσεσιν, μὴ πρότερον προηυτρεπικότας περὶ ὧν λέξομεν. Καλλίστη οὖν καὶ ἀναγκαιοτάτη ἡ περὶ αὐτῶν εὕρεσις· ἐπῄνεσε δὲ κατὰ τὸ ἐξαίρετον καὶ τὸ κάλλιστον αὐτῶν μέρος, τὸ ἐξ ὑπολήψεων πραγματικώτατον αὐτὸ καὶ πολυυλότατον διαγνοὺς οὗ φησι μετʼ ὀλίγα τὴν ἀρετὴν καὶ ἐν τοῖς ἄλλοις δείκνυσθαι.
γʹ. Εἰς τὸ αὐτό. Πρώτην εἶπε διότι καὶ ἄλλαι εἰσίν· εἰπὼν δὲ πρώτην τὰς διαφόρους ποιότητας ἐδήλωσε τῶν ἐφεξῆς προοιμίων· ἡ γὰρ ἀπαρίθμησις τὸ σχῆμα τοῦτο δηλοῖ.
δʹ. Ἑυρέσεως τετύχηκεν. Εὕρεσίς ἐστι λόγος νοημάτων καὶ ἐπιχειρημάτων εὐπορίαν ἔχων ἢ ἔννοιαν· ἤτοι νοημάτων ἁρμοδίων εὐπορίαν τῷ ὑποκειμένῳ προβλήματι ἤγουν πράγματι. Ἠπόρησαν δέ τινες, ποίαν εἴληχε μετουσίαν κεφάλαιον καὶ εὕρεσις, καὶ τίσιν ἔργοις τὸ κεφάλαιον γίνεται, καὶ τί τούτων ἑκάτερον καὶ πῶς νοητέον τὸ ἐν τῷ στάσεων βιβλίῳ ὑπὸ τοῦ τεχνογράφου ῥηθέν. Ἔστιν οὖν σχεδὸν ὁ αὐτὸς τῷ περὶ εὑρέσεως. Κεφάλαιον τοίνυν ἐστὶ μέρος λόγου ἐκ νοημάτων διαφόρων πρὸς ἕν τι τεινόντων τὸ κατασκευαζόμενον· εὕρεσις δὲ διανοημάτων διαφόρων εὐπορία· κοινωνοῦσι δὲ ἀλλήλοις, καθὸ πρὸς ἕνα σκοπὸν τὸν προκείμενον φέρονται· δεῖ γὰρ συμφυῶς τῇ ὑποθέσει ἑκάτερον ἐξετάζεσθαι. εἰ γὰρ ἄλλο μὲν εἴη τὸ ζητούμενον, ἄλλο δὲ τὸ κατασκευάζον, καὶ ἢ ἀσύστατον ἂν εἴη τὸ ζήτημα, ἢ ἀμαθὴς ὁ μελετῶν, οἷόν τί φημι, εἰ προκέοιτο στοχαστικὴ ζήτησις εἰς ἐξέτασιν, ἡμεῖς δὲ ἀντίληψιν ἤ τινος ἑτέρας κεφάλαιον στάσεως εἰσαγάγωμεν, ἀσύστατον εὐθέως τὸ ζήτημα· ἢ εἰ κοινὸν τόπον μέλλοντες ἐρεῖν τὰ τῆς ἀνασκευῆς περιλάβωμεν κεφάλαια, παρὰ τὴν τεχνολογίαν ὁ λόγος προβήσεται. Κατὰ ταῦτα μὲν οὖν κοινωνοῦσι, διίστανται δὲ τούτοις· τὸ μὲν κεφάλαιον ὡρισμένον ἐστὶ καὶ ἀεὶ φυλαττόμενον, οἷον ἐπὶ τῆς πραγματικῆς δίκαιον καὶ συμφέρον καὶ νόμιμον. ταῦτα πάντα ἐν ἑκάστῃ στάσει πραγματικῇ ἐμπεσεῖται, καὶ πᾶς μεταχειριζόμενος χρήσεται, ἡ δὲ εὕρεσις ἀόριστος καὶ πρὸς τὴν ἑκάστου φαντασίαν ἐγγινομένη· διὸ οὐ πάντες χρήσονται τῇ αὐτῇ, ἀλλὰ πολλοὶ μὲν εὐπορωτέρᾳ, οἱ δὲ στενωτέρᾳ, πρὸς τὴν φύσιν μετρούμενοι. ἔτι τὰ μὲν κεφάλαια περιέχει τὴν εὕρεσιν. ἡ δὲ ταῦτα οὒ, ἀλλὰ περιέχεται· καὶ τὸ πάντων μέγιστον, ὅτι τὰ μὲν κεφάλαια ἀπὸ τῶν ἀγώνων ἀρχόμενα εἰς τοὺς ἀγῶνας καταλήγει, ἡ δὲ εὕρεσις καὶ τῇ παρεκβάσει, καὶ τοῖς ἄλλοις μέρεσι τοῦ λόγου πεπλήρωται. Πρὸς δὲ τὸ ἐν τῷ περὶ στάσεων τῷ τεχνικῷ λεχθέν φαμεν, ὅτι ἐκεῖ ὁ τεχνογράφος ἔοικεν ἀντιπίπτοντος λόγῳ κεχρῆσθαι· ἐπειδὴ γὰρ σκοπὸν προὔθετο περὶ διαιρέσεως πολιτικῶν ζητημάτων λέγειν, ἤμελλε δὲ καί τινα τῆς εὑρέσεως προσθεῖναι τῷ λόγῳ, ἵνα μὴ τῷ σκοπῷ δοκῇ μαχόμενα διαπράττεσθαι, ἐπεσημήνατο φήσας, ἐξ ἀνάγκης τοῦτο παρακολουθεῖν· ἔπειτα καὶ τῆς ἰδίας σαφηνείας ἤγουν ἀκριβείας ὁ τεχνογράφος ἀντιποιούμενος, ἀπορῶν δὲ τῶν κεφαλαίων ἑκάστου ἰδικὸν ὅρον ἀποδιδόναι· ἐπὶ γὰρ τῶν μερικῶν ἐκλείπουσιν οἱ ὅροι· βουλόμενος τοῦτο σαφηνίσαι διὰ τῆς εὑρέσεως τὸ διʼ ὅρων ἀδυνατῆσαν ποιεῖ. οἷον τῆς στοχαστικῆς ζητήσεως κεφάλαιά ἐστι τάδε, παραγραφικὸν, ἐλέγχων ἀπαίτησις, βούλησις καὶ τὰ λοιπά. Ἐν τῷ λέγειν οὖν περὶ βουλήσεως καὶ τὰς μεθόδους τοῦ κεφαλαίου παραδιδόναι ἀνάγκη περιπίπτειν καὶ τροφὴν καὶ ὅσα τοιαῦτα, καὶ ἴσως τις ἀπορήσειε, τί δήποτε εἰπὼν σχεδὸν καὶ διδάξας, ὅτι ἔν τισι διαλλάττει, ἐπήγαγε· πλὴν ὅσον οὐ πάντα ἔχει τὰ περὶ εὑρέσεως· φαμὲν οὖν, ὅτι τοῦτο παρίστησι τοῦ τεχνικοῦ τὴν ἀκρίβειαν· εἰπὼν γὰρ τὸ σχεδὸν ὑπόνοιαν τοῦ μὴ διαλλάττειν παρέσχετο, τῷ δὲ προσθεῖναι, πλὴν ὅσον οὐ πάντα ἔχει τὰ περὶ εὑρέσεως, ἐν οἷς διαφέρει ἀλλήλων ἐδήλωσεν.
εʹ. Τοῖς ἐκ τῶν ὑπολήψεων καλουμένοις· Πρῶτον καὶ κάλλιστον προοίμιον τὸ ἐξ ὑπολήψεων, καὶ γὰρ αὐτὸς προϊὼν ἐρεῖ, τῶν ἐξ ὑπολήψεως ἡ ἀρετὴ πανταχοῦ φαίνεται.
ϛʹ. Διελὼν ἐκθήσομαι. Ἑκάστου προοίμιον θέλων εἰπεῖν εὕρεσιν ἐν μέρει διαιρῶν αὐτά.
ζʹ. Ἢ κρίνομεν ἢ βουλευόμεθα. Ἐν προβλήμασι λέγει, ἀντὶ τοῦ· ἐν ζητήμασι τοῖς ἐξεταζομένοις· οὐ τὸ πανηγυρικὸν δὲ ἐκβαλεῖν βουλόμενος τοῦ περὶ προοιμίου ταῦτά φησιν· παραλαμβάνει δὲ καὶ τοῦτο· κρίσιν γὰρ γενικῷ λόγῳ καὶ τὴν ἀγαθοῦ καὶ κακοῦ ἐπίσκεψιν δηλοῖ, ᾗτινι καὶ τὴν ἐν πανηγυρικῷ λόγῳ μέτιμεν μεταχείρισιν. πρόβλημα δὲ καλεῖ, ὃ ἀνωτέρω εἶπεν ὑπόθεσιν, ὡς τοῦτο· παρίστατό τις ἐπʼ ἐρημίας νεοσφαγεῖ σώματι, βαστάζων ξίφος ᾑμαγμένον, καὶ φεύγει φόνου.
ηʹ. Τῶν ἔξωθεν ἐμφαινομένων. Ἔξωθεν ἐμφαινόμενοί εἰσιν οἱ ἔξω τούτων πάντων, οἷον οἱ πολέμιοι· ἐμφαίνονται δὲ πολλάκις μὲν ἓν, πολλάκις δὲ πλείονα, ἢ ἓν πρᾶγμα ἢ ἓν πρόσωπον, ἢ πολλὰ πρόσωπα, ἢ πολλὰ πράγματα.
θʹ. Πρῶτον μὲν οὖν. Οἱ δικασταὶ ἤτοι εὐμενεῖς εἰσιν, ἢ οὐ, ἢ οὐδέτερον· ἂν μὲν οὖν εὐμενεῖς ὦσιν ἡμῖν κ. τ. λ.
ιβʹ. Ὁρῶν ὑμᾶς ὦ ἄνδρες Ἀθηναῖοι. Ἀπὸ τῶν δικαζόντων τὸ πρῶτον προοίμιον· γράφει δὲ τὰ προοίμια ἀπὸ τῶν δικαζόντων, οἵτινές εἰσιν οἱ κριταὶ, ἀπὸ τῶν κατηγόρων, οἵτινές εἰσιν οἱ διώκοντες, ἀπὸ τῶν ἀπολογουμένων, οἵτινές εἰσιν οἱ φεύγοντες, ἀπὸ τῶν ἐχόντων αὐτὰ τὰ πράγματα καὶ τὰ ἐγκλήματα.
ιγʹ. Εἰ δὲ φαῦλον εἴη τὸ πρᾶγμα· Ὡς ἐπὶ φόνου ἁπλῶς, χαλεπὸν γὰρ καὶ ἀκοῦσαι τοῦτο, καὶ πρὸς θυμὸν ἐπίφορον παρασκευάσαι. Οἶκτός γε μὴν οἷς τὰ ἀνήκεστα συμβέβηκε πεπονθέναι παρακολουθεῖ, ἤτοι ἐχθροῦ τινος ἐπηρείᾳ, ἢ ἄλλως φύσεως ἀνάγκῃ. Χαλεπαίνουσι τοιγαροῦν οἱ ἀκροαταὶ τοῖς δεδρακόσιν, οἰκτείρουσι τοὺς πεπονθότας, πάσχει δέ τις, ὡς ἔφαμεν, ἢ πονηροῦ τινος ἐπιβεβουλευκότος, ὡς ἐφʼ οὗ τὴν οἰκίαν ἐμπρησθῆναι ὑπὸ τοῦ γείτονος ὑπῆρξεν, ἢ φύσεως νόμῳ, πατρός τινος ἢ υἱοῦ ἢ ἄλλου τῶν προσηκόντων ἀπογεγονότων. Οἶκτος δὲ καὶ ὀργὴ καὶ ἔλεος τοῖς ὅμοια τῷ προκειμένῳ ὑποδείγματι πεπονθόσι παρέπεται, καὶ ἐπὶ μὲν τῶν ἐξ ἐπιβουλῆς πεπονθότων κατηγορία ἐνίσταται, ἐπὶ δὲ τῶν φύσεως νόμῳ, ἐπιτάφιοι, μονῳδίαι καὶ εἴ τι ἄλλο τοιοῦτον ἡ τέχνη δέδωκεν ἐξευρίσκειν ἀνθρώποις.
ιζʹ. Καὶ προοιμίου δριμύτης πρότασις. Τὸ ἀναγκαῖόν ἐστι τὸ δριμύ· δριμύτητα δὲ προοιμίου τὴν πρότασιν ἐκάλεσεν, αὐτὸ γάρ ἐστι τὸ δρῶν καὶ συνεκτικώτατον προοιμίου παντός· καὶ αὐτοῦ μὴ δοθέντος οὐδὲν τῶν λοιπῶν ἔσται·
Εὐσταθίου· Ἐκ τοῦ κατηγορικοῦ τὸ τρίτον προοίμιον ἔχει τὴν ἀρχήν· ἔστι δὲ ἀπὸ τῆς δόξης, ἣν οὐ φθονεῖν δείκνυσι τὸ προοίμιον, ἀπὸ τοῦ κατηγόρου λαμβάνοντα τὴν βασκανίαν ἀποκρούεσθαι· φαίνεται γὰρ οὐ διὰ τὴν ἀλήθειαν, ἀλλὰ διὰ τὸν φθόνον κινεῖσθαι ὁ λαλῶν, ὃ καλόν ἐστιν, ἀποκρούσασθαι, καὶ ἔπειτα εἰπεῖν εἰς τὸ τοῖς πολλοῖς νομιζόμενον μὴ οὕτως ἔχειν· φθονοῦνται δὲ ἢ δόξα ἢ πλοῦτος.
ιθʹ. Ὅτι αἰσχρὸν ἀπεχθάνεσθαι κοινῷ εὐεργέτῃ· καὶ τοῦτο τοῦ δικανικοῦ τὸ προοίμιον· ἀρνητέον δὲ τὴν ἔχθραν ἐπὶ προοιμίου, ὅτε ἐστὶ πρόσωπον ἢ πλούσιον ἢ ἔνδοξον, ἢ ἐπαινούμενον, ἤγουν χρηστὸν ἢ ὠμὸν, ἐξουσιάζον δέ.
κʹ. Οὐκ ἔχθρας ἕνεκεν, ὦ ἄνδρες Ἀθηναῖοι. Τοῦ συμβουλευτικοῦ τὸ προοίμιόν ἐστι· ἐκφεύγειν δὲ τὸ δοκεῖν διʼ ἔχθραν λέγειν· τὸ γὰρ πρόσωπον τῶν ἄγαν ἐνδόξων καὶ δείκνυσι τὸ εὐδοκιμοῦσιν ἀντιλέγειν οὐ καλὸν, ὡς φροντίζων δὲ τοῦ προσώπου λέγει.
καʹ. Οὐκ ἀπεχθανόμενος ἰδίᾳ τῷ πλουσίῳ. Καὶ τοῦτο τὸ προοίμιον δικανικὸν, γίνεται δὲ πρὸς πρόσωπον ὠμὸν καὶ ἔνδοξον. Δείκνυσι δὲ ἑαυτὸν ὁ προοιμιαζόμενος οὐ διὰ τὸ ἀπεχθάνεσθαι λέγειν, ἀλλὰ τοῖς νόμοις καὶ τῇ πόλει βοηθῶν, φησὶ, λέγω, καὶ τοῦ κοινοῦ συμφέροντος ἕνεκα, καὶ ὅλως εἰπεῖν, ὡς παραιτούμενος τὰς ἰδίας ἔχθρας ταῦτα προβάλλεται.
κβʹ. Ὅπερ Εὐκτήμιον, ὦ ἄνδρες δικασταί. Ὁ Εὐκτήμων λόγον ἐποίησε κατʼ Ἀνδροτίωνος, ἀδικηθεὶς ὑπʼ αὐτοῦ, καὶ Δημοσθένης κατὰ Ἀνδροτίωνος τὰ ὅμοια πεπονθὼς, καὶ τοῦτο δὲ τὸ προοίμιον δικανικὸν, καὶ ὁμολογοῦν τὴν ἔχθραν· προαδικηθεὶς γὰρ ἀμύνεται.
κγʹ. Πλὴν εἰ μὴ πιθανῶς λέγοιμεν. Καὶ τοῦτο δικανικὸν τὸ προοίμιον, ἀρχόμενον ἀπὸ τοῦ ὑπεραπολογουμένου, ἤγουν τοῦ ἐντολέως· ἐπειδὴ ὕποπτός ἐστι δωροδοκεῖσθαι ὑπό τινος, παραιτεῖται τὸ κέρδος καὶ ἀρνεῖται· πιθανὸν δὲ δῶρον τοῦτο προβάλλεται τὴν σωτηρίαν τῶν βοηθουμένων.
κδʹ. Οἷον φιλεῖν αὐτοὺς ἀδελφούς. Καὶ τοῦτο δικανικὸν τὸ προοίμιον ἔχον τὴν ἀρχὴν ἀπὸ τοῦ ἀπολογουμένου αὐτοῦ· ὁμολογεῖ δὲ τὴν εὔνοιαν ὅλως φανερῶς. Δίδωσι γὰρ ἡ ὑπόθεσις, ὁμολογεῖ δὲ ἢ διὰ γένος· χρὴ γὰρ ὑπὲρ συγγενῶν λέγειν, ἢ διὰ κοινοὺς εὐεργέτας λέγων τις ἢ ὅλως τὸ ὑπὲρ προσηκόντων λαλεῖν· ἀνεπίφθονος γὰρ τότε φαίνεται ὁ λέγων, ὡς μὴ φθονῶν τῷ κατηγορουμένῳ ἢ μισῶν αὐτὸν, ἀλλὰ διὰ τὸ προσῆκον λαλῶν.
κεʹ. Ὡς ἂν οἷός τε ὦ συνερεῖν. Οὐ θέλει γὰρ, ἵνα λυθῇ ἡ ἀτέλεια τοῦ Χαβρίου· ἀποθανόντος γὰρ τοῦ Χαβρίου ἐσύρετο διδόναι ὁ υἱὸς αὐτοῦ· ὁ Δημοσθένης δὲ λέγει, ἵνα ἔχῃ τὴν ἀτέλειαν.
κϛʹ. Οἷον οὐκ ἀγνοῶ μέν. Καὶ τοῦτο δικανικὸν, ἀπὸ τοῦ ἔχοντος τὰ ἐγκλήματα ἡ ἀρχὴ τοῦ προοιμίου· γίνονται δὲ ἐν τούτοις προοίμια τέσσαρα, τὸ διαλῦσαι τὰς χρηστὰς ὑπολήψεις, τὸ διαλῦσαι τὰς φαύλας, τὸ βεβαιῶσαι τὰς φαύλας, τὸ βεβαιῶσαι τὰς χρηστάς.
κζʹ. Ὅτι μὲν οὐκ ἄλλος τις. Ἀπὸ τοῦ ἀπολογουμένου τὸ προοίμιον· ἡ δὲ ἀπολογία ὑπὲρ τῆς τὸ ἔγκλημα ἐχούσης γυναικὸς, τῆς νίκης δὲ τὴν γυναῖκα αἰτίαν φησὶ, διὰ τὸ φοβηθέντας τοὺς υἱοὺς, μὴ αὐτοὺς ἀνέλῃ, ἀριστέας ἀναφανῆναι· βεβαιοῖ δὲ τὸ προοίμιον τὰς χρηστὰς ὑπολήψεις, τὰς δὲ φαύλας διαλύει.
κηʹ. Καὶ γὰρ συμβουλεύοντες λέγομεν, ποιῶμεν τόδε, ὡς ἂν μὴ τὰ τοῖς ἐχθροῖς διʼ εὐχῆς ἐπισπασώμεθα κακὰ, καὶ πάλιν, ποιῶμεν τόδε, ὡς ἂν τοὺς φιλικῶς ἡμῖν διακειμένους εὐφραίνωμεν· ὡσαύτως καὶ ἐπαινοῦντές φαμεν, ὡς ὁ τοῦ προκειμένου ἔπαινος πολλοὺς ἐπὶ τὸν ὅμοιον ζῆλον παρακαλέσει, καὶ εὐφρανεῖ μὲν ἀγγέλους καὶ πάντας τοὺς ἀρετὴν ἐπασκοῦντας, δαίμονας δὲ λυπήσει καὶ καταισχυνεῖ.
κθʹ. Τοῦτο τὸ προοίμιον ἀπὸ τῶν ἔξωθεν ἐμφαινομένων προσώπων ἄρχεται, οὐκ ἄξιον λέγον, ἃ δοκεῖ τοῖς πολεμίοις, ἡμᾶς ποιεῖν· ἔστι δὲ συμβουλευτικόν. Περὶ τῶν ἐξ ὑποδιαιρέσεως προοιμίων.
αʹ. Ὧν μέλλει λέγειν· μαθήματα δὲ ἔφαμεν καὶ ἀνωτέρω, ὅτι τὰς ὑποθέσεις καλεῖ, ἀφʼ ὧν καὶ αἱ προτάσεις εὑρίσκονται. Σημείωσαι δὲ, ὅτι οὐκ ἀεὶ ἐν τοῖς ἐξ ὑποδιαιρέσεως ἡ πρότασις τοῦ προοιμίου ἀπὸ τῆς ἐμπιπτούσης τῶν ἐξ ὑποδιαιρέσεως διαφορῶν γίνεται.
Τὰ ἐξ ὑποδιαιρέσεως, φησὶ, προοίμια οὐκ ἐν πᾶσι τοῖς προβλήμασιν εὑρίσκεται, οὐδʼ εἰ εὑρεθείη ἐν προβλήμασιν, ὅλα διόλου εὑρίσκεται, ἀλλὰ μέρη αὐτῶν συναναμεμιγμένα τοῖς ἐξ ὑπολήψεως· ἐκείνων γὰρ ἡ ἀρετὴ καὶ ἰσχὺς ἐν πᾶσιν εὑρίσκεται.
βʹ. Τὰ δυνάμενα τέμνειν, ἀπὸ μεταφορᾶς τῶν μαχαιρῶν, αἱ τεθηγμέναι μᾶλλον τέμνουσιν· εὔθηκτα οὖν ἀντὶ τοῦ τμητικοῦ, ἐνεργοῦς, δραστικοῦ· ἄλλοι δὲ εὔθικτά φασι διὰ τοῦ ι γράφεσθαι στοιχείου, οἱονεὶ εὐαφῆ καὶ πολλὴν ἐπιφαίνοντα τὴν εὐτυχίαν τοῦ καταλλήλως καὶ ἁρμοδίως τῇ ὑποθέσει προάγεσθαι καὶ μηδὲν ἄστοχον πάσχειν, καὶ ἀποτευκτικὸν, ἀλλʼ εὔθετον τῷ λόγῳ τὴν ἐπαφὴν παρεχόμενα.
γʹ. Ὅτι καὶ ἐν τοῖς περὶ τῶν ἐξ ὑποδιαιρέσεως ὑπόληψις φαίνεται, ὡς ἀνωτέρω ἐδηλώσαμεν.
δʹ. Ἀθρόον ἐνταῦθα οὐ τὸ σημαῖνον τὸ ἓν, ἀλλὰ δύο, ἢ τὸ λαμβανόμενον οὐκ ἐπὶ χρόνου ἑνὸς, ἀλλʼ ἐπὶ ἐνεστῶτος καὶ μέλλοντος, ἢ ἐπὶ παρῳχημένου καὶ μέλλοντος· τοῦτο δὲ οὕτως καλεῖται· οὐ γὰρ λεπτολογῶν τὸ ἀδίκημα κατὰ μέρος εἰσάγει, ὡς ἐφʼ ὧν προεῖπον, ἀλλʼ ὅλον αὐτὸ ἀθρόον λαβὼν πρὸς τὸ μέλλον μόνον ὑποδιαιρεῖ· πῶς δʼ ἂν ἠδύνατο τὸ ἀδίκημα ὑποδιαιρεῖν, εἰ οὕτως ἔλεγεν· εἰ γὰρ οἱ πατέρες τούτου μόνου τοῦ γένους ἐτυράννουν, εἰ μέχρι τῶν υἱέων, τὰ τῆς πονηρᾶς ταύτης ἀπέληγεν ἐπιθυμίας, οὐχ οὕτως δεινόν· νῦν δὲ ἀϊδιότητι ὑποβέβληται, τῇ τοῦ γένους διαδοχῇ συμπαρατεινομένου τοῦ λυπηροῦ, καὶ ἐπὶ τοῦ ταριχομικτοῦντος, εἰ γὰρ ζώσῃ ἐμίγνυτο, εἰ κἂν μικρὸν γοῦν ἐμπέσῃ, εἶχεν ἂν τὸ πραχθὲν συγγνώμην. Περὶ τῶν ἀπὸ καιροῦ προοιμίων.
Τὸ ἀπὸ καιροῦ καὶ ἀπὸ τῶν λοιπῶν περιστατικῶν λαμβάνεται· ἔχει δὲ ὑπερβολὴν δυνάμεως περὶ τὸ ἐξ ὑπολήψεως, ἐπειδὴ ἐκεῖνα πολλάκις εὐνοίας ἢ κέρδους ἢ φθόνου ὑπόνοιαν δίδωσιν.
Περὶ παντὸς προοιμίου καὶ ἐκ πόσων μερῶν συνέστηκεν.
αʹ. Πᾶν προοίμιον σύγκειται ἐκ τεσσάρων, ἐκ προτάσεως, ἐκ κατασκευῆς, ἐξ ἀποδόσεως, ἤγουν ἀξιώσεως, ἐκ βάσεως, ἣ συνάγει τὴν πρότασιν· καὶ πρῶτα μὲν ἐν προοιμίοις πρότασις γίνεται· ἐπακολουθεῖ τῇ προτάσει κατασκευή· ἀπὸ τῆς κατασκευῆς ἀπόδοσις, ἥτις ἐστὶν ἀξίωσις, ἐκ τῆς ἀξιώσεως ἡ βάσις γίνεται, ἥτις συνάγει τὴν πρότασιν καὶ τὴν ἀπόφασιν, ἤγουν τὴν ἀξίωσιν, ἡ δὲ πρότασις ἐκ τῶν ὑποθέσεων ἀεὶ ἤτοι τῆς ὕλης τοῦ προκειμένου ζητήματος γίνεται, ἃ καὶ μαθήματα Ἑρμογένης καλεῖ, ὡς αὐτῶν ἡμᾶς διδασκόντων, ὅπως χρὴ τὴν τοῦ προοιμίου ποιήσασθαι πρότασιν, περὶ ὧν καὶ αὐτὸς φθάνει διδάξας. Σημείωσαι δὲ, ὅτι τὸ προοίμιον ἔχει τὰ τέσσαρα ταῦτα· τὸ δὲ τέταρτον ἐνίοτε ἐκλείπει, τὰ δὲ τρία ἤτοι δυνάμει ἢ ἐνεργείᾳ πάντως ἐμφαίνεται· καὶ ἡ μὲν πρότασις προδήλως ἐκ τοῦ ἐπιχειρήματος γίνεται, ἡ δὲ κατασκευὴ τῆς αἰτίας ἐπὶ τὸ πλεῖστον γίνεται· ἡ δὲ ἀξίωσις σκόπει πῶς διώνυμός ἐστι, καὶ ποτὲ μὲν ἀπόδοσις λέγεται, ποτὲ δὲ ἀξίωσις. Ἀλλὰ τί δεῖται φέρε ἀπόδοσις ἀξιώσεως; καὶ λέγομεν ὅτι ἡ ἀξίωσις δεῖται τοῦ βοηθήσοντος, ἀξίωσις γάρ ἐστιν ἡ ἱκετεία, ἡ δὲ ἀπόδοσις τὸ προσῆκον κελεύει γίνεσθαι· πολὺ δὲ διέστηκε τὸ δεῖσθαι τοῦ κελεύειν· ὁ γὰρ λέγων, ὑμᾶς δὲ προσήκει πρόνοιαν τῆς ὑμετέρας εὐδοξίας ποιουμένους, ὡς ἐκ τοῦ δικαίου προερχόμενος κελεύει· ὡς καὶ τὸ, ἔστι δὲ οὐκ ἄξιον ποιεῖν ἃ δοκεῖ τοῖς πολεμίοις· ὁ δὲ λέγων συμβουλεύσων παρελήλυθεν, ἀποδιδόναι τὴν πόλιν, ἣν ἔσωσαν αὐτοὶ, καὶ ὁ ἀξιῶν τόδε γενέσθαι οὐ κελεύει, ἀλλʼ ἀξιοῖ δεόμενος· διὸ ταῦτα κυρίως ἀξιώσεις λέγονται· ἡ δὲ βάσις, διʼ ἣν αἰτίαν λείπει τε πολλάκις καὶ προτίθεται, λεκτέον· γίνεται γὰρ ὡς αἰτία τῆς ἀποδόσεως, ὡς αὐτὸς ὁ τεχνικός φησιν· ἐὰν δὲ προστιθῶμεν καὶ τὴν αἰτίαν τῆς ἀποδόσεως, πανηγυρικωτέρα γίνεται ἡ βάσις καὶ ἐπιὼν λέγει, εἰ βούλει δὲ πρόσθες καὶ τὴν τῆς ἀξιώσεως αἰτίαν, τουτέστιν αὐτὸ τὸ πρᾶγμα γυμνόν· τὸ δὲ, διʼ ἣν αἰτίαν βάσιν, καὶ οὐ φανερῶς τῆς ἀξιώσεως αἰτίαν λέγει τὸν τόπον, ἤδη λεκτέον· βάσιν τοίνυν αὐτὸν καλεῖ ἀπὸ τοῦ κυριωτέρου· ἐπεὶ γὰρ ἐν αὐτῷ ἀποκαταλήγει καὶ εἰς αὐτὸν καταπαύεται τὸ προοίμιον, εἰκότως βάσιν αὐτὸν ἐκάλεσεν, ὑπόκρισιν δὲ προοιμίου, τὸ μετρίαν καὶ ἀτάραχον καὶ τοῖς ὑποκειμένοις ἁρμόζουσαν πράγμασι κατάστασιν παρέχεσθαι τὸν ῥήτορα.
βʹ. Τοῦτο πάνυ ἀκριβῶς εἶπε, τὰ γὰρ ἐπιφωνήματα κ. τ. λ. οὐ γάρ τι κατεπείγει συντομίας φροντίζειν, καὶ τῆς περὶ τὰ λεγόμενα δεινότητος· οὐδὲ τὸ μέν τι αὐτῶν λέγοντα ἐρεῖν, τὸ δὲ τῇ τοῦ δικαίου παραχωρεῖν κρίσει· μόνης δὲ τῆς ἡδονῆς τῶν ἀκουόντων φροντίζειν, ἣ γένοιτʼ ἂν ἀπὸ τῶν τοιούτων. Ἐπὶ δὲ τοῦ δικανικοῦ πρὸς ὕδωρ τοῦ λόγου γινομένου ἱκανὸν καὶ τὰ καιριώτερα εἰπόντα μετρῆσαι τῷ τοῦ κρουνοῦ ῥεύματι, ἄλλως τε καὶ οὐκ ἀποφαίνεσθαι τὸν δικαζόμενον χρὴ, ἀλλὰ συνάγειν μὲν ὑπὲρ ἑαυτοῦ τὸν λόγον, μὴ μέντοι καὶ ἀποφαίνεσθαι, ἀλλὰ τούτου παραχωρεῖν τοῖς δικασταῖς, ἀποφαινόμενος γὰρ εἰς ὀργὴν αὐτοὺς κινήσει· τὸ γὰρ εἰπεῖν ὅτι διʼ ὧν ἀναγκαζόμεναι δυστυχοῦσιν ἀπαιδίαν αἱ νῆσοι, ὅπερ ἐστὶν ἡ βάσις, ὁρισμός ἐστιν, ὁ δὲ ὁρισμὸς ἀποφάσει ἔοικεν.
γʹ. Ἀπʼ ἀρχῆς ἄχρι τέλους καλεῖται ἡ ἐν συντόμῳ ἀπαγγελία τοῦ σκοποῦ, οἷον κατατρέχει Χερρόννησον.
δʹ. Ἡ ἑρμηνεία ἐν δυσὶ τούτοις κ. τ. λ. τὸν δὲ καιρὸν ἑκάστου ἐδήλωσεν ὁ τεχνικός. Δεῖ δὲ, ὡς φθάνομεν εἰπόντες, πάσας τὰς ἐμφαντικὰς λέξεις καὶ πᾶσαν τοιαύτην περιέργειαν ἐκφεύγειν ἐν προοιμίοις, καὶ εὔκολα ταῦτα καὶ ἀνειμένα ποιεῖν τῇ συνθέσει, καὶ πολὺ τὸ φιλάνθρωπον ἐπιφαίνοντα· τοῦτο δʼ ἂν συμβαίνῃ, ἐὰν τὰ σχήματα τῆς λέξεως μὴ χαλεπὰ μηδὲ δεινότερα ποιῶμεν, ἀλλὰ μέτρια καὶ εὔκολα· καὶ τὸ μέλος πρᾷον· τοὺς δὲ ῥυθμοὺς βεβηκότας· ταῦτα δὲ περὶ τῶν παθητικῶν εἴπομεν προοιμίων μόνον, πολιτικὰ δὲ τὰ κ. τ. λ. εὐκόλοις δὲ εἶπεν ὁ τεχνικὸς ἀντὶ τοῦ σαφέσιν, οὐ γὰρ κῶλα λέγει, προεῖπε γὰρ, ὅτι συνεστραμμένα δεῖ εἶναι· ἡ δὲ συστροφὴ διὰ τῶν βραχυτέρων φιλεῖ γίνεσθαι κώλων, περιβολὴ δὲ αὐτάρκης εἶπε, δηλῶν ὅτι εἰσὶ καὶ ἀφʼ ἑτέρων κατασκευαὶ, οἷον ἀπὸ τῶν περιστατικῶν τῶν ἄλλων, ἀλλʼ αὗται τοῖς ἀπʼ ἀρχῆς ἄχρι τέλους ἁρμόσουσιν, ὡς ἐπίπαν αὐξητικῶς κατασκευαζομένοις, οὐ προοιμίοις, οἷς σπερματικῶς καὶ ὅσον παραδηλῶσαι τὴν ἰσχὺν τοῦ λόγου οὐχὶ κατασκευάσαι τὰ κεφάλαια πρόθεσις, πλὴν εἰ μή που σπανίως τοῦτο συμπέσοι, καὶ γὰρ οὐκ ἔστι, φησὶ, μικρὰ, ὥστε λαθεῖν, οὐδὲ μέτρια, ὥστε μὴ γνωσθῆναι· χρὴ δὲ γινώσκειν, ὅτι κατασκευὴ μέν ἐστι τὸ ταῖς αἰτίαις ἀληθῆ δεικνύναι τὴν πρότασιν· διασκευὴ δὲ τὸ διὰ τοῦ τρόπου αὔξειν καὶ πολλαπλασιάζειν τὸ ὁμολογούμενον καὶ οἱονεὶ διαζωγραφεῖν αὐτὸ καὶ ἐκφράζειν· καὶ ὥσπερ ὑπʼ ὄψιν ἄγειν τοῖς ἀκροαταῖς, ὡς ἔχει τὸ, «ἦν ἰδεῖν οὖν, κράτιστε, τὴν Βυζαντίδα καὶ τὰ ἑξῆς.
ζʹ. Εἴρηται ἀνωτέρω τὴν βάσιν συνάγειν τήν τε πρότασιν· πῶς οὖν τοῦτο ποιεῖ, ἐντεῦθέν ἐστιν ἑλεῖν. Ἔστιν ἡ πρότασις αὕτη· οἷα κακὰ πάσχουσιν οἱ νησιῶται προφάσει τῶν φόρων, οὐδένα ὑμῶν λέληθε· τοῦτο μέχρι τῆς ἀποδόσεως ἀσαφές· διὰ μὲν γὰρ τοὺς φόρους κακά φησι πάσχειν τοὺς νησιώτας, ποῖα δὲ, μέχρι τῆς βάσεως ἄδηλα· ἀλλʼ ἐπειδὴ αὕτη ἐκ τῶν ἀπʼ ἀρχῆς ἄχρι τέλους γενομένη, καὶ τὴν αἰτίαν προστίθησι τῶν κακῶν, εἰκότως τὴν πρότασιν συνάπτειν λέγεται τῇ ἀξιώσει· ἔστι γὰρ ἡ ἀξίωσις τῶν φόρων μὲν ἄνεσιν τοῖς νησιώταις προμηθουμένη· οὐ μέντοι καὶ διʼ ἥντινα οὐδʼ αὕτη προστιθεῖσα τὴν αἰτίαν· τῆς δὲ βάσεως τοῦτο ποιούσης καὶ ταύτῃ ἀμφοτέρας ὁριζούσης, εὖ μάλα καὶ καταλλήλως συνάπτειν αὐτὰς εἴρηκεν· ἑνὶ γὰρ λόγῳ ταῦτα κἀκείνην σαφῆ καθίστησι· τὸ γὰρ ἐκ τοῦ δασμοῦ κακὸν ὁποῖόν ἐστιν, ὃ καὶ ἡ πρότασις καὶ ἡ ἀξίωσις περιφέρει, μόνη ἐσαφήνισεν αὕτη, τῷ τοῦ γένους ὀλέθρῳ τὴν τοιαύτην πρόσοδον μηνύσασα τοῖς Ἀθηναίοις τοὺς νησιώτας προσελθεῖν.
Ἐὰν μὲν ἐπὶ κριτὰς ἀναφέρωμεν, κρεῖττον λέγειν αὐτὴν ἀξίωσιν· ἀξιοῖ γὰρ τοὺς ἀκούοντας πρόνοιαν ποιήσασθαι· ἐὰν δὲ οὐκ ἐπὶ κριτὰς, ἀλλʼ ἐπὶ αὐτὸ τὸ δίκαιον, οἷον χρὴ δὲ, ἐπεὶ τοῦτο γίνεται, εἰκότα καὶ νόμιμα διανοεῖν καὶ ἐγχειρεῖν, ἵνα μὴ ἀπαιδίαν αἱ νῆσοι δυστυχῶσιν διὰ τούτων, διʼ οὓς οὕτω κακῶς τὰ φίλτατα ἀπεμπολοῦσιν, τότε βάσις λέγεται. ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ ΠΕΡΙ ΕΥΡΕΣΕΩΣ. Περὶ καταστάσεως, ἤγουν διηγήσεως.
αʹ. Μετὰ τοὺς τόπους κ. τ. λ. καὶ διὰ τί ὁ τεχνικὸς ἐπιγράψας περὶ καταστάσεως οὐκ ἀπήρξατο ἐξ αὐτῆς, κατάστασίς ἐστιν, ἀλλὰ διήγησις; καὶ λέγομεν, ὡς ταὐτὸν γινώσκων τὴν κατάστασιν τῇ διηγήσει, ἀντὶ τοῦ εἰπεῖν κατάστασίς ἐστιν, εἶπε διήγησίς ἐστιν, καὶ γὰρ ὑποκατιὼν λέγει· τὴν γὰρ προκατάστασιν τῆς διηγήσεως τὴν καὶ προδιήγησιν λεγομένην ἄξιον ἐξετάσαι πόθεν ληφθήσεται· φιλοσύντομος γὰρ ὢν ὁ τεχνικὸς, μὴ θέλων ταὐτὸ λέγειν, λέγων τί ἐστι κατάστασις καὶ τί διήγησις, καὶ ὅτι ἀδιάφορον καὶ ταὐτὸν, ἐπιγράψας περὶ καταστάσεως ἀπήρξατο ἐκ διηγήσεως, ὡς ὁ ἐπιγράψας περὶ στοιχείου καὶ ἀπαρξάμενος οὐ τί ἐστι στοιχεῖον, ἀλλὰ γράμματά ἐστιν εἴκοσι τέσσαρα· ταῦτα τοίνυν σαφῆ βουλόμενος ἡμῖν παραστῆσαι παραδείγμασι κέχρηται τοῖς ἐκ τοῦ συμβουλευτικοῦ εἴδους τῆς ῥητορικῆς, πρῶτον μὲν περὶ μετοικιῶν καὶ μονῶν καὶ τῆς ἐν τούτοις εὑρέσεως, δεύτερον περὶ νόμου εἰσφορᾶς καὶ μέντοι καὶ λύσεως, τρίτον περὶ πολέμου καὶ εἰρήνης· εἶθʼ οὕτως πως πλατύνεται διήγησις· πέμπτον, πόσοι τρόποι διηγήσεως· ἕκτον, περὶ ἀκμῆς διηγήσεως, ὧν τὴν διαίρεσιν ὡς οἷον τε ὑποκατιόντες ποιήσομεν. σημαίνει δὲ, ὅτι ἡ προκατάστασις τῶν μετοικιῶν καὶ τῶν ἐπιμονῶν ἀπὸ τῆς κτίσεως τῶν πόλεων καὶ οἰκήσεως τῶν χωρῶν λαμβάνεται· ὧν οὐδέν ἐστι πρεσβύτερον, ἡ δὲ κατάστασις ἤτοι διήγησις ἐκ τοῦ ἐνεστῶτος χρόνου· καὶ ὅτι ἡ προκατάστασις τῆς εἰσφορᾶς καὶ λύσεως τοῦ νόμου ἐκ τῆς γραφῆς καὶ ἐκ θέσεως αὐτοῦ λαμβάνονται, ὧν οὐδὲν πρεσβύτερον, ἡ δὲ διήγησις ἐκ τῶν ἄρτι ἐκ τοῦ νόμου ἐπισυμβαινόντων. καὶ ὅτι ἡ προκατάστασις τοῦ κινεῖν πόλεμον, τὰ πρεσβύτερα κακὰ ὑπάρχουσι τῶν ὑπεναντίων, καὶ ὅτι ἐξ ἀρχῆς ἐπεβούλευον ἡμῖν· ἡ δὲ διήγησις ἐκ τῶν ἄρτι ὑπʼ αὐτῶν ἢ λαληθέντων ἢ πραχθέντων· ὁμοίως καὶ περὶ εἰρήνης.
βʹ. Ἰστέον, ὅτι προκατάστασίς ἐστι λόγος ἐν βραχεῖ τὰ ἐν τῇ καταστάσει μηνύων περιεχόμενα. ὡς δὲ Ἀψίνης φησὶν ἐν τῇ περὶ τῶν μερῶν τοῦ λόγου τοῦ πολιτικοῦ τέχνῃ, ἔφοδος πρὸς τὰς ἀποδείξεις, οἷον ἐν τῷ κατὰ Μειδίου. βούλομαι δὲ ἕκαστον ἀπʼ ἀρχῆς ὧν πέπονθα ἐπιδείξας καὶ περὶ τῶν πληγῶν εἰπεῖν, ἃς τὸ τελευταῖον προσέτεινέ μοι, ἓν γὰρ οὐδέν ἐστιν, ἐφʼ ᾧ τῶν πεπραγμένων οὐ δίκαιος ὢν ἀπολωλέναι φαίνεται. Κατάστασις δέ ἐστι λόγος πρὸς τὸ τοῦ πράγματος συμφέρον καθιστὰς τὴν διήγησιν, καὶ τὰ ἀντιπίπτοντα προαναιρῶν τῆς τῶν ἀκουόντων ἐννοίας· διαφέρει δὲ διηγήσεως, ὅτι ἡ μὲν ψιλὴν ἔκθεσιν ἔχει τῶν πραγμάτων, ἡ δὲ τῶν τε πρὸ τοῦ πράγματος ἔνια παραλαμβάνει, καὶ τῶν μετὰ τὸ πρᾶγμα, καὶ αὐτὸ τὸ πρᾶγμα, οὐ πάντως ὡς γέγονεν, ἀλλʼ ὡς ἂν αὐτῷ δοκῇ συμφέρον ἀφηγεῖται, τὰ μὲν ὅτι μάλιστα συστέλλουσα, τὰ δὲ πλατύνουσα, ἔνια δὲ καὶ πρὸς τὸ μεῖζον ἐξαίρουσα· καὶ γὰρ Ἰσοκράτης φησὶν ἐν τῇ τέχνῃ, ὡς ἐν τῇ διηγήσει λεκτέον τό τε πρᾶγμα καὶ τὰ μετὰ τὸ πρᾶγμα καὶ τὰς διανοίας, αἷς ἑκάτερος τῶν ἀγωνιζομένων χρώμενος τόδε τι πέπραχε. Καταστάσεως δὴ τρόπους Ἀψίνης φησὶ δώδεκα· ἢ γὰρ τὴν ἑαυτῶν διάνοιαν ἐξετάζομεν, ἢ τὴν τῶν ἀκουόντων, ἢ ἀντιπίπτον ἀναιροῦμεν, ἢ προσυστάσει χρώμεθα, ἢ προδιαβολῇ, ἢ προδιορισμῷ, ἢ ἀντεξετάσει τῶν προτέρων καὶ τῶν νῦν. ἢ τὸ πρῶτον κεφάλαιον καταστατικῶς εἰσάγομεν, τουτέστιν ἀφηγηματικῶς καὶ ἀνηπλωμένως, ἢ μέρος κεφαλαίου ἀπολαβόντες εἰσάγομεν καταστατικῶς, ἢ τρόπους παρεισφέρομεν, τοῦτο γὰρ μάλιστα ἐν τοῖς ἐσχηματισμένοις ἁρμόσει τῶν ζητημάτων, ἢ ἐπαγγελίᾳ χρώμενοι τὴν κατάστασιν ἐργασόμεθα· περὶ διηγήσεως δὲ προθέμενος εἰπεῖν ὁ τεχνικὸς περὶ προκαταστάσεως διαλαμβάνει· μέρος γὰρ καὶ αὕτη τῆς διηγήσεως καὶ πρεσβύτερον, καὶ ὥσπερ κεφάλαιον τοῦ παντὸς λόγου τούτου τοῦ μέρους· διά τοι τοῦτο οὐδὲ καθʼ αὑτὸ ἠξίωται ἐπισκέψεως, σύνεστι γὰρ τῇ διηγήσει, οὐχ ὥσπερ τὸ προοίμιον, τοῦτο γὰρ οὐ τῆς διηγήσεως, ἀλλὰ τοῦ παντὸς μέρος λόγου· διὸ δὴ καὶ ὁ περὶ αὐτοῦ λόγος ἀποκέκριται τῆς διηγήσεως, ἡ μέντοι προκατάστασις οὔ· οὐδὲ γὰρ κατʼ ἰδίαν ἐπιγραφὴν, ὥσπερ τὸ προοίμιον τὴν οἰκείαν ὑπόθεσιν περιλαμβάνει, ἀλλὰ τῆς διηγήσεώς ἐστι κατασκευαστικὸν μόριον, ὥσπερ προοιμίου ἡ κατασκευὴ καὶ ἡ ἀξίωσις· οὐκ ἐχρῆν δὲ τὸ κυριώτερον καὶ περιέχον παρωσάμενον περὶ τοῦ μέρους προτεῖναι τὴν ἐπαγγελίαν τῆς διδασκαλίας· συγχέοντος γὰρ τοῦτο τὴν διδασκαλίαν καὶ ἀγνοοῦντος τὴν εἰς τὰ κυριώτερα μέρη τομήν· εὐτελέστερον δὲ τὸν περὶ διηγήματος λόγον ποιούμενος, ἀλλʼ οὐχ ὡς ἐν προγυμνάσματι περὶ προκαταστάσεως πρῶτον ποιεῖται τὴν διδασκαλίαν.
Τὸ φαίνεται ἀντὶ τοῦ φανερὰ καὶ δήλη καθίσταται· τί δέ ἐστι, φησὶ, διήγησις; οὐδὲν ἄλλο ἢ πλατυσμὸς τῆς ὑποκειμένης ὑποθέσεως· πῶς δὲ πλατύνεται, ἐγὼ, φησὶν Ἑρμογένης, διδάξω. ἐκθήσομαι γὰρ τοὺς τρόπους σαφῶς, διʼ ὧν πλατυνεῖς τὸ ὑποκείμενον πρᾶγμα καὶ μέντοι καὶ ἐξέθετο κατὰ τὴν ὑπόσχεσιν ἐν τῷ ἑβδόμῳ κεφαλαίῳ τοῦ παρόντος τόμου, ἐν ᾧ περὶ διηγήσεως κάλλιστα καὶ ὑψηλότατα διαλέγεται. Πολὺν ἀνάλωσε λόγον κ. τ. λ.
γʹ. Ἡ σύνταξις, καὶ εἰ ὁμοίως ἐν πᾶσι προβλήμασιν ἡ αὐτὴ εὕρεσις προκαταστάσεως γίνεται, ἢ καθʼ ἕκαστον εἶδος ζητήματος ἰδία τις γίνεται. Περὶ μετοικιῶν καὶ τῆς ἐν τούτοις εὑρέσεως.
αʹ. Οἱ περὶ μετοικίας βουλευόμενοι· Ζητήσεως ἄξιον, τί δήποτε ὁ Ἑρμογένης τὸν περὶ τῶν στάσεων ποιούμενος λόγον καὶ τὴν κατʼ ἐκείνας ἐπαγγειλάμενος εὕρεσιν ἐνταῦθα διδάξαι οὐ περὶ τῶν ἀγωνιστικῶν πρῶτον διέλαβε στάσεων, ἀλλὰ περὶ πραγματικῆς, ἥτις οὐ τοῦ δικανικοῦ μέρους, ἀλλὰ τοῦ συμβουλευτικοῦ, τίς οὖν ἡ αἰτία ἐροῦμεν, ὡς ἐν μὲν τῷ περὶ τῶν στάσεων κ. τ. λ. Περὶ νόμων εἰσφορᾶς καὶ θέσεως ἢ διαθέσεως.
αʹ. Νόμος ἦν ἄνευ πανσελήνου μὴ ἐξέρχεσθαι εἰς πόλεμον, ἐπολέμησαν Ἀθηναίοις καὶ ἐνίκησαν μὴ οὔσης πανσελήνου. καὶ λέγει τις λύεσθαι τὸν νόμον παρὰ Λακεδαιμονίοις. Περὶ διηγήσεως.
αʹ. Πλατύνεται τοίνυν ἡ διήγησις ἐκ τοῦ ἕκαστον τῶν λεγομένων τρισὶ καὶ τετράσι κώλοις καὶ πλείοσι πολλάκις ἐκφέρεσθαι, ὅπερ λέγεται ἑρμηνεία· ἑρμηνεία γάρ ἐστι τὸ πολλάκις τὴν αὐτὴν ἔννοιαν ποικίλοις καὶ διαφόροις ὀνόμασι μεταποιεῖν τοῖς κώλοις, ὅπερ καὶ κόσμον ἐμποιεῖ τοῦ λόγου καὶ τὴν δύναμιν τρέφει τοῦ ῥήτορος· αὐξάνεται δὲ καὶ μηκύνεται ἡ διήγησις ἐκ πέντε τούτων. ἐκ τοῦ πεπραγμένου καὶ τῆς αἰτίας αὐτοῦ, ἐκ τοῦ παραλειφθέντος καὶ τῆς αἰτίας αὐτοῦ, ἤτοι διὰ τί παρελείφθη τὸ παραλειφθὲν καὶ οὐ γέγονεν, ὥσπερ καὶ ἐπὶ τοῦ πραχθέντος, διὰ τί γέγονεν καὶ ἐκ τῶν λογισμῶν. ἡνίκα οὖν τῆς διηγήσεως πλάτος λέγει, οὐχ ἁπλῶς λέγει, ἀλλὰ τῶν μερῶν αὐτῆς λέγει τὴν αὔξησιν τῶν προλεχθέντων πέντε. ἡνίκα δὲ λέγει μῆκος, αὐτὰ τὰ μέρη αἰνίττεται, ἐπεὶ πῶς ἐν ἀρχῇ εἰπὼν, ὅπως πλατύνεται διήγησις, ἐπήγαγεν αὐτὸ κατιὼν οὕτω; πρῶτον μὲν οὖν οὕτω μηκύνεται ἐξ ἑρμηνείας, ἢ δῆλον ὡς τῶν μερῶν τιθεμένων μὲν μηκύνεται ἡ διήγησις, ἑνὸς δὲ ἑκάστου αὐτῶν ἑρμηνευομένου διαφόροις καὶ ποικίλοις ὀνόμασι τεσσάρων καὶ πέντε κώλων πλατύνεται, καὶ διὰ τῆς διαιρέσεως σαφέστερον αὐτὸ δείξομεν· ἔστω δὲ παράδειγμα ὁ στρατηγὸς ὁ μὴ ἀνοίξας τὰς πύλας· αʹ. τὸ πραχθὲν, βʹ. ἡ αἰτία τῶν πραχθέντων, γʹ. τὸ παραλειφθὲν, δʹ. ἡ αἰτία τοῦ παραλειφθέντος, εʹ. ἡ προδιήγησις τοῦ λογισμοῦ, ϛʹ. οἱ λογισμοί. Τὸ πραχθὲν ἡμεῖς ἐνστάντος τοῦ πολέμου καὶ καταρραγείσης τῆς μάχης καὶ κινηθείσης ἡμῖν πρὸς τοὺς ἐχθροὺς φιλονεικίας τοῦτον στρατηγεῖν ἠξιώσαμεν. καὶ τὸ ἀξίωμα τῆς πόλεως ἐπιστεύσαμεν· ἡ αἰτία τοῦ πραχθέντος, οὐχ ὡς μὰ τὴν ἀλήθειαν προδώσοντος αὐτοῦ τὴν πόλιν καὶ τοὺς ἐχθροὺς ἀγαπήσοντος, ἀλλʼ ὡς εὐνοϊκῶς προστησομένου τῶν ἡμετέρων πραγμάτων. ἡ αἰτία τοῦ παραλειφθέντος, δύσνους γὰρ ἦν περὶ τὴν πόλιν καὶ ἄδικος πάνυ, ἀλλὰ καὶ αἴτιος ἡμῖν ἥττης ἐγένετο· τὸ παραλειφθὲν, ὁ δὲ ταῦτα πιστευθεὶς οὔτε ἐστρατήγει καλῶς οὔτε ἐξηγεῖτο τῶν πραγμάτων· ἡ προδιήγησις τοῦ λογισμοῦ, ἐπεὶ δὲ ὁ θεὸς καλῶς ποιῶν καὶ κηδόμενος τῶν τῆς πόλεως πραγμάτων καὶ ἐπανορθούμενος τὰ τῆς πόλεως πταίσματα κατὰ νοῦν ἐποίησε, ῥῆξαι τὰ δεσμὰ καὶ φυγεῖν δυνηθῆναι καὶ σωθῆναι πρὸς ἡμᾶς· οἱ λογισμοὶ, ἐνταῦθα ὁ στρατηγὸς ἐλογίσατο, εἰ μὲν ἀνοίξει τὰς πύλας σωθῆναί τε παρασκευάσει τοὺς τριακοσίους, καὶ οὐδὲν ὄφελος αὐτῷ τῆς προδοσίας ἔσται· καὶ τῆς ἥττης ἡμῖν ἀπαντήσει παραμυθία, εἰ δὲ μὴ ἀνοίξειεν, ὡς πληρώσει τε τὴν ἐπιθυμίαν καὶ πάντες τεθνήξονται καὶ εἰς στενὸν κομιδῇ περιστήσεται τὰ ἡμέτερα· ἀλλʼ οὐ πάντα κυρίως κῶλα, ἴσως δέ τις ἀπορήσει, πῶς τοῦ τεχνικοῦ ἐν τῷ παραδείγματι τιθέντος πρῶτον τὸ παραλειφθὲν, οἷον ἔστω δὲ ὁ στρατηγὸς ὁ μὴ ἀνοίξας τὰς πύλας, ἀπὸ τοῦ παραλειφθέντος πρῶτον, ἡμεῖς γὰρ ἐνστάντος τοῦ πολέμου καὶ καταρραγείσης μάχης καὶ κινηθείσης ἡμῖν πρὸς τοὺς ἐχθροὺς φιλονεικίας, ἄλλον μὲν οὐδένα τῶν πάντων στρατηγὸν ἐχειροτονήσαμεν, οὐδὲ ἐπεστήσαμεν τοῖς πράγμασιν, οὐδὲ τὸ στρατόπεδον ἐπιστεύσαμεν, νῦν ἐν τῇ διαιρέσει τὸ πραχθὲν ἐπετάγη αὐτῷ· φαμὲν οὖν, ὡς ἐπί τινων μακρῶν διηγήσεων οὐχ ἅπαξ εὑρίσκεται τὸ παραλειφθὲν, ἀλλὰ καὶ δὶς εἰ τύχοι καὶ τρὶς ὁμοίως. καὶ τὸ πραχθὲν, διὸ βουλόμενοι δεῖξαι ποσαχῶς τίθεται καὶ τί ἐστι, τεθείκαμεν αὐτὸ, ὡς ἂν παραδειγματικῶς κείμενον ἐμφαίνοιτο τοῖς μανθάνειν ὀφείλουσιν, καὶ αὐτοὶ ὁσάκις ἂν εὑρίσκωσιν αὐτὸ κείμενον, γνωρίζωσιν αὐτό. ἀλλὰ καὶ χρῆσθαι αὐτῷ δύναιντο· τούτῳ οὖν τῷ τρόπῳ ἅπαξ ἐτέθη παρʼ ἡμῶν ἐν τῇ διαιρέσει· ὅτι δὲ καὶ ὁ τεχνικὸς τὸ αὐτὸ ἐνόησεν, ὅρα πῶς μνημονεύσας πρῶτον τοῦ παραλειφθέντος εἶτα τοῦ πραχθέντος, τρίτης δὲ τῆς αἰτίας τοῦ πραχθέντος οὐκ ὠνόμασεν αὐτὸ ὁ τεχνικὸς, ὡς ἤδη ἑτέρου παρʼ αὐτοῦ καὶ προτεθέντος καὶ τεχνολογηθέντος. Ὅρα γὰρ, τί φησιν· εἶτα ἡ αἰτία τοῦ πραχθέντος οὐχ ὡς μὰ τὴν ἀλήθειαν προδώσοντος αὐτοῦ τὴν πόλιν, παραλειφθέν ἐστιν. ὁμοίως καὶ τοὺς ἐχθροὺς ἀγαπήσοντος· ἀλλʼ ὡς εὐνοϊκῶς προστησομένου τῶν ἡμετέρων πραγμάτων· ἐνταῦθα γὰρ ἐν τῇ αἰτίᾳ τοῦ πραχθέντος, ὥς φησιν ὁ τεχνικὸς, οὐκ ἔστι μόνον τοῦ πραχθέντος ἡ αἰτία, ἀλλὰ καὶ τοῦ παραλειφθέντος. τὸ γὰρ εἰπεῖν οὐχ ὡς μὰ τὴν ἀλήθειαν προδώσοντος αὐτοῦ τὴν πόλιν, παραλειφθέν ἐστιν, ὁμοίως καὶ τοὺς ἐχθροὺς ἀγαπήσοντος· τὸ δὲ, ἀλλʼ ὡς εὐνοϊκῶς προστησομένου τῶν ἡμετέρων πραγμάτων τὸ πραχθέν ἐστι. τίς γὰρ εἴποι τὸ οὐχ ὡς μὰ τὴν ἀλήθειαν προδώσοντος αὐτοῦ πραχθέν ἐστι καὶ οὐ παραλειφθὲν, ἐπεὶ ταὐτὸν ἔσται τὸ προδοῦναι τὴν πόλιν καὶ τὸ εὐνοϊκῶς προστησομένου τῶν πραγμάτων, ὅπερ οὐδεὶς ἂν ὁμολογήσειεν. ὅθεν μετὰ τὴν συμπλήρωσιν τούτων φησὶ καὶ παρατηρητέον, ὅτι τὰ πραττόμενα καὶ τὰ παραλειπόμενα καὶ τὰς αἰτίας τῶν πραττομένων καὶ παραλειπόμενα καὶ τὰς αἰτίας τῶν παραλειπομένων καὶ τοὺς λογισμοὺς, οὐκ εἶπε τὸ παραλειφθὲν πρῶτον, εἶτα τὸ πραττόμενον, εἶτα τὴν αἰτίαν τοῦ πραττομένου καὶ πάλιν τὸ παραλειφθὲν, διὰ τὸ ἀρκεῖσθαι ἅπαξ ὀνομάσαντα τὸ παραλειφθὲν τὴν αὐτοῦ φύσιν διδάξαι. διὰ τοῦτο καὶ ἡμεῖς ἅπαξ αὐτοῦ μνήμην ἐποιησάμεθα προτάξαντές τε τὸ πραχθὲν καὶ ἅπαξ τεθεικότες τὸ παραλειφθέν· καὶ διὰ τί ἑπτὰ εὑρισκομένων ἐν τῇ διηγήσει παραλειφθέντος καὶ ἐναντίου, καὶ αἰτίας τοῦ ἐναντίου, πραχθέντος καὶ αἰτίας τοῦ πραχθέντος καὶ λογισμοῦ, πέντε τινῶν ἐμνημόνευσεν ὁ τεχνικὸς καὶ οὐχὶ τῶν ἑπτά· λέγομεν οὖν, ὅτι ὡς καθολικὸν ὄνομα ἤτοι γενικὸν θεὶς τὸ λειφθὲν συμπεριέλαβεν ἐν ἑαυτῷ καὶ τὸ ἐναντίον, τὸ γὰρ παραλειφθὲν ἔχει ἐν ἑαυτῷ τοῦ προσδοκηθέντος τὸ ἐναντίον· τὸ μὲν γὰρ πραχθὲν ἄτμητον ὡς ἕν τι σημεῖον, τὸ δὲ παραλειφθὲν δύο σημαίνει, σημαίνει γὰρ τὴν στέρησιν ἁπλῶς τοῦ μὴ πραχθέντος, σημαίνει καὶ τὸ ἐναντίον τοῦ πραχθέντος· καὶ ἵνα ἐκ παραδείγματος σαφέστερον γένηται τὸ λεγόμενον, τῷ τοῦ τεχνικοῦ χρήσομαι παραδείγματι· ὅρα γὰρ αὐτὸ, φησὶ, τὸ πραχθέν· τοῦτον δὲ στρατηγεῖν ἠξιώσαμεν, καὶ τὸ ἀξίωμα τῆς πόλεως ἐπιστεύσαμεν, καὶ πᾶσαν τὴν δύναμιν ἔχειν καὶ πράττειν ὅπως καὶ θελήσειεν, ἐπετάξαμεν· εἶτα ἐπάγει τὴν αἰτίαν τοῦ πραχθέντος, οὐχ ὡς μὰ τὴν ἀλήθειαν προδώσοντος αὐτοῦ τὴν πόλιν, καὶ τοὺς ἐχθροὺς ἀγαπήσοντος, ἀλλʼ ὡς εὐνοϊκῶς προστησομένου τῶν ἡμετέρων πραγμάτων· ἐν τούτοις τοῖς τρισὶ κώλοις τριῶν τινων ἐμνημόνευσεν, παραλειφθέντος, ὅπερ ἐστὶν, οὐχ ὡς μὰ τὴν ἀλήθειαν προδώσοντος αὐτοῦ τὴν πόλιν, καὶ τοῦ ἐναντίου, ὅπερ ἐστὶν, οὐχ ὡς τοὺς ἐχθροὺς ἀγαπήσοντος, τοῦτο γὰρ ἐναντίον ἐστὶ τοῦ ἐπαγομένου ἤτοι τοῦ πραχθέντος, ἀλλʼ ὡς εὐνοϊκῶς προστησομένου τῶν ἡμετέρων πραγμάτων· ὅπερ ἐστὶ τὸ πραχθέν· τὸ γὰρ εὐνοϊκῶς προΐστασθαι τῶν ἰδίων τοὺς ἐχθροὺς ἀγαπήσοντος ἐναντίον ἐστί· φιλοσύντομος οὖν ὑπάρχων ὁ τεχνικὸς διδασκαλικώτερον λόγον ἐκτιθέμενος, διὰ τοῦ παραλειφθέντος ὀνόματος ἐσήμανε τό τε παραλειφθὲν καὶ τὸ ἐναντίον.
βʹ. Διήγησίς ἐστιν ἔκθεσις πραγμάτων γεγονότων ἢ ὡς γεγονότων, καὶ ἡ μέν ἐστι γενικὴ, ἡ δὲ εἰδική· καὶ γενικὴ μὲν διήγησις ἀπαγγελία πραγμάτων γεγονότων, ἢ ὄντων ἢ μελλόντων, ἡ δὲ εἰδικὴ ἀπαγγελία πραγμάτων γεγενημένων ἢ ὄντων ἐπὶ κριτοῦ, ὑπὲρ ὧν δεῖ φέρειν τὰς ἀποδείξεις. ἰστέον δὲ, ὅτι φανερῶν ὄντων τῶν πραγμάτων, περιττὸν τὸ διηγεῖσθαι, ὅπερ φασὶν ἐν δευτερολογίαις εὑρίσκεσθαι, ἢ ὅταν ἄδοξα τὰ πράγματα ᾖ· ἡ δὲ τάξις τῆς διηγήσεως οὐκ ἀεὶ μετὰ τὰ προοίμια, ἀλλʼ ἔσθʼ ὅτε καὶ μετὰ τὰς πίστεις καὶ ἐν τοῖς ἐπιλόγοις, ὡς Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου καὶ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου.
γʹ. Ὁ γὰρ ἐν εὐπεριγράπτῳ καὶ συντόμῳ λόγῳ πλατυνόμενος δῆλον ὅτι διʼ ἑτέρων καὶ ἑτέρων λέξεων πλατυνθήσεται· τὸ μὲν γὰρ ἀπερίγραπτον καὶ ἀόριστον μῆκος τοῦ λόγου καὶ τὰς αὐτὰς ἐπιδέχεται λέξεις καὶ μέρη τοῦ λόγου διάφορα. τὸ δὲ εὐπερίγραπτον καὶ ὡρισμένον, ὥσπερ καὶ ἡ τῆς διηγήσεως ἐν τρισὶ καὶ τέτρασι κώλοις περιγραφὴ οὐκέτι, ὥστε εἰκότως ἡ ἐξ αὐτοῦ γενομένη εὐπορία τῶν λέξεων τροφὴ καὶ αὔξησις γίνεται τοῦ ῥήτορος. Περιγραφὴν δὲ λέγει τὴν σύντομον διάνοιαν. αὕτη γὰρ καὶ μόνη ποικίλως ἑρμηνευθεῖσα ἐκόσμησέ τε τὴν φράσιν καὶ δόξαν ἀκμῆς τῷ ῥήτορι παρέσχεν· αἱ δὲ διεξοδικώτεραι οὔ. διαφόρως γὰρ ἑρμηνευθεῖσαι αὗται ἐπίλογοι ἢ δευτερολογίαι ἔσονται.
δʹ. Παραλειφθέντα ταῦτα λέγει, ἐπεὶ μὴ ἐπράχθη, οὐδὲ γὰρ ἄλλος τῶν πραγμάτων ἐπιστατεῖν προκεχείρισται, ἢ οὗτος ὁ στρατηγὸς, ὥστε τὸ ἄλλον ἐπιστῆσαι παραλειφθέν. εἰκότως οὖν ταύτην τὴν ἐργασίαν ἐκ τῶν παραλειφθέντων καλεῖσθαι παρεσκεύασεν.
εʹ. Ὁμοίως καὶ τοῦτο ἐκ τῶν παραλειφθέντων λέγεται. ἐξὸν γὰρ καλῶς τῶν πραγμάτων ἐξηγεῖσθαι τὸν στρατηγὸν παραλέλειπται· εἴργασται δʼ αὐτῷ τὰ ἐναντία τούτων.
ϛʹ. Πόσοι τρόποι διηγήσεων; τρεῖς, ἁπλοῦς ὁ ἀπὸ πολλῶν καὶ ποικίλων καὶ ἱκανῶν καὶ βαρούντων τοὺς ἀντιδίκους, ἡμῖν δὲ βοηθούντων πραγμάτων· ἐγκατάσκευος, ὁ ταῖς αἰτίαις κατασκευαζόμενος, ἐνδιάσκευος, ὁ ἐκ προσώπου διασκευαζόμενος, ἁπλοῦς ὁ ἀπὸ δυνατῶν πραγμάτων καὶ πολλῶν, ὅταν γὰρ ᾖ τὰ πράγματα πολλὰ καὶ ποικίλα καὶ ἱκανὰ, ἢ καὶ βαρῇ τοὺς ἀντιδίκους, ἡμῖν δὲ βοηθῇ, ἁπλῇ χρησόμεθα τῇ διηγήσει· οὐ δεῖται γὰρ ἰσχυρῶν λόγων τὸ αὐτομάτως ἰσχυρὸν πρᾶγμα, ὡς ἐν τῷ κατὰ Κόνωνος αἰκίας· “ἐξήλθομεν εἰς Πάνακτον ἔτος τουτὶ τρίτον, καὶ μεθʼ ἡμῶν ἐσκήνωσαν οἱ Ἀρίστωνος υἱεῖς καὶ προσούρουν τε ἡμῖν καὶ τὰς ἀμίδας κατερρήγνυον·” οὐ γὰρ εἶχε μᾶλλον δεινῶσαι τῷ λόγῳ, ἢ τὰ πράγματα λέγων αὐτὰ ὁ ῥήτωρ ψιλὰ, ἃ ἔπραττον ἐκεῖνοι. ἐγκατάσκευος, ἡ ἔχουσα αἰτίας· ὅταν γὰρ σύντομος καὶ πολιτικὴ ᾖ διήγησις, τῷ ἐγκατασκεύῳ χρησόμεθα τρόπῳ. ταῖς αἰτίαις κατασκευάζοντες αὐτὴν, ἵνα γένηται ῥητορικωτέρα τῇ προσθήκῃ τῶν αἰτιῶν, εἰς τὴν κατασκευὴν βοηθουμένη· οἷον ὡς ἡ κατὰ Ἀριστοκράτους. φάσκων γὰρ Χερρόνησον κινδυνεύειν τῇ πόλει, τὰς αἰτίας λέγει διʼ ἃς ἐσώζετο, καὶ τὰς αἰτίας ἐξ ὧν ἀπολεῖται ἔστι γὰρ τοῦτο· “τελευτήσαντος Κότυος Βηρισάδην καὶ Ἀμάδοκον καὶ Κερσοβλέπτην τρεῖς ἀνθʼ ἑνὸς Θρᾴκης γενέσθαι βασιλέας· συμβέβηκε γὰρ ἐκ τούτου αὑτοῖς μὲν ἀντιπάλους εἶναι τούτους, ὑμᾶς δὲ ὑπέρχεσθαι καὶ θεραπεύειν·” ἐνδιάσκευος ἡ τροπική· ὅταν δὲ ᾖ σύντομος καὶ φαιδροτέρα, τῷ ἐνδιασκεύῳ χρησόμεθα τρόπῳ, μὴ φειδόμενοι μηδὲ τῶν ἀπὸ τοῦ τρόπου κατασκευῶν· ἐνδιάσκευος γάρ τοι διὰ τοῦτο κέκληται, ὅτι τοῖς ἀπὸ τῆς διασκευῆς μέρεσι βοηθεῖται, οἷον ὡς ἐν τῷ τῆς παραπρεσβείας Δημοσθένης, θέαμα δεινὸν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ἐλεεινόν· ὅτε γὰρ ἐπορευόμεθα εἰς Δελφοὺς, ἐξ ἀνάγκης ἦν ὁρᾷν ταῦτα, οἰκίας κατεσκαμμένας τείχη περιῃρημένα, χώραν ἔρημον τῶν ἐν ἡλικίᾳ, γύναια δὲ καὶ παιδάρια ὀλίγα, καὶ πρεσβύτας ἀνθρώπους οἰκτρούς·» δεῖ δὲ εἰδέναι, ὅτι περὶ πλάτους καὶ μήκους πρῶτον ἡμᾶς διδάξας ὁ τεχνικὸς τῆς διηγήσεως ὕστερον τοὺς τρόπους αὐτῆς ἡμῖν ἐξέθετο. φύσει γὰρ ἡ ποσότης προῆκται τῆς ποιότητος. εἰ γὰρ μὴ δέξεται ὄγκον τὸ σῶμα, οὐκ ἂν ποιωθείη, καὶ γενήσεται τυχὸν λευκὸν ἢ μέλαν, ὑγρὸν ἢ ξηρὸν, θερμὸν ἢ ψυχρόν· ποῦ γὰρ ἂν σχοίη τὴν ὕπαρξιν, ὄγκου μὴ ὄντος, ὅθεν καὶ ὁ Ἀριστοτέλης ἐν τῇ τῶν κατηγοριῶν διδασκαλίᾳ τὸ ποσὸν τοῦ ποιοῦ προέταξε. δεῖ τοίνυν ἐκ μεταφορᾶς τοῦ σώματος καὶ τὴν περὶ διηγήσεως διδασκαλίαν τεκμήρασθαι· δοθέντος τοίνυν τοῦ ὄγκου τῆς διηγήσεως ἤτοι πλάτους καὶ μήκους διὰ τοῦ πραχθέντος καὶ τῆς αὐτοῦ αἰτίας, ὁμοίως τοῦ παραλειφθέντος καὶ τῆς τούτου αἰτίας, εἶτα τῶν λογισμῶν, καὶ τούτων ἑκάστου ἐν τρισὶ καὶ τέτρασι κώλοις, ἢ καὶ πλείοσι λεχθέντων, ἀκόλουθον ἦν καὶ χρωματίσαι αὐτὴν διὰ τῶν τρόπων καὶ διαφόρους ποιότητας δοῦναι ἀναλογούσας ταῖς σωματικαῖς κράσεσιν, ὡς ἂν τὸ τέλος ἀπενέγκαιτο μηδενὸς λειπομένου τῶν ἐν τοῖς σώμασι τελειωτικῶν· οὕτως τοίνυν τῆς διηγήσεως φανείσης διά τε τοῦ ὄγκου καὶ τῶν προσεπιγινομένων ποιοτήτων, ἔδει αὐτὸν καὶ ἀκμῆς ἐπιμνησθῆναι, ὡς μὴ μόνον ἁπλῶς μέγεθος φανῆναι τὴν διήγησιν πεποιωμένην ἔχουσαν, ἀλλὰ καὶ αὔξησιν ἀναλογοῦσαν τῇ τῶν σωμάτων αὐξήσει· ὥσπερ γὰρ αὐτὰ ἐν τῇ γεννήσει μὲν ὑπάρχουσι τῇ ἑαυτῶν φύσει κατὰ τὸ μέγεθος κατάλληλα, δεχόμενα δὲ πλείστην αὔξησιν ἢ καὶ τὴν τελειότητα τῆς προσθήκης εἰληφότα, λέγω μὲν τῆς αὐξήσεως, ἀλλάττει δὲ τὰς ποιότητας ἢ ἧττον ψυχρὰ ἢ μᾶλλον ξηρὰ γινόμενα, τὸν αὐτὸν τρόπον καὶ ἡ διήγησις αὐξηθεῖσα διὰ τῶν προρρηθέντων πέντε, εἰ χρὴ λέγειν, ἢ μέτρων ἢ εἰδῶν, ἢ ὡς ἄν τις αὐτὰ κατονομάσοι, καὶ ἑκάστου αὐτῶν ἐν τρισὶν καὶ τέτρασιν ἢ καὶ πλείοσι κώλοις λεχθέντος, ὀφείλει ἀκμὴν δέξασθαι, ἥτις τριχῶς γίνεται, ἤτοι τοῦ πράγματος αὐτοῦ, ἢ τῆς αὐξήσεως ἢ τῆς αἰτίας τῆς ἀξιώσεως· ἐπεσκεμμένος δέ τις σκοπείτω τὸ παράδειγμα σώματός τε καὶ λόγου, ὡς οὐκ ἐν πᾶσι τὴν ἀναλογίαν φυλαττόντων πρὸς ἄλληλα, ἀλλʼ ὅσον τὸ μὲν λόγος, τὸ δὲ οὐσία, διαφόρους ποιότητας μετὰ τὸν ὄγκον καὶ τὴν ποσότητα δεχομένων, πλείστην δὲ διαφορὰν κατὰ τὴν αὔξησιν ἐχόντων, καὶ μὴ παραλλάσσοντος τὰς ἐν τοῖς μέρεσι ποιότητας τοῦ σώματος κατὰ τὴν ὁμοιότητα τῆς διηγήσεως.
ζʹ. Διττὸν τὸ σημαινόμενον τῆς διηγήσεως, τὸ μὲν κοινὸν, τὸ δὲ ἀντιδιαστελλόμενον τῇ διασκευῇ, καὶ τὸ μὲν κοινὸν, δηλονότι οἱ τρεῖς τρόποι τῆς διηγήσεώς εἰσι, κατὰ δὲ τὸ εἰδικὸν ἡ ἐνδιάσκευος οὐκέτι, καὶ ὁ τρόπος δὲ ὡσαύτως διττὸν ἔχει τὸ σημαινόμενον.
ηʹ. Ἀντὶ τοῦ ἁπλῆ καὶ ἀποίκιλος καὶ ἀσθενὴς, τοιοῦτον γὰρ τὸ σύντομον καὶ εὐτελὲς, ὃ καὶ εὔζωνον καλοῦσιν καὶ μὴ ἀφʼ ἑαυτῆς ἔχουσα τὸ ἰσχύειν, ἀλλὰ τῆς ἀπὸ τῶν αἰτιῶν καὶ τῶν τρόπων ἀποδείξεως δεομένη. τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ πολιτική.
θ. Ἀντὶ τοῦ ἐπακτικωτέρα καὶ πρὸς πάθος ἐπαγωγοτέρα, τουτέστι πάθος ἐμποιῆσαι δυναμένη χαρᾶς, φόβου, λύπης, ὀργῆς, τῶν τοιούτων.
ιʹ. Ἀμὶς στάμνος ἐν ᾧ οὐροῦσι, τοῦτο δὲ Σοφοκλῆς ἐν Πανδώρᾳ ἐνουρήθραν καλεῖ, Αἰσχύλος δὲ οὐράνην.
ιαʹ. Ἡ τοῦ πράγματος αὐτοῦ, διαφόροις καὶ ποικίλοις κώλοις λεγομένου, οἷον συλλαβὼν ὁ πατὴρ τὸν υἱὸν ἔπαιεν, ἐτίτρωσκεν, ὁμοῦ τῇ γυναικὶ ἐφόνευσεν ὡς ἀλλοτρίους, ὡς ἐχθροὺς, ὡς ἔκ τινος τῶν πολεμίων γεγονότας· ἢ τῆς ἀξιώσεως διαφόροις καὶ ποικίλοις κώλοις λεγομένης, οἷον τίς οὐκ ἀγανακτεῖ; τίς οὐκ ὀργίζεται; τίς οὐ χαλεπαίνει τοῖς γεγενημένοις; τίς οὐκ ἀπαιτεῖ τὴν προσήκουσαν δίκην; ἢ τῆς αἰτίας τῆς ἀξιώσεως διαφόροις καὶ ποικίλοις κώλοις λεγομένης, διʼ ὃν πεπλήρωται μιασμάτων ἡ οἰκία, διʼ ὃν ἄθεσμοι φόνοι, διʼ ὃν ἀσεβεῖς σφαγαὶ, διʼ ὃν ὅλον γένος ἔρριπται πεφονευμένον, παρʼ οὗ ἥκιστά τις ἂν προσεδόκησεν. ΤΟΜΟΣ ΤΡΙΤΟΣ ΠΕΡΙ ΕΥΡΕΣΕΩΣ.
Ἄξιόν ἐστι ζητῆσαι, τί δήποτε πέντε κεφαλαίων μνημονεύσας, ὧν τὸ πρῶτόν ἐστιν εἰσαγωγὴ τῶν κεφαλαίων οὐκ ἀπʼ αὐτοῦ τὴν ἀρχὴν ἐποιήσατο, ἀλλʼ ἐκ προκατασκευῆς, ἧς μνήμην οὐκ ἐποιήσατο. καὶ λέγομεν, ὅτι βουλόμενος διδάξαι πῶς εἰσάγονται τὰ κεφάλαια προδιδάξας ἐν τῷ πρώτῳ τόμῳ προοιμίων, ἐν δὲ τῷ δευτέρῳ ἐφεξῆς περὶ προκαταστάσεως, εἶτα περὶ καταστάσεως, ἥ ἐστι διήγησις, καὶ πῶς πλατύνεται καὶ μηκύνεται, εἶτα καὶ τρόπων διηγηματικῶν καὶ ἀκμῆς τῆς διηγήσεως, ἐν τῷ τρίτῳ βουλόμενος διδάξαι κ. τ. λ. διὸ ἐν τοῖς πρώτοις διδάσκει περὶ προκατασκευῆς, ἥτις ἐστὶ τῶν κεφαλαίων καὶ τῶν ζητημάτων προέκθεσις, εἶτα περὶ κατασκευῆς καὶ λύσεως τῶν αὐτῶν. καὶ εἶθʼ οὕτως περὶ τῆς εἰσαγωγῆς αὐτῶν. Προκατασκευὴ τοίνυν ἐστὶν, ὡς καὶ αὐτός φησιν, ἡ ἔκθεσις τῶν κεφαλαίων καὶ τῶν ζητημάτων, οἷον βούλεταί τις κατηγορῆσαί τινος περὶ φόνου, προδοσίας καὶ ἀσεβείας· δεῖ τοίνυν ἄρξασθαι ἀπὸ τῆς μνήμης τῶν κατηγοριῶν καὶ ταύτας θέμενον· οἷον βούλομαι τοίνυν, ὦ δικασταὶ, τουτονὶ τὸν πολλάκις ἀσελγῆ καὶ παράνομον φανέντα, ἁλόντα φόνου δεῖξαι γραφῇ προδοσίαν τε εἰργασμένον πόλεως τῶν Φωκέων, καὶ εἰς θεὸν τὸ τρίτον ἠσεβηκότα, καὶ τούτων τεθειμένων ὑποκατιόντα τὴν κατασκευὴν αὐτῶν ἤγουν τὴν περὶ αὐτῶν ἀπόδειξιν παραστῆσαι, ὡς ἀληθῆ τὰ κατηγορημένα, καὶ οὐκ ἔστιν ἡ τῶν κεφαλαίων προκατασκευὴ ψευδὴς, ἢ παρὰ ἐχθροῦ προεκτεθειμένων τῶν κεφαλαίων ἡμεῖς δείξομεν ταῦτα οὐκ ἀληθῆ· τὰ μὲν γὰρ παρʼ ἡμῶν διὰ προκατασκευῆς τιθέμενα ὀφείλομεν ἀποδεικτικῶς κατασκευάζειν, τὰ δὲ ὑπὸ τῶν ἐναντίων τιθέμενα διαλύειν· γινώσκων τοίνυν ὁ τεχνικὸς, ὡς οὐκ ἀεὶ τὴν αὐτὴν χώραν ἔχει ἡ προκατασκευὴ δείκνυσιν αὐτῆς τοὺς διαφόρους τρόπους καί φησιν, ὡς πολλάκις ἀπὸ τῶν προοιμίων ἐφεξῆς τίθενται τῆς προκατασκευῆς τὰ κεφάλαια· εἶτα ἡ διήγησις καὶ οὕτως ἡ κατασκευὴ, ἢ ἡ λύσις αὐτῶν. καὶ τοῦτο μὲν γίνεται περὶ τῶν βουλομένων λαθεῖν τοὺς ἀκροατὰς, ὡς ἂν ἐπιλαθομένων τῶν κατηγορικῶν κεφαλαίων οὕτως ἐπενέγκῃ τὴν κατασκευὴν, ὡς θέλει ὁ προεκθέμενος τὰ κεφάλαια. εἰ δὲ τὸν λόγον βούλοιτο ποιῆσαι σαφῆ, θαρρῶν τῇ δυνάμει τῆς κατασκευῆς, ὡς αἱ ἀποδείξεις αὐτοῦ ἰσχυραί εἰσι, τίθησι τὸ προοίμιον· εἶτα προδιηγεῖται, καὶ πληρώσας καὶ τὴν διήγησιν, εἶθʼ οὕτως τίθησι τὰ κεφάλαια καὶ τὰ ζητήματα καὶ ἐφεξῆς κατὰ πόδας τὴν κατασκευὴν ἢ τὴν λύσιν αὐτῶν· ἰστέον δὲ, ὅτι ἔστι καὶ ἕτερον εἶδος προκατασκευῆς, τὸ ἀντὶ τῶν ζητημάτων καὶ τῶν κεφαλαίων τιθέναι νόμον κατὰ τῶν τοιούτων τινὶ ἐγκλήματι ὑπευθύνων, οἷον βουλόμενός τις ἐνστῆσαι μοιχείας γραφήν τινος, τοῦ μὲν ἐγκλήματος οὐ μνημονεύσει, προάξει δὲ νόμον κατὰ μοιχείας, ὡς ἂν δείξῃ, ἐννόμως κατηγορεῖν, εἶθʼ οὕτως ἐπάξει τὴν ἀπόδειξιν τῆς κατηγορίας καὶ τοῦ ὑπευθύνου καὶ ἔστι τότε τὸ νόμιμον ἀντὶ προκατασκευῆς· ὥσπερ γὰρ τῆς προκατασκευῆς προτεθείσης ὑπήχθησαν αἱ κατασκευαὶ καὶ ἡ ἀπόδειξις τῶν κεφαλαίων, οὕτως προτιθεμένου τοῦ νόμου καὶ τόπον προκατασκευῆς ἔχοντος, ἐπιφέρεται ἡ ἀπόδειξις, καὶ ἡ κατασκευὴ τοῦ ἐγκλήματος, καθʼ οὗ τὸ νόμιμον ἐγένετο.
βʹ. Τὴν παροῦσαν πραγματείαν κορυφαῖόν φησι ῥητορικῆς μέρος, ἐπεὶ καὶ οὕτως ἔχει, εἴγε καὶ ἡ διαίρεσις, ἤτοι τὸ διαιρετικὸν ὑπὸ τὴν εὕρεσιν ὁρᾶται· ἐπινοηθὲν γὰρ ὑπὸ τῆς τέχνης καὶ εὑρεθὲν οὕτως ὑπέστη τε καὶ προήχθη.
γʹ. Τρόποι. Οἷον ὅτι κεφάλαιον ἢ παρʼ ἡμῶν εἰσάγεται ἢ παρὰ τῶν ἀντιδίκων· τοῦτο ἡ εἰσαγωγή. τρόποι δὲ, ὅτι εἰ παρʼ ἡμῶν μὲν εἰσάγομεν τὸ κεφάλαιον, ἁπλῆς δεῖται τῆς ἐκθέσεως, καὶ τῆς εἰς τοῦτο κατασκευῆς· ἂν δʼ ὑπὸ τῶν ἐχθρῶν καὶ εἰσάγεται παρʼ ἡμῶν οὐχ οὕτως, ἀλλὰ διὰ τοσούτων τρόπων. Δεῖ γὰρ τότε κοσμῆσαι τὸ κεφάλαιον προτάσει, ὑποφορᾷ, ἀντιπροτάσει, ἀνθυποφορᾷ, τῇ καὶ λύσει· συνίστανται δὲ αἱ λύσεις ἐξ ἐνστάσεως, καὶ ἀντιπαραστάσεως καὶ ὅρου βιαίου, τὰ δὲ ἐπιχειρήματα ἐκ τῶν περιστατικῶν, οὗτοι γὰρ τόποι ἐπιχειρημάτων, αἱ δὲ ἐργασίαι ἀπὸ τοῦ ἐναντίου, ἀπὸ τοῦ μείζονος, ἀπὸ τοῦ μικροτέρου, ἀπὸ παραβολῆς, ἀπὸ παραδείγματος, τὸ δʼ ἐνθύμημα πάλιν ἀπὸ τῶν περιστατικῶν.
δʹ. Ὅσον εἰς τὸ τεχνῶσαι δηλονότι, ἡ γὰρ χρῆσις πολλὴ παρὰ τοῖς ἀρχαίοις, ὡς καὶ αὐτός φησιν.
εʹ. Ἐπὰν γάρ τι πρᾶγμα λαβοῦσα ἐργάσασθαι διὰ πασῶν τούτων περάνῃ, ἢ καὶ διά τινων τῶν μεθόδων, ἔτι δὲ ἡ ὕλη ἐργάζεσθαι χορηγῇ πάλιν τοῖς αὐτοῖς ἐπαναλαβοῦσα ἐπιχειρεῖ κύκλον τῇ μεταχειρίσει μιμουμένη. Περὶ προκατασκευῆς.
αʹ. Ὡς εἰ ἔλεγεν, εἰ τέχνην ζητεῖς τοῦ τῆς παραπρεσβείας λόγου τὴν κατʼ αὐτὸν οἰκονομίαν τοῦ ῥήτορος ἀποπέμψῃ. ἀλλʼ οὐ τέχνη τοῦτον, οἰκονομία δὲ εἴργασται· ἡ μὲν γὰρ τέχνη μετὰ τὴν διήγησιν ἐπάγειν βούλεται τὴν προκατασκευὴν, εἶτα τὴν κατασκευήν· ἡ δὲ οἰκονομία οὐχ οὕτως· ἀλλὰ πρὸ τῆς διηγήσεως τὴν προκατασκευὴν, ἄλλο γάρ ἐστι τέχνη καὶ ἄλλο οἰκονομία, τὸ μὲν γὰρ τοῖς καθʼ ἑαυτὸ ἢ τοῖς ἐμπίπτουσι χρῆται, οἰκονομία δὲ τῷ πρός τι· εἰ μὴ γὰρ συμφέρει τὸ ἐμπίπτον, οὐ χρῆται· ἐσθʼ ὅτε δὲ καὶ ἡ χρῆσις οὐ κατὰ τεχνικὴν τάξιν, ἀλλʼ ὡς ἂν ὁ καιρὸς διδῷ παρακολουθεῖ.
βʹ. Τὸ ἑξῆς οὕτως· εἰ δέ μοι λέγοι τις ὡς Δημοσθένης κ. τ. λ.
γʹ. Καὶ καθʼ ὑπέρβατον εἴρηται καὶ ἐλλειπτικῶς τὸ χωρίων· ἐφεξῆς μὲν γὰρ τοῦ γραφέντα δεῖ τὸ προστάττουσι τάττεσθαι, τάττεσθαι δὲ μετὰ προσθήκης τοῦ ἄρθρου τὸν ὑπὸ Τιμοκράτους γραφέντα καὶ τὸ πῶς διδόασιν ἐξουσίαν κατηγορίας.
Περὶ βιαίου.
Σκοπῶν ἀκριβῶς γνώσῃ, ὅτι ὁ βίαιος ὅρος μικτόν τί ἐστι, σύγκειται γὰρ ἐκ τοῦ ἑνὸς εἴδους, τῆς μεταλήψεως δηλονότι, τῆς ἐνστάσεως καὶ τοῦ ὅρου· δηλοῖ δὲ καὶ αὐτὸ τὸ ὄνομα, βίαιος γὰρ ἡ ἔνστασις, ὡς καὶ αὐτὸς ὁ τεχνικός φησιν, καὶ ἡ μὲν ἔνστασις βίαιόν τί ἐστιν· ὁ δὲ ὅρος αὐτὸν τὸν ὅρον δηλοῖ, πρὸς ὃν ἡ τοῦ βιαίου συνάφεια· καὶ σκόπει, πῶς τὸ μὲν βίαιον ἀπαγορεύει μόνον, οὐ τοῦτό ἐστιν, ὁ δὲ ὅρος ὁρίζεται μόνον· τὸ δέ ἐστι τὸ ἐξ ἀμφοῖν συγκείμενον, ὃ βίαιος ὅρος ἐκλήθη, τὰ δύο συνάγει ἐν ταὐτῷ· πρὸς γὰρ τῷ εἰπεῖν, οὐ σώζεται διὰ Φωκέας ἀπολλυμένους Χερόννησος, καὶ δηλῶσαι τὴν ἔνστασιν, ὁρίζεται, ὅτι διὰ Φωκέας ἀπόλλυται, πλησιάζοντος αὐτῇ τοῦ Φιλίππου.
αʹ. Μετὰ τὰ δύο εἴδη τῆς προκατασκευῆς διδάσκει περὶ βιαίου, ὅπερ ἐστὶν ἐναντίον τῆς προτάσεως τοῦ ἐναντίου, οἷον Αἰσχίνης φησὶ τὸν Φίλιππον εὔνουν εἶναι τοῖς Ἀθηναῖος, ὁ δὲ Δημοσθένης τὸ βίαιον ἀποδείξει λέγων, ὡς οὐ μόνον οὐκ εὔνους ὁ Φίλιππος, ἀλλὰ καὶ δύσνους καὶ πολέμιος, οὐδὲ γὰρ μόνον οὐ σώζονται Φωκεῖς διʼ αὐτοῦ, ἀλλὰ καὶ ἀπόλλυνται· τοῦτο οὖν εἶδος λύσεως τρίτον ὠνόμασεν ὁ Ἑρμογένης, ὡς δύο εἰδῶν ὄντων τῆς προκατασκευῆς καὶ τούτου ὑπάρχοντος τρίτου, ὡς καὶ διὰ τῆς διαιρέσεως δειχθήσεται. Μὴ θαυμάσῃς δὲ, εἰ τρίτον εἶδος λύσεως αὐτὸ ὠνόμασεν. ἐκ τούτου γὰρ καὶ τὸ ἐναντίον ἐσήμανε· δέον δὲ εἰπεῖν κατασκευῆς καὶ λύσεως, ἔφη λύσεως, καὶ γὰρ προεκτιθεμένων διὰ τῆς κατασκευῆς τῶν κεφαλαίων ἢ κατασκευάζονται ὑπὸ τοῦ θεμένου μόνον, ἢ λύονται ὑπὸ τοῦ ἐναντίου προσώπου. κατασκευὴ γὰρ λέγεται ἡ τοῦ προεκθεμένου τὰ κεφάλαια ἀπόδειξις, λύσις δὲ λέγεται ἡ ἀνατροπὴ τῶν ὑπὸ τοῦ ἐναντίου τιθεμένων κεφαλαίων τε καὶ ζητημάτων· δεῖ δὲ γινώσκειν, ὅτι οὐ μόνον ἡ ἀπόδειξις τῆς προκατασκευῆς λέγεται κατασκευὴ, ἀλλὰ καὶ ἡ λύσις λέγεται κατασκευὴ λύσεως, οἷον ἐκ τοῦ περὶ κεφαλαίων· ἐὰν δὲ, φησὶ, κατηγορῶμεν, ἀνάγκη τοῦ ἐχθροῦ τὸ κεφάλαιον τιθέντος καὶ λέγοντος, ἐλέγχους πάρασχε, ἡμᾶς λύειν λέγοντας, οὐ δεῖ ἐλέγχους παρέχεσθαι παντὸς πράγματος, καὶ τῆς τούτου κατασκευῆς εὐπορήσομεν ἀπὸ τῶν ἐπιχειρημάτων· καὶ ὅρα πῶς τὴν βεβαίωσιν τῆς λύσεως ὠνόμασεν· εἴδη δὲ κατασκευῆς τρία, ἢ προεκτιθεμένων τῶν κεφαλαίων διὰ τῆς προκατασκευῆς, ἢ οὐ προεκτιθεμένων κεφαλαίων οὐδὲ ἐπαγγελίας αὐτῶν οὔσης νόμος προτίθεται ἀντὶ τῶν κεφαλαίων· τοῦ δοκεῖν κατὰ τοὺς νόμους εἰσέρχεσθαι τὴν κρίσιν, ἢ ἐάν τινος κειμένου τὸ ἐναντίον αὐτοῦ κατασκευασθῇ, ὃ καὶ βίαιον λέγεται, ἢ ἐὰν προεκτιθεμένων διὰ τῆς προκατασκευῆς, ὑπὸ τοῦ Δημοσθένους κατὰ Αἰσχίνου ἐπάγηται ἡ κατασκευὴ αὐτῶν ὑπʼ αὐτοῦ· οἷον σκέψασθε παρʼ ὑμῖν αὐτοῖς τίνων προσήκει λόγον παρὰ πρεσβευτοῦ λαβεῖν· πρῶτον μὲν τοίνυν, ὧν ἀπήγγειλε· δεύτερον δὲ, ὧν προσέταξατε αὐτῷ, μετὰ ταῦτα τῶν χρόνων, ἐφʼ ἅπασι δὲ τούτοις, εἰ ἀδωροδοκήτως ἢ μὴ πάντα ταῦτα πέπρακται, ἐνταῦθα τὰ ἐγκλήματα ἐπὶ κεφαλαίων τιθεὶς ἕκαστον ἐξελέγξει καὶ ἀποδείξει, ὧν ἡ ἀπόδειξις λέγεται κατασκευή· ἐπεὶ γὰρ ὁ Δημοσθένης ἐστὶν ὁ προτιθεὶς τὰ κεφάλαια τῶν ἐγκλημάτων, αὐτὸς ἀναγκάζεται κατασκευάσαι τὴν περὶ αὐτῶν ἀλήθειαν· εἰ δὲ ὁ Αἰσχίνης ἵσταται ἀπολογούμενος, ἀναγκάζεται λύειν αὐτὰ, καὶ τότε λέγεται λύσις τῶν κεφαλαίων, ἤτοι τῶν κατηγοριῶν, καὶ κατασκευὴ τῆς λύσεως τῶν κεφαλαίων· ὁ γὰρ κατηγορῶν κατασκευάζει τὰ ὑπʼ αὐτοῦ τεθέντα, εἴτε ἐγκλήματα, εἴτε ἐπαίνους, ὁ δὲ διʼ ἐναντίας λύει καὶ ψευδῆ αὐτὰ ἀποδεικνύει· ἢ μὴ προεκτιθεμένων κεφαλαίων, οὐδὲ ἐπαγγελίας αὐτοῦ οὔσης νόμος προτίθεται ἀντὶ τῶν κεφαλαίων, τοῦ δοκεῖν κατὰ νόμον εἰσέρχεσθαι τὴν κρίσιν· τίθεται γὰρ νόμος κατὰ μοιχείας· εἶθʼ οὕτως ἀποδεικνύμενος Τίμαρχος ὑπὸ Αἰσχίνου μοιχείᾳ ὑπεύθυνος ὑπόκειται τῇ τοῦ προστιθέντος ψήφῳ, ἢ ἐάν τινος κειμένου τὸ ἐναντίον αὐτοῦ κατασκευασθῇ, ὃ καὶ βίαιον λέγεται· οἷον διὰ Φωκέας σώζεται Χερόννησος· τὸ βίαιον τὸ ἐναντίον ἀποφαίνεται, καὶ κατασκευάζων ὅτι οὐ μόνον οὐ σώζεται διὰ Φωκέας, ἀλλὰ καὶ διὰ Φωκέας μᾶλλον ἀπόλλυται, καὶ ὁ Δημοσθένης, ἀλλʼ ἀγανακτήσει Φίλιππος, ἐὰν τῶν πρεσβευσάντων τὴν εἰρήνην καταψηφίσησθε· διʼ ἃ γὰρ ὁ πρέσβυς οἴεται σωθήσεσθαι, διὰ ταῦτα δείκνυσιν αὐτὸν ἀπολωλέναι δίκαιον· ὁ μὲν γάρ φησιν δεῖν φυλάττεσθαι τοὺς Ἀθηναίους, μὴ εἰς ὀργὴν παρακαλέσωνται τὸν Φίλιππον· ὁ δὲ δείκνυσιν αὐτὸν τιμωρίας ἄξιον· ἐξ αὐτοῦ τούτου μάλιστα, διότι τοῖς Ἀθηναίοις τοιαῦτα ψηφίσασθαι παρακελεύεται, διʼ ἃ μὴ χαλεπαίνει Φίλιππος· ἐπιφέρει γάρ· ἐγὼ δὲ εἰ τοῦτό ἐστιν ἀληθὲς, οὐκ ἔχω σκοπούμενος εὑρεῖν, ὅ τι μεῖζον τούτου κατηγορήσω, εἰ γὰρ ὁ τῆς εἰρήνης ἕνεκα χρήματα ἀναλώσας, ὥστε τυχεῖν αὐτῆς, οὗτος οὕτω γέγονε νῦν φοβερὸς καὶ μέγας, ὥστε τῶν ὅρκων καὶ τῶν δικῶν ἀμελήσαντας ὑμᾶς ἤδη τι Φιλίππῳ χαριεῖσθαι σκοπεῖν, τί παθόντες ἂν οἱ τούτων αἴτιοι τὴν προσήκουσαν δίκην δεδωκότες εἶεν; Διατί πρῶτον εἶδος κατασκευῆς καὶ δεύτερον εἰπὼν ὁ τεχνικὸς τὸ βίαιον τρίτον εἶδος λύσεως ὠνόμασεν; φήσει γάρ· ἔστι καὶ τρίτον εἶδος λύσεως τὸ παραδοξότατον καὶ ἰσχυρότατον καὶ νικητικώτατον, ὃ καὶ βίαιον κέκληται, ὅταν εἰς τὸ ἐναντίον περιιστάναι τοῦ λόγου δυνάμεθα ἐξ αὐτῶν αἱροῦντες τὸν ἀντίδικον, οἷς θαρρῶν εἰσέρχεται. Ἔδει τοίνυν περὶ προκατασκευῆς πρῶτον καὶ δεύτερον εἶδος ἐκθέμενον, καὶ τούτων τὴν ἀπόδειξιν ὀνομάσαντα κατασκευὴν τὸ βίαιον ἢ πρῶτον εἶδος λύσεως ὀνομάσαι, ἢ εἴγε ἠβούλετο αὐτὸ τρίτον καλέσαι, κατασκευῆς εἶδος ὤφειλεν αὐτὸ καλέσαι, καὶ οὐχὶ λύσεως· μὴ ὀνομασθέντος γὰρ μηδενὸς εἴδους λύσεως πῶς τὸ τρίτον προσαγορεύεται; καί φαμεν ὅτι βουλόμενος διδάξαι τὸ βίαιον μὴ μόνον λύσιν ἔχειν ἀλλὰ καὶ κατασκευὴν, ὠνόμασεν αὐτὸ τρίτον· εἰ γὰρ τὰ προρρηθέντα δύο εἴδη τῆς προκατασκευῆς ἀναμφιβόλως κατασκευῆς εἰσι κεφάλαια, ὀνομαζόμενον τὸ βίαιον τρίτον φαίνεται, καὶ αὐτὸ κατασκευὴν κεφαλαίου ὑπισχνούμενον· ὥστε μὴ μόνον εἶδος λύσεως εἶναι τὸ βίαιον, ἀλλὰ καὶ κατασκευῆς, καὶ τὸ ἀνάπαλιν, ἐὰν τὸ βίαιον ἔχῃ λύσιν, λέγεται δὲ τρίτον τῶν δύο εἰδῶν, τῆς προκατασκευῆς δηλονότι, καὶ ἡ προκατασκευὴ, ἥ τε πρώτη καὶ ἡ δευτέρα, οὐ μόνον κατασκευάζουσιν, ἀλλὰ καὶ λύουσι, καὶ εὑρίσκονται ἐν τῷ πρώτῳ εἴδει τῆς προκατασκευῆς κεφαλαίων καὶ λύσις κεφαλαίων· ὁμοίως καὶ ἐν τῷ δευτέρῳ, ὡσαύτως ἐν τῷ τρίτῳ ἤγουν ἐν τῷ βιαίῳ· εἰ τοίνυν ὑπὸ ἐχθροῦ τίθεται κεφάλαιον, διὰ τῆς προκατασκευῆς τοῦ τε πρώτου εἴδους καὶ τοῦ δευτέρου, ἀλλὰ μὴν καὶ τοῦ βιαίου ὑφʼ ἡμῶν κατασκευάζεται ἡ λύσις, εἰ δὲ ὑφʼ ἡμῶν τίθεται διὰ τῆς προκατασκευῆς τὸ κεφάλαιον, κατασκευῆς τὸ τηνικάδε δεόμεθα τοῦ κεφαλαίου, ὥστε εὑρίσκεσθαι ἐν τοῖς τρισὶν εἴδεσιν, ὡς εἴρηται, καὶ κατασκευὴν κεφαλαίων καὶ λύσιν τῶν κεφαλαίων· ἄλλως τε καὶ ἐν τῷ πρώτῳ καὶ ἐν δευτέρῳ εἴδει τῆς προκατασκευῆς· κατασκευὴ δύο τινῶν ἐστι κατασκευὴ κατασκευῆς, καὶ κατασκευὴ λύσεως, καὶ γὰρ καὶ ὁ λύων κατασκευῆς δεῖται εἰς βεβαίωσιν καὶ ἀπόδειξιν τῶν ὑπʼ αὐτοῦ λεγομένων κεφαλαίων, ὡς εἶναι τὴν λύσιν μετὰ κατασκευῆς, καὶ αὐτὸς γὰρ ὁ τεχνικὸς ὑποκατιὼν ἐσαφήνισε τούτῳ, ὡς ἐν τοῖς ἄνω πρὸ μικροῦ ἐδείξαμεν. Περὶ κεφαλαίων.
βʹ. Διδάξας ἡμᾶς ὁ τεχνικὸς ἑκάστης στάσεως τὰ κεφάλαια, οἷον ὡς ἐπὶ τοῦ στοχασμοῦ, τοῦτο γὰρ δὴ πρότερον ἐν παραδείγματι τίθεται, εἶθʼ οὕτως τὴν πραγματικὴν, διαιρεῖται γὰρ, φησὶν, ὅτε καὶ πρόσωπα ἔχοι καὶ πράγματα κρινόμενα, παραγραφικῶς ἔστιν ὅτε ἐλέγχων ἀπαιτήσει, βουλήσει, δυνάμει, τοῖς ἀπʼ ἀρχῆς ἄχρι τέλους, ἀντιλήψει, μεταλήψει, μεταθέσει αἰτίας, πιθανῇ ἀπολογίᾳ, ποιότητι κοινῇ, ἄρτι τὴν κατασκευὴν αὐτῶν καὶ τὴν λύσιν ὑπισχνεῖται παραδοῦναι ἡμῖν· οὐδὲ γὰρ ἀρκεῖ κ. τ. λ. ὡς γὰρ εἴρηται οὐδεὶς τῶν ἀκροατῶν πεισθείη ἐκ τῶν λεγομένων ἐν ταῖς στάσεσιν, ἢ δυνατὸν εἶναι τὸν λόγον τὸν παρʼ ἡμῶν ἐκτεθέντα ὡς ἀληθῆ, ἢ ἐλεγχθῆναι τὸν προβαλλόμενον ὑπὸ τῶν ἐναντίων ὡς ψευδῆ· ἡ τῶν ἐλέγχων γὰρ, φησὶν, ἀπαίτησις διπλῆ ἐστιν· ἢ γάρ εἰσιν μάρτυρες ἢ οὔ· οἷον μνωμένῳ τινὶ κόρην ἡ μήτηρ ἔφη τῆς κόρης, θᾶττον τεθνήξεσθαι αὐτὴν, ἢ ἐκείνῳ δοθῆναι· ἀπέθανεν ἐπὶ σημείοις φαρμάκων ἡ παῖς, εἶτα βασανίζων ὁ πατὴρ τὰς θεραπαίνας περὶ μὲν τῆς φαρμακείας ἀκήκοε πλέον οὐδὲν, μοιχείαν δὲ τῆς γυναικὸς πρὸς τὸν μνηστῆρα, καὶ φαρμακείας κρίνει τὴν γυναῖκα· εἰ μὲν ποιεῖται τὴν παραγραφὴν τῶν μαρτύρων, λέξει ἡ γυνὴ, ἢ ὁ ἀντιποιούμενος αὐτῆς, εἰ οὐ πάντας τοὺς ἐλευθέρους ἀξιοπίστους ὑπολαμβάνομεν, ἥκιστα ἂν τοῖς δούλοις πιστεύσαιμεν· καὶ ὡς ἐκ τούτου μόνον ἀσθενὴς αὐτῆς φαίνεται ὁ λόγος ὁ τοὺς μάρτυρας παραγραφόμενος, ὅθεν διδάσκει ἐκ τῶν ἐπιχειρημάτων τὴν σύστασιν τῶν κεφαλαίων· καὶ κατὰ πόσους τρόπους εἰσάγεται ἐπιχείρημα καὶ ἐκ ποίων· εἶτα πῶς ἐργάζεται τὰ ἐπιχειρήματα, καὶ τίς ἐστιν ἡ δύναμις τῆς ἐργασίας, καὶ μηδὲ μέχρι τούτου στὰς, πῶς εὑρίσκονται πάλιν τὰ ἐνθυμήματα τὰ κατασκευάζοντα τὴν ἐργασίαν, καὶ ταῦτα πάντα καὶ δυνατὸν ποιοῦσι τὸν λόγον, ἐν τῇ ἀποδείξει καὶ λύσει καὶ τῷ πλήθει ἄπειρον, ὡς μηδενὸς λειπόμενον, ὥστε εἰ θελήσει ἕκαστος ὁ τὴν τέχνην μετερχόμενος ἐκ τῆς τοιαύτης μεθόδου καὶ προσκορὴς γενήσεται τοῖς ἀκούουσιν, ἐκ τῆς ἀμυθήτου εὑρέσεως τῶν τε κατασκευαζόντων, τοῦ προβαλλομένου τὸν λόγον καὶ τῶν ἀναλυόντων τὴν πρότασιν τοῦ ἐναντίου· παραδίδωσιν οὖν ἡμῖν τὴν μέθοδον οὕτως· τίθησι κεφάλαιον πρῶτον τοῦ στοχασμοῦ τὴν τῶν ἐλέγχων ἀπαίτησιν· καὶ ἐπειδὴ δύο πρόσωπά εἰσι, τοῦ τε διώκοντος καὶ τοῦ φεύγοντος, εἰ μὲν ὁ διώκων εὐπορήσει μαρτύρων, κατασκευάσει τὸν περὶ τῶν μαρτύρων λόγον ἀναγκαῖον, ὡς δεῖ παντοίῳ τρόπῳ πιστεύεσθαι τοὺς μάρτυρας, καὶ τοῦτο ἰσχυροποιήσει ἐκ τῶν ἐπιχειρημάτων, ὡς ἐν τῷ περὶ ἐργασίας ἐπιχειρημάτων, εἰ θεῷ φίλον, μαθησόμεθα· εἰ δὲ ὁ διώκων μὲν προβάλλεται τὸν περὶ τῶν μαρτύρων λόγον, ὡς εὐπορῶν αὐτῶν, θελήσει δὲ αὐτῷ ἐναντιωθῆναι ὁ φεύγων, λύσει τὰ παρὰ τοῦ διώκοντος προβαλλόμενα, ὡς ἐν τοῖς ἐφεξῆς δείξομεν· ἡ δὲ εἰσαγωγὴ κεφαλαίου, εἰ μὲν παρʼ ἡμῶν τίθεται, ἁπλῶς εἰσάγεται ἤτοι προτάσεως δίχα, εἰ δὲ ὑπὸ τοῦ ἐχθροῦ εἰσάγεται, ὀφείλομεν κοσμῆσαι τὰ κεφάλαια τούτοις τοῖς τέσσαρσι, προτάσει, ὑποφορᾷ, ἀντιπροτάσει, λύσει, τῇ καὶ ἀνθυποφορᾷ καλουμένῃ· καὶ ἐπὶ παραδείγματος ἑνὸς ταῦτα τὰ τέσσαρα δείξομεν. Φίλιππος γὰρ ἄρχεται μὲν περὶ Ἁλοννήσου λέγων, ὡς ὑμῖν δίδωσιν ἑαυτοῦ οὖσαν, ὑμᾶς δέ φησιν οὐ δικαίως αὐτὸν ἀπαιτεῖν, οὐ γὰρ ὑμετέραν οὖσαν οὔτε λαβεῖν, οὔτε νῦν ἔχειν· ἔλεγε δὲ πρὸς ἡμᾶς τοιούτους λόγους, ὅτι πρὸς αὐτὸν ἐπρεσβεύσαμεν· τοῦτο ἡ πρότασις· ὡς λῃστὰς ἀφελόμενος τὴν νῆσον κτήσαιτο, καὶ προσήκει αὐτὴν ἑαυτοῦ εἶναι· τοῦτο ἡ ὑποφορὰ, καθὼς εἴρηται· ἐχθροῦ γάρ ἐστιν οὗτος ὁ λόγος, κἂν παρʼ ἡμῶν προφέρηται· τοῦτον δὲ τὸν λόγον ὡς οὐ δίκαιον οὐ χαλεπὸν αὐτοῦ ἐστιν ἀφελέσθαι· τοῦτο ἡ ἀντιπρότασις· ἅπαντες γὰρ οἱ λῃσταὶ τοὺς ἀλλοτρίους τόπους καταλαμβάνοντες καὶ τούτους ἐχθροὺς ποιούμενοι ἐντεῦθεν τοὺς ἄλλους κακῶς ποιοῦσιν· ὁ δὲ τοὺς λῃστὰς τιμωρησάμενος καὶ κρατήσας οὐκ ἂν δή ποτε εἰκότως λέγοι, εἰ φαίη, ἃ ἐκεῖνοι ἀδίκως καὶ ἀλλότρια εἶχον ταῦτα ἂν ἑαυτοῦ γενέσθαι· τοῦτο ἡ ἀνθυποφορὰ, καὶ ἡ λύσις καλουμένη· καὶ γὰρ πρότασις μέν ἐστιν ἡ ἐπαγγελία τῆς ὑποφορᾶς, ὑποφορὰ δὲ τοῦ ἐχθροῦ λόγος· ἀντιπρότασις δὲ ἡ τῆς λύσεως ἐπαγγελία· λύσις δὲ ἣν ποιούμεθα ἐκ τῆς τῶν ἐπιχειρημάτων κατασκευῆς· χρὴ δὲ γινώσκειν, ὡς πολλάκις ἐν τῇ εἰσαγωγῇ τῶν ἐπιχειρημάτων λείπει ἡ πρότασις, μηδὲ λυμαινομένη τῷ λόγῳ, πολλάκις δὲ καὶ ἡ ἀντιπρότασις· οὐδὲν γάρ ἐστιν ἡ πρότασις, εἰ μὴ κόσμος τοῦ λόγου ὁμοίως καὶ ἡ ἀντιπρότασις· καὶ διὰ τοῦτο λείπονται, οὐδὲ μίαν βλάβην ἐμποιοῦσι τοῦ λόγου· ἄξιον οὖν ἀπορῆσαι, πῶς τὴν τῶν στάσεων πραγματείαν πρώτην ὁ Ἑρμογένης ποιησάμενος, δευτέραν δὲ τὴν περὶ εὑρέσεως, εἶθʼ οὕτως τρίτην τὴν περὶ ἰδεῶν ἐν ταῖς στάσεσι καὶ τοῦ περὶ εὑρέσεως μέμνηται λέγων, ἔστι δὲ σχεδὸν ὁ αὐτὸς τῷ περὶ εὑρέσεως, πλὴν ὅσον οὐ πάντα ἔχει τὰ περὶ εὑρέσεως, ἀλλὰ καὶ τοῦ περὶ ἰδεῶν φάσκων, διδάσκειν οὖν πρό γε ἐκείνων τὸν περὶ ἰδεῶν λόγον πάντη ἀνόητον, καὶ λέγομεν ὅτι ταῦτα τὰ ῥησείδια οὐκ εἰσὶ τῶν στάσεων, ἀλλὰ τῶν προλεγομένων τῶν στάσεων· ἀπὸ στοχασμοῦ τοίνυν ποιησάμενος τὴν ἀρχὴν τῆς τέχνης, καὶ μετὰ τὴν συμπλήρωσιν τῶν στάσεων ποιήσας τὸ περὶ εὑρέσεως, καὶ τρίτον τὸ περὶ ἰδεῶν ἔσχατον ὡς εἰσαγωγὴν ἐποιήσατο τῶν στάσεων, μεμνημένος τῶν προγεγονυιῶν δύο πραγματειῶν, τῆς τε περὶ εὑρέσεως καὶ περὶ ἰδεῶν.
εʹ. Πυνθάνομαι τοίνυν αὐτὸν περιάγοντα κατὰ τὴν ἀγορὰν λέγειν, ἃ καὶ νῦν ἴσως πρὸς ὑμᾶς ἐρεῖ ἀγανακτῶν. εἰ μόνος τῶν ἐνταυθοῖ πολιτευομένων λόγων εὐθύνας ὑφέξει, λείπει ἡ ἀντιπρότασις καὶ ἡ ἀνθυποφορά· καὶ ἔστι μόνον ὑποφορὰ καὶ λύσις, οἷον ἀλλὰ ἀδίκως, φησὶν, ἦρξας· εἶτα παρὼν, ὅτε με εἰσῆγον οἱ λογισταὶ οὐ κατηγόρεις. Περὶ ἐπιχειρημάτων.
αʹ. Πᾶν κεφάλαιον ἢ παρʼ ἡμῶν εἰσάγεται καὶ δεῖται κατασκευῆς, ἢ παρὰ τῶν ἐναντίων καὶ δεῖται λύσεως· πᾶσα δὲ κατασκευὴ καὶ λύσις ἐκ τῶν περιστατικῶν μορίων γίνεται· ἔστω κεφάλαιον ὁ Περικλῆς προδότης· ὅτι μὴ ἐδῄωσε τοὺς καρποὺς αὐτοῦ Ἀρχίδαμος, ὅπερ ἐστὶ πρῶτον κεφάλαιον τοῦ στοχασμοῦ.
βʹ. Ἐπιχείρημά ἐστιν, ὡς μὲν Ἁρποκρατίων, θέσις νοήματος εἴς τι μέρους ζήτημα, πρὸς τὴν καθόλου καὶ γενικὴν ζήτησιν ἔχον τὴν ἀναφοράν· ὡς δὲ Νεοκλῆς ἐπιχείρημά ἐστι συλλογισμὸς, κ. τ. λ.
γʹ. Ἀντὶ τοῦ κοινὸν ἡ γένεσις τῶν ἐπιχειρημάτων καὶ ἀνασκευάζουσι καὶ κατασκευάζουσι.
δʹ. Ἀντὶ τοῦ ἐν ἑκατέροις τοῖς ἐπιχειρήμασι τοῖς τε κατασκευάζουσι τὸ προτεθὲν καὶ τοῖς ἀνασκευάζουσιν ἀπὸ τῶν αὐτῶν εἰσι νοημάτων.
ϛʹ. Τὰ γὰρ περιστατικὰ κεχώρισται τῶν προσώπων καὶ δῆλον ἀφʼ ὧν πολλάκις καθʼ ἓν καὶ κατὰ δύο ἢ καὶ κατὰ πάντα ἐμπίπτει τῷ ὑποκειμένῳ, ἐπὶ δὲ τῆς ὕλης οὐ δυνατόν· οὐ γὰρ φιλάργυρος τὸ τοῦ λίχνου πάθοι ἄν ποτε, οὐδʼ υἱὸς τὸ τοῦ μηδὲν προσήκοντος καὶ δικαζομένου πατρί.
Τοῖς περιστατικοῖς ὡς ἤδη εἴρηται· πρὸς γὰρ τὸ οἰκεῖον συμφέρον καὶ τὰς ποιότητας αἱ τοῖς περιστατικοῖς ἐπακολουθοῦσι, βιάζεται πιθανῶς μεταπλάττειν.
Ἀπὸ τοῦ παρελθόντος καλὸν ἦν τὸν υἱὸν εὐλαβεῖσθαι τὸν πατέρα· τοῦτο τὸ κεφάλαιον ἀπὸ τοῦ δικαίου ὁρίζοντες ἀντιτίθεμεν ἀπὸ τοῦ· καλόν ἐστι τὸ τοὺς γονεῖς τιμᾷν· ὁρίζει γὰρ τί ἐστι τὸ κεφάλαιον· ἀπὸ προσώπου τὸ ἐπιχείρημα, ἐπεὶ καὶ οἱ πατέρες τῶν παίδων φροντίζουσιν· οἱ πατέρες τὸ πρόσωπον· ἀπὸ τοῦ τόπου· καὶ μάλιστα ἐκεῖσε ἔδει αὐτὸν τιμᾷν, ὅπου σπάνις ἦν τῶν θεραπευόντων· ἀπὸ τοῦ χρόνου· καὶ τότε, ἡνίκα τῇ λύπῃ καὶ τῇ ἀήθει χρήσει τοῦ οἴνου κατείχετο· ἀπὸ τοῦ τρόπου· προσηκόντως καὶ εὐλαβῶς καὶ μετὰ πολλῆς τῆς ἐπιμελείας· ἀπὸ τῆς αἰτίας, ὡς ἂν ἀντὶ τῶν καταρῶν τὰς εὐχὰς μᾶλλον ἐκληροῦτο, καὶ μὴ ἐκπεπτώκει τῆς γνησιότητος· ταῦτα μὲν ἐπιχειρήματα· ἐργάσῃ δὲ ἓν ἕκαστον πρῶτον μὲν ἀπὸ παραβολῆς, ὥσπερ γὰρ οἱ τιμῶντες τοὺς γονεῖς μακροχρόνιοι γίνονται, οὕτω καὶ οἱ τὸ ἐναντίον πράττοντες τῆς ζωῆς ἀποτέμνονται· ἀπὸ παραδείγματος, καὶ ὅρα τὸν Κάιν, πῶς ὅλον τὸν βίον στένων καὶ τρέμων διήγαγε τῇ πρὸς τοὺς πατέρας καὶ τοῦ ἀδελφοῦ ἀδικίᾳ, καὶ τὰ ὅμοια· ὡσαύτως εἶτα τὰ ἐνθυμήματα, ὅτι εἰ μηδὲν ἔμελλε κερδήσειν ἀγαθὸν διʼ αὐτὴν τὴν φύσιν καὶ ὅτι ἐξ αὐτοῦ γεγένητο, περικαλύπτειν ἔδει τὸ σφάλμα, καὶ τὸ αὐτὸ τήρει ἐπὶ πᾶν τὸ κεφάλαιον εἴτε δικανικοῦ εἴτε συμβουλευτικοῦ εἴτε πανηγυρικοῦ· πᾶν γὰρ ἐκ πάντων ἐπιχειρημάτων συνίσταται, καὶ ἐκ τῶν μελλουσῶν ῥηθήσεσθαι ἐργασιῶν. Εἴτε ἐπὶ τοῦ μέλλοντος· τὸ συμβουλευτικὸν λέγει· τὸ δὲ πανηγυρικὸν παρῆκε διὰ τὸ μὴ στασιάζεσθαι, ἀλλὰ καὶ ἀναμεμίχθαι τούτοις τοῖς δυσὶν εἴδεσιν.
ηʹ. Τοῦτο εἶπεν, ἐπείτοι πολλάκις ἢ παντελῶς ἐκλείπει τὸ κεφάλαιον κ. τ. λ. λέγω δὲ τῶν κατηγορούντων καὶ ἀπολογουμένων· καὶ γὰρ ὁ αἰτῶν τὴν δωρεὰν τῶν φευγόντων ὑπάρχων ὡς πεποιηκὼς τὸ πρᾶγμα, τὴν τοῦ διώκοντος χώραν κληροῦται, πρῶτος λέγων, ὃ χαρακτηρίζει τὸν διώκοντα, διὸ καὶ παράδοξοι καλοῦνται οἱ τοιοῦτοι στοχασμοὶ, ἅτε δὴ τὴν τάξιν τῶν προσώπων ἀμείβοντες· ἐπεὶ τοίνυν τὴν τοῦ κατηγόρου τάξιν ὁ φεύγων ἐν τούτοις ἔχει τοῖς στοχασμοῖς, ἀναγκαίως πρὸ τῶν ἄλλων κεφαλαίων καὶ πρὸ τοῦ παραγραφικοῦ, ἃ τοῦ φεύγοντός ἐστι, τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους θήσεις, εἶθʼ οὕτως ἐπὶ τὰ τοῦ φεύγοντος ἥξεις κεφάλαια τὰς λύσεις αὐτῶν καὶ τὰς ἀνθυποφορὰς ἐργαζόμενος.
θʹ. Ἰστέον, ὅτι μία γένεσις δύο καὶ τρία εὑρίσκει ἐπιχειρήματα, οἷον οὐκ εἰκὸς ἐθελῆσαι προδοῦναι Περικλέα τὸν συνετὸν Ἀθηναίους τοὺς φίλους Λακεδαιμονίοις τοῖς ἐχθροῖς· ἐνταῦθα πρᾶγμα ἓν, ἡ προδοσία καὶ πρόσωπα τρία, τοῦ Περικλέους, καὶ τῶν προδιδομένων Ἀθηναίων, καὶ οἷς προδίδονται Λακεδαιμονίοις, καὶ πάλιν ἓν πολλάκις ἐπιχείρημα κοινὸν καὶ δύο καὶ τριῶν εὑρίσκεται γενέσεων· οἷον δεῖ τῶν κρίσεων ἐλέγχους παρέχεσθαι παρʼ ὑμῖν τοῖς δημοκρατουμένοις, τοῦτο γὰρ τὸ πρῶτον ἐπιχείρημα ἐγένετο ἐκ προσώπων μὲν τῶν δημοκρατουμένων καὶ τοῦ τόπου, ἔνθα ἔστιν ἡ δημοκρατία· ὥστε τὸ αὐτὸ εἶναι καὶ πρόσωπον καὶ τόπον· ἰστέον δὲ, ὅτι καὶ κ. τ. λ. δεῖ δὲ εἰδέναι, ὅτι ὁ τεχνικὸς οὐ δέδωκε παραδείγματα πάντων τῶν περιστατικῶν μορίων, ἀλλʼ ἐν μὲν τῇ τῶν ἐλέγχων ἀπαιτήσει, τεσσάρων μόνων, πράγματος, προσώπου, τόπου τε καὶ αἰτίας, ἀπό τε τοῦ φεύγοντος, ἀπό τε τοῦ διώκοντος· ἐν δὲ τῇ βουλήσει τῶν τεσσάρων, πράγματος, προσώπου, αἰτίας καὶ χρόνου, ἀπὸ τοῦ φεύγοντος, ἀπὸ δὲ τοῦ διώκοντος οὐδʼ ὅλως· ἐν δὲ τῇ δυνάμει πράγματος, προσώπου, καὶ χρόνου, ἀπὸ τοῦ διώκοντος· ἀπὸ δὲ τοῦ φεύγοντος ὁμοίως οὐκ ἐχρήσατο κἂν ὅλως παραδείγματι, οὐδὲ γὰρ ἐν πᾶσι τοῖς πράγμασιν εὑρίσκονται κατὰ τὰ ἐπιχειρήματα τὰ ἓξ περιστατικά· ἡμεῖς δὲ τῶν ἓξ ἐποιήσαμεν, καὶ συγγνώτω ἕκαστος τῶν ἐντυγχανόντων τῷ πονήματι, εἴτι εὑρεθείη ἐν αὐτοῖς οὐκ ἰσχυρὸν ἢ οὐ λίαν ἁρμόδιον, οὐ γάρ ἐσμεν τῶν πραγμάτων δημιουργοὶ ἐφέλκοντες αὐτὰ ἔνθα καὶ βουλοίμεθα, ἀλλὰ τοῖς προγεγονόσι τοὺς λόγους ἁρμόζομεν· ὁ δὲ τούτων τὴν πεῖραν εἰληφὼς δυνατὸς ἔσται ἐν ἑτέροις προσαρμόσαι τὰ προσπίπτοντα τὴν φύσιν τῶν πραγμάτων ἔχων συνερχομένην, καὶ ῥᾳδίως χειραγωγηθήσεται ὑπʼ αὐτῆς πρὸς τὴν τῶν ἐπιχειρημάτων χορηγίαν κατὰ τὰ ἓξ περιστατικὰ μόρια, ὄψεται γὰρ ὑφʼ ἡμῶν τὸν λόγον βιασθέντα ὁ ἐγκύπτων ἐνταῦθα διὰ τὸ εἶναι τὸ κεφάλαιον ἀνεπίδεκτον κατὰ τὰ ἐπιχειρήματα τῶν ἓξ περιστατικῶν μορίων· τὸ δὲ ἀνεύθυνος ἐν λόγοις ἔχον τρία μόνα μόρια ἀπὸ τοῦ φεύγοντος μόνου· καὶ τὸ κοινὰ γράφεις τρία ἐν τῇ κατασκευῇ καὶ τῇ λύσει, ἤτοι ἀπὸ τοῦ διώκοντος καὶ τοῦ φεύγοντος· καὶ περὶ τῆς διορυγῆς τοῦ Ἰσθμοῦ καὶ τῆς μυήσεως ὡς εὐχερῆ παρήκαμεν· οὐδεμία γάρ ἐστιν ἐν αὐτοῖς δυσχέρεια, ὅτι καθά φησιν ὁ τεχνικὸς, ὥσπερ ἡ μία γένεσις τοῦ ἐπιχειρήματος καὶ δύο καὶ τρία παρὰ τὸ τυχὸν εὑρίσκει ἐπιχειρήματα, οὕτως καὶ ἓν ἐπιχείρημα εὑρίσκεται κοινὸν καὶ δύο καὶ τριῶν γενέσεων· ὡς δύνασθαι τὸ αὐτὸ δοκεῖν εἶναι καὶ καιροῦ καὶ τόπου ἢ αἰτίας ἢ πράγματος, ἢ προσώπου ἢ τόπου.
Περὶ ἐνστάσεως καὶ ἀντιπαραστάσεως.
αʹ. Διδάξας ἡμᾶς ὁ τεχνικὸς τὴν τῶν ἐπιχειρημάτων εἰσαγωγὴν καὶ λύσιν, ταῦτα δὲ εὑρίσκονται γινόμενα ἀπὸ τῆς περιστάσεως, ἡ δὲ περίστασίς ἐστι τοῦ κατηγόρου πρὸς βοήθειαν τοῦ φεύγοντος, τὸ ἀντιληπτικὸν εἰσέρχεται κεφάλαιον· οἷον ὅτι ἔξεστί μοι ἀποκτεῖναι τὸν υἱόν· κεφάλαιον, ὁ διώκων πάλιν χρήσεται τοῖς κατʼ αὐτοῦ, οἷς ἐπίσταται ἐναντίοις τῆς ἀντιλήψεως· ταῦτα δέ ἐστιν ἡ ἔνστασις ἡ λέγουσα, ἢ ὅτι οὐκ ἔξεστιν, ἢ ὅτι εἰ καὶ ἔξεστιν, ἀλλʼ οὐκ ἐνώπιον τῆς μητρός. ἔδει οὖν μετὰ τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους, ἐξ ὧν τὰ ἐπιχειρήματα εὑρίσκεται, διδάξαι τὸν τεχνικὸν ἐφεξῆς περὶ ἐνστάσεως· τοῦ γὰρ στοχασμοῦ πρῶτον δεδωκὼς κεφάλαιον τὴν τῶν ἐλέγχων ἀπαίτησιν καὶ δεύτερον τὴν βούλησιν, καὶ τρίτον τὴν δύναμιν, τέταρτον τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους, εἶτα πέμπτον κεφάλαιον τὴν ἀντίληψιν εἰδὼς διʼ ἐνστάσεως καὶ ἀντιπαραστάσεως αὐτὴν λυομένην μετὰ τὰ ἐπιχειρήματα τὰ εὑρισκόμενα ἀπὸ περιστάσεως τὴν διδασκαλίαν ἁρμοδίως τῆς ἐνστάσεως καὶ ἀντιπαραστάσεως ἐξέθετο· βουλόμενος δὲ ὁ τεχνικὸς τὸ ἀναγκαῖον τῆς ἐνστάσεως καὶ ἀντιπαραστάσεως ἡμῖν ὑποδεῖξαι· φησὶν ἐν πάσῃ στάσει κ. τ. λ.
Βουλόμενος ὁ τεχνικὸς τὸ ἀναγκαῖον τῆς ἐνστάσεως καὶ ἀντιπαραστάσεως ἐπιδεῖξαί φησιν, καθʼ ἕκαστον κεφάλαιον ἐν πάσῃ στάσει κατὰ ἔνστασιν καὶ ἀντιπαράστασιν τὰς μάχας δεῖ καὶ τὰς κατασκευὰς γίνεσθαι· ἤτοι κατʼ εἰκόνα ταύτην εἰσάγουσιν, οἷον χρὴ ἐλέγχους παρέχεσθαι, τὸ κεφάλαιον· οὐ χρὴ ἐλέγχους παρέχεσθαι, ἔνστασις· εἰ δὲ χρὴ, οὐκ ἐπὶ τῶν κρύφα πραττομένων· ἀντιπαράστασις· καὶ ἐπὶ τῆς βουλήσεως ὡσαύτως· κ. τ. λ. τὴν δὲ τάξιν τῆς ἐνστάσεως καὶ ἀντιπαραστάσεως ὁ τεχνικὸς καλῶς ἐπεσημήνατο.
γʹ. Τὸ ἐξῆς οὕτως· τοῦτο δὲ ἡ τέχνη πάσχει ἀπορήσασα ὀλιγάκις, ἀντὶ τοῦ σπανίως τοῦτο πάσχει ἡ τέχνη, τουτέστι τὸ εἰς ἑκατέραν, τὴν ἔνστασίν φημι ἢ τὴν ἀντιπαράστασιν, μὴ ἐπιχειρεῖν, καὶ ὅσα ἑξῆς τῷ τεχνικῷ εἴρηται, καὶ γὰρ ὀλιγάκις τῶν τοιούτων ἐξαπορεῖ.
Περὶ ἐργασίας ἐπιχειρημάτων.
αʹ. Ἐργάζεται πᾶν ἐπιχείρημα ἀπὸ παραβολῆς, ἀπὸ παραδείγματος, ἀπὸ μικροτέρου, ἀπὸ μείζονος, ἀπὸ ἐναντίου, ἀπὸ ἴσου, ἀπὸ παραβολῆς, οἷον ὥσπερ γὰρ τὸ ἐργάζεσθαι κρεῖττον τοῦ ἀπρακτεῖν καὶ σχολὴν ἄγειν, οὕτως τὸ καινοτομεῖν καὶ μὴ μένειν ἀεὶ ἐν ταυτότητι λυσιτελέστερον· ἀπὸ παραδείγματος, τὸν Ξέρξην ὅρα· πῶς καινοτομήσας τὴν ὀρυγὴν τοῦ Ἄθω σύντομον εὗρε τὸν πλοῦν τοῦ οἰκείου στρατεύματος· ἀπὸ μικροτέρου, οἷον Εὐβοεῖς καινοτομήσαντες τὸ καὶ τὸ κατώρθωσαν τόδε καὶ τόδε· ἀπὸ μείζονος καὶ τοῦ μὴ παρʼ ἄλλου τολμηθέντος· δεῖ τὸν σπουδαῖον ἐφάπτεσθαι, μήτι γε τοῦ ὑφʼ ἑτέρων γεγονότος· ἀπὸ ἴσου, εἰ ὁ ἐπινοῶν τι τῶν συμφερόντων συνετὸς, καὶ ὁ καινοτομῶν ἐπὶ τὸ συμφέρον σπουδαῖος καὶ ἐπαινετὸς διὰ τοῦτο· ἀπὸ τοῦ ἐναντίου, εἰ γὰρ τὸ σχολὴν ἄγειν περὶ τὰ πρακτέα ἐπίψογον, πῶς οὐκ ἐγκωμίων ἄξιοι οἱ τὰς τοῦ βίου καινοτομίας ἐννοοῦντες;
βʹ. Οὐ τὰ περιστατικὰ λέγει, ἀλλὰ τὰ ἀπὸ παραβολῆς καὶ παραδείγματος, καὶ ἀπὸ μικροτέρου, καὶ ἀπὸ ἴσου καὶ μείζονος καὶ ἐναντίου. Ἰστέον δὲ, ὅτι τὸ ἀπὸ τοῦ ἥττονος ἐργαζόμενον ἐπιχείρημα ἐπιτιμητικῶς ἀεὶ εἰσάγεται· δεινὸν τὸ μὲν λόγοις ὑβρικότα εὐθύνεσθαι, τὸν δὲ παίσαντα ἀφίεσθαι.
γʹ. Σημείωσαι, ὅτι ταῦτα οὐ καθʼ ἕκαστον ζητοῦνται κεφάλαιον, ἀλλὰ καθʼ ἕκαστον ἐπιχείρημα, ἐπιχειρήματα δὲ καθʼ ἕκαστον κεφάλαιον εὑρίσκονται ἕξ· κατὰ τὰ περιστατικὰ μόρια ἐν κατασκευῇ· καὶ ἐν τῇ λύσει ἕξ· ὥστε ἕκαστον τῶν δώδεκα κατὰ τὰ ἓξ ταῦτα εὑρίσκεσθαι τὰ δοκοῦντα εἶναι ἐπιχειρήματα, ἀλλὰ μὴ ὄντα, ὡς γίνεσθαι καθʼ ἕκαστον κεφάλαιον, εἰ ἐγχωροίη, κατὰ τὴν διαίρεσιν τῆς τέχνης ἐργαζόμενα ἐπιχειρήματα ἑβδομήκοντα καὶ δύο· εἶπον δὲ κατὰ τὴν διαίρεσιν τῆς τέχνης· ἐπειδὴ ἡ μὲν τέχνη ἐπίσταται ταῦτα, ἡ φύσις δὲ τῶν πραγμάτων οὐκ ἐπιδέχεται ταῦτα ἐν πᾶσι τοῖς κεφαλαίοις, διὸ, ὡς ἐγχωροίη, ἐν τοῖς ἀγῶσι χρησόμεθα.
δʹ. Ἰστέον, ὅτι αἱ ἐργασίαι ἀπὸ τῶν περιστατικῶν λαμβάνονται· οἷον ἡ ἐκ παραβολῆς ἀπὸ προσώπου, ἢ πράγματος, ἢ αἰτίας, ἢ χρόνου, ἢ τρόπου, ἢ τόπου, ὅμως καὶ τὰ λοιπὰ τῆς ἐργασίας, πλὴν παραδείγματος· τοῦτο γὰρ γίνεται ἐκ τῆς παραβολῆς, ἡνίκα ἐκ προσώπου λαμβάνεται ἡ παραβολὴ, καὶ οὐκέτι χώραν ἔχει ἐπὶ τῶν λοιπῶν περιστατικῶν· οὐ γάρ ἐστι διάφορον ἄλλο παραβολῆς καὶ παραδείγματος, ἢ ὅτι τὸ μὲν ἐκ προσώπου ἀεὶ λαμβάνεται, ἡ παραβολὴ δὲ ἀπὸ τῶν ἄλλων περιστατικῶν. Περὶ ἐνθυμήματος.
αʹ. Τόποι ἐνθυμηματικοὶ εἴκοσι καὶ εἷς. αʹ. ἐκ τοῦ ἐναντίου. βʹ. ἐκ τοῦ ἐνδεχομένου. γʹ. ἐκ τῶν πρός τι. δʹ. ἐκ τῶν αἰτίων. εʹ. ἐκ τοῦ μᾶλλον καὶ ἧττον. ϛʹ. ἐκ τῆς ἀκολουθήσεως. ζʹ. ἐκ τῶν εἰρημένων. ηʹ. ἐκ τοῦ ἀναλόγου. θʹ. ἐκ τοῦ παραδείγματος. ιʹ. ἐξ ἀπαγωγῆς· ιαʹ. ἐκ τῆς διαιρέσεως. ιβʹ. ἐκ τῆς κρίσεως. ιγʹ. ἐκ τῶν καιρῶν. ιδʹ. ἀπὸ μεταλήψεως. ιεʹ. ἀπὸ τῶν ἑπομένων. ιϛʹ. ἐξ ὁρισμοῦ. ιζʹ. ἐξ ὑποθέσεως. ιηʹ. ἐκ τῶν ἁμαρτανομένων. ιθʹ. ἐκ τοῦ ἕνεκα. κʹ. ἐκ τοῦ ὀνόματος. καʹ. ὅταν ἐκ τῶν προδιαβεβλημένων καὶ ἀνθρώπων καὶ πραγμάτων τὴν αἰτίαν τοῦ παραδόξου λέγωμεν. τὰ δὲ παραδείγματα κατὰ πόδας. Εἴπωμεν οὖν πρῶτον, τί ἐστιν ἐνθύμημα. ἐνθύμημά ἐστι τὸ ἐν τῷ διανοήματι ἔχον τὴν δύναμιν καὶ τὴν σύστασιν· διάνοια γάρ ἐστί τις ἐκ μάχης λεγομένη ἐν ἀκολουθίας σχήματι. καὶ ἁπλῶς τὸ ἐνθύμημα συλλογισμὸς ῥητορικὸς ὑπάρχει· καὶ γὰρ ἀτελής ἐστι. καὶ ἄλλως, ἐνθύμημά ἐστι συλλογισμὸς ἀτελής· καὶ ἀναγκαῖον τὴν ἐπὶ μέρους ἢ τὸ συμπέρασμα λείπειν τῷ λόγῳ. διόπερ εἴρηται κυρίως ἐνθύμημα, ὅτι προσενθυμεῖται τὸ λεῖπον ὁ ἀκροώμενος.
Πρῶτος τοίνυν τόπος ἐνθυμημάτων ὁ ἐκ τοῦ ἐναντίου κ. τ. λ.
βʹ. Ἐνθύμημά ἐστιν, ὡς Νεοκλῆς, λόγος προειρημένων τινῶν περὶ τοῦ ζητουμένου ἢ περὶ τοῦ καθηγουμένου αὐτοῦ, καί τινα δὲ συνήχησιν ἐχόντων τῶν ἀκροατῶν, τὸ ἐνδέον κεφαλαιωδῶς καὶ συνειλημμένως προστιθείς· ὡς δʼ ἔνιοι, ἐνθύμημά ἐστι τοῦ προηγουμένου ἐπιχειρήματος συμπέρασμα, προσαγόμενον τῷ ζητήματι ἐν μιᾷ περιόδῳ· ὡς δὲ Ἁρποκρατίων, ἐνθύμημά ἐστι λόγος πρὸς ἀπόδειξιν λαμβανόμενος τῶν ὑποκειμένων· τινὲς δὲ οὕτως· ἐνθύμημά ἐστιν ὃ συγκατασκευάζει τὸ προκείμενον κεφάλαιον. Νεοκλῆς δὲ οὕτως ὁρίζεται· ἐνθύμημά ἐστι συνεστραμμένος λογισμὸς ἀτελὴς καθʼ ἓν ἀξίωμα, οὐχ ἁπλοῦν ἢ ὅμοιον, οὐχ ἁπλῶς ἐκφερόμενον· τῶν δὲ ἐνθυμημάτων τὰ μέν ἐστιν ἁπλῶς ἐνθυμήματα, τὰ δὲ καὶ ἐπενθυμήματα, περὶ ὧν ἐν τῷ οἰκείῳ τόπῳ ἐροῦμεν. διαφέρει δὲ συλλογισμὸς διαλεκτικὸς καὶ τὸ ἐνθύμημα, ὡς Ἀλέξανδρός φησι, ταύτῃ, ὅτι ἐν μὲν τῷ διαλεκτικῷ συλλογισμῷ κ. τ. λ. διαφέρει δὲ καὶ ἐπιχειρήματος τὸ ἐνθύμημα, τὸ μὲν γὰρ ἐπιχείρημα θέσις ἐστὶ νοήματος καὶ μερικὸν ζήτημα, πρὸς τὴν καθόλου καὶ γενικὴν ζήτησιν ἔχον τὴν ἀναφορὰν, τὸ δὲ ἐνθύμημα τοῦ τεθέντος ἐπιχειρήματος συντακτικὴ μετὰ κατασκευῆς ἐπάνοδος. Ἀλέξανδρος δέ φησιν, ὅτι τὸ ἐπιχείρημα τελεώτερον· εἶναι δοκεῖ τοῦ ἐνθυμήματος, οὐ γὰρ μόνον, φησὶ, βούλεται τά τε λήμματα καὶ τὴν ἐπιφορὰν ἔχειν, ἀλλὰ καὶ τὴν πρότασιν, ἧς καὶ ἡ πίστις γίνεται, οἷον οὗτος κέκλοφε, φώρια γὰρ ἔχει, οὐκ ἂν γὰρ ἔχει τὰ φώρια μὴ κλέψας. ὥστε κέκλοφε· τῷ τοίνυν μεταχειρισμῷ ἀλλήλων διαφέρει· ἐὰν μὲν γὰρ μερίζῃς τὴν πίστιν εἴς τε πρότασιν καὶ λῆμμα καὶ συμπέρασμα, ἐπιχείρημα γέγονεν· ἐὰν δὲ τιθεὶς τὰ προηγούμενα μόρια συστρέψας ἐπενέγκῃς τι, ἐνθυμηματικῶς ἐξοίσεις. Νεοκλῆς δὲ οὕτω φησί· τοῦ δὲ ἐνθυμήματος τὸ ἐπιχείρημα ταύτῃ διαφέρει, ᾗ τὸ μὲν ἐπιχείρημα καὶ τὴν τῶν λημμάτων παραμυθίαν παρέχει· τὸ δὲ ἐνθύμημα ἐφʼ ὁμολογουμένοις τισὶν πρόεισιν. ὁ δὲ συλλογισμὸς, ὥς φησι Νεοκλῆς, δισσῶς ἐκφέρεται· ἢ γὰρ τὸ ζητούμενον τίθεται, ἔπειτα τὰ λήμματα καὶ τὸ ἐπισυνδέον ἐπιφέρεται, οἷον ψυχὴ πᾶσα ἀθάνατος, τὸ γὰρ ἀεικίνητον ἀθάνατον, ἢ πρὸ τοῦ ζητουμένου τῶν λημμάτων τιθεμένων· ἐπιφέρεται τότε τὸ ζητούμενον, οἷον ἡ ψυχὴ αὐτοκίνητος, τὸ αὐτοκίνητον ἀεικίνητον· τοῦτο δὲ ἀθάνατον ἡ ψυχὴ ἄρα ἀθάνατος· τὸ δὲ αὐτὸ, φησὶ, πρᾶγμα ὅταν μὲν προτιθῆται, καλεῖται πρότασις, ὅταν δὲ ἐπιφέρηται, ἐπιφορά· οὐδέποτε δὲ ἄνευ τῆς προτάσεως ἐπιφορὰ ἐπάγεται. Δημοσθένης μέντοι τοῦτο πεποίηκε, μὴ προθεὶς γὰρ πρότασιν, ὅτι καλλίων Καλλίας Θεμιστοκλέους, κοινὴν τοῖς λήμμασιν ἐπήγαγε τὴν ἐπιφοράν. τοῦτο δὲ ποιητέον, ὅταν τὴν ἐναντίαν γνώμην, οἷς ἂν μέλλῃς λέγειν, οἱ ἀκούοντες ἔχωσιν· συνέστηκε δὲ ὁ συλλογισμὸς, ὥς φησι Νεοκλῆς, ἐκ προτάσεως καὶ ἐκ τοῦ καθηγουμένου τῆς προτάσεως. καὶ ἐκ τοῦ ἐπισυνδέοντος τὸ καθηγούμενον τῆς προτάσεως, οὐδενὶ τῶν λοιπῶν τῆς αὐτῆς οὔσης· τῷ γὰρ συλλογισμῷ τῷ νῦν χρώμεθα ἀντὶ τοῦ συνακτικοῦ λόγου, οὐχ ὡς οἱ Στωικοί, ἐπὶ τοῦ κατὰ δύναμιν τροπικοῦ προάγοντες· τῇ δὲ προτάσει, φασὶ, πρόσκειται οὐδενὶ τῶν λοιπῶν τῆς αὐτῆς οὔσης. ἐπειδὴ ὁ ῥητορικὸς συλλογισμὸς οὐ συνάγει τι τῶν συλλαμβανομένων· πρότασιν μὲν γὰρ ἔχει, καθηγούμενον δὲ οὔ. ἀληθοῦς δὲ τῆς προτάσεως οὔσης, ἤτοι ὡς ἐπὶ τὸ πλεῖστον ἀληθές ἐστι τὸ ζητούμενον, ἢ ἀεὶ, οἷον τὸ τὰ φώρια παρὰ τούτῳ εὑρῆσθαι· τοῦ μὲν ἐξ ἅπαντος, φησὶ, τεκμήριον λεγομένου, τοῦ δὲ ἐπὶ πλεῖστον εἰκὸς, ἐπειδὴ συνδέον ἐστὶ τὸ τὴν πρὸς ἄλλην σχέσιν τῆς προτάσεως καὶ τοῦ προκαθηγουμένου παριστῶν. οἷον· τὰ φώρια ἔχων κέκλοφας. περὶ μὲν οὖν συλλογισμῶν τοσαῦτα· τῶν δὲ ἐνθυμημάτων ὁπόσα μὲν κατὰ τῶν συνεχόντων τὴν καθήγησιν μόνην πρόεισι καθολικῶς, ὥς φησι Νεοκλῆς, ἐξενεχθέντα γνῶμαι εὐθὺς γίνονται· ὁπόσα δὲ καὶ τὸ καθηγούμενον τοῦ ζητουμένου περιείληφε, πάντως περιέχει γνωμικῶς ἐξηνέχθαι δυνάμενον· ἁπλῶς γὰρ, φησὶ, τὸ ἐπισυνδέον τὴν καθήγησιν ἐν συλλογισμῷ καθολικῶς ἐξενεχθὲν γνώμη γίνεται· καὶ ἀνάπαλιν δὲ ἀπὸ πάσης γνώμης ἐνθύμημα δύναται γενέσθαι, γνώμη δέ ἐστιν, ὥς φησιν Ἀλέξανδρος, καθολικὴ ἀπόφασις περὶ τῶν πραγμάτων οὕτως ἐχόντων, καὶ οὕτως ἔχειν ὀφειλόντων. τῶν δὲ γνωμῶν ἔνιαι μὲν χωρὶς ἀποδείξεως λέγονται, οἷον, εἷς οἰωνὸς ἄριστος· αἱ δὲ μετὰ ἀποδείξεως· τούτων δὲ αἱ μὲν λεληθυῖαν ἔχουσι τὴν ἀπόδειξιν, αἱ δὲ φανεράν· λεληθυῖαν μὲν, ὡς αἱ τοιαῦται· Ἔδει γὰρ ἡμᾶς σύλλογον ποιουμένους Τὸν φύντα θρηνεῖν εἰς ὅσʼ ἔρχεται κακά. Τὸν δʼ αὖ θανόντα καὶ πόνων λελασμένον Χαίροντας εὐφημοῦντας ἐκπέμπειν δόμων. τοῦ μὲν γὰρ τὸν φύντα θρηνεῖν ἀπόδειξις τὸ, εἰς ὅσʼ ἔρχεται κακά· ὡσαύτως καὶ τοῦ ἐπὶ θανόντι χαίρειν τὸ πόνων λελασμένον· φανερὰν δὲ ἔχουσιν αἱ τοιαῦται τὴν ἀπόδειξιν, ἔστι μήτηρ πατρὸς φιλοτεκνοτέρα, ἡ μὲν γὰρ αὐτῆς οἶδεν ὄντα, ὁ δὲ οἴεται. Διαφέρει δὲ γνώμης ἐνθύμημα, ὡς Ἀλέξανδρός φησι· τῆς μὲν ἀναποδείκτου προδήλως διαφέρει, τῷ ἐκείνην μὲν ψιλὴν εἶναι ἀπόφασιν, τὸ δὲ ὥσπερ συλλογισμόν τινα, τῆς δὲ ἀποδεδειγμένης, ᾗ τὰ μέρη τῶν ὅλων, ἐμπεριέχεται γὰρ τῇ γνώμῃ τὸ ἐνθύμημα, μέρος δὲ ἐκεῖνο, καθὸ ἡ ἀπόφασις ἀποδέδεικται. ἔτι τῶν ἐνθυμημάτων τὰ μέν ἐστιν ἐλεγκτικὰ κ. τ. λ. Σχήματα δὲ ἐνθυμημάτων τέσσαρα, ἀποδεικτικὸν, ἐλεγκτικὸν, συλλογιστικὸν, μικτόν. ἀποδεικτικὸν μὲν οὖν ἐστι τὸ ἐξ ἀκολούθων κώλων τὴν ὑποταγὴν ἔχον, οἷον ἔχει, ὅσῳ τοίνυν κρεῖττον δοκεῖν εὐήθη, ἢ πονηρὸν εἶναι, καὶ τὰ ἑξῆς· ἐλεγκτικὸν δὲ, τὸ ἐξ ἐναντίων κώλων συνιστάμενον, οἷον τὸ λαβεῖν οὖν τὰ διδόμενα ὁμολογῶν ἔννομον εἶναι καὶ ἑξῆς· συλλογιστικὸν δὲ τὸ ἄλλο ἐξ ἄλλων δεικνύμενον· οἷον ὁ γὰρ οἷς ἂν ἐγὼ ληφθείην καὶ ἑξῆς, μικτὸν δὲ ἤτοι ἐπιχειρηματικὸν, ὃ μετὰ τὴν πρόθεσιν εὐθὺς ἅμα τῷ ἐπιχειρήματι ἐκφέρεται, οἷον τὸ τοιόνδε, ὥσπερ ἂν εἴτις ἐκείνων ἑάλω, σὺ τάδε οὐκ ἂν ἔγραψας, καὶ ἑξῆς. ἀρεταὶ δὲ κ. τ. λ.
γʹ. Ὥσπερ γὰρ τὸ ἐπιχείρημα κατασκευάζει ἡ ἐργασία, οὕτως καὶ τὸ ἐνθύμημα κατασκευάζει τὴν ἐργασίαν, φησίν. Περὶ ἐπενθυμήματος.
αʹ. Ἰστέον ὅτι ἡ τοῦ λόγου μεταχείρισις τὸ εὑρεθὲν δεύτερον ἐνθύμημα δοκεῖν ποιεῖ καὶ ἐπενθύμημα εἶναι. ἐπενθύμημα δέ ἐστιν ἐπὶ φθάνοντι ἐνθυμήματι, ἕτερον ἐπινοούμενον ἐνθύμημα· οἷον καὶ ὁ μὲν Περσῶν βασιλεὺς ἵνα πλεονεκτήση, διώρυξεν, ἡμεῖς δὲ, ἵνα μὴ πλεονεκτώμεθα, ἐνθύμημα. εἶτα ἐπὶ τούτῳ καὶ ὁ μὲν ἐπειγόντων τῶν μειζόνων αὐτὸν ὅμως τοῦ πλεονεκτεῖν ἕνεκα ἐποίει τὰ χαλεπώτερα, ἡμεῖς δὲ οὐδενὸς ἄλλου καλοῦντος ἡμᾶς, ἵνα μὴ ζημιώμεθα, τὸ πρᾶγμα οὐχ ὑποστησόμεθα, ἐπενθύμημα. πολλάκις δὲ ἡ φύσις τῶν πραγμάτων καὶ τοῦ ἐπενθυμήματος ἰδίαν εὕρεσιν κατασκευάζει. καὶ ἔστιν οὐ διὰ τὸ δευτέρως ταγῆναι καλεῖσθαι ἐπενθύμημα, ἀλλὰ διὰ τὴν φύσιν τοῦ πράγματος, οἷον δεινὸν τὸ ἁμαρτάνειν πιστὸν ὄντα, εἶτα ἐκ τοῦ ἐναντίου, ὅτι καὶ ὁ ἄπιστος ὀφείλει φεύγειν τὴν ἁμαρτίαν, ἐκ φύσεως τὸ καλὸν ἐπιστάμενος, τὸν δὲ πιστὸν οὐ μόνον τὰς ἁμαρτίας ἐκκλίνειν χρεὼν, ἀλλὰ καὶ διὰ τὴν ἐκ πίστεως αὐτοῦ προσγενομένην γνῶσιν πᾶσαν μετιέναι ἀρετήν. Τοῦτό ἐστιν ἀληθινὸν ἐπενθύμημα, ὥς φησιν ὁ τεχνικὸς, οἷον δεινὸν τὸ ἀδικεῖν τὴν πατρίδα· εἶτα ἐργάσαιτο, φησὶν, ἐκ τοῦ ἐναντίου· χρὴ γὰρ ἀδικεῖν πολεμίους, εἶτα τὸ ἐνθύμημα, ὅτι χαλεπώτερόν ἐστιν ὁ πολίτης ἀδικῶν τοῦ πολεμίου. ὅτι ὁ μὲν διὰ τὸ γένος συγγνώμην ἔχει· ὁ δὲ ἐπιτείνει διὰ τὸ πολίτης εἶναι τὸ μῖσος· τούτῳ τῷ ἐνθυμήματι εἰ προσγένοιτο τὸ, καὶ μάλιστʼ ἂν ὁ πολίτης ἀριστεὺς ᾖ ὁ ἀδικῶν, οὓς δοκεῖ πρότερον εὖ πεποιηκέναι, καὶ λοιπὸν τοῦτό ἐστι τὸ ἐκ τῆς φύσεως τοῦ αὐτοῦ πράγματος ἀληθινὸν ἐπενθύμημα μετὰ προσθήκης τινὸς δριμύτητα χαριζόμενον αὐτῷ τῷ ἐνθυμήματι, καὶ λοιπὸν οὕτω γίνεται, καὶ καλεῖται ἐν ἑνὶ καὶ τῷ αὐτῷ προβλήματι, διπλῆ συγκριτικὴ ἐπίτασις περιττοτέραν δριμύτητα χαριζομένη αὐτῷ τῷ ἐνθυμήματι.
βʹ. Ἰστέον δὲ, ὅτι τεθὲν κεφάλαιον πρῶτον λύεται ἀπὸ τῆς ἐνστάσεως καὶ ἀντιπαραστάσεως. βʹ. εἶτα προσλαμβάνονται ἐπιχείρημα εἰς κατασκευὴν ἀπὸ τῆς περιστάσεως. γʹ. εἶτα ἐργάζεται ἀπὸ τῶν ἓξ τῶν δοκούντων εἶναι ἐπιχειρημάτων, μὴ ὄντων δὲ ἐπιχειρημάτων, οἷον παραβολῆς, παραδείγματος, μικροτέρου, μείζονος, ἴσου, ἐναντίου. δ. εἶτα ἕκαστον τούτων ἐπιφέρεται ἐπενθύμημα. εʹ. τὰ δὲ ἐνθυμήματα εὑρίσκονται, σχῆμα μὲν ἔχοντα συγκριτικὸν, εὕρεσιν δὲ ἐν τῇ συγκρίσει ἀπὸ τῶν περιστάσεων, τόπου, χρόνου, τρόπου, προσώπου, αἰτίας, πράγματος. Περὶ τῶν ἀπʼ ἀρχῆς ἄχρι τέλους.
αʹ. Σημείωσαι, ὅτι οὐ τὴν αὐτὴν ἔχει κατασκευὴν τῶν ἐπιχειρημάτων τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους, οἵαν καὶ τὰ λοιπά. ἀλλʼ ἴδιον τόπον ἐπέχει τῶν ἐπιχειρημάτων τὴν ὑποδιαίρεσιν καλουμένην, ὑποδιαίρεσις δέ ἐστιν ἡ τοῦ ἀθρόου πράγματος εἰς λεπτὸν τομή. αὕτη δὲ γίνεται ἢ κατὰ ποσότητα ἢ ποιότητα, ὅταν τὰ πολλὰ ὀλίγα ποιῶμεν, ἢ τὰ μεγάλα τῶν ἐγκλημάτων εὐτελέστερα, οἷον πατήρ τις ἀπέκτεινε τρεῖς υἱούς. ὑποδιαιροῦμεν τὸ ἀποκτεῖναι, καὶ τὸ ἰδίους υἱοὺς, καὶ τὸ τρεῖς.
βʹ. Οὐ μάχεται τὰ νῦν τοῖς ἐν τῇ διαιρέσει τῶν στάσεων εἰρημένοις, εἴγε μὲν γίνεσθαί φησι καὶ αὔξεσθαι τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους, ἀφʼ ὧνπερ καὶ τὴν τῶν ἐλέγχων ἀπαίτησιν, ταῦτα δέ ἐστι τὰ περιστατικά· ἐνταῦθα δέ φησιν, ὡς ἑτέρως ταῦτα κατασκευάζεσθαι οὐκ ἀπὸ τῶν περιστατικῶν, ἀλλὰ κακεῖ καλῶς τὴν γένεσιν ἡμῖν τούτων ὑπέφηνε· κἀνταῦθα τὴν ἰσχὺν αὐτῶν καὶ ὅπως γενόμενα δεῖ κρατύνειν αὐτὰ ἀκριβῶς ὑπέδειξε· πολὺ δὲ τὸ διάφορον ἔχει γένεσις πράγματος.
Ἡ καὶ πρὸς τὸ ἔπειτα τούτου συντήρησις καὶ πρὸς τὸν οἰκεῖον σκοπὸν ἄφιξις· τὸ μὲν γὰρ ἁπλῶς, τὸ δὲ πρός τι· καὶ τὸ μὲν σχεδὸν παντὸς, τὸ δὲ οὐ παντός· αὔξεται μὲν οὖν ταῦτα τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους ἀπὸ τῶν περιστατικῶν. ἰσχύει δὲ τῇ ὑποδιαιρέσει, οἷον ἐπὶ τοῦ ὑποδείγματος, ἐπὶ τοῦ τοὺς τρεῖς υἱοὺς ἀποκτείναντος κατὰ τὸν τῶν ἀκρίτων νόμον, καὶ ἀξιοῦντος δημοσίᾳ τρέφεσθαι· ὁ γὰρ τρεῖς υἱοὺς ἀποκτείνας μηδεμίαν λαβὼν τούτων φειδὼ πρόδηλος μισότεκνος καὶ φονεὺς, καὶ κατὰ τοῦτο ἀνάξιος δημοσίας σιτήσεως· εἶτα τὸ τρίτον ὑποδιαιρήσεις κατʼ αὐτὴν τοῦ τεχνικοῦ τὴν εἰσήγησιν· εἶτα τὸ υἱεῖς καὶ ἔτι τὸ ἀπέκτεινας καὶ οὕτως τὸ ἰσχυρὸν αὐτοῖς περιποιήσῃ.
γʹ. Ἔστι δὲ ὑποδιαίρεσις ἡ τοῦ ἀθρόου πράγματος εἰς λεπτὰ τομὴ, οἷον τρεῖς τις ἀπέκτεινεν υἱεῖς κατὰ τὸν τῶν ἀκρίτων νόμον, ὑποδιαιρεῖται δὲ ἕκαστον αὐτῶν, ἤτοι τὸ τρεῖς, καὶ τὸ υἱεῖς, καὶ τὸ ἀπέκτεινεν· ὅτι δύνανται ληφθῆναι ταῦτα καὶ ἀποταθῆναι, ὡς πνεῦμα κατὰ τοῦ ἀντιθέτου σχῆμα· ἀντίθετον δὲ σχῆμά ἐστιν, ὅταν ἀντικείμενα ᾖ ἀλλήλοις τὰ νοήματα, οἷον εἰ γὰρ μὴ προσήκοντας, τὸ ὂν ὡς μὴ ὂν, εἰ γὰρ ἀλλοτρίους, τὸ μὴ ὂν ὡς ὄν. εἰ γὰρ ὀθνείους, εἰ γὰρ ξένους, οὐκ ἂν ἠγανάκτησα, καὶ τότε οὐκ ἂν ἐδυσχέρανα, οὐκ ἂν ἀπῄτησα τιμωρίαν, νῦν δὲ φιλτάτους, οὓς ἐγέννησας, οὓς ἔθρεψας, ὑπὲρ ὧν ἔδει μάχεσθαι, ὑπὲρ ὧν ἔδει δεδιέναι, μήτις αὐτοὺς ἄλλος ἀποκτείνῃ, φθάσας τοῦτο ἐποίησας, ἆρα τὸ τοιοῦτον ἄγος καταδεξαίμην, οὐκ ἔστιν εἰπεῖν.
δʹ. Πῶς ὁρισθεῖσα οἷον καὶ ὁ ἕνα ἀποκτείνας φονεύς ἐστιν. προάγει δὲ αὐτὸ τῷ κατʼ ἐρώτησιν σχήματι, ὡς ἐλεγκτικῷ ὄντι καὶ χρησίμῳ τῷ καιρῷ.
εʹ. Ἡ ὑποδιαίρεσις αὕτη τριχῶς ἢ ἀπὸ τοῦ πράγματος· οἷον εἰ γὰρ ἑτέρου τινὸς ἤρα, καὶ οὕτως ἐπὶ σὲ ἂν ἦγον τὴν αἰτίαν· ἢ ἀπὸ τῶν ὁμοίων· εἰ γὰρ μὴ ἤρα, ἀλλʼ ἐνόσει νόσον ἄλλην τοῦ σώματος, οὐκ ἂν καὶ τότε σε ἔκρινα· ἢ ἀπὸ τοῦ μείζονος· εἰ δὲ καὶ ἐμάνη, ἄρα οὐκ ἐπὶ σὲ ἤρχετο ἡ αἰτία· τοῦτο δὲ τὸ παράδειγμα οὐκ ἔστι πάνυ ἁρμόδιον, ἀλλὰ ἐκείνῳ συμβαίνει ὃ ἀξιούμεθα παρέχειν ἐπὶ μισθῷ, ἢ τοῦτο· εἰ γὰρ ἐτεθνήκει, οὐκ ἂν ἐπὶ σὲ ἤγαγον τὴν αἰτίαν, παράδειγμα δὲ τὸ ἐπιδεχόμενον τὴν ἐξ ὑποδιαιρέσεως εἰς λεπτὸν τομὴν τοῦ ἀθρόου, τοὺς τρεῖς τόπους, ἀπό τε τοῦ αὐτοῦ πράγματος καὶ ὁμοίου καὶ τοῦ μείζονος, οἷον Φίλιππος πέπομφεν ἑκατὸν τάλαντα βουλόμενος πρίασθαι τὸν Δημοσθένην· ἀπὸ τοῦ πράγματος, οὐδὲ πρὸς τὸ πολιτεύεσθαι σὺν τῷ Φιλίππῳ δέδωκα ἂν ἑκατὸν ταλάντοις τὸν Δημοσθένην· ἐκ τῶν μικροτέρων ὑποδιαίρεσις, μήτι γε πεπραγμένον, ἐκ τοῦ μικροτέρου, ἐκ τοῦ ὁμοίου· ἀλλʼ ἄλλον τινὰ τῶν Ἀθηναίων καὶ τὸν τυχόντα δέδωκα ἂν, μήτι γε τὸν Δημοσθένην· ἐκ τοῦ μείζονος, οὐδʼ εἰ μυρία τάλαντα διδοίη, οὐδʼ ἂν πόλεις, οὐδʼ ἂν ἔθνη, ἀντὶ Δημοσθένους λήψομαι.
ϛʹ. Ὑπομερισμὸς καὶ ὑποδιαίρεσις ταὐτόν ἐστιν, ὡς δῆλον ἀφʼ ὧν ἐν τῷ περὶ διασκευῆς λόγῳ φησὶν, ὅτι καὶ πᾶς ὑπομερισμὸς τὰ αὐτὰ λέγει τῇ διασκευῇ καὶ ἐπάγει· δεῖ γὰρ ἐκ τῆς ὑποδιαιρέσεως εἰς τὸ πρᾶγμα αὐτὸ ἐπανελθεῖν, τουτέστι τὴν διατύπωσιν, ἤτοι τὸ διατυπούμενον· γίνεται δὲ ἡ ὑποδιαίρεσις, ἤτοι ὁ ὑπομερισμὸς ἢ ἀπὸ τοῦ μικροτέρου, ἢ ἀπὸ τοῦ ὁμοίου, ἢ ἀπὸ τοῦ μείζονος.
ζ. Ἰστέον, ὅτι τῶν ὁμοίων καὶ τῶν ἰδίων αἱ λεπταὶ ὑποδιαιρέσεις δύνανται ἀναδέξασθαι τὰς προσωποποιίας ἀναγκαίας οὔσας, καὶ εἰ θέλεις καὶ περιόδους, καὶ παντὶ τρόπῳ δύνασαι μηκύνειν· ἄλλασσε οὖν τὰ σχήματα, ἵνα μὴ προσκορὲς ᾖ τὸ ἐξ ὑποδιαιρέσεως, οἷον εἰ γὰρ οὐχ υἱὸν ἀπέκτεινας, ἀλλά τινα τῶν μὴ προσηκόντων, οὐκ ἔδει σε δοῦναι τιμωρίαν, ποτὲ δὲ οὕτως· ἄλλος μὲν ἂν καὶ ἐπʼ ἐκείνω τιμωρίαν ἀπῄτησε, καίτοι μικρότερον ἦν τὸ ξένον, ἢ ἴδιον υἱὸν ἀποκτεῖναι, καλλίων δὲ μεταχείρισις αὕτη· ἄλλος μὲν ἂν καὶ διὰ τοῦτο ἐμίσησεν, εἰ καὶ τούτου μετριώτερον ἐποίησας, ἵνα ποτὲ μὲν ἀπὸ τοῦ πράγματος ἀρχόμενοι εἰς τὴν ἀξίωσιν ἐρχώμεθα, ποτὲ δὲ ἀπὸ τῆς ἀξιώσεως ἀρχόμενοι εἰς τὸ πρᾶγμα ἐρχώμεθα. οἷον ἀπὸ τοῦ πράγματος ἐπὶ τὴν ἀξίωσιν· λαβὼν ἑκατὸν τάλαντα πρᾶσόν μοι τὸν Δημοσθένην, ἀπὸ τοῦ μικροτέρου ὑποδιαίρεσις. πάλιν ἀπὸ τοῦ πράγματος ἐπὶ τὴν ἀξίωσιν· οὐδʼ ἄλλον τινὰ τῶν τυχόντων ἔδωκα ἂν, μήτι γε Δημοσθένην· τὸ δʼ ἄλλον τινὰ τῶν τυχόντων ἐστὶ τὸ πρᾶγμα· οὐδὲ μυρία τάλαντα ἢ πόλεις λήψομαι ἀντὶ Δημοσθένους· ἀνέστρεψε γὰρ τὸ διδοίη εἰς τὸ λήψομαι, καὶ τὸ Δημοσθένους ὑπὲρ Δημοσθένους· καὶ γὰρ τὸ λήψομαι καὶ τὸ ὑπὲρ Δημοσθένους ἀξίωσίς ἐστι καὶ τοῦτο· Φιλίππου λέγοντος δίδωμι, ἀναστρέφων λέγει οὐ λήψομαι, καὶ γίνεται οὕτως ἐναλλαγὴ τοῦ σχήματος, καὶ πρὸς τὸ λήψομαι καὶ τὰ λοιπὰ ἀκολουθοῦσι παραλλασσόμενα.
ηʹ. Ἐπειδήπερ προσκορῆ τὸν λόγον γίνεσθαι ὁ τεχνικὸς ἐπίσταται διὰ τὸ ἀπαράλλακτον τοῦ σχήματος, τῆς παραλλαγῆς λόγον ποιούμενός φησιν· ἐπειδὴ τῇ προσωποποιίᾳ χρώμενος μακρὸν ἀποτενεῖς λόγον, ἄλλαξον τὸ σχῆμα· τοῦτο δὲ ποιήσεις ἀφαιρῶν τὸ γνώρισμα τῆς προσωποποιίας, καὶ χρώμενος τῇ προσωποποιίᾳ, ὡς ἂν δοκῇς κεχρῆσθαι αὐτῇ· ὅτι διʼ αὐτῆς ἐκφέρεις τὸν λόγον καὶ πάλιν δόξῃς μὴ χρῆσθαι αὐτῇ διὰ τὸ ἀναιρεῖν τὸ χαρακτηρίζον αὐτήν· τοῦτο δέ ἐστι, φησὶν, ἐὰν μὴ λέγῃς· εἶπον ἄν· καὶ ἐδεινοποίησε μὲν ὁ ῥήτωρ ἐνταῦθα τὸν λόγον, ὥσπερ τι αἴνιγμα λέγων οὐκ αὐτὸ ἡμῖν τὸ πρᾶγμα ὑποφαίνων διὰ τὸ φάναι· εἰ γὰρ μὴ λέγοις, εἶπον ἂν, ὅτι ἐν τοῖς πρὸ τούτου ἔφη οὕτως· δύναται δὲ καὶ ἑκάστη ὑποδιαίρεσις ὁρισθεῖσα καὶ χώραν προσωποποιίας ἀναδέξασθαι· ποίκιλλε δὲ τοῖς σχήμασιν, οἷον εἰ γὰρ ἕνα ἀπέκτεινας, οὐκ ἂν εἶπον καὶ τότε, ὅτι φόνος ἀσεβής σοι τετόλμηται· εἰ τοίνυν μηκύνεις τὸν λόγον, μηκέτι τὸ εἶπον ἂν χρῶ· καὶ τότε ἄλλο τι πρότερον φανεῖται ὁ λόγος καὶ οὐχὶ προσωποποιία· οἷον οὕτως· εἰ γὰρ ἕνα υἱὸν ἀπέκτεινας, οὐκ ἂν εἶπον καὶ τότε, ὅτι φόνος ἀσεβής σοι τετόλμηται, ἀλλὰ καὶ εἰ ἀπεκήρυξας, οὐκ ἂν ἐφάνης πατὴρ μισότεκνος, ἵνα μὴ δευτερωθῇ τὸ εἶπον, καὶ τῇ ταυτότητι τῆς προφορᾶς προσκορὴς ὁ λόγος γένηται, καὶ ἀλλοιοῦται τῆς προσωποποιίας νενοθευμένης τὸ τοῦ λόγου σχηματιζομένου· οὕτως ἡμῖν τοῦτο τὸ χωρίον ἔγνωσται· εἰ δέ τι κρεῖσσον ὑφʼ ἑτέρου νοηθείη, μεταμαθεῖν ἀπευχόμεθα.
Ἄλλως· ἄλλος μὲν οὖν ἐμίσησεν ἂν καὶ διὰ τόδε· ἡ ἀντιστροφή· καὶ διὰ τόδε ἂν ἐμίσησέ τις ἄλλος· καὶ πάλιν, οὐδὲ ἄλλον τινὰ τῶν τυχόντων ἔδωκα ἂν, μήτιγε Δημοσθένη· ἡ ἀντιστροφὴ, καὶ Δημοσθένην ἔδωκα ἂν, οὐδὲ τῶν τυχόντων τινὰ ἄλλον, καὶ πάλιν οὐδʼ εἰ μυρία τάλαντα οὐδὲ πόλεις οὐδʼ ἂν ἔθνη ἀντὶ Δημοσθένους λήψομαι· ἡ ἀντιστροφὴ, οὐ λήψομαι ἀντὶ Δημοσθένους ἔθνη καὶ πόλεις, οὐδὲ μυρία τάλαντα. Ἰστέον δὲ, ὅτι ἀπὸ τοῦ πράγματος ἀρχόμενοι εἰς τὴν ἀξίωσιν καταβαίνομεν οὕτως· εἰ γὰρ τόδε ἐποίησας, οὐκ ἔδει σε δοῦναι τιμωρίαν· ἀπὸ τῆς ἀξιώσεως εἰς τὸ πρᾶγμα οὕτως· ἄλλος μὲν οὖν ἐμίσησεν ἄν σε διὰ τόδε ἢ εἰ καί τι τούτου μετριώτερον ἐποίησας.
ιʹ. Καλλίονα μεταχείρισιν λέγει ὁ τεχνικὸς τὴν ἀναστροφὴν τὴν ἀνάλογον τῇ παρὰ τοῖς φιλοσόφοις ἀντιστροφῇ· ὥσπερ γὰρ ἀντιστροφὴν ἐκεῖνοι λέγουσι τὸ ποιεῖν τὸ ὑποκείμενον κατηγορούμενον καὶ τὸ κατηγορούμενον ὑποκείμενον, οἷον ὁ ἄνθρωπος ζῶον, καὶ ζῶον ὁ ἄνθρωπος· εὐχερέστερον δὲ τὸ ἐπὶ τῶν ἰδίων διὰ τὸ ἀντιστρέφειν, οἷον τὸ γελαστικὸν ἄνθρωπός ἐστι καὶ ἄνθρωπος γελαστικὸν, τὸν αὐτὸν τρόπον καὶ ὁ Ἑρμογένης ἀναστροφὴν λέγει, ὅταν ἀπὸ τοῦ πράγματος ἀρξάμενοι καὶ εἰς τὴν ἀξίωσιν ἐλθόντες, ἀπὸ τῆς ἀξιώσεως ἀρξάμενοι εἰς τὸ πρᾶγμα καταβῶμεν· οἷον εἰ γὰρ τόδε ἐποίησας, οὐ δεῖ σε δοῦναι τιμωρίαν, ἀντίστρεψον· τιμωρίαν γὰρ δοῦναι σε οὐκ ἔδει, εἰ ἐποίησας τόδε, ἄλλο ἐπιχείρησον· ἐγὼ μὲν γὰρ καὶ ἐπʼ ἐκείνῳ σε τιμωρίαν ἀπῄτησα ἂν, καίτοι μικρότερον ἦν καὶ μετριώτερον ἦν, ἀναστροφή· εἰ γὰρ καὶ μετριώτερον ἦν καὶ μικρότερον ἦν, ἀπῄτησα ἂν τιμωρίαν καὶ ἐπʼ ἐκείνῳ· ἄλλο ἐπιχείρημα· ἄλλος μὲν οὖν ἐμίσησε καὶ διὰ τόδε· ἀναστροφὴ, καὶ διὰ τόδε ἐμίσησέ τις ἄλλος· ἄλλο ἐπιχείρημα, οὐδὲ ἄλλον τινὰ τῶν ἐπιτυχόντων ἔδωκα ἂν, μήτι γε Δημοσθένην· ἀναστροφὴ, Δημοσθένην ἔδωκα ἂν, οὐδὲ τῶν ἐπιτυχόντων τινὰ ἄλλον· ἄλλο ἐπιλέγει, οὐδʼ εἰ μυρία τάλαντα, οὐδʼ ἂν πόλεις οὐδʼ ἂν ἔθνη ἀντὶ Δημοσθένους λήψομαι· ἀνάπαλιν, οὐ λήψομαι ἀντὶ Δημοσθένους ἔθνη καὶ πόλεις, οὐδὲ μυρία τάλαντα· τὴν πολλὴν ἀκρίβειαν ἐν τῇ ἀναστροφῇ φυλάξαντες οὐκ ἐφροντίσαμεν τοῦ κάλλους τοῦ λόγου, ἀλλὰ τοῦτο μόνον δεῖξαι τί ἐστιν ἀληθινωτάτη ἀναστροφή· ὁ γὰρ τοῦτο εἰδὼς περὶ τὸ κάλλος τοῦ λόγου κύριος ἔσται ποικίλλων ὡς ἂν ἐθέλοι· οὐδὲ γὰρ χρεωστεῖ πάσας ἐναντίας θεῖναι τὰς λέξεις, ἀλλά τινας διὰ τὸ παραλλάσσον τὸν λόγον καὶ τῷ ποικίλῳ ἐκφεύγειν τὸ προσκορές· ἐπεὶ τυχὸν ἔχοντος τοῦ κώλου ἢ τῆς περιόδου ἢ τοῦ πνεύματος λέξεις δέκα, εἰ καὶ ὀλίγα εἴπωμεν, οὐκ ἀνάγκη αὐτὸν θεῖναι τὴν δεκάτην καὶ τὴν ἐννάτην δευτέραν, καὶ τὴν ὀγδόην τρίτην, καὶ τὴν ἑβδόμην τετάρτην, καὶ τὴν ἕκτην πέμπτην καὶ τὰ ἑξῆς ὁμοίως· ἀλλʼ ὡς ἂν συντελῇ καὶ ὁ λόγος καλλωπίζεται ἐκφεύγων τὴν ὁμοιότητα, γένοιτο ἡ ἀναστροφὴ, καὶ γὰρ οὐδʼ αὐτὸς ὁ Ἑρμογένης ταύτην ἐφύλαξε τὴν ἀκρίβειαν ἐν τῷ παραδείγματι· ὅθεν καὶ μόλις τις συνήσοι, τίνα λέγει ἀναστροφήν· εἰ γὰρ ἐφύλαξε τὴν ἀκρίβειαν, εὐχερὲς ἦν τὸ παρʼ αὐτοῦ λεγόμενον, ἀλλὰ τὸ μὲν ἀνέστρεψε, τὸ δὲ μετήλλαξεν, οἷον ἐγὼ μὲν γὰρ καὶ ἐπʼ ἐκείνῳ σε τιμωρίαν ἀπῄτησα ἂν, καίτοι μικρὸν ἦν καὶ μετριώτερον, εἰ καί τι τούτου μετριώτερον ἐποίησας, καὶ ἐπʼ ἐκείνῳ σε τιμωρίαν ἀπῄτησα ἄν.
ιαʹ. Οἷον ἵνʼ οὕτως ἀναστρέφηται, ὡς ἐπὶ τῶν διαλεκτικῶν ὁ ὑποκείμενος γίνεται κ. τ. λ.
ιβʹ. Ἤγουν τὸ εἰ παρεκαθέζου· τὸ δὲ ἔδωκας ἀντὶ τοῦ συνεχώρησας· ἐὰν γὰρ συγχωρήσας ἀνέλῃς, ὃ ἔδωκας, οἷον τὴν ὑποδιαίρεσιν καὶ πάλιν ἀνελὼν ἐπιφέρῃς, πολυπλασιάζεις τοῦ λόγου τὴν δριμύτητα· οἷον εἰ μὴ ἀπέκτεινας τὸν υἱὸν ἀλλὰ ἀπεκήρυξας, συμπαθείας ἐκρίθης ἄξιος· ἐπεὶ δὲ ἀπέκτεινας οὐ συγχωρηθήσῃ· καίτοι οὐδὲ τὸ ἀποκηρῦξαι συγκεχώρηται· ὅπερ γὰρ ἀνείλομεν, πάλιν ἐπηνέγκαμεν· καὶ γέγονεν ὁ λόγος δριμύτερος.
ιγʹ. Ἴσθι ὅτι ἐὰν συγχωρήσας ἀνέλῃς ὑποδιαίρεσιν, καὶ πάλιν ἀνελὼν ἐπιφέρῃς, πολυπλασιάζεις τοῦ λόγου τὴν δριμύτητα· οἷον εἰ μὴ ἀπέκτεινας τὸν υἱὸν ἀλλʼ ἀπεκήρυξας, συμπαθείας ἂν ἐκρίθης ἄξιος· ἐπεὶ δὲ ἀπέκτεινας, οὐ συγχωρηθήσῃ, καί τοι οὐδὲ ἀποκηρῦξαι συγκεχώρηται. ὅπερ γὰρ ἀνείλομεν, πάλιν ἐπηνέγκαμεν, καὶ γέγονεν ὁ λόγος δριμύτερος, ἵνα δὲ μὴ προσκορὴς εἶναι δοκῇς διὰ τῆς προσωποποιίας πληρῶν λόγους, θαυμαστὸς φανήσῃ ῥήτωρ, τὸ γνώρισμα αὐτῆς ἀφαιρῶν καὶ χρώμενος αὐτῇ· εἰ γὰρ μὴ λέγοις, εἶπον ἂν, ἄλλο τι φαίνεται πρότερον.
ιδʹ. Ἀποτεινομένου γὰρ τοῦ λόγου οὐ δεῖ καθʼ ἕκαστον τιθέναι τὸ εἶπον ἄν· ὥσπερ ἐπὶ τούτου· εἰ γὰρ ἕνα υἱὸν ἀπέκτεινεν, οὐκ εἶπον ἂν καὶ τότε, ὅτι φόνος ἀσεβής σοι τετόλμηται· ἀλλʼ εἰ καὶ ἀπεκήρυξας, οὐκ ἂν ἐφάνης πατὴρ μισότεκνος· ἀφείλου γὰρ τὸ γνώρισμα τῆς προσωποποιίας μὴ δευτερώσας αὐτό· οἷον τόδε, εἶπον ἄν.
ιεʹ. Ἡ προσωποποιία ταύτῃ διαφέρει τοῦ πλαστοῦ, καθὸ ἡ μὲν προσωποποιία διὰ τῆς ὑποδιαιρέσεως πρόεισι καὶ τοῦ ἀντιθετικοῦ καλουμένου σχήματος, τὸ δὲ πλαστὸν ἀπὸ τοῦ ἐναντίου ἢ τοῦ γεγονότος· ὅθεν καὶ πλάττεσθαι μὲν λέγεται ἡ προσωποποιία ἤτοι πλαττόμενον, πλαστὸν δὲ τὸ ἀπὸ τοῦ ἐναντίου ἢ τοῦ γεγονότος λαμβανόμενον, ὃ καὶ κυρίως πλαστόν· πλαστὸν δέ ἐστι τὸ μὴ γεγονὸς ὡς γεγονός.
ιϛʹ. Ἀθρόαν εἰσβολὴν τῶν ἀπʼ ἀρχῆς ἄχρι τέλους κατὰ τὸν οἰκεῖον εὑρήσομεν τοῦ κεφαλαίου τόπον, τότε γὰρ καὶ τὴν αὔξησιν αὐτῶν ἔδει ποιῆσαι, ἀφʼ ὧν ἐμάθομεν τόπων, ἤτοι τῶν περιστατικῶν· γίνεται δὲ μετὰ ταῦτα τὰ πλαστὰ διχῶς, ἢ γὰρ ὡς οὐ γενόμενον τὸ γεγονὸς ἀθρόως πλάσεται, ἢ ἐκ τοῦ ἐναντίου· ἀπὸ μὲν τοῦ γενομένου ὡς μὴ γενομένου οὕτως· εἰ γάρ τις τῶν εὐνοϊκῶς πρὸς ἡμᾶς διακειμένων ἀπάτῃ χρῆσθαι πρὸς ἡμᾶς Φίλιππον τοῖς τοιούτοις αὐτοῦ κατεμήνυε λόγοις, ἆρα ἂν προσείχετε τὸ λοιπὸν Φιλίππῳ τὸν νοῦν οὕτως περιφανῶς ἐληλεγμένῳ· ἀπὸ τοῦ ἐναντίου οὕτως· εἰ δὲ ἀναντιρρήτως ἡμῖν τὸ συμφέρον προὔτεινε Φίλιππος πόσης ἂν αὐτὸν σπουδῆς ἠξιώσατε καὶ μεθʼ ὅσης ἂν αὐτοῦ περιχαρείας τὸν λόγον ἐδέχεσθε· δεινὸν δὲ καὶ παντελοῦς εὐηθείας, τοῖς μὲν ἥδουσιν ἐπιτέρπεσθαι, τῶν δὲ ἀνιασόντων μηδένα λόγον πρὸς ἀποτροπὴν φαίνεσθαι ποιουμένους· καὶ πάλιν, εἰ δὲ καὶ ἡμᾶς ἔγνω Φίλιππος, ἀπάτῃ μετερχομένους αὐτὸν, ἆρα ἂν ἠνέσχετο πεισθῆναι; οὐκ ἔχετε εἰπεῖν· οὐ μόνον δὲ ἐνταῦθα οὕτως διχῶς γίνεται τὰ πλαστὰ, ἀλλὰ καὶ πανταχοῦ τοῦτο φύσις τοῦ πλαστοῦ ἀπὸ τοῦ γεγονότος ὡς μὴ γεγονότος φημὶ καὶ ἀπὸ τοῦ ἐναντίου γίνεσθαι, καὶ σκόπει καὶ τοῦ παρόντος τεχνικοῦ τὰ ὑποδείγματα.
ιζʹ. Τοῦτο τοῦ ἀθρόου καλεῖται· οὐδὲ γὰρ κ. τ. λ. Περὶ τῶν ἀπʼ ἀρχῆς ἄχρι τέλους τῆς πραγματικῆς.
Τὸ πολυσχιδὲς καὶ ποικίλον τῶν τῆς πραγματικῆς κεφαλαίων τὸν τεχνικὸν εἰπεῖν κατηνάγκασε, δυσχερῆ λύσιν ἔχειν τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους· μόνη γὰρ τῶν στάσεων ἁπασῶν ἡ πραγματικὴ τὸν μέλλοντα χρόνον κληρωσαμένη, καὶ τοῖς τελικοῖς κεφαλαίοις διαιρουμένη, καὶ πολλαῖς ταῖς στάσεσι κοινωνοῦσα καὶ κατʼ ἐκείνας διαιρουμένη, οὐκ εὐχερῆ καὶ ῥᾳδίαν τὴν λύσιν τῶν ἀπʼ ἀρχῆς ἄχρι τέλους προβάλλεται, ἀλλὰ νομίμῳ, δικαίῳ, συμφέροντι, δυνατῷ, ἐνδόξῳ καὶ τῷ ἐκβησομένῳ διαιρουμένη. Τὸ τοίνυν νόμιμον, ὥς φησιν ὁ τεχνικὸς, ἐν μὲν τῇ ἐγγράφῳ κατὰ μίαν τῶν νομικῶν ὑποπίπτει στάσεων, καὶ κατʼ ἐκείνην διαιρεθήσεται, τὸ δὲ δίκαιον κατὰ μίαν τῶν δικαιολογικῶν, ἀντίληψίν φημι, ἢ καὶ τὴν τῶν ἀντιθετικῶν ἀντίστασιν, ἣ καὶ διαιρουμένη πολλὴν τοῖς μελετῶσι ποιεῖται δυσχέρειαν, ἥνπερ ὁ τεχνικὸς ἀκριβῶς ἐπιστάμενος δυσχερῆ μὲν λύσιν, ἔφη, τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους ἔχει τῆς πραγματικῆς· ἤδη δὲ ταύτην τεχνολογησάμενος καὶ πρὸς εἰδότας τοὺς λόγους ποιούμενος ἔφη, καὶ τοῦτο τὸ μάθημα σαφέστατον ἐκθήσομαι· ἄνευ δὲ παραδείγματος θεὶς ἀσάφειαν τῷ λόγῳ πεποίηκεν· τὰ δὲ παραδείγματα σαφεστέραν ποιεῖ τὴν τέχνην. Ἔστω οὖν παράδειγμα τοῦ προκειμένου προβλήματος τόδε· πολλῶν πολεμίων τῇ τῶν Ἀθηναίων πόλει ἐπισκηψάντων καὶ συμφορῶν προκειμένων οὐ μικρῶν, ἔγραφεν Ὑπερίδης, τοὺς ἀτίμους ἐπιτίμους εἶναι, καὶ γράφεται τοῦτον παρανομίας Ἀριστογείτων. ἐνταῦθα ἡ μὲν ζήτησίς ἐστι πραγματικὴ, περὶ γὰρ τοῦ μέλλοντος ἔχει τὴν ἀμφισβήτησιν, εἰ χρὴ δίκαιον τὸ παρὰ τοῦ Ὑπερίδου δέξασθαι ψήφισμα· ἀλλʼ ἴδωμεν καὶ τὸν τοῦ τεχνικοῦ, εἰ οὕτως ἔχει, σκοπόν· φησὶ γὰρ, ἐὰν μὲν τὸ πρᾶγμα παρʼ ἡμῖν εἴη γεγονὸς, καὶ ὑπὸ τῶν ἐχθρῶν εἰς τὴν ἡμετέραν βλάβην εἰσαγόμενον, οὕτως αὐτὸ λύσομεν, ζητοῦντες τῶν ἀντιθετικῶν στάσεων τὰ λυσιτελοῦντα ἡμῖν θήσομεν, ὥσπερ ποιοῦμεν ἐν τῇ ἀντιλήψει· παρὰ μὲν γὰρ τοῦ Ὑπερίδου τὸ ψήφισμα γεγονὸς, ὑπὸ δὲ τοῦ Ἀριστογείτονος κατηγορούμενον ὡς παράνομον, δίκαιον Ὑπερίδης τὸ ψήφισμα δεῖξαι πειρώμενος ζητήσει τῶν ἀντιστατικῶν στάσεων τὰ λυσιτελοῦντα, ἤγουν τὴν ἀντίστασιν, καὶ κατʼ ἐκείνην μελετήσει λέγων, ὡς ὑπὲρ τοῦ κοινῇ λυσιτελοῦντος τοῦτο πεποίηκα, ἵνα εἰδότες οἱ ἄτιμοι ἐντίμους αὐτοὺς γεγονότας κατατολμήσωσι προκινδυνεῦσαι τῆς πόλεως· τὸ δὲ ὥσπερ ἐν ἀντιλήψει πεποιήκαμεν· ὁ ζωγράφος ὁ τὰ ναυάγια γράψας ἐρεῖ, ὡς ὑπὲρ τῶν πλεόντων τοῦτο πεποίηκα· τότε δὲ πολλάκις καὶ τῶν ἄλλων στάσεων τὰ λυσιτελοῦντα θήσομεν· ἐνδέχεται γὰρ καὶ στοχαστικὸν μελετῆσαι, καὶ μάλιστα τὸ τῆς πραγματικῆς συμφέρον· τὸ γὰρ τί ποιοῦσιν ἡμῖν τόδε τι γενήσεται, καὶ τί μὴ ποιοῦσι, καὶ τὸ χρήσιμον προσλαβεῖν Ὄλυνθον, μᾶλλον δὲ ἀναγκαῖον, ἵνα μὴ μέγας ὁ Φίλιππος ἑλὼν ἐκείνους γίνηται καθʼ ἡμῶν ἐκ τοῦ εἰκότος στοχαστικοῦ πλατύνεται· εἰκὸς γὰρ τὸν Φίλιππον ἑλόντα ἐκείνους γενέσθαι καὶ καθʼ ἡμῶν, βούλησις γὰρ Φιλίππῳ μὴ ἠρεμεῖν, εἰ δὲ προσλήψεται καὶ δυνάμεως, παντὶ εἰκὸς ἐκβῆναι τὰ κατὰ νοῦν· ἰδοὺ γὰρ ἐνταῦθα μετὰ βουλήσεως καὶ δυνάμεως, ἅπερ ἐστὶ κεφάλαια στοχασμοῦ, τὸ τῆς πραγματικῆς συμφέρον ἐπλατύναμεν· ποτὲ δὲ καὶ μεταληπτικὰ ἐὰν ἔχῃ, τὸ κεφάλαιον τοῦ πλασσομένου θήσομεν, ὡς ἐπὶ ἄλλου τινὸς παραδείγματος, ὁ γὰρ περὶ τοῦ μετοικῆσαι βουλευόμενος καὶ τὸ συμφέρον μελετῶν, μεταληπτικῶς ἐρεῖ κατὰ ἔνστασιν, ὡς οὐ διʼ ἡμᾶς ῥεῖ τὸ πῦρ, ἀλλὰ διὰ τὴν αὐτοῦ φύσιν.
Ἐν μὲν γὰρ τῷ στοχασμῷ τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους τὰ σημεῖά εἰσι τὰ φανερὰ, οἷον τὸ παρίστασο, ἐν δὲ ταῖς ἄλλαις στάσεσιν αὐτὰ κρινόμενα καὶ ζητούμενά εἰσι τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους, εἴτε ἱεροσυλία, εἴτε φόνος, εἴτε αἴτησις δωρεᾶς, εἴτε τι τοιοῦτον, ὡς ἐν μὲν τοῖς προλαβοῦσι τὰ δικανικὰ ἔδειξεν ἀπʼ ἀρχῆς ἄχρι τέλους, ὅτι λύονται ἢ διʼ ἀντιλήψεως, ἢ διʼ ἀντιθέσεως, ἤ τινος τῶν τοιούτων κεφαλαίων, ἐνταῦθα δὲ διὰ πραγματικῆς. Περὶ τάξεως ἐπιχειρημάτων.
Ἀποδεικτικὸν ἀντὶ τοῦ δικανικοῦ, πολιτικῆς δὲ ἀντὶ τοῦ ἐναγωνίου, οἷον τὰ συμβουλευτικὰ καὶ δικανικὰ, πανηγυρικὰ δὲ ὅσα λαμπρότητα ἐπάγεται· τίνα δὲ ταῦτα, τὸ περὶ ἰδεῶν βιβλίον διδάξει· ἀποδεικτικώτατα δὲ κ. τ. λ. Πολιτικὰ τὰ ἐναγώνια καὶ συμβουλευτικὰ καὶ δικανικὰ καλεῖ· ἅ εἰσι τὰ ἀπὸ τῆς αἰτίας καὶ τοῦ ἐναντίου λαμβανόμενα τῶν ἐργασιῶν· ἐπιχειρήματα γὰρ τὰς ἐργασίας φησὶ, τὰ δὲ ἀπὸ παραδειγμάτων καὶ τροπῶν καὶ τῶν λοιπῶν περιστατικῶν καὶ ἐργασιῶν λαμβανόμενα πανηγυρικά ἐστι, τουτέστι λαμπρά· τὰ μὲν γὰρ ἀπὸ τοῦ προσώπου ἐκ τῶν ἐγκωμιαστικῶν λαμβάνονται, τὰ δὲ ἀπὸ τῶν πραγμάτων, ἐκ τῆς ὁμοιότητος αὐτῶν, τουτέστι τῶν παραδειγμάτων, ἃ καὶ τὴν ἀκμὴν ποιοῦσιν, ἥτις ἐστὶ πανηγυρικοῦ· οὐ μὴν ἀλλὰ καὶ τὰ ἀπὸ καιροῦ καὶ τόπου τὴν ὕλην ἀπὸ τῶν ἐγκωμιαστικῶν ἔχουσι, δυναμένων ἡμῶν καὶ ψέγειν καὶ ἐπαινεῖν· πολλάκις δὲ καὶ πανηγυρικοῦ ὄντος ἐπιχειρήματος τοῖς κατὰ συστροφὴν σχήμασι μεταχειριζόμεθα αὐτὸ ἀποδεικτικῶς· οἷον ὡς ἐν τῷ στηλιτευτικῷ, ὁ γὰρ τοῖς δήμοις τὸ ἀπηνέστερον παρεικὼς ἀνοήτοις καὶ ἀσυλλόγοις ἀνθρώποις, εἶτα ἑαυτῷ τὸ φιλανθρωπότερον πρόδηλός ἐστιν ὡς φανερὸν κινῶν διωγμόν· ἐνταῦθα γὰρ ἀπὸ προσώπου ὂν καὶ τοῦ ἐγκωμιαστικοῦ τὸ ἐπιχείρημα εἰς ἀποδεικτικὸν μετέβη διὰ τοῦ κατὰ συστροφὴν σχήματος.
γ. Προκλητικώτερόν φησι τὸ προκαλούμενον τὸ ἑξῆς κεφάλαιον, οἷον ὡς ἐπὶ ὑποδείγματος ἡ βούλησις καὶ ἡ δύναμις κεφάλαιόν ἐστι στοχαστικόν· δεῖ οὖν τὸν τὴν βούλησιν ἀναιροῦντα τηρήσαντα τὰ ἐπιχειρήματα, ὅσα χορηγεῖ ἡ ὑπόθεσις τοῦ κεφαλαίου, τὸ τὴν δύναμιν προκαλούμενον ἐπιχείρημα τελευταῖον θεῖναι· ἔστω δὲ ἐπὶ Περικλέους τὸ λεχθὲν γυμναζόμενον· προκειμένου γὰρ ἀναιρεῖν, ὡς οὐ προδότου γνώμη ὕπεστι Περικλεῖ, τὰ μὲν ἄλλα τῶν ἐπιχειρημάτων οἷον τὰ τοῦ πράγματος καὶ τὰ τοῦ τρόπου, καὶ εἴ τι ἄλλο ἡ ὑπόθεσις δίδωσι, προταγήσεται, ὡς οὐκ ἐγερτικὰ τῆς δυνάμεως· τὰ μέντοι τοῦ προσώπου τηρηθήσεται τελευταῖα, ὡς τῆς δυνάμεως ὄντα προκλητικά· οἷον οὐκ εἰκὸς θελῆσαι προδοῦναι Περικλέα, αἰσχρὸν γὰρ πρᾶγμα προδοσία, τοῦτο ἀπὸ τοῦ πράγματος· πῶς δὲ καὶ δράσεις τοῦτο πανταχόθεν ἀπόρου τούτου καθισταμένου, τοῦτο ἀπὸ τοῦ τρόπου, εἶτα ἀπὸ τοῦ χρόνου, τότε γὰρ, ὅτε πανταχόθεν ἡ πόλις ἐφρουρεῖτο καὶ μηδενὶ συνεχωρεῖτο τὸ ἐξιέναι ἢ παραβάλλειν, καὶ τελευταῖον καὶ τὰ τοῦ προσώπου· ὅτι καὶ Περικλεῖ δύσκολον, ᾧ τῇ ὑπονοίᾳ ταύτῃ ἐν προσποιήσει τιμῆς ἀεὶ δορυφόροι περίεισιν, ὡς μηδὲν αὐτὸν λαθεῖν δύνασθαι τῶν πραττομένων· καὶ διὰ ταῦτα οὖν οὐδὲ δυνηθῆναι εἰκὸς προδοῦναι αὐτόν· σκόπει οὖν, ὅτι οὐ μόνον ἐπὶ τῶν κεφαλαίων, ἀλλὰ καὶ ἐπʼ αὐτῶν τῶν ἐπιχειρημάτων τὰ τῆς δυνάμεως ἀποτρεπτικὰ, καὶ ὅσα τῷ προσώπῳ τὸ ἀδύνατον περιποιεῖται τοῦ πράγματος, πρὸ τῆς ἀπὸ τοῦ προσώπου τέτακται ἐπιχειρήσεως, καὶ μετʼ ἐκεῖνα εὐθὺς τὸ ἀπὸ τοῦ προσώπου, ὃ ἐξ ἀνάγκης τὸ τῆς δυνάμεως κεφάλαιον ἐξανίστησιν. Περὶ ὅρου.
αʹ. Σημείωσαι ὅτι ὁ τὸν ὅρον μελετῶν καὶ ὁ τὸν ἀνθορισμὸν ἀντιτιθεὶς τούτῳ τὰ πρὸ τοῦ πράγματος εἰωθότα συμβαίνειν λέγουσιν· ὁ μὲν ἐκ τῶν παρειμένων, ὁ δὲ ἐκ τῶν πεπραγμένων· ὡσαύτως καὶ ὁ τὸν συλλογισμὸν καὶ ὁ τὴν λύσιν τοῦ συλλογισμοῦ μελετῶν ἐκ τῶν ἐπισυμβαινόντων τῷ πράγματι λέγουσιν, ὁ μὲν ἐκ τῶν παρειμένων, ὁ δὲ ἐκ τῶν πεπραγμένων, ὡς μόνῃ τῇ διαστάσει τοῦ χρόνου διαφέρειν τοῦ μὴ διαμαρτεῖν τὰς δριμύτητας.
βʹ. Τὸ ἑξῆς οὕτως· τέχνη παρʼ ἡμῖν εἴρηται θαυμασία πρὸς τὸ μήτε συγκεχύσθαι τὸν λόγον, μήτε ἄπορον εἶναι, ἀλλʼ εὐκρινῆ, οἷον ἐπὶ τῶν ἐπιχειρημάτων πεποιήκαμεν, διαιτήσοντες ἐκ πόσων λαμβάνεται τὸ ἐπιχείρημα καὶ ἀπὸ τίνων· ὡς οὖν ἐπʼ ἐκείνου, οὕτως καὶ ἐπὶ τούτων ἔστιν ἰδεῖν διῃρημένης τῆς διανοίας σαφηνισθέντα, ὡς εἰ καὶ ἀπὸ τῶν αὐτῶν λαμβάνεται ὁ ὅρος καὶ ὁ ἀνθορισμὸς, καὶ ὁ συλλογισμὸς καὶ αἱ λύσεις τοῦ συλλογισμοῦ, ἀλλʼ οὖν τῷ χρόνῳ τὸ διάφορον αὐτῶν φαίνεται. τὰ γὰρ τοῦ ἀνθορισμοῦ πεπραγμένα ἀπὸ τῶν πρὸ τοῦ πράγματος λαμβάνεται, τὰ δὲ τοῦ συλλογισμοῦ ἀπὸ τῶν μετὰ τὸ πρᾶγμα. ὡσαύτως καὶ ὁ ὅρος καὶ ἡ τοῦ συλλογισμοῦ λύσις. εἰ γὰρ καὶ ἀπὸ τῶν παρειμένων ἄμφω, ἀλλʼ οὖν οὐχὶ καὶ ἀπὸ τοῦ αὐτοῦ χρόνου, ἀλλὰ τὸ μὲν ἀφʼ οὗ καὶ ὁ ἀνθορισμὸς, ἡ λύσις δὲ, ἀφʼ οὗ χρόνου καὶ ὁ συλλογισμός. Σημειωτέον δὲ κἀκεῖνο, ὅτι τετραχῶς τὸ πρόβλημα τοῦ συλλογισμοῦ, ὁρικὸν, γενικὸν, εἰδικὸν, καὶ κατὰ συμβεβηκός· ὁρικὸν, οὐκ εἰμὶ ἱερόσυλος, κλέπτης δέ. ἢ κατὰ ἀνθορισμὸν, καὶ γὰρ καὶ αὐτὸς ὅρος ἐστὶ τοῦ διώκοντος, ὡς ἐκεῖνος τοῦ φεύγοντος. ἱερόσυλος εἶ, οὐ κλέπτης· γενικὸν, ὡς ὁ συλλογισμὸς, συνάγει γὰρ ἄμφω. καὶ τοῦτο κἀκεῖνο ἱεροσυλία, καὶ οὐδὲν διαφέρει· εἰδικὸν, ἡ λύσις τοῦ συλλογισμοῦ, ἕτερον τοῦτο καὶ ἕτερον ἐκεῖνο· τίς γὰρ κοινωνία τῷ ἰδιωτικὰ χρήματα ὑφελέσθαι πρὸς τὸ κλέψαι τὰ ἱερά; κοινὸν δὲ ἀμφοῖν, τῷ τε συλλογισμῷ καὶ τῇ λύσει τούτου τὸ ἐπισυμβεβηκὸς τῷ πράγματι· ὥσπερ γὰρ περὶ τὸ πρᾶγμα ὁ ὅρος καὶ ὁ ἀνθορισμὸς μάχονται, οὕτως περὶ τὸ ἐπισυμβαῖνον τῷ πράγματι ὁ συλλογισμὸς καὶ ἡ τούτου λύσις, καὶ ταῦτα διὰ παραδείγματος πεποίηκεν ὁ τεχνικός.
Ὁ ὅρος γίνεται ἐκ τῶν παρειμένων, οἷον ἔδει σε ποιῆσαι τὸ, οὐκ ἐποίησας· ὁ ἀνθορισμὸς ἐκ τῶν πεπραγμένων, ὅτι ἔδει με ποιῆσαι τὸ, ἐποίησα· ὁ ὅρος τοῦ φεύγοντός ἐστιν, ὁ δὲ ἀνθορισμὸς τοῦ διώκοντος.
Διεῖλε τὴν διάνοιαν αὐτῶν, ὅτι ὁ μὲν ὅρος κ. τ. λ. τὴν διαφορὰν οὖν ταύτην καὶ κοινωνίαν εἶπεν ὁ Ἑρμογένης διαίρεσιν τῆς κοινωνίας καὶ τῆς διανοίας, αἰτίαν οὖσαν τοῦ μὴ πεφύρθαι τὸν λόγον μηδὲ ἄπορον εἶναι.
Ὅτι μὲν ἀναμφηρίστως ὁ μὲν ἀνθορισμὸς καὶ ὁ συλλογισμός εἰσι τοῦ διώκοντος, ὁ δὲ ὅρος καὶ ἡ λύσις τοῦ συλλογισμοῦ τοῦ φεύγοντος, ἅπασι δῆλον· ἐπὶ δὲ τοῦ παρόντος ὑποδείγματος, ὅπερ ὁ τεχνικὸς δέδωκεν, ὁ μὲν συλλογισμὸς καὶ ὁ ἀνθορισμὸς ἐπὶ τὸν ταῖς ἀληθείαις φεύγοντα μετέπεσον· ὁ δὲ ὅρος καὶ ἡ λύσις τοῦ συλλογισμοῦ ἐπὶ τὸν ὀφείλοντα διώκειν· καὶ γέγονε τὸ ἀνάπαλιν ἐπὶ τοῦ παραδείγματος διʼ αἰτίαν τοιαύτην· ἐπὶ γὰρ τῶν παραδόξων λεγομένων στοχασμῶν, οἵ εἰσιν οἱ κατʼ αἴτησιν δωρεᾶς, ἀεὶ ἡ τάξις ἀντιστρέφεται, ὁ γὰρ αἰτῶν τὴν δωρεὰν φιλόσοφος ἐπὶ τῷ πεῖσαι τὸν τύραννον, καταθέσθαι τὴν τυραννίδα, καὶ ὁ ἀνῃρηκὼς τύραννον ἐν τῷ μαίνεσθαι, καὶ τοῦτο αὐτὸ αἰτῶν, τὸ τὴν τυραννοκτόνον λαβεῖν δωρεὰν ὀφείλοντες ἐν τάξει φευγόντων εἶναι, τόπον κατηγόρων ἐπέχουσι, καὶ τὰ τῶν κατηγορούντων ἁρπάζουσι κεφάλαια, παραχωροῦντες τοῖς, πρὸς οὓς ἡ αἴτησις τῶν φευγόντων, οἵπερ ὤφελον ἔχειν τὰ τῶν κατηγορούντων· διὰ τὸ ἐναλλὰξ οὖν χρῆσθαι τοῖς κεφαλαίοις ἑκατέροις καὶ τοὺς αἰτοῦντας καὶ τοὺς αἰτουμένους, παράδοξοι οἱ στοχασμοὶ λέγονται· ἐπεὶ ὅτι ἄνευ τούτων ἐν τοῖς λοιποῖς ἅπασιν ὁ μὲν ἀνθορισμὸς καὶ ὁ συλλογισμὸς τοῦ διώκοντός εἰσιν ἀεὶ, ὁ δὲ ὅρος καὶ ἡ τοῦ συλλογισμοῦ λύσις τοῦ φεύγοντος ὡμολόγηται· ἐπὶ μέντοι τῶν κατὰ ἀμφισβήτησιν δωρεᾶς, τυχὸν τῶν δύο ἰατρῶν, ἢ τοῦ καταδραμόντος ἀπὸ τῆς ἀκροπόλεως τοῦ τυράννου, καὶ τοῦ ὑπαντήσαντος καὶ ἀνελόντος οὐχ ἡ αὐτή ἐστι διαίρεσις τῶν κεφαλαίων. ἀλλὰ διπλῆ ἀντεξέτασις, ἑκατέρου διὰ τῶν τεττάρων τούτων κεφαλαίων τὰ μὲν ἑαυτῷ πεπραγμένα συνιστῶντος, τὰ δὲ τοῦ ἀντιδίκου ἀνατρέποντος.
γʹ. Ὁ ὅρος καὶ ὁ συλλογισμὸς καὶ ὁ ἀνθορισμὸς καὶ ἡ τοῦ συλλογισμοῦ λύσις τέσσαρα ταῦτα δύο συζυγίας ποιοῦσι τῷ δοκεῖν κατὰ τῶν ἀντικειμένων ἀλλήλοις ἀντεφαρμόζοντα· καὶ γὰρ ἡ πρώτη ἀπὸ τῶν πεπραγμένων καὶ παρειμένων τὸ ἰσχυρὸν ἑαυτῇ περιποιεῖται· καὶ ἡ δευτέρα δὲ ὁμοίως ἀπὸ τῶν αὐτῶν κρατύνεσθαι βούλεται, ἐπειδὴ δὲ ταῦτα τῇ τῆς ἐννοίας δυνάμει τὰ αὐτὰ ὄντα ἄγνοιαν ἡμῖν ἐμποιεῖ, ἐκ ποίων μὲν πεπραγμένων, τίνων δὲ παρειμένων ἐργάζεται, ἔστʼ ἂν ἡ τοῦ χρόνου ταῦτα διασαφήσῃ διάστασις· τὰ μὲν ἀπὸ τοῦ πρὸ τοῦ πράγματος εἰποῦσα λαμβάνεσθαι, τὰ δὲ ἀπὸ τῶν μετὰ τὸ πρᾶγμα· διάστασις γὰρ χρόνου λέγει τὰ πρὸ τοῦ πράγματος καὶ τὰ μετὰ τὸ πρᾶγμα. καὶ τῇ παρʼ ἑαυτῆς εὐκρινείᾳ τὸ ἐν αὐτοῖς συγκεχυμένον τε καὶ πεφυρμένον διακαθαίρουσα καὶ τὸ οἰκεῖον ἑκάστῳ τούτῳ προσνέμουσα· εἰκότως μόνην ταύτην ὁ τεχνικός φησι τοῦτο παρασχεῖν· λέγω δὲ τὸ μὴ διαμαρτεῖν τὰς δριμύτητας ἤγουν τὰς ἀπὸ τῆς τοῦ χρόνου διαστάσεως εὐκαίρως καὶ καταλλήλως ἑκατέρᾳ ἀντιθέσει παρευρεθείσας ἀντιλογίας· ταῦτα γὰρ δριμύτητα ἐνταῦθα καλεῖ· δριμύτητας δὲ ταύτας ἐκάλεσεν, ἐπεί τοι δοκοῦσι κ. τ. λ. τοιαύτη δὲ καὶ ἡ τῆς δριμύτητος ἰδέα, διὰ τῶν ἀφελῶν δοκούντων καὶ κοινοτέρων ἀνύουσα τὸ ἑαυτῆς. ἢ δριμύτητας ταύτας καλεῖ διὰ τὸ δραστήριον καὶ ἐργαστικὸν τοῦ προκειμένου· τοιοῦτον γὰρ πᾶν τὸ δριμύσσον.
Περὶ διασκευῆς.
Ἡ διασκευὴ οὐκ ἔστι διήγησις, ἀλλὰ τῶν ἐν τῇ διηγήσει ψιλῶς εἰρημένων σεσωματοποιημένη φράσις ἁρμόττουσα καὶ ἐπιλόγοις· οἷον. Αὖ ἔρυσαν κ. τ. λ. καὶ τοῦ θεολόγου, ὁμοίως περιστάντες γὰρ ἡμᾶς ὁ τῶν ἑταίρων καὶ ἡλίκων χορὸς, ἔστι δὲ ὧν καὶ διδασκάλων οὐ μεθήσειν ἔφασκον. διαφέρει δὲ ἡ ἠθοποιία διατυπώσεως τῷ τὴν μὲν ἠθοποιίαν περιστατικὰ ἔχειν, οἷς καὶ διαπλατύνεται, τὴν δὲ διατύπωσιν τῷ τρόπῳ μόνῳ πλατύνεσθαι, ὡς τὰ ἀνωτέρω ῥηθέντα παραδείγματα.
δʹ. Τῷ ἐνδιασκεύῳ, ὡς ἐφʼ οὗ μέλλομεν ὑποδείγματος παραθέσθαι· τὸν τρόπον γὰρ πλατύνοντες ὅπως ἤγετο τὴν ἐπὶ θάνατον ὑπὸ τοῦ τυράννου ἐκδοθεὶς, εὐθὺς καὶ τὰς προσωποποιίας ἐπάγομεν, γυναικῶν, φίλων καὶ τῶν ὁμοίων.
εʹ. Ὡς ἐπὶ τούτου· τύραννον προτραπείς τις ὑπὸ τῶν πολιτῶν προσκυνῆσαι, εἶτα ἀπαγορεύσας πρὸς τοῦτο, ἐκδίδοται πρὸς τοῦ τυράννου ἄγεσθαι τὴν ἐπὶ θάνατον· ἐνταῦθα κἂν μή τι τοιοῦτον ἐπράχθη, ὅμως ἔξεστί σοι διατυποῦν οὕτως, ὅτι περιστάντες αὐτὸν, γυνὴ, τέκνα καὶ τὸ λοιπὸν γένος, ἅμα φίλοις θερμότερόν τε τοῦτον ἠσπάζοντο, καὶ πολλοῖς τοῖς δάκρυσι πλύνοντες, τοιούτοις αὐτοῦ λόγοις τὸ ἀπηνὲς καὶ σκληρὸν καταμαλάττειν ἐπεχείρουν ἦθος, γυνὴ μὲν ἐντεῦθεν βοῶσα, ἄνερ, μνήσθητι γυναικός τε καὶ παίδων καὶ τῶν ἐπὶ τούτοις χαρίτων, καὶ μὴ ὡς ἐχθροὺς ἡμᾶς ἀμυνόμενος τὸν ἀνέλπιστον ὑποστροφῆς χωρισμόν σου προξενήσῃς ἡμῖν, πολλὰς μὲν γὰρ ἀποδημίας ἐστείλω καὶ μακροτέρας ἔστʼ ὅτε τῆς προθεσμίας. ἀλλʼ ὅμως κἂν ὀψὲ, ἧκες γοῦν, καὶ τῆς χαριεστάτης σου θέας ἡμᾶς ἔπλησας· νῦν δὲ καὶ τὴν ἀποδημίαν ὁρῶμεν ὡς χαλεπήν· δήμιον γὰρ καὶ ξίφος ὄχημα κέκτηται. καὶ τὸ πάλιν νοστῆσαί σε, ἀπροσδόκητον ὄν. ἐμοὶ μὲν γὰρ τὰ τῆς χηρείας, τοῖς δὲ τέκνοις ἡμῶν τὰ τῆς ὀρφανίας ἐπαπειλεῖ δυσχερῆ. ἐπικάμφθητι ἡμῶν καὶ κάμψον γόνυ τῷ διὰ τοῦτό σε τοῦ ζῇν ἀπελαύνοντι· μάλαξον τὸ σκληρὸν ἦθος ὑπείκων τῷ βουλήματι τοῦ κελεύοντος. καὶ συμμαλάξας πᾶν τὸ προσδοκώμενον τῷ ἡμετέρῳ χωρισμῷ ἀπηνές. καὶ γυνὴ μὲν οὕτως· ἑτέρωθι δὲ φίλοι, ὡς ἀφιλέταιρος οὗτος καὶ πρὶν μὲν, νῦν δὲ μάλιστα, καὶ μικρὸν ἢ οὐδὲν φροντίζων συγγενῶν καὶ τῆς ἄλλης φρατρίας· τί γὰρ μέγα ἢ χαλεπὸν προσταττόμενος προτιμότερον ἄγει τοῦ ζῇν τὸν θάνατον; οὐχὶ καὶ παῖς ὢν πολλάκις ὤκλασεν ἐπὶ γόνυ, οὐχὶ καὶ ἄκων πταίσας τὸν πόδα ὠλίσθησε πρηνὴς ἐπὶ γῆς; τούτων τι καὶ τὸ παρὸν λογισάσθω, ἐξ οὗ τυράννου μὲν τῶν διʼ ἐπιθυμίας πλησθήσεται φιλοτιμία· ἡμῖν δὲ περιέσται ὁ φίλτατός τε καὶ θυμηρέστατος. ἀνάβλεψον ἄνθρωπε πρὸς τὸν οὐρανὸν, καὶ ἴδε τὰ κάλλη τούτου· καὶ τὸν ἐν αὐτῷ λαμπτῆρα, ἀμηχάνῳ τινὶ ὡραιότητος λάμψει τὴν οἰκουμένην πυρσεύοντα. μὴ καταλίπῃς τὸ γλυκὺ αὐτοῦ φῶς, οὗ τοῖς λαβοῦσιν αἴσθησιν οὐκ ἀνάλγητος πάντως ἡ στέρησις· πρόσχες τῇ γῇ, οἵοις καὶ ὅσοις παντοδαποῖς κομᾷ καὶ αὕτη καλοῖς καὶ τὴν ἀθάνατον δοκῶ μοι φύσιν ἱκανῶς ἐπάγεσθαι, μήτιγε δὴ ἄνθρωπον, ᾧ δίαιτα πρὸς τοῦ κρείττονος τὸ θαυμαστὸν ἀφώρισται τοῦτο χωρίον. δεινὸν τοῖς παρὰ θεοῦ δεδομένοις μὴ χάριν ἔχοντα ἥδεσθαι, ἀλλʼ ἐν ἐχθροῦ μοίρᾳ τὴν δωρεὰν ἀποτίθεσθαι, ἀλλʼ οὐδεμία σοι τούτων φροντίς· εἰ μὲν βελτιόνων ἐλπίδι, οὐδεὶς ἂν μέμψαιτο· εἰ δʼ οὐδενὸς ἕνεκεν, μανία τὸ πρᾶγμα καὶ παροινία οὐδʼ ἥν τινα ἀπολιποῦσα ὑπερβολήν· ἀλλὰ γενοῦ τοῦ καθήκοντος· πολλάκις συμβούλους ἡμᾶς παρέλαβες, καί σε τοῖς προσήκουσι παρεστήσαμεν· τούτων τι καὶ τὰ παρόντα λελογισμένος τοῖς πρὸς τὸ ἄμεινον παρακαλοῦσι πάρασχε τὴν ῥοπὴν, πείρᾳ προειληφὼς, ὡς τὸ συμφέρον σοι ἀεὶ προμηθούμεθα· καὶ οὕτως μὲν ἐπὶ τῶν τοιούτων καὶ τῶν ὁμοίων, δίδωσι γὰρ ταῦτα καὶ χορηγεῖ ἡ ὑπόθεσις· ἐπεὶ καὶ τύραννος τυχὸν, ὧν ἐβούλετο, ἀνήσει τὴν τιμωρίαν, ἐὰν δὲ φόνου τυχὸν ἤ τινος τῶν τοιούτων ὑπέχων τὴν δίκην ἐπὶ τῷ κολασθῆναι ἐκδίδοται, οὐκ ἔχει ταῦτα χώραν πραχθῆναι, ὧν οὐδὲν ποιούντων ἢ λεγόντων τῆς τιμωρίας ἐξελέσθαι δύναται.
ϛʹ. Οἷον ἡ ἔκφρασις· τὸ παρὸν δὲ τοῦτο παράγγελμα οὐ περὶ τῶν ἐναγωνίων ἐστὶ διηγημάτων, ἀλλὰ περὶ τῶν ἁπλῶς, ἱστορικῶν φημι καὶ πανηγυρικῶν· ἀντιδιαστέλλομεν γὰρ τὸ ἱστορικὸν τοῦ πανηγυρικοῦ, Ἀριστοτέλει ἐξακολουθοῦντες, τέταρτον τοῦτο εἶδος ἐπεισάγοντι ῥητορικῆς· τὰ δὲ ἐφεξῆς εἰρημένα Ἑρμογένει περὶ τῶν ἐναγωνίων προϊόντες σὺν θεῷ ἐπιδείξομεν, ἰστέον μέντοι, ὡς ἐκφράζοντές τινα μάλιστα τόδε διατυπώσομεν διὰ τὸ ἐνάργειαν τηνικαῦτα ποιεῖν βούλεσθαι.
ζʹ. Εἰ γὰρ κατὰ τοὺς τρεῖς χρόνους τῇ διατυπώσει χρῷο, προσκορὴς ἔσῃ, καὶ ψυχρολογίᾳ ἁλώσῃ· τὰ παρελθόντα δὲ μόνα διατυποῦν κελευόμεθα, ἐπεί τοι δεόμεθα τὰ μηκέτι ὄντα ὥσπερ εἰς μέσον θεῖναι, καὶ οἱονεὶ ὑπʼ ὄψιν ἀγαγεῖν τῇ διασκευῇ, ὡσαύτως δὲ καὶ τὰ μέλλοντα ἔσεσθαι ἔξεστι διατυποῦν, ὡς ἂν τῶν μήπω ὄντων ὡς ἤδη παρόντων αἴσθησιν λάβωμεν, τὰ γὰρ παρόντα ὡς ἐνεστῶτα καὶ δῆλα τοῖς πᾶσιν ὄντα γινώσκεται, ταῦτα δὲ τὰ κατὰ τοὺς τρεῖς φησι χρόνους διηγήματα ὡς ἐπίπαν ὑπὸ μόνην τῶν ἐναγωνίων ἐμπίπτει τὴν πραγματικήν· ἐπὶ γὰρ τοῦ δικανικοῦ σπανίως ἐστὶν εὑρεῖν τοῦτο· ἅπασαι γὰρ αἱ τοῦ δικανικοῦ διηγήσεις τοῦ παρεληλυθότος εἰσίν· οὐδεὶς γὰρ τῶν ἄρτι πραττομένων καὶ μήπω πέρας εἰληφότων ὑπέχει εὐθύνας· μόνη οὖν τοὺς τρεῖς χρόνους ἔχει πραγματικὴ, διὰ μὲν τὰ ἐνεστῶτα ἔσθʼ ὅτε δοκιμάζουσα καὶ τῶν μελλόντων κατευστοχεῖν, περὶ ὧν καὶ πρόκειται ταύτῃ διαλαβεῖν, ἀνατρεχούσῃ δὲ καὶ ἐπὶ τὰ πρῴην, εἴπερ εὑρίσκοιτο τὸ προτεθὲν αὐτῇ διαπεράνασθαι καὶ ἐκ τούτων, πᾶν γὰρ τὸ ἐπίσκεψιν προτεινόμενον ἢ κακὸν ἢ συμφέρον καὶ τὰ ἑξῆς κατὰ τοὺς τρεῖς, εἰ ἐγχωρεῖ, δοκιμάζεται χρόνους, κατὰ τὸν παρεληλυθότα, ὅπως πρὶν ἢ γένηται τὸ παρὸν εἶχε τὰ πράγματα, ὅπως τε νῦν ἔχει, τοῦτο δὲ οὐ δεῖται διδασκαλίας ποικίλης, αἴσθησιν τοῦ παρεῖναι παρέχον, καὶ ὅπως ἕξει μετὰ τοῦτο, καὶ τὸ ἐκβησόμενον τοῖς τελικοῖς συγκαταριθμεῖται. Ὑπόδειγμα δὲ τῶν λεγομένων τοῦτο, ῥεῖ ἐπὶ τὴν Κατάνην ἀπὸ τῆς Αἴτνης τὸ πῦρ· καὶ συμβουλεύει τις μετοικεῖν· ἐνταῦθα γὰρ διατυπώσει ὁ ῥήτωρ τὴν πρὸ τοῦ πυρὸς τῆς ῥύσεως ἀδεᾶ καὶ πεποιθότως τῶν πολιτῶν κατοικίαν φάσκων, ὅπως ἔχοι αὐτοῖς τὸ πρᾶγμα καθʼ ἡδονὴν, σπείρουσι μὲν τοὺς ἀγροὺς, φυτεύουσι δὲ τὴν γῆν ἀνυπόπτως τῆς νῦν περιστάσης ἀνάγκης, ἐξάγουσι δὲ ποίμνια καὶ βουκόλια καὶ συνάγουσιν ἐπὶ νομάς τε καὶ ἀπὸ νομῶν σὺν ἀγαθῇ τῇ ἐλπίδι· καὶ οἷον ἔφριττε μὲν τὰ λήια γλαφυρὸν, ἠρέμα ζεφύρου ὑποκινοῦντος, ἔβρυε δὲ τὰ φυτὰ, καὶ λειμῶνες τῇ ποικιλίᾳ χρωννύμενοι τῶν ἀνθέων ἔαρος ὥρᾳ εἱστίων τὰ αἰσθητήρια κάλλεσιν ἀμυθήτοις καὶ ταῖς εὐώδεσιν ἀποφοροῖς· ἄρνες δὲ καὶ μόσχοι καὶ ἔριφοι ἁπαλὸν σκιρτῶντες καὶ συνεχὲς ἡδὺ θέαμα τοῖς ὁρῶσιν καθίσταντο, ἅπερ ἅπαντα ἐπέλιπεν νῦν τῇ δυσελπιστίᾳ, μήτε τῶν ὑπόντων εὐφραινόντων διὰ τὰ προσδοκώμενα χαλεπὰ, μήτε τῆς προτέρας ἐπιμελείας ἀξιούντων ἡμῶν τὰ πρὸ τοῦ περισπούδαστα· ἐννόει γάρ μοι τὰ μέλλοντα, ἐπεὶ γὰρ πυρὸς αὕτη φύσις τὰ ἐμπίπτοντα δαπανῶσαν τὰ ὑπόλοιπα ἐπινέμεσθαι, τίνες ἐσόμεθα, ἐπειδὰν ἐπιλείποντες τοῦ ὑπεκκαύματος αὐτῇ τῇ πόλει τὸ πῦρ ἐπιστῇ βρέμον μὲν ἀπηχὲς, μυκώμενον δὲ ἄγριον, πᾶν δὲ τὸ ἐμποδὼν ἀφανίζον· καὶ μέσους ἡμᾶς σωτηρίας ἀπολάβῃ ἀπόρους. διὰ ταῦτα μὲν μεταναστεύειν χρεών. Διὰ τί μὲν οὖν τὰ ἐνεστῶτα οὐ διασκευάζεται, εἴρηται, καὶ ὅτι ἐπὶ μόνης πραγματικῆς τὸ νῦν τοῦ τεχνικοῦ ἰσχύει παράγγελμα, τὸ γὰρ τῆς ἱστορίας οὐ τῶν ἐναγωνίων.
ηʹ. Σημειωτέον, ὅτι ἐνταῦθα οὐδαμοῦ χρόνου διαφορᾶς μνημονεύει· λέγει γὰρ περὶ τοῦ δικανικοῦ, ὅπερ ἀεὶ περὶ τὸν παρῳχημένον ὁρᾶται χρόνον, ἐπειδὴ ἐνταῦθά ἐστι τοῖς προγενεστέροις τῶν περὶ οὗ ἡ κρίσις ἀποχρήσασθαι πρὸς αὔξησιν τούτων, καὶ διασκευάσαι ὁμοίως καὶ ταῦτα, ὥσπερ ἐν τῷ τῆς παραπρεσβείας τὸ κατὰ Φωκέας πάθος, διὰ τοῦτό φησιν, ὅτι ἐν ταῖς διηγήσεσιν αὐτοῦ μνήμην ποιησόμεθα, τουτέστι τοῦ διασκευασθῆναι ὀφείλοντος, ὡς τοῦ πράγματος αὐτοῦ, τοῦ περὶ οὗ ἡ κρίσις, οὐ διασκευαζομένου μόνον, καὶ τοῦτο ὅτε δεήσειεν κατὰ τὸν τῆς διηγήσεως τόπον, ἀλλὰ κατασκευαζομένου μόνον, καὶ τοῦτο ὅτε δεήσειεν, εἴπομεν δὲ τοῦτο, ἐπειδὴ καὶ αὐτὸς οὕτως ἐδίδαξεν· εἰσὶ καὶ ἁπλαῖ διηγήσεις· οὐ διασκευάζεσθαι δὲ ἔφαμεν κατὰ τὸν οἰκεῖον τόπον τῆς διηγήσεως τὸ περὶ οὗ ἡ κρίσις, ἐπειδὴ ἐν τοῖς ἀπʼ ἀρχῆς ἄχρι τέλους, ὅπου καὶ ἡ τελεία αὔξησις οὐδὲν κωλύει, καὶ ἐπὶ τῶν ἐπιλόγων. τὸ δὲ περὶ οὗ ἡ κρίσις προσεθήκαμεν, ἐπεὶ τὸ πρὸς τὴν κρίσιν συμβαλλόμενον καὶ βοηθοῦν διήγημα διασκευασθήσεται πάντως· χρὴ μέντοι εἰδέναι, ὡς τότε ἄπορον εἰς διατύπωσιν τὸ πρᾶγμα, ὅταν ἀφʼ ἑαυτοῦ ἰσχύῃ ἐν τῇ διηγήσει, ὡς αὐτὸς οὗτος ἐδίδαξεν ὁ τεχνικὸς, διὸ καὶ κατασκευάζεσθαι μόνον διδάσκει ἡμᾶς διὰ τούτων τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους· οὐ τῷ ὑπομερισμῷ, ὥσπερ εἴωθεν ταῦτα, καθὼς καὶ αὐτὸς διδάξει προϊών· ἀλλὰ κατασκευάζεσθαι λέγει ταῦτα, ὅτε διατυπώσεως ἀπορεῖ τὰ πράγματα τῷ πλαστῷ· ὃ μετὰ τὸ ἐπιχείρημα καὶ τὴν ἐργασίαν τίθεται· καὶ τούτου ὑπόδειγμα παραθήσομεν μετʼ ὀλίγον.
Τὸ ἀθρόον οὕτως, ἀλλʼ οὐρῶν σὺν ἡμῖν καὶ τὰ οὐροδόχα συντρίβων ἀγγεῖα, πῶς οὐ ταῖς ἐσχάταις περιέβαλες ἡμᾶς ἀτιμίαις; εἶτα τὸ πλαστὸν μετὰ τὸ ἐπιχείρημα καὶ τὴν ἐκ παραβολῆς ἐργασίαν οὕτως· τὸ γὰρ εὑρεῖν καὶ ἀλλοεθνέσι χείριστον, μήτι γε δὴ πολίταις τε καὶ συστρατιώταις· τοῦτο τὸ ἐπιχείρημα ἀπὸ προσώπου καὶ πράγματος, εἶτα ἡ ἐργασία ἀπὸ μικροτέρου· οὐδὲ γὰρ ὁ ἐμπτύσας τινὰ ἐγκλήματος ἀπολύεται, ἀλλʼ ὑπέχει καὶ μικροτέρας ὕβρεως δίκην· εἶτα τὸ πλαστὸν οὕτως· εἰ δὲ τότε, ὅτε ἀσελγαίνειν αὐτοῖς ταῦτα ἐπεχειρεῖτο, παρῆν τις σωφρονῶν τῶν δυναστείας περιβεβλημένων, ἄρα ἂν ἠνέσχετο τούτων, οὐκ ἂν ἔγωγε φήσω· ἰστέον δὲ, ὡς τοιαύτη κατασκευὴ λέγεται ἐπὶ τούτων, καθὰ ἐνταῦθα ὑπεδειγματίσαμεν.
ιʹ. Πλάσαντες, ὅταν μετὰ προσωποποιίας προάγωμεν, πλαστὰ δὲ ἐπιφέροντες, ὅταν ἄνευ προσωποποιίας· τί δὲ τὸ λεγόμενον, ἔγνωμεν ἐν τοῖς ἀπʼ ἀρχῆς ἄχρι τέλους.
ιαʹ. Καλῶς τοῦτο ἐπεσημήνατο, ἐπεὶ δύναται ὁ ὑπομερισμὸς καὶ ὡς πνεῦμα ἀποταθῆναι καὶ ὡς περίοδος συστραφῆναι· ὡς πνεῦμα μὲν οὕτως· ἐπὶ γὰρ τοῦ τοὺς υἱοὺς ἀποκτείναντος ἀκρίτως γενόμενος ἐν τοῖς ἀπʼ ἀρχῆς ἄχρι τέλους ὑπομερίσας κατὰ πνεῦμα ἐρεῖς, εἰ γὰρ εἰς μηδὲν ἀγχιστεύοντας τὴν μιαιφονίαν εἰργάσατο, εἰ γὰρ εἰς ξένους ἢ εἰς ὀθνείους, οὐκ ἂν ἀπῄτησα δίκας αὐτὸν, οὐκ ἂν προὐκαλούμην, οὐκ ἂν ὑπέβαλον τιμωρίᾳ, νυνὶ δὲ φιλτάτους, γνησίους, οὓς ἐγέννησεν, οὓς ἔθρεψεν· ὡς δὲ περίοδος οὕτως· ἄλλος μὲν οὖν τις ἐνδίκως ἂν δοίη τιμωρίαν, καὶ εἰς μηδένας τῶν προσηκόντων τὸ τοῦ φόνου δεδρακὼς μῦσος· οὗτος δὲ τρεῖς ἀποκτείνας υἱοὺς ἀθῳωθήσεται· οὕτως μὲν οὖν δυναμένου τοῦ ὑπομερισμοῦ ἀποταθῆναι καὶ συστραφῆναι, φησὶν ἐνταῦθα ὁ τεχνικὸς, ὡς ἡνίκα διαποροίη διασκευῆς ἡ διήγησις, τοὺς ὀφειλομένους ὑπομερισμοὺς τοῖς ἀπʼ ἀρχῆς ἄχρι τέλους ἐν τῇ διασκευῇ τηρήσεις, οὐχ ἵνα χρήσῃ οὕτως, ἀλλʼ ἵνα τῇ μὲν ἐννοίᾳ ὑπομερίσῃς, τῇ λέξει δὲ διατυπώσῃς βραχέσι τοῖς κώλοις χρώμενος· δύο δὲ λοιπὸν ὄντων τῶν τῆς διασκευῆς τρόπων, ἑνὸς μὲν ἐν τοῖς ἀπʼ ἀρχῆς ἄχρι τέλους, ἑτέρου δὲ ἐν τοῖς ἐπιλόγοις, ἐν οἷς τὸν ἔλεον ἐκβάλλομεν, παρʼ ὅσον ἐπὶ τῶν τοιούτων ἐκβάλλεται ἡ διασκευὴ τῶν ἀπʼ ἀρχῆς ἄχρι τέλους εὔδηλον, ὡς κατὰ τοὺς ἐπιλόγους τὰ νῦν ἰσχύει παραγγέλματα.
ιβʹ. Τῶν ἄλλων ἀναιρεθέντων τῆς διασκευῆς τόπων, πρόδηλον, ὡς ταῦτα νῦν περὶ τῆς ἐν ἐπιλόγοις διασκευῆς ἤτοι διατυπώσεως λέγει· πῶς δὲ διάφορα ἔσται τὰ τῆς φράσεως μόνον; ἵνα μὴ λέγωμεν ὡς πνεῦμα ἀποτείνοντες, ἢ στρογγύλως κατὰ περιόδους ἐκφέροντες, ὡς φθάνομεν τὸ παράδειγμα θέντες, ἀλλʼ οὕτως νῦν τοῦτον ὁρᾶτε τὸν ἀπὸ τῆς ἀκριβείας τοῦ νόμου λαβόντα συναίσθησιν τοῦ εἰργασμένου αὐτῷ κακοῦ, ἀλλʼ ἐκεῖνον τὸν ὠμὸν, τὸν ἀπάνθρωπον, τὸν ἀγνοήσαντα τὴν φύσιν, τὸν μὴ ἑνὸς ἀρκεσθέντα τῷ μιάσματι, τὸν ἐχθροῦ χεῖρον περὶ τὰ φίλτατα διατεθέντα, τὸν μηδὲ τὴν τοῖς ξένοις ὀφειλομένην αἰδῶ τοῖς γένεσι διασώσαντα, ταῦτα γὰρ οὐδὲν ἕτερον κατὰ τὴν ἔννοιαν, ἢ ὁ ὑπομερισμὸς, διαφέρει δὲ τῷ ἀσυνδέτῳ καὶ τῇ βραχύτητι τῶν κώλων· ὡς διατυποῦντες δὲ εἴρηται τῷ τεχνικῷ ἀντὶ τοῦ παθητικῶς ἐξαγγέλλοντες· ἡ γάρ τοι διατύπωσις παθαίνειν εἴωθεν τὸν ἀκροατήν· γίνεται δὲ τούτῳ τῷ ἀσυνδέτῳ σχήματι καλουμένῳ, διὸ καὶ ὡς ἐπίπαν τοῦτο τὸ σχῆμα τῷ παθητικῷ τόπῳ τηρεῖται, ὅς ἐστιν οἱ ἐπίλογοι, ἀθροισμὸν πραγμάτων καὶ ἠθῶν καὶ παθῶν περιέχοντες.
ιγʹ. Κατασκευαστικὰ μὲν γὰρ κῶλα τὰ μακρὰ καὶ σχοινοτενῆ, ὡς τό· ἀλλʼ ὁ τὴν Εὔβοιαν σφετεριζόμενος· διασκευαστικὰ δὲ τὰ βραχέα καὶ πάθη κινοῦντα, ὡς τό· ἦν ὁρᾷν ταῦτα πάντα, οἰκίας κατεσκαμμένας, χώραν ἔρημον τῶν ἐν ἡλικίᾳ, καὶ ὥσπερ ἃ μετʼ ὀλίγον αὐτὸς ἐρεῖ οὗτος ὁ τεχνικὸς, τὸ τριακοσίους ἐθύσατε καὶ τὰ ἑξῆς, ἃ σχεδὸν τῇ βραχύτητι κόμματα ἂν εἴη.
ιδʹ. Τοῦτο λέγει φυλάττεσθαι ἐν τῇ διασκευῇ τοῦ μὴ κατασκευαστικῶς ἐπιχειρῆσαι.
ιεʹ. Ἀπὸ τῆς διασκευῆς δηλονότι, ὡς ἀνωτέρω παρεθέμεθα, τὸ δὲ, εἰ γὰρ καὶ διαποροίη τὸ πρᾶγμα διασκευῆς ἀθρόως, ὁ ὑπομερισμὸς προσωποποιίας οὐκ ἀπορεῖ, ἀντιπίπτοντος πόρου ἐστὶ λύσις, ὥς τινος γὰρ ἠπορηκότος ἄρα ἐνδέχεται, ὥσπερ τὸ πρᾶγμα ἀπορεῖ πολλάκις διατυπώσεως· οὕτως καὶ ὁ ὑπομερισμὸς προσωποποιίας λύει τὸ ἀντιπίπτον, ὡς οὐκ ἀπορεῖ· εἰ γὰρ σχεδὸν ταὐτόν ἐστι πᾶς ὑπομερισμὸς ἤτοι ὑποδιαίρεσις προσωποποιία, ὡς προϊὼν διδάξει, πῶς ἄρα προσωποποιίας ἀπορήσει; δεῖ γὰρ τὸ ἀθρόως προσυπακούεσθαι τὸ διασκευῆς ἀθρόως ἐπιφερόμενον, δεῖγμα γὰρ τοῦτο καὶ παραστατικὸν τοῦ, πάντως ὅτι διασκευῆς ἄπορον τὸ πρᾶγμα τότε ἀθρόως ἐπιφέρεται.
Δεῖ προσυπακούειν τὸ ἐπιφερόμενον, ἵνα ᾖ νοούμενον οὕτως, εἰ γὰρ καὶ ἀθρόως ἐπιφερόμενον τὸ πρᾶγμα διασκευῆς ἀπορεῖ, ἀλλʼ οὐχὶ καὶ ὁ ὑπομερισμὸς προσωποποιίας.
ιζʹ. Ὡς γὰρ ἀπὸ τῆς διασκευῆς δυνατὸν ἀναδραμεῖν ἐπὶ τὸ πρᾶγμα ἀνεμποδίστως, οὕτως καὶ ἀπὸ τοῦ ὑπομερισμοῦ παράδειγμα, πῶς ἀπὸ τῆς διασκευῆς ἐπὶ τὸ πρᾶγμά ἐστιν ἐπανελθεῖν τὸ προκείμενον τοῦ τεχνικοῦ· μετὰ γὰρ τὸ εἰπεῖν ἐνδιασκεύως, τριακοσίους ἐθύσατε, ὡς ἱερεῖα, ὡς σφάγια ὠμῶς καὶ ἀνηλεῶς, καὶ διατυπῶσαι οὕτως λέγοντας, οἷα ἐποίουν περιπτυσσόμενοι ἀλλήλους, ἐπανατρέχεις εἰ βούλει πάλιν ἐπὶ τὸ πρᾶγμα ἀνεμποδίστως λέγων, τούτους ἐθύσατε, διεφθείρατε τὸν ἀριθμὸν ὑμῶν τὸν ἐπαινούμενον. ἀπὸ δὲ τοῦ ὑπομερισμοῦ οὕτως· οἷον ὡς ἐπὶ τοῦ μάγου τοῦ αἰτήσαντός τινος θυγατέρα καὶ μὴ τυχόντος, εἶτα πεποιηκότος αὐτὴν εἰδώλου ἐρᾷν· ἐνταῦθα γὰρ μετὰ τὸ ὑποδιελεῖν τὸν τοῦ εἰδώλου ἔρωτα καὶ εἰπεῖν οὕτως· εἰ γὰρ ἀνδρὸς ἤρα, εἰ γὰρ σοῦ αὐτοῦ ἤρα, οὐκ ἂν ἐπὶ σὲ ἦγον τὴν αἰτίαν, εὐθὺς ἀνατρέχει ἐπὶ τὸ πρᾶγμα, λέγων οὕτως, νῦν δὲ εἰδώλου ἐρώσης, πῶς οὐκ ἐπί σε ἀνοίσομεν τὴν αἰτίαν· ὡσαύτως δὲ τετήρηται καὶ ἐπὶ τῶν λεγομένων χωρίων γινόμενον· διό φησι καὶ ὁ τεχνικός· «ταυτολογεῖ δὲ διασκευῇ καὶ ἡ τῶν καλουμένων χωρίων ἀγωγή·» ἀντὶ γὰρ τοῦ ὅμοιον πάσχει εἶπε τὸ ταυτολογεῖ, καὶ τοῦτο ἀπὸ τοῦ παραδείγματος δῆλον ἀπὸ τοῦ τεχνικοῦ, χωρία δὲ λέγεται τὰ ἐξ ὁμοίων ἱστοριῶν εἰς ἀνατροπὴν ἢ ἔλεγχον τῶν νῦν διασκευαζομένων λαμβανόμενα, ἃ καὶ πρὸς πλέον πάθος οἶδε κινεῖν τὸν ἀκροατήν.
ΤΟΜΟΣ ΤΕΤΑΡΤΟΣ ΠΕΡΙ ΕΥΡΕΣΕΩΣ. Περὶ λόγου σχημάτων.
αʹ. Διδάξας ἡμᾶς ὁ τεχνικὸς ἐν τῷ τρίτῳ τόμῳ περὶ προκατασκευῆς καὶ βιαίου, εἶτα περὶ κεφαλαίων εἰσαγωγῆς καὶ ἐπιχειρημάτων, ἐνστάσεώς τε καὶ ἀντιπαραστάσεως, ἐργασίας τε ἐπιχειρημάτων καὶ ἐνθυμήματος, περί τε τῶν ἀπʼ ἀρχῆς ἄχρι τέλους, καὶ τάξεως ἐπιχειρημάτων ἀμφί τε ὅρου καὶ διασκευῆς, νῦν ἐκτίθεται διδασκαλίαν καλλίστην περὶ τῶν τοῦ λόγου σχημάτων, καί φησιν· ὅσα μὲν τῶν ἐπιχειρημάτων ἢ τῶν ἐργασιῶν πολιτικά ἐστι τῷ νῷ καὶ ἀποδεικτικὰ, ταῦτα προσήκει στρογγύλως ἐκφέρεσθαι, καὶ κατὰ ἀντίθετον καὶ περιόδους, ὅσα δὲ πανηγυρικὰ τῷ νῷ ἢ παραδειγματικὰ ἢ ἐκ παραβολῆς λαμβανόμενα, ταῦτα δεῖ πνευματικῶς ἐκφέροντας καὶ ἀκμαίως ἐκφέρειν, καὶ οὕτως μὲν διαιρῶν τὰ ἐπιχειρήματα εἰς δύο, καὶ τὰς ἐργασίας εἴς τε πολιτικὰ καὶ πανηγυρικὰ, τὸ μὲν σχῆμα τῶν πολιτικῶν φησι δεῖν εἶναι στρογγύλον καὶ κατὰ τὰ ἀντίθετα καὶ περιόδους, τὸ δὲ σχῆμα τῶν πανηγυρικῶν κατὰ πνεῦμα καὶ ἀκμὴν ἐκφέρεσθαι· καὶ ἐπειδὴ οὔπω ἦν μνημονεύσας τῶν τοιούτων σχημάτων, πρῶτον μὲν διδάσκει ὑποκατιὼν ἐν τῷ δευτέρῳ κεφαλαίῳ περὶ ἀντιθέτου, ἐν δὲ τῷ τρίτῳ περὶ περιόδου, εἶτα περὶ τοῦ σχήματος τῶν πανηγυρικῶν ἐπιχειρημάτων, δηλαδὴ περὶ πνεύματος καὶ ἀκμῆς καὶ οὕτως ἄριστα κατὰ τάξιν τὴν παρέπουσαν καὶ ἐκθέμενος καὶ σαφηνίσας ἓν ἐπιλήψιμον ἐποίησε περὶ τοῦ στρογγύλου σχήματος μὴ διαλαβών· εἰπὼν γὰρ, ὅτι τὰ πολιτικὰ ἐκφέρεσθαι δεῖ πάντα ἐνθυμήματα στρογγύλως κατὰ τὴν σύγκρισιν, οὕτως γὰρ δριμύτητος πλείονος δόξαν ἀποφέρονται, ἢ εἴ τις αὐτὰ ἁπλώσοι τῷ λόγῳ, ἢ πλανωμένῳ παραδείγματι ἐχρήσατο, οὐχ ὁποίῳ δεῖ κεχρῆσθαι ἐν τοῖς πολιτικοῖς, οἷον στρογγύλῳ, αἰτίαν μόνον προβαλλόμενος τὴν τοῦ Δημοσθένους χρῆσιν ὡς αὐτοῦ ἐν τῷ πολιτικῷ ἐπιχειρήματι ἡπλωμένῳ σχήματι χρησαμένου καὶ οὐ στρογγύλῳ· ἔδει οὖν αὐτὸν εἰπεῖν πρῶτον τί ἐστι στρογγύλον· εἶθʼ οὕτω φάναι ὡς εἰ καὶ εἴπομεν ἐν τοῖς πολιτικοῖς ἐπιχειρήμασι σχήματι δέον κεχρῆσθαι στρογγύλῳ, ὅμως εὑρίσκεται πολλάκις ἀντὶ στρογγύλου ἡπλωμένον, ὡς παρὰ Δημοσθένει, ὡς ἂν ἀμφότερά τις μεμαθήκοι διαφορὰν τοῦ στρογγύλου καὶ ἡπλωμένου, ἀλλʼ ἴσως ὡς φιλοσύντομος τὸ ἡπλωμένον διδάξας τὸ ἐναντίον αὐτοῦ ὑπονοεῖν ἡμᾶς εἴασεν, ὅπερ οὐκ ἔστι σαφοῦς διδασκαλίας· ἔστι τοίνυν στρογγύλον λόγος σύντομος ἐξ ἀντιθέσεως ἢ συγκρίσεως συμπλεκόμενος, μετὰ δριμύτητος ἐλέγχων τὸν ἐναντίον, ὡς τό· ὥσπερ γὰρ εἴ τις ἐκείνων ἑάλω, σὺ τάδε οὐκ ἂν ἔγραψας, οὕτως ἂν σὺ νῦν ἁλῷς ἄλλος οὐ γράψει.
βʹ. Τέσσαρσι τόμοις στοιχειώσας ὁ τεχνικὸς τὸ περὶ εὑρέσεως τῷ μὲν πρώτῳ τόμῳ διεξῆλθεν περὶ προοιμίων, ἐν δὲ τῷ δευτέρῳ περὶ προκαταστάσεως, ἤτοι διηγήσεως, εἶτα πλάτους διηγήσεως καὶ μήκους, ἐν δὲ τῷ τρίτῳ πρῶτον περὶ κατασκευῆς καὶ λύσεων, εἶτα περὶ κεφαλαίων, ἐπιχειρημάτων τε καὶ εἰδῶν τῶν τῆς μεταλήψεως, ἐργασίας τε ἐπιχειρημάτων καὶ ἐνθυμήματος, ἀλλὰ μὴν καὶ τῶν ἀπʼ ἀρχῆς ἄχρι τέλους καὶ τάξεως ἐπιχειρημάτων, ὅρου τε καὶ διασκευῆς· ἥκει δὲ νῦν καὶ ἐπὶ τὰ τοῦ λόγου σχήματα, ἕκαστον τῶν προεκτεθέντων ποίῳ σχήματι ἐκφέρεσθαι δεῖ διδάσκων.
γʹ. Πολιτικὰ ἀντὶ τοῦ δεινότητος φροντίζοντα καὶ τὸ πιθανὸν καὶ ἀναντίρρητον τῷ λέγοντι περιποιοῦντα.
δʹ. Σχῆμα στρογγύλον ἐστὶ λόγος σύντομος ἐξ ἀντιθέσεως ἢ συγκρίσεως συμπλεκόμενος μετὰ δριμύτητος, ἐλέγχων τὸν ἐναντίον ὡς ἔχει τόδε. ὥσπερ γὰρ εἴτις ἐκείνων ἑάλω σὺ τάδε οὐκ ἂν ἔγραψας. οὕτως ἂν σὺ ἁλῷς, ἄλλος οὐ γράψει. —Ἐπίτασίς ἐστιν τὸ οὔτε· οὔτε ὑπὲρ εὐεργετῶν ἐποίουν· ἐνδέχεται μὲν γάρ τινα ὑπὲρ φίλου κινδυνεύειν, ὑπὲρ δὲ τοῦ μηδὲν ὠφεληκότος εἰ μὴ καὶ παροργίσαντος κινδυνεύειν, πολλῆς ὡς εἰκός ἐστι τῆς φιλανθρωπίας καὶ ἐπιεικείας δεῖγμα τοῦτο.
Περὶ ἀντιθέτου.
αʹ. Δύο τινῶν διδασκαλίαν ἡμῖν προθέμενος ὁ τεχνικὸς ἐν τῷ προοιμίῳ τοῦ τετάρτου τόμου, περί τε λόγου πολιτικοῦ καὶ πανηγυρικοῦ, ἔφη τὸν πολιτικὸν λόγον στρογγύλως καὶ κατὰ ἀντίθετα καὶ κατὰ περιόδους ἐκφέρεσθαι καὶ διὰ τοῦ ἐναντίου παραδείγματος τοῦ ἡπλωμένου διδάξας, τί ἐστι στρογγύλον σχῆμα, νῦν διδάσκει περὶ ἀντιθέτου· καὶ ὑποκατιὼν ἐν τῷ τρίτῳ κεφαλαίῳ ἀμφὶ τῆς περιόδου διδάσκει, καὶ ἐπειδὴ ἄνευ ὅρου ἄδηλόν ἐστιν ἕκαστον τῶν λεγομένων, ὁρίζεται καί φησιν, ἀντίθετόν ἐστι σχῆμα λόγου διπλασιάζον πάντα τὸν ὑποκείμενον νοῦν. σχῆμα μὲν λαβὼν τὸ γένος, καὶ ἐπειδήπερ ἐστὶ σχήματα καὶ σωμάτων, ἔφη λόγου, τῇ διαφορᾷ ταύτῃ ἀντιδιαστείλας αὐτὸ ἐκ τῶν σωμάτων, καὶ ἐπειδὴ τὸ τοῦ λόγου σχῆμα οὐκ ἔστιν ἓν, ἀλλὰ πολλὰ, ἔστι γὰρ καὶ σχῆμα περιόδου καὶ πνεύματος, ἔτι δὲ καὶ ἀκμῆς, ἀλλὰ καὶ παρηχήσεως καὶ ἑτέρων τινῶν, πρὸς ἀντιδιαστολὴν ἐκείνῳ ἐχρήσατο, τῷ διπλασιάζειν πάντα τὸν ὑποκείμενον νοῦν· πῶς δὲ διπλασιάζεται, ἐκ τοῦ παραδείγματος εἰσόμεθα· οἷον ἡμέρας οὔσης, φαίη τις, εἰ μὲν γὰρ μὴ ἦν ἡμέρα ἀλλὰ νὺξ, ἔδει ἡμᾶς μὴ πολεμεῖν, ἀλλὰ τὰ περὶ τοῦ πολέμου διαμεριμνᾷν. ἐπεὶ δὲ ἡμέρα ἐστὶ, κεχρῆσθαι δεῖ τοῖς ὅπλοις κατὰ τῶν πολεμίων· ἐδιπλασίασε τοίνυν, ὡς μὴ μόνον τὸ ὂν εἰπὼν ἀλλὰ καὶ τὸ μὴ ὂν ἀναπλάσας, καὶ ὂν μέν ἐστι τὸ ἐπειδὴ ἡμέρα ἐστὶ, μὴ ὂν, ὁ ἀναδιπλασιασμὸς, τὸ εἰ μὴ ἦν ἡμέρα· οὔσης γὰρ ἡμέρας καὶ πολέμου καθεστηκότος, εἴτις φαίη εἰ μὴ ἦν ἡμέρα, καὶ εἰ μὴ ἦν πόλεμος, ἢ λέγοι, εἰ ἦν νὺξ, καὶ οὐχ ἡμέρα, εἰ ἦν εἰρήνη καὶ οὐ πόλεμος, ἢ τὸ ὂν λέγει ὡς τὸ μὴ ὂν, ἢ τὸ μὴ ὂν ἀναπλάττει ὡς ὄν. εἶτα καταβαίνων ἐκ τοῦ ἀναπλασμοῦ εἰς τὴν ἀλήθειαν διπλασιάζει πάντα τὸν ὑποκείμενον νοῦν· ἡ ἀρετὴ τοίνυν τοῦ ἀντιθέτου τοῦτό ἐστιν, ὅτι καὶ ἁπλούμενον τῷ πλήθει τῶν κώλων πνεῦμα γίνεται. καὶ συστρεφόμενον τῇ ἑρμηνείᾳ, περιόδου τάξιν ὑπέχει, καὶ τοῦ μὲν πρώτου παράδειγμα πρῶτον κῶλον, εἰ μὲν γὰρ ἦν ἐν ἡσυχίᾳ τὰ καθεστηκότα· δεύτερον κῶλον, καὶ ἀπραγμοσύνη κατεῖχεν ἡμᾶς· τρίτον κῶλον, καὶ μήτε ἄτοπον μήτε φοβερὸν ἐφεστήκει παρὰ τῶν πολεμίων μηδέν· τέταρτον κῶλον, ἀδείας δὲ ἦμεν ἐπειλημμένοι καὶ ἐξουσίας τοῦ πράττειν ὅσα βουλομένοις ἡμῖν ἐτύγχανεν· πέμπτον κῶλον, ἔδει φυλάττειν τὰ καθεστηκότα· ἕκτον κῶλον, καὶ μὴ παρακινεῖν μηδὲ ἕν· ἕβδομον κῶλον, μηδὲ καινοτομεῖν· ὄγδοον κῶλον, ἀλλὰ τοῖς ἀρχαίοις ἐμμένειν ἔθεσί τε καὶ ψηφίσμασι καὶ νόμοις. εἶτα τὸ ζητούμενον αὐτὸ τὸ ὄν· πρῶτον κῶλον, ἐπεὶ δὲ πόλεμος κεκίνηται· δεύτερον κῶλον, καὶ πλησίον οἱ πολέμιοι· τρίτον κῶλον, καὶ ἐφέστηκε τὰ δεινά· τέταρτον κῶλον, καὶ ταραχὴ τοσαύτη τῶν πραγμάτων· πέμπτον κῶλον, τίνος ἕνεκεν οὐ καινοτομήσομεν· ἕκτον κῶλον, αὐτοῦ τοῦ πολέμου ταύτην ἔχοντος τὴν φύσιν· ἕβδομον κῶλον, ἀμφʼ αὐτοῦ τεχνᾶσθαι τὰ πολλά· ὄγδοον κῶλον, καὶ τὸν τῶν ἀνθρώπων μεταποιεῖν ἐπὶ τὸ καινότερον βίον. τοῦ δὲ δευτέρου ἤτοι τῆς περιόδου παράδειγμα τόδε· πρῶτον κῶλον, ἃ γὰρ ἐφυλαξάμεθα ποιεῖν εἰκότως οὔσης εἰρήνης· δεύτερον κῶλον, ταῦτα βέλτιον ἐργάσασθαι πολέμου καθεστηκότος, καὶ ἀπορήσειεν ἄν τις περὶ τοῦ ἀντιθέτου φάσκων. εἰ τοίνυν ἐν τῷ ἀντιθέτῳ ἀναπλασμός ἐστιν καὶ τὸ μὴ ὂν ὡς ὂν λέγει καὶ τὸ ὂν ὡς μὴ ὄν. ἔστι δὲ καὶ περισσὸν, τίς ἡ τούτου χρεία καὶ πῶς ἀναγκαῖον νομίζεται; καί φαμεν, ὡς οὔτε κατὰ ἀλήθειαν τὸ ὂν ὡς μὴ ὂν γίνεται, οὔτε τὸ μὴ ὂν
ὡς ὡς ὄν. ἦ γὰρ ψεῦδος ἀποφαινόμεθα, ὅπερ οὐδεὶς ἂν κατεδέξατο, ἀλλὰ καθʼ ὑπόθεσιν λέγομεν τὸ ὂν ὡς εἰ μὴ ἦν, καὶ τὸ μὴ ὂν εἰ ἦν καὶ οὔτε ψεῦδος τῷ ὄντι οὔτε περισσὴ ἡ πρότασις τῆς ἀντιθέσεως κατὰ τὸ ἀκριβὲς, ἀλλʼ ἑνὶ πνεύματι δύο τινὰ μανθάνομεν, τὸ τί ὀφείλομεν ἐν εἰρήνῃ ποιεῖν, καὶ τί ἐν πολέμῳ, τί τε ἐργάζεσθαι νυκτὸς οὔσης, καὶ τί ἡμέρας καθεστηκυίας· ἐπεὶ ἐν τῷ ζητουμένῳ ἓν μόνον μανθάνομεν· ἐν μὲν γὰρ τῷ ζητουμένῳ τί ὀφείλομεν ποιεῖν ἢ βουλεύεσθαι τοῦ ζητουμένου ἑστηκότος ὑποδηλοῦμεν· ἐν δὲ τῷ ἀντιθέτῳ καὶ πρὸ τοῦ γενέσθαι τὸ πρᾶγμα παρασκευαζόμεθα τὰ δέοντα πράττειν ἐν αὐτῷ, ὡς ἡνίκα ἀπέλθοι εὑρεθῶμεν ἕτοιμοι τί ὀφείλομεν ἢ πρᾶξαι ἢ βουλεύσασθαι προμεμαθηκότες, ὅσον δὲ τὸ πρὸ τοῦ γενέσθαι τὸ πρᾶγμα, εἰ πρὸς αὐτὸ ἑτοιμαζόμεθα, χρησιμώτερον τοῦ ἡνίκα ἐνστῇ τό τε βουλεύεσθαι, τοσοῦτον τοῦ ζητουμένου καὶ ἐνόντος ἐστὶ χρησιμώτερον τὸ ἀντίθετον. ἔστι δὲ καὶ ἄλλως ἀναγκαῖον, ὡς ὁ τεχνικός φησιν, ὅτι τοῦ ἀντιθέτου λεγομένου νοεῖται ὑπὸ τῶν ἀκουόντων τὸ κατὰ φύσιν· κοσμεῖ δὲ καὶ προοίμιον πολλάκις, εἴτις τοιούτῳ σχήματι τὸ προοίμιον ἐξενέγκοι· ὡς ὁ Δημοσθένης. εἰ μὲν περὶ καινοῦ τινος πράγματος προὐτίθετο, ὦ ἄνδρες Ἀθηναῖοι, λέγειν· καὶ γὰρ ἐνταῦθα τὸ κατὰ φύσιν ἐστίν· ἐπεὶ δὲ περὶ ὧν πολλάκις ἤδη πρότερον εἰρήκασιν οὗτοι, συμβαίνει καὶ νυνὶ σκοπεῖν, ἡγοῦμαι καὶ πρῶτος ἀναστὰς εἰκότως συγγνώμης τυγχάνειν· τὸ δὲ ἀντιθετικὸν, εἰ μὲν περὶ καινοῦ τινος πράγματος προὐτίθετο, ὦ ἄνδρες Ἀθηναῖοι, λέγειν. ἀντέπεσον δὲ πρὸς τοῦτό τινες οὕτως εἰπόντες, ὡς οὐκ ἔστιν ἀντίθετον, ἀλλὰ κατὰ φύσιν, καὶ τίς ἂν αὐτοῖς συγκαταθοῖτο. τοῦ πράγματος γὰρ μὴ ὄντος καινοῦ λεγομένου καινοῦ, τὸ κατὰ φύσιν ἐστὶ λοιπὸν, τὸ μὴ εἶναι αὐτὸ καινόν· λεγόμενον γὰρ καινὸν οὐκ ἀληθές ἐστι· τὸ γὰρ κατὰ φύσιν ἀληθὲς θέλει εἶναι, ὡς καθό ἐστιν ἐκφερόμενον καὶ οὐ καθὸ οὐκ ἔστι· καὶ εἰ ἔστι, φασὶν, ἀντίθετον τὸ λεγόμενον καινὸν, κατὰ καινοῦ ἔσται, λοιπὸν κατὰ φύσιν τὸ μὴ καινὸν λέγεσθαι καινόν· οἷον ἵνα καὶ ἐπὶ παραδείγματος γένηται σαφέστερον· ἡμέρας οὔσης, εἴτις λέγει, εἰ μὴ ἦν ἡμέρα, ἀλλὰ νὺξ, τὸ κατὰ φύσιν λέγει· ὁ δὲ λέγων, ἐπειδὴ ἡμέρα ἐστὶν ἡμέρας οὔσης, ἀντίθετον λέγοι, ὅπερ ἄτοπον καὶ ἀλλόκοτον. τί οὖν εἴποιμεν, πῶς ἐπιλυσόμεθα τὴν ἀπορίαν; φαμὲν, ὅτι ὁ τεχνικὸς εἰπὼν εἰ μὲν περὶ καινοῦ τινος πράγματος προὐτίθετο, ὦ ἄνδρες Ἀθηναῖοι, λέγειν, καὶ γὰρ ἐνταῦθα τὸ κατὰ φύσιν ἐστὶν, οὐ λέγει τὸ κατὰ φύσιν, τὸ εἰ μὲν περὶ καινοῦ τινος πράγματος προὐτίθετο λέγειν, ἀλλὰ περὶ τοῦ ἐπιφερομένου, τοῦ, ἐπειδὴ δὲ περὶ ὧν πολλάκις ἤδη πρότερον εἰρήκασιν οὗτοι, βουλόμενος γὰρ διδάξαι, τί ἐστιν ἀντίθετον, ἐπειδὴ ἀντίστροφόν ἐστιν πρὸς τὸ ὂν, τὸ γὰρ γινόμενον λέγει, εἰ μὴ ἐγίνετο καὶ οἷον ἀναπλασμός ἐστιν, ἠθέλησε πρότερον διδάξαι, πῶς ὀνομάζεται τὸ ὂν, ὡς ὂν ἐκφερόμενον, ὅπως αὐτοῦ μαθόντες τὴν κλῆσιν τὸ ἀντιστρόφως ἐκφερόμενον, δευτέρως μάθωμεν, ὡς ἂν εἴποι τις, εἰ μὲν ἡμέρας οὔσης εἴποις, ὅτι ἐπειδὴ ἡμέρα ἐστὶ τὸ ἀκόλουθον καὶ κατὰ φύσιν λέγεις. εἰ δὲ τὸ μὴ ὂν ὡς ὂν προφέρεις καὶ τὸ ὂν ὡς μὴ ὂν κατὰ ἀντίθεσιν ἀποφαίνῃ, οἷον εἰ οὐκ ἦν ἡμέρα, ἀλλὰ νύξ. τούτου χάριν πρῶτον διδάσκει τὸ ἀκόλουθον καὶ κατὰ φύσιν. εἶθʼ οὕτως τὸ ἀντίθετον, ἀκόλουθον δὲ καὶ κατὰ φύσιν ἐστὶ τὸ, «ἐπειδὴ περὶ ὧν πολλάκις ἤδη εἰρήκασιν οὗτοι, συμβαίνει καὶ νυνὶ σκοπεῖν, ἡγοῦμαι καὶ πρότερον ἀναστὰς συγγνώμης ἂν εἰκότως τυγχάνειν·» ἀντίθετον δὲ τοῦτο· εἰ μὲν περὶ καινοῦ πράγματος προὐτίθετο, ὦ ἄνδρες Ἀθηναῖοι, λέγειν, ἐπισχεῖν ἔδει τοῖς πρεσβυτέροις παραχωροῦντα πρῶτον εἰπεῖν. ἡ δὲ ἑτέρα πρότασις ἡ προτεθεῖσα παρὰ τοῦ τεχνικοῦ, τὸ, «εἰ μὲν περὶ καινοῦ τινος πράγματος προὐτίθετο, ὦ ἄνδρες Ἀθηναῖοι, λέγειν,» οὔτε ὡς τοῦ κατὰ φύσιν παράδειγμα, οὔτε ὡς τοῦ ἀντιθέτου ὑπὸ τοῦ τεχνικοῦ εἰσηνέχθη, ἀλλʼ ὡς δήλωσις τοῦ λόγου, ποῖος λόγος ἐστὶ τοῦ Δημοσθένους, ὁ ταύτην ἔχων τὴν κατασκευὴν, ἀντὶ γὰρ τοῦ εἰπεῖν ὁ λόγος ὁ κατὰ Φιλίππου, πρῶτος τὴν ἀρχὴν προέφερε τοῦ λόγου, τὸ εἰ μὲν περὶ καινοῦ τινος· ἐπεὶ οὔτε ὡς ἀντίθετον, οὔτε ὡς κατὰ φύσιν αὐτοῦ ἐμνημόνευσεν, ἀλλʼ ὡς δηλωτικοῦ τοῦ Δημοσθενικοῦ λόγου· ὅθεν καὶ ἄνευ ἐκείνου τὰ δύο εὑρίσκονται, τό τε κατὰ φύσιν καὶ τὸ ἀντίθετον· ἐπεὶ εἰ μὴ τοῦτο καὶ τὸ ἀντίθετον εὑρίσκεται κατὰ φύσιν καὶ ἐν τῷ παραδείγματι δευτέρῳ κατὰ φύσιν ἓν ἐν ἀληθείᾳ καὶ ἓν ψευδῶς καὶ ἀντίθετον.
βʹ. Τὸ ἀντίθετον εἰ καὶ περιττεύειν δοκεῖ καὶ παρέλκουσαν τὴν πρότασιν ἔχειν, ἀλλʼ οὖν ἐξ ὑποθέσεως λαμβάνον αὐτὴν, ἐν ἑνὶ καὶ τῷ αὐτῷ σχήματι διδάσκει, τί χρὴ ποιεῖν τοῦ προκειμένου ὑπάρχοντος, καὶ τί τοῦ ἀντικειμένου αὐτῷ τῷ νῦν ὑπάρχοντι πράγματι. Περὶ περιόδου.
αʹ. Διελθὼν τὰ περὶ ἀντιθέτου σχήματος καὶ περὶ τῆς περιόδου ἄρτι διδάξαι ἡμᾶς βουλόμενος τὸν ὅρον αὐτῆς ἔφη· περίοδος κυρίως ἐστὶν ἡ τοῦ ὅλου ἐπιχειρήματος ἀναγκαστικὴ καὶ σύνοδος καὶ κλεὶς τρόπον τινὰ, καὶ πάλιν ἀληθινὴ περίοδός ἐστιν, ἡ ἀπαρτίζουσα τὸ ἐπιχείρημα καὶ συνάγουσα. Τρίτος ὅρος σχήματος περιόδου· σχῆμα αὐτοτελὲς ὅλου τοῦ ἐπιχειρήματος ῥυθμῷ συντόμως ἀπηρτισμένον.
βʹ. Ἐνθύμημά ἐστιν εἰκότως κ. τ. λ.
γʹ. Ἀποδεικτικαὶ τοῖς σχήμασι περίοδοι αἱ ἐξ ἀκολούθων τῶν κώλων περίοδον ἔχουσαι, οἷον ὅσῳ τοίνυν τὸ λυπεῖν ἐν βραχεῖ τοῦ πάντας μιαιφονεῖν ὑπάρχει καταδεέστερον, τοσοῦτον ἀνδροφόνος τυράννου ἐπʼ ἔλλαττον· ἐν ἀμφοτέροις γὰρ τοῖς κώλοις διήρκεσεν ἡ ἀκολουθία τῶν ἀνταποδιδομένων· τὸν αὐτὸν ἔχει τρόπον καὶ ἡ προειρημένη περίοδος τοῖς ἀκολουθητικοῖς συνδεομένη μορίοις, καὶ εἰ μὴ καθαρῶς ἐστιν ἀποδεικτικὴ, ἀλλὰ μικτὴ, ἅμα γὰρ τῷ ἐπιχειρήματι ἐξηνέχθη, ὡς ἔχει καὶ τὸ, ὥσπερ εἴ τις ἐκείνων προήλω, σὺ τάδε οὐκ ἂν ἔγραψας, οὕτως ἂν σὺ νῦν δίκην δῷς, ἄλλος οὐ γράψει.
δʹ. Δύο ἀδικήματα τὸ ἀργῆσαι διὰ πεζῆς ἐρχόμενον καὶ οὐ διὰ πλοῦ, ταχύτερον γὰρ ἂν ἀπῆλθε πλεύσας πρὶν ἐκεῖνον λαβεῖν τὰς πόλεις· καὶ τὸ ἕτερον, ὅτι ἐκεῖ ἀπελθὼν ἐψεύσατο, κατὰ κοινοῦ δὲ τὸ ἀπολώλεκεν.
εʹ. Ἐν μὲν τῷ γράψαι μηδένα εἶναι ἀτελῆ τοὺς ἔχοντας ἀφείλετο τὴν ἀτέλειαν· ἐν δὲ τῷ προσγράψαι μηδὲ τὸ λοιπὸν ἐξεῖναι δοῦναι ὑμᾶς, τὸ δοῦναι ὑμῖν ἐξεῖναι· ἐνταῦθα μὲν καὶ αἱ προτάσεις γίνονται ἀποδόσεις, καὶ αἱ ἀποδόσεις προτάσεις· καὶ καθὼς βούλει ἀντιστρέφεις· χιασμὸς δὲ οὐδαμῶς γίνεται, ἀλλʼ ἢ μόνον ἀντιστροφαὶ τέσσαρες. Ὁ μὲν γὰρ Φίλιππος ὅσῳ πλείονα ὑπὲρ τὴν ἀξίαν πεποίηκε τὴν αὑτοῦ, τοσούτῳ θαυμαστότερος παρὰ πᾶσι νομίζεται· ὑμεῖς δὲ, ὦ ἄνδρες Ἀθηναῖοι, ὅσον χεῖρον ἢ προσῆκε χρῆσθε τοῖς πράγμασι, τοσούτῳ πλείονα αἰσχύνην ὠφλήκατε. Ἐνταῦθα δὲ αἱ ἀποδόσεις προτάσεις οὐ γίνονται οὐδέποτε, ἀλλʼ ἢ μόνον ἐκ τῶν προτάσεων ὁ χιασμός· ἐν ταύτῃ δὲ οἱ χιασμοὶ ἕπονται ρʹ.
ϛʹ. Παράδειγμα τῆς ἀναστρεφομένης καὶ χιαζομένης περιόδου, ὡς ἂν μάθωμεν πόσα σχήματα τῆς τοιαύτης περιόδου· καὶ γὰρ ἐκ προτάσεως καὶ ἀποδόσεως συνισταμένης τῆς τετραγώνου περιόδου, προηγουμένων τῶν προτάσεων, ἑπομένων δὲ τῶν ἀποδόσεων, γίνονται σχήματα ὀκτώ· εἶτα προηγουμένων τῶν ἀποδόσεων καὶ ἑπομένων τῶν προτάσεων γίνεται ἕτερα ὀκτὼ σχήματα, ὡς εἶναι πάντα τὰ σχήματα τὸν ἀριθμὸν ιϛʹ· τῆς γὰρ πρώτης προτάσεως πρώτης τιθεμένης, ἐναλλαττομένης δὲ τῆς ἀποδόσεως, σχήματα γίνονται δʹ, καὶ πάλιν τῆς δευτέρας προτάσεως τιθεμένης, ὑπαλλαττομένης τῆς ἀποδόσεως, γίνονται σχήματα δʹ, ὡς εἶναι τῶν προτάσεων προηγουμένων, ἑπομένων δὲ τῶν ἀποδόσεων σχήματα ηʹ· ἀναστρεφομένης οὖν τῆς περιόδου καὶ τεθείσης τῆς ἀποδόσεως· πρώτης, ἑπομένης δὲ τῆς προτάσεως, ἴσα τὸν ἀριθμὸν γίνονται σχήματα ὀκτὼ ἕτερα, ὡς ὁμοῦ περιόδου σχηματιζομένης σχηματιζόντων σχημάτων δέκα καὶ ἓξ, ὧν τὰ παραδείγματα θέντες σαφῆ ποιήσομεν τὰ λεγόμενα. Περὶ πνεύματος.
αʹ. Ἐκθέμενος ἡμῖν ὁ τεχνικὸς τὰ σχήματα τῶν ἐπιχειρημάτων καὶ τῶν ἐργασιῶν τῶν πολιτικῶν καὶ ἀποδεικτικῶν, ἅπερ ἐκφέρονται στρογγύλως τε καὶ κατὰ ἀντίθετα καὶ κατὰ περιόδους, καὶ διδάξας ἡμᾶς, τί ἐστι στρογγύλον σχῆμα καὶ τί ἀντίθετον, ἔτι δέ τί ἐστι περίοδος καὶ πόσα σχήματα περιοδικὰ συνίστανται, καὶ τί ἐστι πρότασις καὶ ἀπόδοσις, καὶ ἐκ πόσων κώλων δύναται συνίστασθαι περίοδος, ἔτι δὲ περὶ τετραγώνου περιόδου, ποῖαι μὲν χιάζονται, ποῖαι δὲ μόνον ἀναστρέφονται καὶ οὐ χιάζονται, πόσα δὲ εἴδη τῶν χιαζομένων περιόδων γίνονται, αἰνιξάμενος δὲ καὶ τὸ πλῆθος τῶν σχημάτων τῆς χιαζομένης περιόδου, ἅπερ ἡμεῖς συμπράττοντος ἡμῖν λεπτομερῶς ἐξεθέμεθα· ὥστε μὴ εὑρίσκεσθαι ἕτερον σχῆμα περιοδικὸν παρὰ ταῦτα, μέτεισιν ἐπὶ τὰ σχήματα τῶν πανηγυρικῶν ἐπιχειρημάτων, παραδειγματικῶν τε καὶ τῶν ἐκ παραβολῆς· φησὶ γὰρ ἐν τῇ ἀρχῇ, ὅτι ὅσα τῶν ἐπιχειρημάτων ἢ ἐργασιῶν πανηγυρικὰ τῷ νῷ, ἢ παραδειγματικὰ ἢ ἐκ παραβολῆς λαμβανόμενα, ταῦτα δεῖ πνευματικῶς ἀποτείνοντας καὶ ἀκμαίως ἐκφέρειν· διὸ ὡς εἴρηται διαλαβὼν περὶ σχημάτων τῶν πολιτικῶν ἐπιχειρημάτων καὶ τῶν ἀποδεικτικῶν, ἥκει ἄρτι τοῦ διδάξαι ἡμᾶς περὶ τῶν σχημάτων τοῦ πανηγυρικοῦ καὶ παραδειγματικοῦ καὶ ἐκ παραβολῆς ἐπιχειρήματος, τὰ δὲ σχήματα αὐτῶν ἐκφέρεται πνευματικῶς καὶ ἀκμαίως· διδάσκει οὖν περὶ πνεύματος, καὶ ὑποκατιὼν περὶ ἀκμῆς, ὑποτίθεται δὲ ἡμῖν πρῶτον ζητῆσαι, τί ἐστι πνεῦμα, ὅπερ διὰ τοῦ ὅρου ἔδειξε· δεύτερον, πόσα εἴδη πνευμάτων, τρίτον, πῶς γίνεται πνεῦμα· εἶτα τέταρτον, πῶς συντίθεται· πέμπτον, πόσα εὑρίσκονται σχήματα τῶν πνευμάτων· εἴπομεν οὖν πρῶτον, τί ἐστι πνεῦμα, εἶτα ἐφεξῆς ἀκολουθοῦντες τῷ τεχνικῷ τὰ λοιπὰ σαφηνίσομεν. ὅρος πνεύματος· πνεῦμά ἐστι μὲν σύνθεσις λόγου, διάνοιαν ἀπαρτίζον ἐν κώλοις, καὶ κόμμασι μετρούμενον πρὸς τὴν διάρκειαν τοῦ πνεύματος κατὰ τὴν φωνὴν τοῦ λέγοντος. Ἴδωμεν οὖν ἓν ἕκαστον τῶν ἐν τῷ ὅρῳ λαμβανομένων, ποίαν δύναμιν ἔχει· πῶς γὰρ ὅρος ἐκ γένους λαμβάνεται καὶ συστατικῶν διαφορῶν; Γένος τοίνυν ἐστὶν ἐνταῦθα ἡ σύνθεσις· τὰ δὲ λοιπὰ, συστατικά· καὶ ἐπειδὴ ἡ σύνθεσίς ἐστι μὲν καὶ ἐπὶ σωμάτων, προσέθηκε τὸ λόγος· ἀλλʼ ἐπειδὴ τῶν λόγων οἱ μέν εἰσι τέλειοι, οἱ δὲ ἀτελεῖς, προσέθηκε τὸ ἀπαρτίζον διάνοιαν, καὶ ἐπειδήπερ εἰσὶ καὶ ἕτερα εἴδη λόγων ἀπαρτίζοντα μὲν διάνοιαν, μὴ ὄντα δὲ πνεῦμα, ὥσπερ τὰ κῶλα καὶ τὰ κόμματα, προσέθηκεν ἐν κώλοις καὶ κόμμασι μετρούμενον κατὰ τὴν διάρκειαν τοῦ πνεύματος, καὶ ἐπειδήπερ δύναται καὶ ἐκ κώλου καὶ κόμματος συντιθέμενος λόγος μὴ ἀναμετρεῖσθαι πρὸς τὴν διάρκειαν τοῦ πνεύματος, φησὶ πρὸς διάρκειαν τοῦ πνεύματος, ὑποδηλῶν δὲ, τίνος πνεύματος, ἔφη κατὰ τὴν φωνὴν τοῦ λέγοντος, οὕτω τοίνυν ἀποδεδωκὼς τὸν ὅρον ἐπειδὴ πᾶν τὸ διδασκόμενον ὡς ἀσαφὲς ἐξ ὁμολογουμένων καὶ σαφεστέρων ὀφείλει τὴν περὶ αὐτοῦ ἔχειν διδασκαλίαν, ἠγνοεῖτο δὲ, τί ἐστι κῶλον καὶ κόμμα, τούτων δὲ ἀγνοουμένων, οὐκ ἐνεδέχετο γνωσθῆναι τὴν διδασκαλίαν τοῦ πνεύματος, ὑποκατιὼν διδάσκει περὶ κώλου καὶ κόμματος, καί φησιν, ὅτι κῶλον καὶ κόμμα ἀπαρτίζει διάνοιαν, διαφέρει δὲ τοῖς μέτροις, ὅτι τὸ μὲν ἀπὸ τεττάρων καὶ πέντε συλλαβῶν μέχρι τῶν ἓξ κόμμα ἐστὶν ἐπῳδῷ μετρούμενον· τὸ δὲ ὑπὲρ τὰς ἑπτὰ καὶ ὀκτὼ καὶ δέκα καὶ ἐγγίζον ἤδη τῷ ἰαμβικῷ μέτρῳ καὶ μέχρι τοῦ ἡρωικοῦ μέτρου προχωροῦν, κῶλον γίνεται ὀρθὸν καὶ τετραμμένον, ὁ δὲ τῶν συλλαβῶν ἀριθμὸς περινενόηται, καὶ οἶμαι ἀπορίαν ἔχειν ταύτην τὴν διδασκαλίαν· εἰ γὰρ ἀπὸ τεττάρων καὶ πέντε συλλαβῶν μέχρι τῶν ἓξ κόμμα ἐστὶν ἐπῳδῷ μετρούμενον, πῶς ὑποκατιών φησιν, εἰ γὰρ ἀπαρτίζοιτο διάνοια, καὶ ἐν δύο συλλαβαῖς κόμμα ἐστίν· εἶτα καὶ ὁριζόμενός φησι· κόμμα ἐστὶ σύνθεσις διανοίας μικροτέρου κώλου· σαφηνίσομεν οὖν ἡμεῖς καὶ διδάξομεν, τί ἐστι κόμμα, καὶ τί ἐστι κῶλον· καὶ πῶς μετρεῖται καὶ τί ἐπῳδὸς, νῦν δὲ ὁ τεχνικὸς ἀσαφῆ διδασκαλίαν ἡμῖν ἐξέθετο· τίθησι γὰρ τὸν ἐπῳδὸν, μέτρον καὶ κανόνα, ὁτὲ μὲν τοῦ κώλου, ὁτὲ δὲ τοῦ κόμματος, ὥστε συμβαίνει ταὐτὸν εἶναι καὶ κῶλον καὶ κόμμα. φησὶ γάρ· οἱ δέ φασιν καὶ τὸν ἐπῳδὸν κῶλον εἶναι, ἐνταῦθα λέγει ἴσον μέτρον εἶναι τοῦ κώλου καὶ τοῦ ἐπῳδοῦ· πρὸ ὀλίγου δὲ ἔφη, ὅτι τὸ μὲν ἀπὸ τεσσάρων καὶ πέντε συλλαβῶν μέχρι τῶν ἓξ κόμμα ἐστὶν ἐπῳδῷ μετρούμενον· ὥστε ταὐτὸν δέδωκε κόμμα καὶ κῶλον καὶ ἐπῳδὸν, ὅπερ ἄτοπον, τὰ γὰρ τῶν αὐτῶν ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα. λελύσθω οὖν οὕτως· ταὐτὸν λέγει κῶλον καὶ κόμμα ὁ Ἑρμογένης ὡς ἀμφότερα ἴσα τῷ ἐπῳδῷ, ἡνίκα κῶλον μὲν ᾖ βραχὺ, κόμμα δὲ μακρόν· δεῖ οὖν γινώσκειν, ὅτι κόμμα ἐστὶ σύνθεσις διανοίας μικροτέρα κώλου, ἀπὸ μιᾶς συλλαβῆς μέχρις ἓξ ἐκτεινομένη· εἶπον δὲ ἀπὸ μιᾶς συλλαβῆς, ὡς ἐρωτῶντός τινος, νῦν ἥκεις; καὶ τοῦ ἐρωτηθέντος ἀποκριναμένου οὔ· τελεία διάνοια δεδήλωται· ἀλλὰ καὶ τὸ παρὰ τοῦ Δημοσθένους, οὗπερ ὁ τεχνικὸς ἐμνήσθη, πότερον ταῦτα ποιῶν ἠδίκει καὶ παρεσπόνδει καὶ τὴν εἰρήνην ἔλυεν ἢ οὔ, τὸ ἢ οὒ κόμμα ἐστὶν ἐρωτῶντος ὁλόκληρον ἀνθρώπου, τὸ δὲ κῶλόν ἐστι σύνθεσις λόγου διάνοιαν ἀπαρτίζον ἀπὸ ἑπτὰ καὶ ὀκτὼ καὶ δέκα συλλαβῶν, ἐγγίζον ἤδη τῷ τριμέτρῳ, ὅπερ ἐστὶ δακτυλικὸν, τὸ διῆκον μέχρι συλλαβῶν ἑπτακαίδεκα, ἀλλὰ μὴν καὶ μέχρι τοῦ μέτρου διῆκον, ἐπειδὴ τὸν ἐπῳδόν φησι κῶλον εἶναι· ὁ δὲ ἐπῳδὸς μέχρι τριμέτρου ἰωνικοῦ καταληκτικοῦ διήκει, δηλονότι μέχρι δεκατεσσάρων συλλαβῶν αὔξεται τὸ κῶλον. ἐπῳδὸς μέτρον ἐστὶ τροχαϊκὸν τρίμετρον καταληκτικὸν, διῆκον ὁμοίως μέχρι τοῦ τριμέτρου καταληκτικοῦ· εἰ τοίνυν τις μετρεῖ τὸν ἐπῳδὸν μέχρι τριμέτρου ἰωνικοῦ, τοῦτο δὲ τὸ μέτρον κατὼ διποδίαν μετρεῖται, ὅρα ποῦ καταντᾷ τὸ μῆκος αὐτοῦ, καὶ τίς ἂν νοῦν ἔχων εἴποι κόμμα εἶναι τὸ εἰς τὸ τοιοῦτον μέγεθος ἐκτεινόμενον· δεῖ οὖν εἰδέναι, ὡς ὁ ἐπῳδὸς ὁμώνυμος φωνή ἐστι· σημαίνει γὰρ τὸν τέλειον κατὰ μέγιστα μέτρα στίχον, ἤγουν τὸν τρίμετρον ἀκατάληκτον κατὰ συζυγίαν μετρούμενον, σημαίνει καὶ τὸν μικρὸν στίχον τὸν δίμετρον, ὅς ἐστι κυρίως ἐπῳδός· οἱ γὰρ ἀρχαῖοι ἐποίουν στίχους ἢ ἕνα μέγαν ἢ ἕνα μικρόν· καὶ τὸν πρῶτον τῶν μεγάλων ὠνόμαζον στροφὴν, τὸν δὲ ἕτερον τὸν ἴσον ἀντίστροφον· τὸν δὲ βραχὺν ἐπῳδὸν, καὶ γὰρ περὶ τοὺς βωμοὺς ἐν ταῖς ἑορταῖς χορεύοντες ἀπερχόμενοι μὲν πρὸς τὸν βωμὸν ἔλεγον στίχον, τὸν ὀνομαζόμενον στροφήν· εἶτα στρεφόμενοι ἀπὸ τῶν βωμῶν ἐναλλάξαντες κατὰ χορείαν τὰς χεῖρας ᾖδον ἕτερον στίχον τὸν ὀνομαζόμενον ἀντίστροφον, εἶτα ἱστάμενοι ἔλεγον τὸν βραχὺν στίχον, τὸν ὀνομαζόμενον ἐπῳδὸν, ἢ πολλάκις ἔλεγον τὸν ἕνα μακρὸν στίχον τὸν ὀνομαζόμενον στροφὴν, εἶθʼ οὕτως τὸν ἐπῳδὸν, καὶ πάλιν τὸν ἕτερον μακρὸν στίχον ἤτοι τὸν ἀντίστροφον, καὶ εἶθʼ οὕτως τὸν ἐπῳδόν· καὶ ἡ μὲν στροφὴ ἦν κατὰ ἀναλογίαν τῆς ἀνωτάτω σφαίρας ἀπὸ τῶν ἀνατολῶν ἐπὶ δύσιν κινουμένης, ὁ δὲ ἀντίστροφος ἀνάλογος ἦν τῇ κινουμένῃ σφαίρᾳ τῆς ἀποδύσεως ἐπὶ ἀνατολὰς κινουμένη, ὁ δὲ ἐπῳδὸς ἢ ἡ ἐπῳδὸς ἢ τὸ ἐπῳδὸν, καὶ γὰρ καὶ ἀρσενικῶς καὶ θηλυκῶς καὶ οὐδετέρως λέγεται, κατὰ ἀναλογίαν τῆς γῆς· ἔστι δὲ ἀεὶ τὸ ἐπῳδὸν βραχύτερον τοῦ πρὸ αὐτοῦ στίχου συλλαβὰς τέσσαρας, οἷον στίχος μὲν ὁ πρῶτος, ἤγουν στροφὴ, ἤτοι κῶλον, οἷον· Πάτερ Λυκάμβα, ποῖον ἐφράσω τόδε; εἶτα τὸ ἐπῳδόν· Τίς σὰς παρήειρε φρένας; εἶτα ἀντίστροφος ἤτοι κῶλον· Ἃς τὸ πρὶν ἠρήρεισθα, νῦν δὲ δὴ πολὺς εἶτα πάλιν ἐπῳδόν· Ἀστοῖσι φαίνεαι γέλως. τούτων οὖν δειχθέντων τὸ μὲν κῶλον ὁ στίχος ὁ μακρὸς, κόμμα δὲ τὸ ἐπῳδόν· ὁ τοίνυν χωρίσαι κόμμα ἀπὸ κώλου βουλόμενος τῇ ποσότητι τῶν συλλαβῶν χωρίσει ἐκ παραλλήλου κειμένων τε καὶ κομμάτων· πᾶν γὰρ τὸ ἧττον τοῦ πρώτου συλλαβὰς τρεῖς ἢ τέτταρας ἢ πλεῖον ἔσται κόμμα· εἰ δὲ δύο, καὶ αὐτὸ κῶλον βραχυτέρου τοῦ πρώτου· πλὴν εἰ μή που τὸ κῶλον εἴη βραχὺ, ἤγουν δίμετρον ἀκατάληκτον· τότε γὰρ καὶ τὸ καταληκτικὸν δίμετρον κόμμα λέγεται· οἶμαι δὲ μὴ ἐρρῶσθαι τὸν ὅρον τοῦ κώλου, οὐ γὰρ ἀεὶ ἀπαρτίζει τελείαν διάνοιαν, ἀλλʼ ἔστιν ὅτε δεδομένου κώλου ἑνὸς ἐπιζητεῖσθαι καὶ ἕτερόν τι ὡς τῆς διανοίας κρεμαμένης· ἐλεγχθήσεται δὲ ὁ ὅρος μὴ εἶναι ἐρρωμένος ἐκ τῶν κατὰ πόδας παραδειγμάτων τοῦ τεχνικοῦ, ἀλλʼ ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζόμενος· ταῦτα γὰρ τελείαν διάνοιαν οὐκ ἀπαρτίζει κῶλον ὂν, ἀλλʼ ἐπιζητεῖ καὶ ἕτερόν τι εἰς συμπλήρωσιν τῆς διανοίας· μετοχὴ γάρ ἐστιν καὶ λόγος ῥήματος, οὗ χωρὶς ἢ ἐκφωνουμένη ἢ ἐπινοουμένη ἔννοια οὐκ ἀπαρτίζεται· καὶ γὰρ ὁ ἀπαρτισμὸς τῆς διανοίας τοῦ παραδείγματος τοῦ δεδομένου ὑπὸ τοῦ τεχνικοῦ ἐκ τεσσάρων κώλων συνίσταται καὶ κομμάτων πέντε· οἷον, ἀλλʼ ὁ τὴν Εὔβοιαν σφετεριζόμενος καὶ κατασκευάζων ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικὴν δύο κῶλα, εἶτα κόμματα δύο· καὶ καταλαμβάνων Ὠρεὸν, καὶ κατασκάπτων Πορθμὸν, πάλιν κῶλον, καὶ καθιστὰς μὲν ἐν μὲν Ὠρωπῷ Φιλιστίδην τύραννον, ἐν δὲ Ἐρετρίᾳ Κλείταρχον, κόμμα, πότερον ταῦτα ποιῶν ἠδίκει καὶ παρεσπόνδει καὶ τὴν εἰρήνην ἔλυεν, ἢ οὔ· τὸ ὅλον τῆς διανοίας μέχρι τούτου· δεῖ οὖν ὁρίσασθαι τὸ κῶλον οὕτως· κῶλόν ἐστι τὸ ὅλην διάνοιαν ἀπαρτίζον ἢ μέρος ὅλον, διάνοιαν μὲν γὰρ ὅλην ἀπαρτίζει, ὡς τὸ, Ἡροδότου τοῦ Ἁλικαρνασσέως ἱστορίης ἀπόδειξις ἥδε. τὴν δὲ μὴ τελείαν ἀπαρτίζον διάνοιαν, ἀλλὰ μέρος ὅλης ὅλον, ὡς τὰ προειρημένα.
βʹ. Ἐπειδὴ οὐκ εἶχεν εἰπεῖν ἀφωρισμένως τὴν τῶν συλλαβῶν ποσότητα τοῦ κώλου τε καὶ κόμματος, διὰ τοῦτο ἐπήνεγκε τὸ περινενόηται ἤδη, περινενοημένου γάρ ἐστι τὸ ἐξ ἐπινοίας τοῦ λέγοντος προσλαμβάνον τι.
γʹ. Ἐν τῷ περὶ πνεύματός φησιν ὁ τεχνικὸς, ὡς τὸ κῶλον τὸ ὑπὲρ τὸ ἡρωικὸν μέτρον σχοινοτενὲς κέκληται χρήσιμον προοιμίοις καὶ ταῖς ἀπὸ τῶν προοιμίων παραβολαῖς· ὠνόμασται δὲ σχοινοτενὲς ἀπὸ μεταφορᾶς τοῦ μέτρου τοῦ γεωμετρικοῦ, ἑξήκοντα γὰρ στάδια σημαίνει καὶ οὐχ, ὥς φασί τινες, ἀπὸ μεταφορᾶς τοῦ σχοινίου· ἐκεῖνο γὰρ καὶ μικρόν ἐστι καὶ μέγα καὶ μέγιστον καὶ ὡς ἂν δοκῇ ἑκάστῳ τῶν ἐργαζομένων αὐτά.
δʹ. Σημείωσαι, ὅτι τὸ κόμμα μέχρι τῶν ἐννέα συλλαβῶν διήκει, ὅτι ἔχει δύο λέξεις, τὸ δὲ κῶλον ἀπὸ τῶν ζʹ μέχρι τῶν ιϛʹ λέγεται ὀρθὸν καὶ τεταμένον, καὶ διήκει μέχρι τῶν λβʹ. Ἰστέον δὲ, ὅτι τὸ κόμμα τοῦ κώλου οὐ μόνον τῇ ποσότητι τῶν συλλαβῶν διαστέλλεται, ἀλλὰ καὶ τῷ ἀριθμῷ τῶν λέξεων· τὸ γὰρ κόμμα οὐ περαιτέρω τῶν τριῶν πρόεισι λέξεων, ἀλλʼ εἴ τι πλέον τῶν τριῶν προΐοι λέξεων, κῶλόν ἐστιν· ἀλλʼ οὐδὲν πάλιν εἰ αἱ λέξεις ὦσι πολυσύλλαβοι κἂν δύο εὑρίσκοιντο, κῶλον ἀπαρτίζειν παραιτοῦνται. οὐ γὰρ, ἀλλʼ εἰ μὲν ἐντὸς εἶεν τοῦ ιʹ ἢ θʹ ἀριθμοῦ ἀμφιβάλλεται, εἰ κόμμα τοῦτο, ἢ κῶλον, ἐπῳδῷ ἴσον· ὁ γὰρ ἐπῳδὸς συλλαβῶν ἐστιν ηʹ ἢ θʹ, ὡς τό· τίς σὰς παρήειρε φρένας; εἰ δὲ καὶ ἐκβαίη τὸν ιʹ ἀριθμὸν ἡ τῶν συλλαβῶν ποσότης, κἂν δύο εἶεν αἱ λέξεις, οὐδεὶς λόγος μὴ οὐχὶ κῶλον εἶναι τὴν συνθήκην.
εʹ. Οὐχ ὑποβάλλεται ἀριθμῷ τὰ πνεύματα, ἀλλʼ ὅσας θέλεις ὁμοίως καὶ τὸ κῶλον καὶ τὸ κόμμα δέχεται κατὰ τὸν τόπον συλλαβὰς, ποτὲ μὲν τόσας, ποτὲ δὲ τόσας· πλὴν χρὴ μὴ ὑπερβαίνειν παντελῶς τῶν μέτρων τοὺς ὅρους.
ϛʹ. Μαθόντες τί ἐστι πνεῦμα, μάθωμεν καὶ, πόσα εἴδη πνευμάτων, καὶ γὰρ ἢ νόημα ἐν πλείοσι κώλοις ἐν ἑρμηνείᾳ ἐργαζόμενον ἐπεκτείνεται, καὶ γίνεται μὲν κῶλα δύο ἢ καὶ τρία νοήματος ἑνὸς ἐχόμενα· ὅπερ καὶ ἀκμή ἐστιν κατὰ φράσιν, ἢ ἕκαστον νόημα ἀπαρτίζεται κώλῳ, τοῦτο δέ ἐστιν ἀληθὴς ἀκμὴ κατὰ νόημα, ὡς προϊὼν ὁ τεχνικὸς διδάξει· καὶ τοῦ μὲν πρώτου παράδειγμα· ὅτε γὰρ περιιὼν Φίλιππος Ἰλλυριοὺς καὶ Τριβαλλοὺς, τινὰς δὲ καὶ τῶν Ἑλλήνων κατεστρέφετο καὶ δυνάμεις πολλὰς καὶ μεγάλας ἐποιεῖτο ὑφʼ ἑαυτόν· καί τινες τῶν ἐκ τῶν πόλεων ἐπὶ τῇ τῆς εἰρήνης ἐξουσίᾳ βαδίζοντες ἐκεῖσε διεφθείροντο, ὧν εἷς οὗτος ἦν, τότε δὴ τότε πάντες, ἐφʼ οὓς ταῦτα παρεσκευάζετο ἐκεῖνος, ἐπολεμοῦντο· εἰ δὲ μὴ ᾐσθάνοντο, ἕτερος λόγος οὗτος, οὐ πρὸς ἐμέ· τοῦτο νόημά ἐστιν ἐν τῇ ἑρμηνείᾳ μηκυνθὲν, καὶ γεγονὸς ἐξ ἑπτὰ κώλων καὶ δύο κομμάτων, ὃ ὀνομάζεται πνεῦμα καὶ κατὰ τὴν ἑρμηνείαν ἀκμή· τοῦ δὲ δευτέρου παράδειγμα· ἀλλʼ ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζόμενος, ἓν νόημα· καὶ κατασκευάζων ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικὴν, ἕτερον, καὶ κατασκάπτων Πορθμὸν, ἕτερον, ἕκαστον γὰρ αὐτῶν ὅλον ὅλου νοήματός ἐστι συναπαρτιζόμενον τῷ κώλῳ, καί ἐστιν ἀκμὴ τελεία καὶ ἀληθής. Καιρὸς δὲ μεταβῆναι ἡμᾶς· ἐπὶ τὸ τρίτον κεφάλαιον, πῶς γίνεται πνεῦμα· ὅπερ ἐν κατασκευῇ μὲν καὶ ἐπαγγελίᾳ ἔφη πῶς γίνεται, ὑποκατιὼν δὲ, πῶς ἐλέγχεται· φησὶ γάρ· ἐλέγχεται τὸ πνεῦμα τῇ ἐπιμονῇ τοῦ σχήματος, εἰ μὲν ἄρξεται τοῦ σχήματος τοῦ λέγοντος ἐξ ἀποφάσεως· ἀποφατικῶς δεῖ εἶναι τὰ κῶλα πάντα, ἕως οὐκ ἀπαρτισθῇ τὸ πνεῦμα· εἰ δὲ ὑπαλλάξας τὸ σχῆμα ἐκ τῆς ἀποφάσεως ἔλθῃς εἰς ἐρώτησιν ἢ εἰς δεῖξιν ἢ εἰς ὑποστροφὴν ἢ εἰς ἄρνησιν τεμὼν τὸ πνεῦμα, οὗ ἤρξω, ἕτερον ἀπειργάσω. —Εἰπὼν, ὅτι δεῖ ἐπιμεῖναι τῷ σχήματι τῷ κατʼ ἐρώτησιν τυχὸν ἤ τῳ ἄλλῳ, εἰ βούλοιτό τις ἐπιδεῖξαι τὴν τέχνην καὶ ποιῆσαι πνεῦμα, καὶ προσθεὶς τὸ συνδεῖται καὶ εὔτονον γίνεται τὸ πνεῦμα τοῖς συνεχέσι συνδέσμοις τοῖς συμπλεκτικοῖς, οἷον ἂν λέγῃς, οὐ σὺ μὲν Εὔβοιαν ἐσφετερίζου, οὐ σὺ δὲ κατεσκεύαζες, καὶ ἔτι ἐπαγαγὼν τὸ καὶ πάσχει δέ γε κεκοσμημένον ἀπʼ ἀρχῆς ἄχρι τέλους, ἀντὶ τοῦ πάθος ἐμφαίνει ψυχῆς· οἷον θυμὸν τοῦ λέγοντος καὶ ζῆλον δείκνυσι· τὸ ὡς δὲ συντιθέμενον ἄνωθεν ἕως τέλους ἔμελλε καὶ παραδείγματα θεῖναι· ἄλλʼ ἐπεὶ σαφὲς ἦν τοῦτο καὶ πάντα τὰ σχήματα τοιαῦτά εἰσι, καὶ παρέλκον ἦν τὸ παραδειγματίσαι, οὐκ ἐποίησε τοῦτο παράδειγμα γὰρ, φησὶν, οὐκ ἔθηκα, ὅτι πάντα τὰ πνεύματα οὕτως ἔχουσι.
ηʹ. Πρῶτον μὲν γάρ ἐστιν ἀποφαντικὸν σχῆμα, ἐν ᾧ ἐμμένων καὶ τὰ κῶλα πάντα ἐκφέρων ἀποφαντικὸν ποιεῖ πνεῦμα· οἷον ἀλλʼ ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζόμενος καὶ κατασκευάζων ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικὴν, καὶ κατασκάπτων Ὠρεὸν καὶ καταλαμβάνων Πορθμὸν, καὶ καθιστὰς ἐν μὲν Ὠρεῷ Φιλιστίδην τύραννον, ἐν δὲ Ἐρετρίᾳ Κλείταρχον διὰ τὴν ταυτότητα τοῦ σχήματος ἕν ἐστι πνεῦμα, τοῦτο τὸ ὅλον· πάλιν ἂν εἴπῃς ἐρωτηματικῶς, τίς ὁ τὴν Εὔβοιαν σφετεριζόμενος; τίς ὁ κατασκευάζων ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικήν; τίς ὁ καταλαμβάνων Ὠρεόν; τίς ὁ κατασκάπτων Πορθμόν; τοῦτο πάλιν ἕτερον πνεῦμα· ὁμοίως δὲ καὶ ἐὰν δεικτικῶς ἀποφαίνῃ, οὗτός ἐστιν ὁ τὴν Εὔβοιαν σφετεριζόμενος, οὗτος ὁ κατασκευάζων ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικὴν, καὶ τὰ ὅμοια· μέχρι γὰρ ἂν ἐπιμείνῃς τῷ αὐτῷ σχήματι, φυλάττεται καὶ τὸ πνεῦμα, εἰ δὲ ὑπαλλάξεις τὸ σχῆμα, ἕτερον πνεῦμα ποιεῖς. Καιρὸς δὲ καὶ περὶ τετάρτου εἰπεῖν κεφαλαίου, τοῦτο δέ ἐστι τὸ ἐν ἐπαγγελίᾳ μνημονευθὲν τῷ τεχνικῷ, πῶς συντίθεται τὸ πνεῦμα ἐν τῇ ἀποδείξει, πῶς συνδεῖται καὶ συντίθεται καὶ εὔτονον γίνεται· καί φησιν, ὅτι διὰ τῶν συμπλεκτικῶν συνδέσμων συνδεῖται· ὥσπερ γὰρ τὰ ἐκ πολλῶν ξύλων καὶ σανίδων διὰ τῶν γόμφων ἕν τι γίνονται, οὕτω τὰ κῶλα καὶ κόμματα συντιθέμενα διὰ τῶν συνδέσμων, οἷα γόμφων καὶ περονῶν, ἓν γινόμενα εἰς πνεύματα ἀποτελοῦνται. Πέμπτον δὲ κεφάλαιόν ἐστι, πόσα σχήματα πνευμάτων. καί φησιν, ὅσα καὶ λόγων· ἔστι γὰρ πνεῦμα σχήματος ἀποφαντικὸν, ὡς τὸ, ἀλλʼ ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζόμενος καὶ κατασκευάζων ἐπιτείχισμα καὶ τὰ ἑξῆς· δεύτερον ἐρωτηματικὸν, τίς ὁ τὴν Εὔβοιαν σφετεριζόμενος καὶ κατασκευάζων ἐπιτείχισμα καὶ τὰ ἑξῆς, μὴ ἀλλασσομένου τοῦ σχήματος ποιεῖ τὸ πνεῦμα, ἡνίκα γὰρ ἀλλαγῇ τὸ σχῆμα, ἕτερον πνεῦμα γίνεται· τρίτον ἐλεγκτικὸν, οὐχ οὗτος ὁ τὴν Εὔβοιαν σφετεριζόμενος. τέταρτον τὸ δεκτικόν· οὗτός ἐστιν ὁ τὴν Εὔβοιαν σφετεριζόμενος· πέμπτον τὸ ἐνστατικόν· οὐ τὴν Εὔβοιαν ἐσφετερίζου; οὐ κατεσκευάζες ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικὴν, καὶ ἑξῆς· ἕκτον, ὅταν εἰς ἑαυτόν τις στρέψας εἴπῃ περὶ ἑαυτοῦ· ἐγὼ τὴν Εὔβοιαν ἐσφετεριζόμην, ἢ ἐγὼ ἤμην ὁ τὴν Εὔβοιαν σφετεριζόμενος. καὶ τὰ ἑξῆς· ἕβδομον, τὸ ἀρνητικόν. οὐκ ἐγὼ τὴν Εὔβοιαν ἐσφετεριζόμην, καὶ ἑξῆς· ὄγδοον, τὸ ἀποτρεπτικὸν, μή μοι τὴν Εὔβοιαν σφετερίζου, μηδὲ κατασκεύαζε ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικὴν, καὶ τὰ ἑξῆς. δύναται δὲ ἀλλάξαι τὸ σχῆμα, καὶ τὸ ἑνικῶς λεγόμενον σχηματίσαι πληθυντικῶς, καὶ τὸ ἀνάπαλιν ἀλλʼ οἱ τὴν Εὔβοιαν σφετεριζόμενοι ἀποφαντικῶς καὶ τὰ ἑξῆς, καὶ κατʼ ἐρώτησιν, τίνες οἱ τὴν Εὔβοιαν σφετεριζόμενοι; καὶ ἁπλῶς καὶ κατὰ ἐλεγμὸν, οὐχ οὗτοί εἰσιν οἱ τὴν Εὔβοιαν σφετεριζόμενοι· καὶ κατὰ ἀποστροφὴν καὶ ἄρνησιν καὶ ἀποτροπήν· δύνασαι δὲ καὶ κατὰ ἔγκλισιν ἀλλάξαι καὶ ποιῆσαι τὸ ὁριστικὸν προστακτικὸν καὶ εὐκτικὸν καὶ ὑποτακτικὸν, καὶ τὰς πτώσεις μεταποιῆσαι καὶ ἐκφέρειν οὐ μόνον κατʼ εὐθεῖαν ὡς τὸ προκείμενον, ἀλλὰ καὶ κατὰ γενικὴν καὶ δοτικὴν καὶ αἰτιατικὴν καὶ κλητικήν· δύνασαι δὲ καὶ ὀνόματι ἐκφέρειν κυρίῳ καὶ προσηγορικῷ, καὶ ἐπιθέτῳ καὶ εἰδικῷ, καὶ ἐθνικῷ καὶ πρός τι. ὡς τὸ, Φίλιππός ἐστιν ὁ τὴν Εὔβοιαν σφετεριζόμενος, ἄνθρωποί εἰσιν οἱ τὴν Εὔβοιαν σφετεριζόμενοι· βιάζομαι γὰρ τὸ παράδειγμα· ἐπεὶ, φαίης ἂν, ἄνθρωποί εἰσιν οἱ τῶν κοινῶν φροντίζοντες καὶ ἐκ μικρῶν μεγάλας τὰς πόλεις καθιστάντες· ἐπίθετον δὲ, ἀνδρεῖοί εἰσιν οἱ τοὺς πλείονας ἥττονες ὄντες ὑπερνικῶντες, ἐθνικὸν δὲ, Μακεδόνες εἰσὶν οἱ τὴν Εὔβοιαν σφετεριζόμενοι, πρός τι δὲ, ἐχθροὶ Ἀθηναίων εἰσὶν οἱ τὴν Εὔβοιαν σφετεριζόμενοι· ἐκφέρεται δὲ καὶ διʼ ἀντωνυμίας, ὡς τό· οὗτος καὶ οὗτοι. καὶ ἐκεῖνος καὶ ἐγώ· καὶ ἡμεῖς καὶ ὑμεῖς· καὶ διὰ μετοχῶν· καὶ διὰ τὸ σαφὲς καὶ φανερόν· οὐκ ἔθηκα οὔτε τῶν γενῶν οὔτε τῶν πασῶν ἐγκλίσεων παραδείγματα πρὸς τὸ μὴ γενέσθαι τὸν λόγον προσκορῆ τοῖς ἀναγινώσκουσιν ἐντυγχάνουσιν, οἷσπερ ἐπίστανται.
θʹ. Πληρώσας ὁ τεχνικὸς τὸν περὶ τοῦ πνεύματος λόγον, ἐξ ἧς διδάσκει περὶ ἀκμῆς· καὶ γὰρ ἐν τῇ διαιρέσει τῶν εἰδῶν τοῦ λόγου φησίν· ὅσα δὲ πανηγυρικὰ τῷ νῷ, ἢ παραδειγματικὰ, ἢ ἐκ παραβολῆς λαμβανόμενα, ταῦτα δεῖ πνευματικῶς ἀποτείνοντας καὶ ἀκμαίως ἐκφέρειν, εἰπὼν οὖν περὶ πνεύματος ὅσα ἐχρῆν, ἑξῆς περὶ ἀκμῆς διαλαμβάνει, καί φησιν ὅτι ἡ ἀκμὴ διττή. ἐστὶ γὰρ ἀκμὴ διανοίας, ὅταν πληρώσας τις ἐννόημα ἐν πνεύματι εἰς ἄλλο νόημα λαθὼν μεταθῇ καὶ ποιήσῃ ἕτερον πνεῦμα. εἶτα πληρώσας κἀκεῖνο εἰς ἄλλο πνεῦμα μεταβῇ, οἷον πνεῦμα πρῶτον. ὅτε γὰρ περιιὼν ὁ Φίλιππος Ἰλλυριοὺς καὶ Τριβαλλοὺς, τινὰς δὲ καὶ τῶν Ἑλλήνων κατεστρέφετο, καὶ δυνάμεις πολλὰς καὶ μεγάλας ἐποιεῖτο ὑφʼ ἑαυτόν· καί τινες τῶν ἐκ τῶν πόλεων ἐπὶ τῇ τῆς εἰρήνης ἐξουσίᾳ βαδίζοντες, ἐκεῖσε διεφθείροντο, ὧν εἷς οὗτος ἦν. τότε δὴ πάντες, ἐφʼ οὓς ταῦτα παρεσκευάζετο ἐκεῖνος, ἐπολεμοῦντο· εἰ δὲ μὴ ᾐσθάνοντο, ἕτερος λόγος οὗτος, οὐ πρὸς ἐμέ· μέχρι τούτου τὸ ἓν πνεῦμα διήκει, ὡς μὴ ἀλλάξαν τὸ νόημα, εἶτα ἤρξατο πνεύματος ἑτέρου ἐξεργασίας· ἡ δὲ ἐργασία, ὡς ἐν τῷ τρίτῳ τόμῳ μεμαθήκαμεν, λαμβάνεται ἀπὸ παραβολῆς, ἀπὸ παραδείγματος, ἀπὸ μικροτέρου, ἀπὸ μείζονος, ἀπὸ ἴσου, ἀπὸ ἐναντίου· ἄρτι οὖν βουλόμενος ἐργάσασθαι τὸ ἐπὶ τῷ προρρηθέντι πνεύματι, φησὶν, ἕτερον πνεῦμα ἀπὸ παραδείγματος· ἐγὼ μὲν γὰρ προὔλεγον καὶ διεμαρτυράμην καὶ παρʼ ὑμῖν ἀεὶ καὶ ὅπου πεμφθείην, αἱ δὲ πόλεις ἐνόσουν· μέχρι τούτου τὸ δεύτερον πνεῦμα, ἀκμὴ δὲ λέγεται, ὅταν πληρωθῇ τὸ ἓν πνεῦμα, καὶ κατὰ σχῆμα ἑνὸς εἴδους τῶν σχημάτων, εἰς ἕτερον σχῆμα μεταβῇ, τότε γίνεται ἀκμὴ ἐν τῇ μεταβολῇ τοῦ σχήματος τοῦ νοήματος μὴ ἀλλασσομένου· διπλῆς τοίνυν οὔσης τῆς ἀκμῆς διανοίας τε καὶ λόγου, δεῖ ἐν τῇ ἀκμῇ τῶν νοημάτων τὸ ποριμώτερον τελευταῖον τιθέναι· ποριμώτερον δέ ἐστι τὸ ἐκ παραδειγμάτων καὶ παραβολῶν τὴν σύστασιν λαμβάνον· οἷον ὡς ἐποίησεν Ὅμηρος· καὶ γὰρ αὐτὸς πληρώσας τὸ πνεῦμα κατὰ κῶλον ἐν πράγμασιν, ἐπὶ τὴν παραβολὴν ἦλθεν· Ἀσπὶς ἄρʼ ἀσπίδʼ ἔρειδε· κόρυς κόρυν· ἀνέρα δʼ ἀνήρ. Ψαῦον δʼ ἱππόκομοι κόρυθες λαμπροῖσι φαλοῖσι Νευόντων, ὣς πυκνοὶ ἐφέστασαν ἀλλήλοισιν. εἶτα ἡ παραβολὴ ἐπάγεται· Ὡς δʼ ὅτε τοῖχον ἀνὴρ ἀράρῃ πυκινοῖσι λίθοισι. φησὶν οὖν ὁ τεχνικὸς, ὅτι ἀκμῆς γινομένης ἀπὸ τῶν νοημάτων, δεῖται τελευταῖον τηρεῖν τὸ ποριμώτερον. δεῖ γὰρ ἀεὶ τὸν λόγον αὔξειν· ποριμώτερον δέ ἐστι τὸ ἀπὸ παραδειγμάτων τὴν σύστασιν λαβεῖν δυνάμενον ἢ παραβολῶν· οὕτω γὰρ τῆς τέχνης τάξιν σε διδασκούσης καὶ ἐπὶ τὸ κρεῖττον κατʼ ὀλίγου προαγομένης καὶ ἀναγούσης, εὐδοκιμεῖν ἡ ψυχὴ δοκεῖ τῆς τέχνης διʼ ὧν προσῆκεν εὐοδούσης. καὶ μετά τινά φησιν· καὶ Ὅμηρος τὸ κατὰ κῶλον πνεῦμα ἐν πράγματι πληρώσας ἐπὶ τὴν παραβολὴν ἦλθεν· Ἀσπὶς ἄρʼ ἀσπίδʼ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δʼ ἀνήρ· Ψαῦον δʼ ἱππόκομοι κόρυθες λαμπροῖσι φαλοῖσι Νευόντων, ὣς πυκνοὶ ἐφέστασαν ἀλλήλοισιν, εἶτα ἡ παραβολὴ, Ὡς δʼ ὅτε τοῖχον ἀνὴρ ἀράρῃ πυκινοῖσι λίθοισιν· ἕκαστον παράδειγμα μετὰ τὴν περὶ αὐτοῦ ἑρμηνείαν τιθέμενον μαρτυρεῖν ὀφείλει ἀληθεῖ οὔσῃ καὶ οὐκ ἐναντιοῦσθαι αὐτῇ· οἷον πᾶς μέσος ὅρος, τῆς μὲν ἐλάσσονος προτάσεως κατηγορούμενος· τῇ δὲ μείζονι ὑποκείμενος, καταφατικῆς οὔσης τῆς ἐλάσσονος προτάσεως, τῆς δὲ μείζονος καθόλου καὶ αὐτῆς καταφατικῆς, καθόλου καταφατικὸν συνάγει συμπέρασμα· οἷον τὸ ζῶον τοῦ ἵππου μὲν κατηγορεῖται, τῇ οὐσίᾳ δὲ ὑπόκειται· πᾶς γὰρ ἵππος ζῶον, καὶ πᾶν ζῶον οὐσία, πᾶς ἄρα ἵππος οὐσία· εἰ δὲ φάμενος τὰ ἰδιώματα τοῦ πρώτου σχήματος δέδωκε παράδειγμα μὴ συνάγον καθόλου καταφατικὸν συμπέρασμα, ὡς τὸ πᾶς ἄνθρωπος ζῶον, οὐδὲν ζῶον λίθος, οὐδεὶς ἄνθρωπος λίθος, τί ἂν ἐδόκει λέγειν ὁ ταῦτα φάμενος; οὐκ ἔξω τοῦ καθεστηκότος τυγχάνειν, οὐ παραπληξίᾳ καὶ ἀνοησίᾳ ἔνοχος εἶναι, οὐχὶ ληρεῖν καὶ ἀγνοεῖν, ὅ τι καὶ φθέγγεται; οὕτως οὖν καὶ ἐνταῦθα εἰπὼν ὁ τεχνικὸς, δεῖ τελευταῖον τηρεῖν τὸ ποριμώτερον· τοῦτο δέ ἐστι τὸ ἐκ παραδειγμάτων καὶ πρὸς πίστωσιν οἰκείαν προαγαγὼν ῥητὸν Ὁμηρικὸν, ποταπὸν ὤφειλε προαγαγεῖν ἐναντίον ἑαυτοῦ, ἢ ἁρμόδιον τῷ κανόνι αὐτοῦ· καὶ οὐκ ὤφειλε προφέρειν ῥητὸν, ἔχον τὰ πράγματα πρῶτον καὶ ἑπομένην τὴν παραβολὴν, πάντως οἶμαι συμφήσειεν ἂν ἕκαστος τῶν συνιέναι δυναμένων· ὁ δὲ προήνεγκε μὲν τὴν ἐκ τοῦ Ὁμήρου μαρτυρίαν, οὐχ Ὁμηρικῶς δέ· ὁ μὲν γὰρ Ὅμηρος πρῶτον τὴν παραβολὴν τέθεικε καὶ οὕτω τὰ πράγματα· Ὡς δʼ ὅτε τοῖχον ἀνὴρ ἀράρῃ πυκινοῖσι λίθοισι Δώματος ὑψηλοῖο, βίας ἀνέμων ἀλεείνων· Ὡς ἄραρον κόρυθές τε καὶ ἀσπίδες ὀμφαλόεσσαι· Ἀσπὶς ἄρʼ ἀσπίδʼ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δʼ ἀνήρ. καὶ ἑξῆς. εἰ δὲ πρὸς τὴν χρείαν τῆς αὐτοῦ διδασκαλίας φαίη τις μεταπλάσαι τὸ Ὁμηρικὸν, ἔδει αὐτὸν μεταπεπλασμένον προφέροντα μὴ εἰπεῖν, ὡς Ὅμηρος τὸ κατὰ κῶλον πνεῦμα ἐν πράγμασι πληρώσας ἐπὶ τὴν παραβολὴν ἦλθεν. ἀλλʼ ἢ μηδόλως τὸ Ὁμηρικὸν τοῦτο προαγαγεῖν ῥητὸν, ἢ προαγαγόντα εἰπεῖν, ὡς Ὅμηρος μὲν πρὸ τοῦ πράγματος τὴν παραβολὴν προὔθετο, καὶ ὡς εἰπεῖν τινα αἰτίαν. σὺ δὲ, ὦ φίλος, πρὸς τὸ διδασκόμενον εἴπερ εὐδοκιμεῖν βούλοιο τὰ πράγματα προθέμενος, ἐπάγαγε τελευταίαν τὴν παραβολήν. ἀλλʼ εἰ καὶ τοῦτο ἐποίησεν, εἶπεν ἄν τις, καὶ εἰ μὴ κατὰ τὴν σὴν διδασκαλίαν τὸ τοῦ Ὁμήρου ὑπάρχει πνεῦμα, τίς χρεία μνησθῆναι αὐτοῦ, εἰ δὲ λόγων ἐβούλετο καὶ αἰτιῶν ἀπαλλαγῆναι ἢ σιγῆσαι τὸν Ὅμηρον ἢ ἕτερον αὐτοῦ ἐφευρηκότα πνεῦμα, συνηγοροῦν τῇ αὐτοῦ διδασκαλίᾳ, προσενεγκεῖν ἀμέμπτως· εἰσὶ γὰρ παρʼ Ὁμήρῳ καὶ οὐκ ὀλίγα οἷον· Αὐτὰρ ὑπὸ χθὼν Σμερδαλέον κονάβιζε ποδῶν αὐτῶν τε καὶ ἵππων· Ἔσταν δʼ ἐν λειμῶνι Σκαμανδρίῳ ἀνθεμόεντι Μυρίοι, ὅσσα τε φύλλα καὶ ἄνθεα γίνεται ὥρῃ. καὶ πληρώσας τὸ κατὰ κῶλον πνεῦμα ἐν πράγμασιν ἐπὶ τὴν παραβολὴν ἦλθεν· Ἠΰτε μυιάων ἀδινάων ἔθνεα πολλά· καὶ πάλιν, Αὐτὰρ ἐπεὶ κόσμηθεν ἅμʼ ἡγεμόνεσσιν ἕκαστος, Τρῶες μὲν κλαγγῇ τʼ ἐνοπῇ τʼ ἴσαν ὄρνιθες ὥς· εἶτα ἡ παραβολή· Ἠΰτε περ κλαγγὴ γεράνων πέλει οὐρανόθεν πρό· καὶ πάλιν ἕτερον, ὃ καὶ πάντων ἐστὶν ἁρμοδιώτερον· Οὐδὲ σέθεν, Μενέλαε, θεοὶ μάκαρες λελάθοντο Ἀθάνατοι, πρώτη δὲ Διὸς θυγάτηρ ἀγελείη· Ἡ δὲ τόσον μὲν ἔεργεν ἀπὸ χροός, ὡς ὅτε μήτηρ Παιδὸς ἐέργει μυῖαν, ὅθʼ ἡδέι λέξεται ὕπνῳ· καὶ ταῦτα μὲν περὶ τοῦ ποριμωτέρου· ἑξῆς δὲ τρεψόμεθα ἐπὶ τὴν ἐν πνεύματι τάσιν.
ιʹ. Μεταποίησις τοῦ πνεύματος εἰς περίοδον· ὃς γὰρ Φίλιππον ὁρῶν πάντα καταλαβεῖν βιαζόμενον καὶ τοῖς ἐνσπόνδοις ἀεὶ πανούργως ἐπιτιθέμενον οὐ συνίει λοιπὸν ταῖς ἐκείνου τοῦ πολέμου περιεχόμενος ἄρκυσιν, οὗτος ἐμοὶ μάτην τανῦν διοχλεῖ.
Περὶ τάσεως.
Τάσις ἐστὶ λόγου, ὅταν ὑπεραίρῃ τῷ μέτρῳ τὸ πνεῦμα μακρότερον γινόμενον ὑπὲρ τὸ δύνασθαι ἐν ἰδίῳ ληφθῆναι τοῦ λέγοντος πνεύματι· τοῦτο γάρ ἐστιν ἡ τάσις, τὸ ἀποτετάσθαι ἐπὶ μήκιστον ἢ χρὴ τὸ πνεῦμα. ἔστι δὲ φανερὸν τὸ πνεῦμα, ὅτι τάσις ἐστὶ λόγου εἶπεν ὁ τεχνικὸς, ἀντὶ τοῦ τάσις πνεύματος· πρῶτον μὲν γὰρ, ὅτι οὐ περὶ ἁπλῶς λόγου ποιεῖται τὸν λόγον, δεύτερόν φησι περὶ τάσεως τῆς ἐν πνεύματι, οὐκ εἶπε περὶ τάσεως τῆς ἐν λόγῳ. οὐκ ἂν οὖν ἐπηγγείλατο περὶ πνεύματος καὶ περὶ λόγου ἐδίδασκεν. Αὕτη δὲ ἡ τάσις γίνεται καὶ ἐν κατηγορίαις καὶ ἐν ἀπολογίαις· εἶδος δὲ ἔχει ἡ τάσις τὴν καταφορὰν, ἥτις ἐν ταῖς κατηγορίαις μόνον λαμβάνεται· καταφορὰ γάρ ἐστιν ἡ ἐν τῇ κατηγορίᾳ τάσις, ὡς εἶναι τὴν μὲν τάσιν γένος, κατηγορίαν δὲ διαφορὰν συστατικήν· ὡς ἂν εἴποι τις καταφορά ἐστι τεταμένη κατηγορία·
Περὶ διλημμάτου.
Πληρώσας τὰ σχήματα τῶν πολιτικῶν καὶ πανηγυρικῶν καὶ ἀποδεικτικῶν τε καὶ παραδειγματικῶν, καὶ ἐκ παραβολῆς ἐπιχειρημάτων ὁ τεχνικὸς ἥκει καὶ ἐπὶ τὸ ἕτερον σχῆμα τὸ λεγόμενον διλήμματον, καὶ διδάσκει, τί ἐστι διλήμματον, καὶ πότε δεῖ λαμβάνεσθαι· ἔστι τοίνυν διλήμματον σχῆμα λόγου δριμύτητος δόξαν ἔχον καὶ ἀλήθειαν· καὶ γὰρ τοιοῦτόν ἐστιν ὥσπερ ἐρωτῶντός σου δύο τινὰ, ὁποῖον ἂν ἀποκριθῇ, ὁ διʼ ἐναντίας ἡττηθήσεται· ὀφείλει οὖν ὁ ἐρωτῶν ταῦτα ἐρωτῆσαι δύο· ὡς εἶναι ἐναντία ἀλλήλοις ἄμεσα· ἵνα κἂν θέλῃ κἂν μὴ θέλῃ ἓν ἐκ τῶν δύο ἀποκρίνηται· εἰ γὰρ εἴη ἔμμεσον, διαφεύξεταί σου τὴν ἐρώτησιν· οἷον πότερον παρῆς ἐν τῇ πανηγύρει, ἢ οὐ παρῆς; ἀνάγκη γὰρ αὐτὸν ἓν ἐκ τῶν δύο ἀποκριθῆναι, ἢ ὅτι παρήμην, ἢ ὅτι οὐ παρήμην· ὡς τῶν δύο μέσου μηδενὸς ὄντος· εἶτα ἀποκρινομένου παρήμην, ἀπαντήσεις, πῶς οὖν κατηγορεῖς τῶν συμπαρόντων σοι ὡς κακῶς πραξάντων τῷ παρεῖναι; καὶ σὺ ἄρα ὡσαύτως ὑπεύθυνος αὐτοῖς εἶ συμπαρών· εἰ δὲ εἴπῃ, οὐ παρήμην, ἀποκριθήσῃ, γραφὴν ἀποίσῃ κατηγορίας μεγίστης, ὅτι τῇ πανηγύρει τῆς πόλεως οὐ παρῆς· εἰ γὰρ ἐρωτήσεις ἐναντίας μὲν ἐρωτήσεις, ἐχούσας δὲ ἔμμεσον, φεύξεταί σου τὴν ἐρώτησιν μηδεμιᾷ προτάσει συγκατατιθέμενος· καὶ πάλιν, καλὴν γυναῖκα ἔγημας ἢ αἰσχράν; ἀποκριθήσεται πάντως ἓν ἐκ τῶν δύο, ἢ καλὴν ἢ αἰσχρὰν, διὰ τὸ μὴ εἶναι ἔμμεσον· καὶ πρὸς ἑκάτερον ἀπαντήσεις, εἰ μὲν καλὴν ἀποκριθῇ, φήσεις ὅτι καὶ κοινὴν, εἰ δὲ αἰσχρὰν ἀποκριθῇ, εἴποις οὐκοῦν ποινὴν καὶ τιμωρίαν, καὶ οὐκ ἔδει σε γῆμαι· ἢ ἑκάστη τῶν προτάσεων ἰδίας λύσεως τυγχάνει. ὡς τὸ, τί οὖν κατηγορεῖς τῶν ἐν τῇ πανηγύρει; συμπαρὼν αὐτοῖς καὶ τῷ αὐτῷ ἐγκλήματι ὑποκείμενος· ἢ μὴ συμπαρὼν ἀσεβείας γραφὴν ἀποίσῃ, ὡς ταῖς ἑορταῖς μὴ συμπαρὼν καὶ συνεορτάζων τοῖς πολίταις· εἰ γὰρ εἴη ἔμμεσον, οὐδʼ ὁπότερον τῶν προβαλλομένων ἀποκριθήσεται· καὶ γὰρ εἰ ἐρωτήσει πότερον πενιχρὰν γυναῖκα ἔγημας ἢ τῶν εὐδαιμόνων ἢ πλουσίων, ἀποκριθήσεται μηδετέραν, ἀλλὰ τὰ αὐτάρκη κεκτημένην, καὶ μενεῖς ἀχανὴς πρὸς αὐτὸν μηδὲν ἀνταποκριθῆναι δυνάμενος· οὐδὲ γὰρ δεῖ σε ἐρωτᾷν ἄλλʼ, ἢ ὅπερ ἐπίστασαι, ὅτι ἀποκριθήσεται, κἂν μὴ βούληται, ἢ τοῦτο ἢ ἐκεῖνο, τῶν δύο προτάσεων ἓν, καὶ ὅτι οἷον ἂν ἀποκριθῇ, εὕροι σε πρὸς αὐτὸ ἕτοιμον τοῦ τὴν λύσιν αὐτοῦ παρέχειν καὶ οὕτως ἡττηθήσεται· καὶ ταῦτα μὲν περὶ διλημμάτων· ἑξῆς δὲ ῥητέον περὶ παρηχήσεως, ὅ ἐστι κεφάλαιον ἕβδομον τοῦ τετάρτου τόμου.
βʹ. Ἐν τῇ τέχνῃ τῇ τῶν στάσεων· ἐκεῖ γὰρ ἐν ἀντιλήψει οὕτως τὸ παραγραφικὸν ἐμελέτησεν, ᾧ καὶ νῦν μικρὸν ἔμπροσθεν τὸ διλήμματον παραδειγματίζων, οὕτως ἐχρῆτο ὅτε ἔλεγε, παρῆς τούτοις καὶ συνευφραίνου ἢ οὐ παρῆς, καὶ πάλιν, ᾔδεις τὰ μέλλοντα, ἢ οὔ. ταῦτα γὰρ διλήμματον μέν ἐστι, δύναμιν δὲ παραγραφικοῦ ἔχει, ἀπὸ τοῦ χρόνου παραλαμβανομένην. μεμελέτηται δὲ εἶπεν. αὐτοῦ γάρ ἐστι ταῦτα λεγόμενα παραδείγματα, οὐχὶ Δημοσθένους, ὁ γὰρ Δημοσθένης ἐν τῷ ὑπὲρ τοῦ στεφάνου διὰ παντὸς τοῦ λόγου τῇ ἐννοίᾳ χρώμενος ταύτῃ, ἑτέρως συντομώτερον καὶ μόγις κατανοουμένῃ, ὡς κατὰ διλήμματον χρῆται. ἐπεὶ οὖν διεξοδικώτερον οὗτος προάγει, μεμελέτηται εἶπεν, οὐχʼ ὅτι ἰδίως ἀλλαχοῦ ἐμελέτησεν εἰς τοιαύτην ὑπόθεσιν. Περὶ παρηχήσεως.
αʹ. Παρήχησίς ἐστι κάλλος ὁμοίως ὀνομάτων ἐν διαφόρῳ γνώσει ταὐτὸν ἠχούντων. γίνεται δὲ, ὅταν δύο ἢ τρεῖς ἢ τέσσαρες λέξεις ἢ ἁπλῶς ὀνόματα εἴποι τις, ὅμοια μὲν ἠχοῦντα, διάφορον δὲ τὴν δήλωσιν ἔχοντα, καὶ δύο μὲν λέξεις, ὡς τὸ, πείθει τὸν Πειθίαν, καὶ τὸ, ἀλλʼ οὐκ Εὐπείθει πεπίθοντο. τρεῖς δέ. Ἤτοι ὁ κὰπ πεδίον τὸ Ἀληΐον οἶος ἀλᾶτο· Ὃν θυμὸν κατέδων πάτον ἀνθρώπων ἀλεείνων. τρεῖς γὰρ λέξεις εἰσὶ, ταὐτὸν μὲν ἠχοῦσαι, διάφορον δὲ σημασίαν ἔχουσαι· τὸ ἀλήιον τόπον γὰρ σημαίνει, καὶ τὸ ἀλᾶτο, καὶ τὸ ἀλεείνων. τέσσαρες δὲ λέξεις. Ἕλληνας ἑλόμενος Φίλιππος κωλύσας ἑλληνίζειν ἐλέους ἐποίησεν ἀξίους· καὶ τὸ παρὰ Δημοσθένει, «δεινὸν γὰρ εἰ τοὺς ἐλεεῖν ἂν ἕλωσιν οὐκ εἰδότας ἑλόμενοι ἐλεήσετε·» ἔστι δὲ ὁ λόγος τοῦ προβλήματος· πεπόμφασι Λακεδαιμόνιοι Πλάταιαν ἐνοικήσειν ὑπισχνούμενοι, εἰ λάβοιεν τοὺς τριακοσίους· συμβουλεύει τις διδόναι, Πλαταιεῖς ἀντιλέγουσιν. Οὕτως δὲ ἔχει τὰ τῆς ὑποθέσεως· ἐπολιόρκησαν Λακεδαιμόνιοι Πλάταιαν, συνέρραξαν πόλεμον Ἀθηναίοις· ἐλήφθησαν ἐξ αὐτῶν αἰχμάλωτοι τριακόσιοι, οὓς κατέσφαξαν Ἀθηναῖοι ἐν τῷ βωμῷ. πρὸ δὲ τοῦ ἀναιρεθῆναι αὐτοὺς ἔπεμψαν Λακεδαιμόνιοι πρὸς Ἀθηναίους πρεσβείαν, αἰτούμενοι λαβεῖν τοὺς τριακοσίους καὶ ὑπισχνούμενοι ἐνοικῆσαι Πλάταιαν, καὶ συνεβούλευσε μέν τις δοῦναι, ἀντεῖπον Πλαταιεῖς, εἰπόντες διὰ Δημοσθένους. δεινὸν γὰρ εἰ τοὺς ἐλεεῖν, ἂν ἕλωσιν, οὐκ εἰδότας, ἑλόντες ἐλεήσετε· ἔστι δὲ θαυμασία παρήχησις, ἔχει δέ τινα μικρὰν παραλλαγήν· ἔλθωμεν οὖν καὶ ἐπὶ τὸ ὄγδοον κεφάλαιον. Περὶ κύκλου.
αʹ. Κύκλος ἐστὶ σχῆμα καὶ αὐτὸ ἑρμηνείας ἴδιον κάλλος ἐμπεριέχον λόγου· γίνεται δὲ, καθώς φησιν ὁ τεχνικὸς, ὅταν ἀφʼ οὗ ἄρξηταί τις ὀνόματος ἢ ῥήματος εἰς τὸ αὐτὸ καταλήξῃ πάλιν, μήτε πτῶσιν ἀλλάξας, μήτε ἀριθμὸν μήτε ἄλλο τι. οἷον «σοὶ μὲν ἦν κλέπτης ὁ πατὴρ, εἴπερ ἦν ὅμοιός σοι·» καὶ ἐν τῷ τῆς παραπρεσβείας· ἦν ἡμῖν πρὸς Φίλιππον πόλεμος, ἦν, καὶ πάλιν, δέδοικα μὲν, ὦ ἄνδρες Ἀθηναῖοι, δέδοικα· καί φαμεν οὐ καλῶς ἄρξασθαι οὐδὲ ὁρίσαι τὸν τεχνικόν· ἔδει γὰρ αὐτὸν εἰπεῖν ἢ περὶ κύκλου λόγου, ἢ περὶ κυκλικοῦ λόγου· ἐπεὶ λέγων ἁπλῶς, κύκλος ἐστὶν σχῆμα ἑρμηνείας ἴδιον κάλλος ἐμπεριέχον λόγου, οὐκ ἀληθεύει· οὐ γὰρ ἁπλῶς κύκλος ἔχει κάλλος λόγου, ἀλλʼ ὁ τοῦ λόγου κύκλος, ἐπεὶ τί ἂν εἴποιμεν πρὸς Εὐκλείδην καὶ τὴν ἀλήθειαν, ὅτι κύκλος ἐστὶ λεγόντων σχῆμα ἐπίπεδον ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον, πρὸς ἣν ἀφʼ ἑνὸς σημείου τῶν ἐντὸς τοῦ σχήματος κειμένων πᾶσαι αἱ προσπίπτουσαι εὐθὺς ἴσαι ἀλλήλοις εἰσίν· ἀλλʼ ἐπεὶ περὶ σχημάτων ἐν λόγοις οὐκ ἐν σώμασιν ἦν αὐτοῦ ὁ πᾶς λόγος, ὡς ὁμολογούμενον αὐτὸ παρεσιώπησεν. οὕτως οὖν ὁριστέον, κύκλος ἐστὶ σχῆμα λόγου, ἑρμηνείας ἴδιον κάλλος ἐμπεριέχον ἐκ τῆς λέξεως, ἧς ἄρχεται, εἰς αὐτὴν καταλῆγον, κατὰ πάντα ἀπαράλλακτον· ὁ γὰρ ὁρισμὸς τοῦ τεχνικοῦ, εἰ μέν ἐστιν ἐλλιπὴς, οὐκ ἔστιν ὅρος, ἡ δὲ τὴν προσθήκην δέχεται καὶ οὕτως ἐκπίπτει τοῦ ἰδιώματος τοῦ ὁρισμοῦ· φησὶ γὰρ, κύκλος ἐστὶ καὶ αὐτὸ ἑρμηνείας ἴδιον κάλλος ἐμπεριέχον λόγου· πρῶτον μὲν πᾶς ὁρισμὸς δηλωτικὸς ὑπάρχει τῆς φύσεως τοῦ ὑποκειμένου πράγματος, καὶ οὔτε ἐλλείπειν θέλει οὔτε πλεονάζειν· διὸ καὶ ἀντιστρέφει. ἴδωμεν οὖν, εἰ καὶ ὁ παρὼν ὁρισμὸς ἀντιστρέφει. κύκλος ἐστὶ σχῆμα λόγου ἴδιον κάλλος ἐμπεριέχον· πᾶν οὖν σχῆμα ἴδιον κάλλος ἐμπεριέχον κύκλος ἐστίν· οὐδεὶς οἶμαι τοῦτο φήσει, ἡ παρήχησις ἔχουσα κάλλος κύκλος ἔσται, καὶ περίοδος κεκαλλωπισμένον σχῆμα, ὁμοίως καὶ κῶλον καὶ κόμμα· κεκαλλωπισμένα καὶ αὐτὰ κύκλοι ἔσονται· εἶτα φησὶ, γίνεται δὲ ὅταν ἀφʼ οὗ ἄρξηταί τις ὀνόματος ἢ ῥήματος εἰς τὸ αὐτὸ καταλήξῃ πάλιν, μήτε πτῶσιν ἀλλάξας, μήτε χρόνον, μήτε ἀριθμὸν, μήτε ἄλλο τι· τοῦτο οὖν προστιθέμενον, ὡς ἐν τῷ δοκεῖν ὅρον τέλειον ἐργαζόμενον, ἀντιστρέφει, ἀλλὰ κἂν ἀντιστρέφῃ τοῦ εἶναι ὅρος ἐξέπεσεν. ὁ γὰρ ὅρος μετὰ τοῦ ἀντιστρέφειν σύντομος ὀφείλει εἶναι. οὕτως γὰρ αὐτὸν ὁρίζονται· ὅρος ἐστὶ λόγος σύντομος δηλωτικὸς τῆς φύσεως τοῦ ὑποκειμένου πράγματος· οὗτος δὲ λόγος ἐστὶ πεπλατυσμένος, διδασκαλίας τάξιν ἐμπεριέχων, παντελῶς ἀπεοικὼς ὅρῳ. ὁριστέον οὖν αὐτὸν ὡς προέφημεν. σχῆμα λόγου ἴδιον κάλλος ἐμπεριέχον, τὴν αὐτὴν ἀρχὴν καὶ τέλος κατὰ πάντα ἔχον ἀπαράλλακτον· εἴρηται δὲ κύκλος, ἀπὸ μεταφορᾶς τῶν ἐπιπέδων κυκλικῶν σχημάτων· ἐκεῖνα γὰρ ἄδηλον ἔχουσιν τὴν ἀρχὴν, διὰ τὸ ἐν πᾶσιν ὅμοιον καὶ ταῦτα διὰ τὸ ταὐτὸν καὶ ἀπαράλλακτον τῆς ἀρχῆς καὶ τέλους τῆς αὐτῆς τυγχάνουσι κλήσεως. Ἰστέον δὲ, ὡς μὴ ἀρεσθεὶς ἐν τῷ ὁρισμῷ τῷ ὑπʼ αὐτοῦ ἐκτεθέντι ὁ τεχνικὸς ἐπὶ τέλει φησὶν ἕτερον ὁρισμόν· κύκλος ἐστὶ, τὸ δὲ «ἀφʼ ὧν ἂν ἄρξηταί τις ὀνομάτων ἢ ῥημάτων» εἰπὼν πάντως πᾶσαν λέξιν περιέλαβεν. ἐπεὶ τί ἂν εἴποις περὶ τῆς σοι ἀντωνυμίας ἓν ἐν τῷ παραδείγματι τέθεικεν. ἀλλʼ ὅμως καὶ τῇ τοῦ ὀνόματος κλήσει ἐπὶ παντὶ μέρει λόγου κέχρηνται οἱ τεχνογράφοι. ὡς τὸ, καλοῖς ὀνόμασιν ἐχρήσατο Πλάτων, ὡς ἐκ τούτου οὖν τὸ ἰοὺ, ἰοὺ κύκλος ἐστὶ, καὶ τὸ αἲ αἴ, καὶ τὸ οὐχὶ οὐχὶ, ὅπερ οὐδεὶς ἂν καταδέξαιτο λέγειν. ἔδει οὖν φάναι, σχῆμα λόγου ἴδιον κάλλος ἔχον τὸ ἀφʼ ὧν ἂν ἄρξηταί τις εἰς αὐτὰ καταλήγειν ἀπαραλλάκτως· ἀρκούντως οὖν περὶ τοῦ κύκλου διαλαβόντες μεταβῶμεν ἐπὶ τὰ ἐπιφωνήματα.
Περὶ ἐπιφωνημάτων.
Ἰστέον, ὡς τρία εἴδη ἐπιφωνημάτων ὁ τεχνικὸς διδάσκει· πρῶτον μὲν εἶναι λέγει ἐπὶ πράγματι παρʼ ἡμῶν ἔξωθεν λεγόμενον, καί φησιν δεῖν αὐτὸν καὶ προσέχεσθαι τῷ ὑποκειμένῳ ὡς ἐκείνου μέρος ὄντα, ἵνα μὴ ἀπᾴδῃ καὶ αὐτὸν ἔξωθέν τι προσειληφέναι· ἵνα ᾖ καὶ ἐπὶ τοῦ ἐπιφωνήματος φύσις δήλη, οἷον· Σὺν δʼ Εὖρός τε Νότος τʼ ἔπεσε Ζέφυρός τε δυσαὴς, Καὶ Βορέης αἰθρηγενέτης μέγα κῦμα κυλίνδων. καὶ Σὺν δὲ νεφέεσσι κάλυψε Γαῖαν ὁμοῦ καὶ πόντον· μέχρι τούτων ἡ διατύπωσις, τὸ δέ· Ὀρώρει δʼ οὐρανόθεν νύξ· ἐστὶν ἐπιφώνημα καὶ ἑρμηνεύων φησίν· ᾗ μὲν γὰρ ἐκ τῶν νεφῶν τὸ σκότος γίνεται, προσέχεται τῇ ἀληθείᾳ καὶ ἴδιον τοῦ πράγματος ἐγένετο· ᾗ δὲ ἐξ οὐρανοῦ λέγεις τὴν νύκτα γεγονέναι, δεῖ σε τολμήσαντα καὶ νύκτα εἰπόντα τὸ ἄλλο σκότος καὶ ἐξ οὐρανοῦ γεγονέναι εἰπεῖν· ὅθεν· οὐδέποτε γίνεται σκότος, οὐδὲ νύξ· τὸ ἐπιφώνημα ὁ τεχνικός φησιν, ὅτι εἰ κατὰ κῶλον ποιοῖτό τις μεμετρημένως τὴν τοῦ πράγματος διήγησιν ἐν τῷ μηδὲν εἶναι ἀπαράλλακτον· διατύπωσις δέ ἐστι τοῦ πράγματος μόνον καὶ προβλήματος διασκευή· εἰ δὲ παυσάμενος ἐνέγκῃ τι ἔξωθεν τολμηρῶς, ἵνα ἔχῃ τι παράδοξον καὶ οὐ τοῖς πᾶσιν ἐγνωσμένον, ἀλλʼ οὐδὲ ἀπηλλοτριωμένον τῶν ἐν τοῖς κώλοις ῥηθέντων τοῖς πρὸ αὐτοῦ τεθειμένοις· ἀλλά τινα ἐπίτασιν αὐτῶν καὶ μετὰ τῆς ἐπιτάσεως δεικνύειν, καὶ αὐτῆς τὴν γένεσιν πόθεν ἐγένετο· οἷον ὡς ἵνα τις προειπὼν ἡλίου φλογμὸν ἐπενέγκῃ πῦρ ἐξημμένον ἐκ τῶν ἀστέρων ἢ τοῦ αἰθέρος, καὶ γὰρ ἐνταῦθα εἰπὼν κίνησιν τῶν τεσσάρων ἀνέμων ὑπὸ τοῦ Ποσειδῶνος κατὰ τοῦ Ὀδυσσέως γεγενῆσθαι καὶ κατὰ γῆς καὶ θαλάσσης ἐπικάλυψιν τῶν νεφῶν ὑπεσήμανε, ὡς συννεφία γέγονεν· εἶτα ἐπίτασιν βουλόμενος δεῖξαι ἤγουν βαθὺ σκότος, ὅπερ ἐπίτασις τῆς συννεφίας ἐμνήσθη νυκτός· ἐπιζητοῦντος δὲ ὡς εἰκὸς τοῦ ἀκροατοῦ, πόθεν ἥκει ἡ νύξ, ὡς ἐτόλμησεν εἰπεῖν νύκτα, εἶπε τολμηρῶς καὶ οὐρανὸν, ἐξ οὗ ἐγεννήθη ἡ νύξ· καὶ ὡς ἄν τις μεταφράζων εἴποι, συνῆλθεν ὁ Νότος τε καὶ ὁ δύσπνους Ζέφυρος σὺν τῷ Εὔρῳ μετὰ καὶ τοῦ Βορέου τοῦ κυλίοντος μεγάλα κύματα, συνεκάλυψε δὲ τοῖς νέφεσι τὴν γῆν ὁμοῦ καὶ τὴν θάλασσαν, ὥρμησε δὲ νὺξ βαθεῖα ἐξ οὐρανοῦ· καὶ ὁ μὲν τεχνικὸς τολμηρῶς λέγει ἐπεισάγεσθαι τὸ ἐπιφώνημα διὰ τὸ ἀσύνηθες καὶ ξένον, ὡς ἔξωθεν τολμώμενον εἰσάγεσθαι· ἀσάφειαν δὲ ἐνεδείξατο ἐν αὐτῷ ἔν τε τῷ εἰπεῖν πῶς γίνεται τὸ ἐπιφώνημα, καὶ ἐν τῷ δοῦναι παράδειγμα οὔτε κατάλληλον ἄγαν τῇ ὑπʼ αὐτοῦ γεγενημένῃ· διδασκαλίᾳ τοῦ λόγου, οὔτε οὕτω κείμενον παρʼ Ὁμήρῳ· ὁ μὲν γὰρ τεχνικὸς πρῶτον λέγει τὴν διατύπωσιν γίνεσθαι τοῦ πράγματος κατὰ κῶλον μεμετρημένως ἐκφερομένην, καὶ εἶθʼ οὕτως ἐπάγεσθαι τὸ ἐπιφώνημα. καὶ ἐπαγομένην ἔχει τὴν διατύπωσιν ταύτην· ἔχει γὰρ οὕτως· Σὺν δὲ νεφέεσσι κάλυψε Γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δʼ οὐρανόθεν νύξ. Σὺν δʼ Εὖρος τε Νότος τʼ ἔπεσε Ζέφυρός τε δυσαής. Καὶ Βορέης αἰθρηγενέτης μέγα κῦμα κυλίνδων.
Οἰόμεθα δὲ τῇ ἐναλλαγῇ τῆς τάξεως τῶν στίχων δοκεῖν τῷ τεχνικῷ ἁρμοδιώτερον ἐπεισάγειν παράδειγμα τοῦ ἐπιφωνήματος καὶ διὰ τοῦτο ἐναλλὰξ θεῖναι τοὺς στίχους· ἀλλʼ ἐπείπερ αἰδὼς διδασκαλίας οὐκ ἄμετρος ὀφείλει εἶναι, αὐτόν τε εὐλαβητέον, ὅσον οὐκ ἐπακολουθεῖ ζημία τοῦ γνωσθῆναι ὀφείλοντος, ἴδωμεν, εἴ τι καὶ ἡμεῖς συνεισφέρειν τῇ διδασκαλίᾳ πρὸς σαφήνειαν τοῦ ἐπιφωνήματος δυνησόμεθα· ὡς ἂν καὶ Ὅμηρος τὴν τάξιν ἔχοι τῶν στίχων, ὡς ὑπʼ αὐτοῦ γεγόνασι, καὶ τὸ ἐπιφώνημα ἴσως καὶ ἁρμοδιώτερον παρατεθῇ· ἡ τοῦ ἐπιφωνήματος τοίνυν φύσις, ὡς τῇ ἀληθείᾳ καὶ τῷ διδασκάλῳ δοκεῖ, τολμηρόν τι ὀφείλει ἔχειν ἔξωθεν ἐπεισαγόμενον παρʼ ἡμῶν καὶ μὴ ἀπᾴδειν, ἀλλὰ προσέχεσθαι τῷ ὑποκειμένῳ· καὶ καθὸ μὲν προσέχεσθαι δεῖ καὶ μὴ ἀπᾷδον εἶναι, ἡνίκα περὶ νεφῶν τις λέγει, ἐπιφέρειν χρὴ τὸ ἐπιφώνημα· ἢ νύκτα βαθεῖαν, ἢ ταραχὴν θαλάσσης ὅτι μεγίστην, καθὸ δὲ ἡ ἐπίτασις τῆς αὐτοῦ πυκνότητος εἴωθε ταῦτα ποιεῖν, χρὴ ἐπιτεταμένως καὶ τὰ ἐξ αὐτῶν ἐπιφωνήματα λέγειν καὶ τολμηρῶς· εἰ δὲ περὶ ταραχῆς ἀνέμων καὶ σφοδρᾶς κινήσεως ναυαγησάντων πολέμους καὶ νεκρῶν ἐπὶ τῆς χέρσου ἐκβράσεις· ἁρμόσωμεν οὖν τὸ Ὁμηρικὸν ῥητὸν ὡς ἐτέθη παρʼ Ὁμήρῳ καὶ μηδὲν ὑπαλλάξαντες καὶ τὴν διατύπωσιν δείξωμεν καὶ τὸ ἐπιφώνημα. Ὣς εἰπὼν σύναγε νεφέλας, ἐτάραξε δὲ πόντον Χερσὶ τρίαιναν ἑλὼν, πάσας δʼ ὀρόθυνεν ἀέλλας Παντοίων ἀνέμων, ὠρώρει δʼ οὐρανόθεν νύξ. εἰπὼν γὰρ κινηθῆναι τὴν θάλασσαν καὶ τῶν ἀνέμων ἁπάντων διεγερθῆναι τὰς συστροφὰς καὶ καταιγίδας, πυκνωθῆναι δὲ τὰ νέφη, καὶ ἐπικαλύψαι τήν τε ξηρὰν καὶ τὴν θάλασσαν, καὶ ἐπελθεῖν ἐκ τοῦ οὐρανοῦ νύκτα· προσέχεται γὰρ ταῖς καταιγίσι καὶ τῇ πυκνότητι τῶν νεφελῶν τὸ σκότος· τολμηρὸν δέ ἐστι τὸ εἰπεῖν αὐτὸ νύκτα, ὅπερ ἐστὶν ἐπίτασις τοῦ σκότους, καὶ ἐπεὶ ἐτόλμησεν ὀνομάσαι τὸ μὴ ὂν νύκτα, εἶπεν αὐτὸ καὶ ἐκ τοῦ οὐρανοῦ ὁρμῆσαι· ἡ γὰρ πρώτη ἐστὶ τόλμα τὸ ὀνομάσαι τὴν συννεφίαν νύκτα, ἀφʼ οὗ δὲ τοῦτο τολμηθῇ, οὐδὲν ἀπεικὸς καὶ ἐκ τοῦ οὐρανοῦ ἐληλυθέναι αὐτὴν εἰπεῖν· καὶ οὕτω μὲν περὶ τοῦ ἐπιφωνήματος δηλῶσαι μὴν ᾠήθημεν, μετασκευάσαντες τὸ ἀπὸ τοῦ τεχνικοῦ ἀκαταλλήλως τεθὲν καὶ μεταποιήσαντες αὐτὸ καθὰ ὑπὸ Ὁμήρου ἐφήρμοσται· ὡς ἂν καὶ τοῦ ἐπιφωνήματος ἡ διδασκαλία φανῇ καὶ τὸ παράδειγμα σώζοιτο ὡς ὑπὸ τοῦ ποιητοῦ γέγονεν· ἐπεὶ εἰ μετασκευαζόμενον γέγονε παράδειγμα, ἐφάνη ἂν μὴ ἐν τῷ παντὶ εὑρισκομένου ἐπιφωνήματος πλασματικῶς τεθῆναι καὶ μὴ ὡς γέγονεν ἀπʼ ἀρχῆς· εἴποι γὰρ ἄν τις, ὡς εἰ εὑρίσκοιτο παράδειγμα ἕτερον ἢ παρʼ Ὁμήρῳ ἢ παρʼ ἑτέρῳ τινὶ, τίς ἀνάγκη ἐκεῖνο μὲν μὴ τεθῆναι, τὸ μήπω δὲ γεγονὸς νῦν πλάττεσθαι; εἰ δὲ φαίη ὁ τεχνικὸς ὡς ἑτέρου παραδείγματος καταλλήλου μὴ εὑρισκομένου ἠναγκάσθην τοῦτο μεταποιῆσαι, ἐλεγχθήσεται λέγων, ὡς οὔπω τινὸς ἐπιφώνημα ποιήσαντος αὐτός ἐστιν ὁ τούτου πατήρ τε καὶ γεννήτωρ, ὅπερ ἄτοπον· καὶ μὴ δυνάμενον αὐτὸν προφανῶς ἐλέγξαι, πολλοῖς γὰρ περὶ ἐπιφωνημάτων ἀρχαίοις εἴρηται, ἄλλως τοῦτο μεταπλασθὲν μόνον ἂν εἴη ἐπιφώνημα· ἕτερον δὲ μηδαμῶς παρʼ ὁτουοῦν τῶν ἀρχαίων εὑρίσκεσθαι· ἀλλὰ τούτων μὲν πέρι ὁ λόγος ἱκανῶς ἔχει· μεταβησόμεθα δὲ καὶ ἐπὶ τὸ δεύτερον εἶδος τῶν ἐπιφωνημάτων, ὃ καὶ ἀκμήν τινες ἐκάλεσαν οὐ καλῶς· ἐν γὰρ ἑνὶ κώλῳ ἀκμὴ οὐ γίνεται, ἀλλʼ ἐν πλείοσιν· ἔστι δὲ τὸ δεύτερον εἶδος τῶν ἐπιφωνημάτων, ὅταν πνεύματος ταθέντος ἐν πολλοῖς κώλοις τεθῇ ἐπὶ τέλει κῶλον, ὅλου τοῦ πνεύματος τὴν δύναμιν ἔχον ἐν ἑαυτῷ ἐπιτατικῶς· τὸ, γὰρ Αἴαντι ἐπολέμουν μὲν οἱ Τρῶες, βέλη κατʼ αὐτοῦ πυκνὰ πέμποντες, ἀντετάσσετο δὲ αὐτῷ καὶ ὁ παρʼ αὐτοῖς δοξαζόμενος δαίμων· καὶ ταῦτα εἰπὼν ὁ Ὅμηρος ἐπήνεγκε· πανταχοῦ δὲ τὸ κακὸν προσθήκῃ κακοῦ ἐκρατύνετο· ὅπερ ἐστὶν ἡ ὁλότης τῆς ἐπηρείας μετʼ ἐπιτάσεώς τε σημανθείσης διὰ τοῦ ἐστήρικτο ῥήματος· ἔστι δὲ καὶ τρίτον εἶδος ἐπιφωνήματος τὸ ἀπὸ τῶν τρόπων λαμβανόμενον· ὅταν, φησὶ, τὰ ἀπὸ τῶν τρόπων ὀνόματα ἕλκωμεν εἰς τὸ παρʼ ἡμῶν ἐκτιθέμενον πρᾶγμα, τολμηρῶς ἡμῶν βιαζομένων τὰ ἐκ τοῦ ἀλλοτρίου πράγματος εἰς τὸ ἡμέτερον μεταφέρειν· τὸ δὲ ἀσφαλὲς ἐχόντων διὰ τὸ καὶ εἰς τὴν παραβολὴν αὐτὰς προειρηκέναι, οἷον βουλόμενός τις ἐξηγήσασθαι περὶ πραγμάτων πόλεως ἐν ταραχῇ καὶ ἀκαταστασίᾳ οὔσης, εἴποιμεν παραβολὴν τρικυμίας, μεταβῇ δὲ εἰς τὰ τῆς πόλεως καὶ εἴπῃ χειμῶνα ἐπενηνέχθαι τῇ πόλει· καὶ ταραχὴν ἐπισυμβῆναι τῇ τῶν πραγμάτων καταστάσει, καὶ βαπτιζομένου τοῦ σκάφους ἡμῖν χρεία κυβερνήτου, δυναμένου μὲν ζάλης διασώσασθαι ἡμᾶς, τὰς ἀγκύρας δὲ προσδῆσαι ἀσαλεύτοις πέτραις καὶ γαλήνην ἡμῖν χορηγῆσαι· οἷον, φησὶν ὁ τεχνικὸς, ἐν χειμῶνι καὶ νῦν ἐστι τὰ τῆς πόλεως πράγματα καὶ κλύδωνι, καὶ σαλεύεται τὰ καθεστηκότα, καὶ δεῖται τοῦ κυβερνήσοντος αὐτά· καὶ τοσαῦτα μὲν περὶ τῶν τρίτων εἰδῶν τῶν ἐπιφωνημάτων τῶν παρʼ Ἑρμογένους ἡμῖν ἐκτεθειμένων· ἑξῆς ῥητέον καὶ περὶ τῆς τῶν ἀρχαίων δόξης ἀμφὶ τῶν ἐπιφωνημάτων, οἷά φασι καὶ μάλιστα ὁ περὶ σχήματος λέξεως ἀκριβῶς διαλαβών· τὸ δὲ ἐπιφώνημα καλούμενον ὁρίζοιτο μὲν ἄν τις λέξιν ἐπικοσμοῦσαν, οὐ γὰρ ἐπίσης πᾶσα τῶν λέξεων ἡ χρεία, ἀλλʼ αἱ μὲν ὑπηρετοῦσι τοῖς πράγμασι καὶ διʼ ἑαυτῶν παριστῶσιν ὡς ἐν εἰκόνι τὰ πράγματα, αἱ δὲ ἐπικοσμοῦσαι γαργαλίζουσι τὴν ἀκοὴν διὰ τῆς ἡδύτητος τῶν λέξεων, ἐπεισάγουσαι καί τι περισσότερον τῶν προλεχθέντων εἴς τε σαφήνειαν τῶν προδιηγηθέντων, καὶ εἰς καλλωπισμὸν τοῦ λόγου· ἐπὶ τέλει δὲ τίθενται, ὥσπερ καὶ ἡ ὤα ἡ ἐν τοῖς ἱματίοις ἄκροις αὐτῶν προσγινομένη, ἵνα μὴ τῇ μεσότητι ἐντεθεῖσα τῷ μεγέθει τοῦ πέπλου σμικροτέρα οὖσα ὑποκρύπτοιτο· καὶ ἐπιφωνήματα μὲν πλεῖστα παρὰ τοῖς ἐλλογίμοις τῶν ἀρχαίων, μάλιστα δὲ παρὰ τῷ Ὁμήρῳ· ἐκ καπνοῦ κ. τ. λ. νομίζουσι δέ τινες καὶ τὸ ἐνθύμημα ἐπιφωνήματος εἶδος εἶναι· ἐπιχείρημα· «ὑμεῖς τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, Λακεδαιμονίων γῆς καὶ θαλάττης ἀρχόντων καὶ τὰ κύκλῳ τῆς Ἀττικῆς κατεχόντων ἁρμοσταῖς καὶ φρουραῖς, Εὔβοιαν, Τάναγραν, τὴν Βοιωτίαν ἅπασαν, Μέγαρα, Αἴγιναν, Κλεωνὰς, τὰς ἄλλας νήσους»· ἐπιχείρημα· «οὐ ναῦς, οὐ τείχη τῆς πόλεως τότε κεκτημένης ἐξήλθετε εἰς Ἁλίαρτον», καὶ πάλιν ἐργασία, «οὐ πολλαῖς ἡμέραις ὕστερον εἰς Κόρινθον τῶν τότε Ἀθηναίων πολλὰ ἂν ἐχόντων μνησικακῆσαι καὶ Κορινθίοις καὶ Θηβαίοις τῶν παρὰ τὸν Δεκελεικὸν πόλεμον πραχθέντων, ἀλλʼ οὐκ ἐποίουν ταῦτα οὐδὲ ἐγγὺς τούτων»· εἶτα τὸ ἐνθύμημα, ὃ νομίζεται παρά τισιν ἐπιφώνημα, «καίτοι τότε ἀμφότερα, Αἰσχίνη, οὔθʼ ὑπὲρ εὐεργετῶν ἐποίουν, οὔτʼ ἀκίνδυνα ἑώρων», καὶ τὸ τοιοῦτον μᾶλλον ἀπόδειξίς ἐστιν, ἢ ἐπιφώνημα· ἐλέγχεται δὲ πλέον τοῦ μὴ εἶναι ἐπιφώνημα, ὅτι τὸ ἐπιφώνημα ἀεὶ τελευταῖον τίθεται, ἐπιφώνημα γὰρ διὰ τοῦτο κέκληται, ὅτι ἐπιφωνεῖται τῷ γιγνομένῳ, ἀλλὰ καὶ τὴν γνώμην τινές φασιν ἐπιφωνήματι ἐοικέναι, ἀλλʼ ὅμως καὶ αὕτη προτασσομένη πολλάκις ἐξελέγχεται μὴ εἶναι, μηδὲ ἐοικέναι ἐπιφωνήματι· λέγουσι δέ τινες καὶ τοῦτο ἐπιφώνημα εἶναι· Νήπιος· οὐδʼ ἄρʼ ἔμελλε κακὰς ὑπὸ κῆρας ἀλύξειν· ὅπερ μᾶλλον προσφώνημα ἂν εἴη ἢ χλευασμός· καὶ περὶ μὲν τῶν ἐπιφωνημάτων ἱκανῶς κρίναντες ἐπὶ τὰ ἑξῆς βαδιούμεθα.
Περὶ τροπῆς.
Προπέποται τὰ τῆς πόλεως· ὃ ἀνωτέρω ἐπηγγείλατο περὶ ἐπιφωνημάτων ποιούμενος τὸν λόγον, ὡς καὶ ἐν τῷ περὶ τροπῆς μεμνησόμενος αὐτῶν, τοῦτο ποιεῖ νῦν, ἐπιφώνημα γὰρ καὶ τοῦτό ἐστιν ἀπὸ τῶν τῆς τροπῆς ὀνομάτων μεταληφθέν· οὐκ ἐπεσημήνατο δὲ τοῦτο ἐνταῦθα τῷ μὴ πρὸς ἀγνῶτας, ἀλλʼ ἐπιστήμονας ἤδη τὸν λόγον ποιεῖσθαι· τοιοῦτον καὶ τὸ ἐφεξῆς τό· μεθύει τῷ μεγέθει τῶν πεπραγμένων Φίλιππος.
Περὶ σεμνοῦ λόγου.
Ἀσχολούμενοι ἐν τῷ περὶ διαιρέσεως ἑκάστου κεφαλαίου τῶν σχημάτων περὶ ἐπιφωνήματος τῶν σχημάτων, περὶ ἐπιφωνήματος διαλαβόντες, νῦν ἥκομεν εἰς τὸ περὶ σεμνοῦ λόγου, οὐχ ὑπομνηματίσαι αὐτὸ βουλόμενοι· ἔστι γὰρ τοῦτο πάνυ σαφὲς, ἀλλὰ περὶ τῶν παραδειγμάτων τῶν ὑπὸ τοῦ τεχνικοῦ τεθέντων μικρόν τι εἰπεῖν καὶ διεξελθεῖν τὰ δέοντα· φησὶν οὖν, ὅτι τὰ μὲν σεμνὰ σεμνότητος λύσιν οὐκ ἐπιδέχονται, διὰ τὸ ἀφʼ ἑαυτῶν ἔχειν κατὰ φύσιν τὴν σεμνότητα, τὰ δὲ αἰσχρὰ ἐπιδέονται θεραπείας, ἃ σεμνὰ ἀποφέρεσθαι χρεὼν παρʼ ἡμῶν· καὶ γὰρ ὥσπερ τὰ μὲν εὐσχήμονα τῶν σωμάτων γυμνὰ τυγχάνοντα διὰ τὴν φυσικὴν εὐπρέπειαν οὐκ ἐπιδεύονται καλύμματος, τὰ δὲ δοκοῦντα αἰσχρὰ ἐπικαλύπτονται καὶ σκέπης ἐπιδέονται, οὕτω καὶ τὰ μὲν σεμνὰ τῶν νοημάτων γυμνὰ ὄντα τῇ φυσικῇ εὐπρεπείᾳ καλλυνόμενα ἀπροσδεῆ τῆς ἐκ τῶν διὰ λόγου σεμνότητος σχηματίζουσι· φησὶν οὖν ὁ τεχνικὸς, ὅτι ἢ ὀνόματι ἡμῶν ἀντʼ ὀνόματος χρωμένων τὸ αἰσχρὸν σεμνύνεται, ἢ πολλάκις οὐδὲ λεγόντων τὸ πρᾶγμα, ἐὰν αἰσχρὸν ᾖ πάνυ καὶ ὡς ἀποροῦντός τινος περὶ τοῦ δευτέρου· ὅτι πῶς ἂν ἐννοηθείη, εἰ σιωπηθείη· λύσιν τὴν ἀντίθεσίν φησιν, ἵνα τὰ πρὸ τοῦ αἰσχροῦ πράγματος εἴπωμεν καὶ τὰ μετʼ αὐτό· ἐξ ὧν ἐκεῖνο καὶ σιωπώμενον νοεῖται, ἐκεῖνο δὲ σιωπήσωμεν· καὶ τοῦ μὲν πρώτου παρατίθησι τὸ μὲν παρὰ Μενάνδρῳ διήγημα· πυθόμενος γάρ τινος κόρης διεφθαρμένης σεμνῶς ἀφηγήσατο πρᾶγμα αἰσχρὸν ὀνόμασι βελτίστοις ἤτοι λέξεσι· Δυονυσίων ἦν πομπὴ, ὁ δέ με ἠκολούθησε μέχρι τὰ πρὸς τὴν θύραν· ἔπειτα φοιτῶν καὶ κολακεύων τὴν μητέρα ἔγνω με· τοῦ δὲ δευτέρου παράδειγμα καὶ παρʼ Ὁμήρῳ· Λῦσε δὲ παρθενικὴν ζώνην, κατὰ δʼ ὕπνον ἔχευεν. Ἡ δʼ ὑποκυσσαμένη Πελίην τέκε καὶ Νηλῆα. τὸ λῦσαι παρθενικὴν ζώνην ἐν δʼ ὕπνον ἔχευεν, ἐστὶ δὲ πρὸ τοῦ αἰσχροῦ πράγματος, τὸ δὲ, ἡ δʼ ὑποκυσσαμένη τέκεν, ἔστι τὸ μετὰ τὸ πρᾶγμα καὶ οὕτω μὲν τεθειμένον, μᾶλλον δὲ πεπλασμένον ἐστὶ σεμνόν· ὡς δὲ κεῖται παρʼ Ὁμήρῳ καὶ πάνυ ἄσεμνον, οὐδὲ γὰρ ἐσιώπησε τὸ αἰσχρὸν πρᾶγμα Ὅμηρος, ἀλλὰ μεθʼ ἑρμηνείας αὐτὸ ἐξέφηνεν· ἔχει γὰρ τὸ Ὁμηρικὸν ὧδε· Λῦσε δὲ παρθενικὴν ζώνην, κατὰ δʼ ὕπνον ἔχευεν· Αὐτὰρ ἐπεί ῥʼ ἐτέλεσσε θεὸς φιλοτήσια ἔργα, Ἐν τʼ ἄρα οἱ φῦ χειρὶ, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν. Χαῖρε γύναι φιλότητι, περιπλομένου δʼ ἐνιαυτοῦ Τέξεις ἀγλαὰ τέκνα, ἐπεὶ οὐκ ἀποφώλιοι εὐναί Ἀθανάτων, σὺ δὲ τοὺς κομέειν ἀτιταλλέμεναί τε. Νῦν δʼ ἔρχεο πρὸς δῶμα καὶ ἴσχεο μηδʼ ὀνομήνῃς. Αὐτὰρ ἐγὼ τοί εἰμι Ποσειδάων ἐνοσίχθων· Ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσατο κυμαίνοντα· Ἡ δʼ ὑποκυσσαμένη Πελίην τέκε καὶ Νηλῆα. εἰ τοίνυν σεσίγηται παρʼ Ὁμήρῳ τὸ τοῦ αἰσχροῦ πράγματος, κρινέτω ἕκαστος τῶν ἀκουόντων· οὐ τοίνυν ἐστὶ σεμνὸς ὁ λόγος ὁ Ὁμηρικὸς, ἀλλὰ τὸ πλασθὲν ὑπὸ τοῦ τεχνικοῦ· καὶ ταῦτα μὲν οὕτως· περὶ δὲ τῶν ἑξῆς, οὐδεὶς ἡμῖν λόγος σαφηνείας ἀξιῶσαι διὰ τὸ ἑαυτῶν εὔληπτον, καὶ μάλιστα ὅσα διαιρέσεως παρʼ ἡμῶν ἔτυχον, καὶ εἰ μέν τι τῶν εἰς ὄνησιν τῷ εἰσαγομένῳ εὕρηται παρʼ ἡμῶν, τῷ θεῷ χάρις, παρʼ οὗ δωρεὰ πᾶσα καὶ τῶν ἀγαθῶν ἡ χορηγία· εἰ δʼ οὐδεμία ὄνησις ἢ τῶν ἐσφαλμένων τι γέγραπται, ἡμέτερον τὸ ἐλάττωμα, καὶ συγγνώμης ἀξιούσθω ὑπὸ τῶν ἐντυγχανόντων ὑπέρ γε καὶ μόνης τῆς ἡμῶν προαιρέσεως· προαίρεσις μὲν γὰρ ἦν, τοῦ λίαν ἐπωφελῆ πᾶσι τοῖς ἐντευξομένοις γενέσθαι, ἀλλʼ οὐ ῥᾴδιον τὸ ἐπιτυγχάνειν, ὧν δεόμεθα· μόνα γὰρ ἐκεῖνα δίδοται, ἃ δίκαια κρίνει παρέχειν ὁ τῶν κρειττόνων ἁπάντων καὶ χορηγὸς καὶ ταμίας, ὁ καὶ τοῦ λόγου δοτὴρ καὶ τοῦ εἶναι ἡμᾶς σοφὸς πρύτανις.
βʹ. Ἰστέον, ὡς τὸ περὶ σεμνοῦ λόγου τοῦτο παράδειγμα πέπλασται ὑφʼ Ἑρμογένους εἰς σεμνότητα· τὸ γὰρ παρʼ Ὁμήρῳ καὶ λίαν ἐστὶν αἰσχρόν· ἅτε καὶ τὰ ἐν τῷ πράγματι αὐτῷ αἰσχρὰ ἐξαγγέλλων· σκόπει γὰρ ἐκεῖ, ὅτι καὶ τὸ αἰσχρὸν τῇ ἑρμηνείᾳ ἐξέφηνεν· ἀλλʼ οὐ τελείως παρέλιπεν ἀποσιωπήσας. Περὶ κακοζήλου.
Τί μέν ἐστι κακόπλαστον, ἐν τῷ περὶ ἀσυστάτων ἐδίδαξε· μᾶλλον δὲ ἐν τῷ δευτέρῳ τῶν ἐγγὺς ἀσυστάτων, ὅτι τὸ παρὰ τὴν ἱστορίαν ἐστί· ταὐτὸν δὲ εἰπεῖν καὶ παρʼ ἀλήθειαν, οἷον μετὰ τὴν Νικίου ἐπιστολήν, νῦν δὲ διδάσκει, τί ἐστι κακόζηλον.
Γίνεται τὸ κακόζηλον κατὰ τὸ ἀδύνατον κ. τ. λ. εἰ τοίνυν τοιοῦτον ἑρμηνευθῇ, κακόζηλόν ἐστι καὶ ἀνασκευάζεται ῥᾳδίως. Διασκευὰς λέγει τῶν πραγμάτων τὰς ἀφηγήσεις καὶ διατυπώσεις καὶ οἱονεὶ ἐκφράσεις, καὶ γραφὰς ἐμψύχους τῷ δοκεῖν· τοῦτο δὲ διὰ τῶν τρόπων γίνεται, ὡς ἔμαθες ἐν τῷ δωδεκάτῳ κεφαλαίῳ τοῦ τρίτου τόμου.
Νοῦν εἰσάγει· ἀντὶ τοῦ πιστὰ ποιεῖ καὶ εὐαπόδεκτα, ὡς ὁ θεολόγος· τάχα με γέροντα καὶ μυθολόγον νομίσετε, πρῶτον κατασκευάζει, καὶ οὕτω λέγει τὸν μῦθον· ἐβάδιζον πρὸς ἐμαυτόν· τῇ προκατασκευῇ οὖν εἰσήγαγε νοῦν τοῖς ἀκροαταῖς, ἀφʼ οὗ καὶ τὸ μυθικὸν προσεδόκησαν τοῦ νοήματος, καὶ ἀσφαλὲς αὐτοῖς ἔδοξε, πρὶν λεχθῆναι.
Ἢ τῷ λόγῳ· τῷ νοήματι κακόζηλα, τὸ ἀδύνατον καὶ τὰ λοιπά· τῷ λόγῳ δὲ τὰ τροπικὴν ἔχοντα λέξιν, μὴ ἐξεργασθεῖσαν κατὰ ἀκολουθίαν καὶ μεταχειρισθεῖσαν καλῶς.
αʹ. Περὶ Κέκροπος ὁ λόγος, εἰς δράκοντα μεταβαλλομένου, ὡς ὁ μῦθος βούλεται.
Προδιορθώσει· ἐὰν εἴπω· μή μοι ἀπιστήσῃς λέγοντι. Προκατασκευῇ, ὅταν ἀδύνατόν τι μέλλων εἰπεῖν περί τινος προκατασκευάσω, ὅτι καὶ τοιοῦτος ἦν, ὥστε δύνασθαι ποιεῖν τοιαῦτα, οἷόν ἐστι καὶ τὸ περὶ τοῦ Κύκλωπος. Ἐπιδιορθώσει, ὅταν ἔσχατον τὰ αὐτὰ ποιήσω.
Ἡ ἐπιδιόρθωσις ὁμοίως τῇ προθεραπείᾳ καὶ προκατασκευῇ ἴαμά ἐστι τοῦ κακοζήλου· καὶ ἐπὶ μὲν τοῦ δράκων μου γέγονε τὸ ἥμισυ, ἡ σεμνότης ἐπιδιόρθωσις· σεμνὸν γὰρ τό· περιπλάκηθι τῷ λοιπῷ πατρὶ, μετὰ συνέσεώς τινος εἰρημένον· ἔστι δὲ καὶ ἄλλως ἐπιδιορθοῦσθαι, οἷον ἐάν τι κ. τ. λ.
Ὥσπερ προηγουμένου τοῦ κοινοῦ καὶ εὐτελοῦς ἐπαγόμενον τὸ σεμνὸν ἴαμά ἐστιν οὕτως προηγουμένου μὲν τοῦ σεμνοῦ, ἐπαγομένου δὲ τοῦ εὐτελοῦς καὶ κοινοῦ γίνεται τὸ κακόζηλον, κατὰ τὸ τοῦ τεχνικοῦ παράδειγμα. Περὶ δὲ ἐπιφωνημάτων ἔμαθες ἐν τῷ ἐννάτῳ κεφαλαίῳ τούτου τοῦ τόμου.
βʹ. Περὶ Πολυξένης ὁ λόγος τοῦ Πριάμου, ἀποσφαττομένης παρὰ τὸν Ἀχιλλέως τάφον. Περὶ ἐσχηματισμένων προβλημάτων.
Ἄλλο τι περαίνῃ ὁ λόγος· Ὁ γὰρ πένης οὐ μόνον τὸ ἐναντίον, οὗ προτείνεται, βούλεται συνιστᾷν, ἀλλὰ καὶ ἔξωθέν τινα ἕτερα, πλαγιάζων τὸν λόγον· παραγγέλλει μὲν γὰρ ἑαυτὸν, συνίστησι δὲ τὸ ἐναντίον, καὶ προσέτι ἕτερά τινα πλαγιάζων προτείνεται καὶ συνιστᾷν ἐθέλει, τὸ μὴ εἶναι παρὰ τῷ πλουσίῳ σῖτον, ἢ τὸ, κἂν ᾖ, χρῆναι αὐτὸν προῖκα καὶ ἀποινὶ λαβεῖν.
Κατὰ ἔμφασιν. Βούλεται μὲν γὰρ ὁ υἱὸς ἐπὶ τῇ μοιχείᾳ τῆς γυναικὸς κατηγορεῖν τοῦ πατρὸς, οὐ συγχωρεῖται δὲ παρὰ τοῦ νόμου, οὐδὲ διδόασι τούτῳ παρρησίαν οἱ δικασταὶ, ἀλλʼ ἐπιλαμβάνονται· τοίνυν προσποιεῖται μανίαν, καὶ βούλεσθαι φεύγειν φάσκει, κατὰ τὸν νόμον μὴ τοῦτο βουλόμενος, ἀλλʼ ἕτερόν τι τὸ ἐν προσχήματι μανίας τὰ τῆς κατηγορίας ῥήματα φθέγγεσθαι ἀνεπιλήπτως· διὰ τοῦτο καὶ κατὰ ἔμφασιν λέγεται, ὅτι ἐμφαίνει τὰ τῆς μοιχείας προσποιούμενος τὴν μανίαν, καὶ τὴν φυγὴν τῷ λόγῳ αἱρούμενος.
Ἐν σχήματι γὰρ μανίας τυχὸν καὶ παραφορᾶς τὰ τῆς μοιχείας λέγει, καὶ τὴν κατὰ τοῦ πατρὸς κατηγορίαν κατασκευάζει ἀνεπίληπτον, μὴ θέλων φυγεῖν.
Ἓν μελετᾷ, τὰ ἐναντία· τὸ διὰ τῆς ἰσχυρᾶς κατασκευῆς τῆς ὑποφορᾶς συστῆσαι τὸ ἐναντίον, οὗ προΐσχεται· πλεῖον δὲ οὐδὲν, ὡς καὶ τῷ τεχνικῷ δοκεῖ· τὰ δὲ πλάγια οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἕτερα νοήματα ἔχει, ὡς ἐπὶ τοῦ πένητος· οὐ μόνον γὰρ σπεύδει τὸ μὴ δεῖν τεθνάναι αὐτοῖς συνιστᾷν, ἀλλὰ καὶ τὸ μὴ ἔχειν ἐκεῖνον σῖτον.
αʹ. Τῶν ἐσχηματισμένων ἐναντίων καὶ πλαγίων μία ἡ μεταχείρισις ἀπὸ τῶν ὑποφορῶν, αἵ εἰσιν οἱ τῶν ἐχθρῶν λόγοι· τοῦτο οὖν καὶ ἐπὶ τοῦ Περικλέους σαφὲς δειχθήσεται· ἀπαιτούμενος γὰρ ὑπὸ τῶν Λακεδαιμονίων φήσει οὕτως· ἐχθροί τινες ὑμῖν ἄλλοι τῆς πόλεως ἐμὲ Λακεδαιμονίοις ἀποδιδοῦσιν, ὦ Ἀθηναῖοι, μέμψονται, ἐγὼ δὲ ἀπελθεῖν βούλομαι, καὶ τὴν ὑποφορὰν ταύτην κατασκευάζειν· ὡς ἀπὸ τῶν ἐχθρῶν δῆθεν οὕτως, ὅτι οὐκ εἰκὸς τὴν τῶν Ἀθηναίων πόλιν Λακεδαιμονίοις πειθομένοις τὸν στρατηγὸν ἀποδοῦναι Περικλέα καὶ ῥήτορα, εἶτα τυχὸν καὶ ἐπιχείρημα δώσει ἐνταῦθα τὸν Ξέρξην, ὅτι καὶ ὁ Ξέρξης γῆν ποτε καὶ ὕδωρ Ἀθηναίους αἰτήσας οὐκ ἔλαβε παρʼ αὐτῶν· ταῦτα δὲ πάντα κατασκευάζων καὶ ἐπιχειρῶν καὶ ἀπὸ τῶν ἐχθρῶν δεικνύει, ὅτι καὶ ἐχθροὶ ὑμῖν, ἐὰν ἐμὲ ἀποδῶτε, μέμψονται, ὅπερ ἐστὶν, ἃς λέγει λύσεις, μήτι γε δὴ οἱ φίλοι.
βʹ. Τὸ ἑξῆς οὕτως· ὁ γὰρ παρὰ τῶν ἐχθρῶν λόγος ἐστὶν ἰσχυροποιούμενος ἀσθενεστέρας ἀναγκάζων εἶναι τὰς λύσεις· δείκνυσι τὸ βούλεσθαι τὸν σοφιστὴν ἐκεῖ πλέον ἢ κατὰ τὸ δοκοῦν εἰσάγεσθαι.
Ἡ μέντοι μεταχείρισις. Ἡ μεταχείρισις ἐπʼ ἀμφοῖν κ. τ. λ. Τὸν παρὰ τῶν ἐχθρῶν λόγον ἰσχυρὸν κατασκευάζων ὁ ῥήτωρ, καὶ ἀναγκαίως ἀσθενεῖς τῆς ὑποφορᾶς κατασκευάζων τὰς λύσεις, αἳ καὶ ἀνθυποφοραὶ λέγονται, δείκνυσιν, ὅτι βούλεται πλέον τι εἶναι ἐν αὐταῖς, ἢ ἐν τῷ δοκοῦντι εἰσάγεσθαι, οἷον ὅτι παρίστησι τοῖς ἀκροαταῖς διὰ τοῦ ἰσχυρὰν μὲν τὴν ὑποφορὰν ποιῆσαι, ἀσθενῆ δὲ τὴν λύσιν· ὅτι εἰ θέλει μὴ τούτῳ προσέχειν τὸν νοῦν τῷ προβαλλομένῳ, δεῖ τὸν Περικλέα δοθῆναι, ἀλλὰ τῷ ἐναντίῳ αὐτοῦ, τῷ μὴ βούλεσθαι τοῦτο γεγονέναι· περὶ ἐχθρῶν δὲ λέγει, ὅτι τὴν ὑποφορὰν ὅλην ὡς ἀπὸ ἐχθρῶν ποιεῖται.
Ταῦτα ἐκ τῆς ὑποφορᾶς· Τέσσαρές εἰσι, πρότασις, ὑποφορὰ, ἀντιπρότασις, λύσις. Πρότασις ἡ ἐπαγγελία τῆς ὑποφορᾶς, ἀκούω τὸν δεῖνα περιιόντα λέγειν· ὑποφορὰ, ὡς χαλεπὸν τὸ μετιέναι φιλοσοφίαν· τοῦτο τοῦ ἐναντίου ὁ λόγος· ἀντιπρότασις, ἡ καὶ ἐπαγγελία τῆς λύσεως, ἐγὼ δὲ τὸν τοιοῦτον λόγον ἐλέγξω ψευδῆ· λύσις δηλονότι τῆς ὑποφορᾶς, ἥτις καὶ ἀνθυποφορὰ λέγεται· τὸ γὰρ φιλοσοφεῖν πρᾶγμα ῥᾴδιον· ταύτην δὲ τὴν λύσιν δεῖ συνιστάνειν τὸν ῥήτορα, οἷς διδάσκει ὁ τεχνικός· εἴρηται δὲ περὶ τούτων ἐν τῷ τρίτῳ κεφαλαίῳ τοῦ τρίτου τόμου. Φήσει παρελθὼν ὁ λέγων ἐν σχήματι ἐχθρῶν Ἀθηναίοις τὸ ἐκείνων ὑπερχόμενος πρόσωπον, τὰ ὑποκείμενα πάντα, ὅσα καὶ ἐκεῖνος δηλαδὴ εἶπεν ἂν ὑπὲρ αὐτοῦ· καὶ ἕτερος ὑπὲρ αὐτοῦ λέγων, ὅπερ ἴδιον ἐσχηματισμένου προβλήματος, ὑποφορὰ δέ ἐστιν ὁ τοῦ ἐναντίου λόγος.
Χρὴ, φησὶ, τοῦτο περὶ πλείστου ποιεῖσθαι, τὸ μεταχειριζομένους σχημάτων ἀσφαλῶν εὐπορεῖν, ἵνα μὴ λύωμεν τὰς ἐμφάσεις τελείως, καὶ οἱονεὶ γυμνὸν εἰσάγωμεν τὸν λόγον, ὅτι τὸ ἐναντίον, οὗ προϊσχόμεθα, βουλόμεθα, τοῦτο γὰρ εἰς ὀργὴν κινήσει τοὺς ἀκροατὰς, καὶ οὐκέτι προσέξουσιν ἡμῖν τὸν νοῦν.
γʹ. Ἐπέταττον οἱ Λακεδαιμόνιοι Ἀθηναίοις Ποτίδαιαν, Μέγαραν καὶ Αἴγιναν ἀποδοῦναι αὐτοῖς, ὡς αὐτῶν μὲν οὔσας, κατεχομένας δὲ ὑπὸ τῶν Ἀθηναίων.
δʹ. Τὸ ὅλον οὕτως· ἔστι καὶ ἄλλη μεταχείρισις τὸ περιτιθέντα ἑτέρῳ τοῦ λόγου εἰσάγειν τὰ νοήματα· τὸ δὲ ἐγὼ δὲ οὔ φημι ταῦτα οὐ τῆς τεχνολογίας ἐστὶν, ἀλλὰ τοῦ ὑποδείγματος· ἄλλος μὲν ταῦτα φήσει, ἐγὼ δὲ οὐκ ἐρῶ ταῦτα. Περὶ συγκριτικῶν προβλημάτων.
Συγκριτικά εἰσι προβλήματα ἐν μὲν στοχασμῷ τὸ τῶν δύο ἰατρῶν πρόβλημα· φιλονεικοῦσι γὰρ ἀμφότεροι ὑπὲρ τῆς δωρεᾶς, ὁ μὲν λέγων, ὅτι ἐγὼ δέδωκα δηλητήριον ἀντιφάρμακον τῷ τυράννῳ καὶ διὰ τοῦτο φωραθεὶς ἐδιώχθην παρὰ τοῦ τυράννου· ὁ δὲ λέγων, οὐ σὺ, ἀλλʼ ἐγὼ μάλιστα μετακληθεὶς ἀπὸ τῆς πόλεως ἀφορμῇ τοῦ φαρμάκου ἔλαθον δοὺς αὐτῷ δηλητήριον· τὸ δὲ παράδειγμα τοῦτο σαφέστερον καὶ πλατύτερον ἐν τοῖς ἐξηγηταῖς κεῖται· ἐν δὲ τῷ ὅρῳ παράδειγμα τῶν φιλονεικούντων δύο περὶ τῆς δωρεᾶς ὡς ἀπεκτονότων τὸν τύραννον, ὧν ὁ μὲν εἷς ἐδίωξεν αὐτὸν, ὁ δὲ ἕτερος φεύγοντα συναντήσας ἀπὸ τῆς ἀκροπόλεως ἐφόνευσεν. Φησὶν ὁ Δημοσθένης πρὸς Αἰσχίνην, ἐμὲ μὲν οὐκ εἰκὸς βουληθῆναι προδοῦναι πλούσιον ὄντα καὶ δωροδοκίαις χαίροντα, σὲ δὲ εἰκὸς, πένητα ὄντα, καὶ ὁ κατηγορῶν τοῦ νέου πλουσίου τυραννίδος ἐπιθέσεως ἐρεῖ, σὲ μὲν εἰκὸς βουληθῆναι νέον ὄντα, ἡ γὰρ νεότης εὐεπίφορον δόξῃ, ἀλλὰ καὶ δυνηθῆναι πλούσιον ὄντα· ἐμὲ δὲ οὐκ εἰκός· τυχὸν γὰρ ὅτι ἔξωρός εἰμι, ἀλλὰ καὶ πένης, καθὸ καὶ ἀδυνατῶ πρὸς τοῦτο· τὰ τοιαῦτα δὲ μέρος εἰσὶ τῶν προβλημάτων, οὐ μὴν προβλήματα αὐτοτελῆ, καθʼ ἓν γὰρ ἢ δύο μόνα κεφάλαια οὐκ ἐξετάζονται.
Τὸ τοῦτο ὃ πεποίηκα ἐγὼ ἀνθορισμός ἐστιν, ὃν κοινῷ ὀνόματι ὅρον καλοῦμεν· ὅρος δὲ κυρίως ἐκ τῶν παρειμένων γνωρίζεται, οἷον οὐ τοῦτό ἐστιν ὃ λέγεις ἢ ὃ πεποίηκας, ἀλλὰ τοῦτο, ὃ πεποίηκας, ἢ ὃ οὐκ ἔπραξας, ὧν τῷ μὲν προτέρῳ ὁ διώκων χρῆται, τῷ δὲ δευτέρῳ ὁ φεύγων· οἷον εἰ ἀμφισβητοῦσι τυραννοκτόνου δωρεᾶς, ἡ τὸν τύραννον ἄνδρα ἀνελοῦσα γυνὴ, καὶ ὁ φιλόσοφος, ὁ πείσας τὸν τύραννον καταθέσθαι τὴν τυραννίδα, ἐρεῖ ἡ γυνὴ, τοῦτό ἐστιν ὃ πεποίηκα ἐγὼ, ἀνθοριζομένη· ὁ δὲ ἐρεῖ, τοῦτό ἐστιν ὃ εἰργασάμην, ἀνθοριζόμενος· κατέθετο γὰρ τὴν τυραννίδα. ἐνταῦθα, εἰ βούλει, καὶ τὴν σύγκρισιν ποιήσεις τῶν προβλημάτων, ποῖον τοῦ ἑτέρου μεῖζον. Ἔφοδος δέ ἐστι τὸ ἐν τοῖς προοιμίοις ἐκείνων αὐτῶν ἅψασθαι τῶν πραγμάτων· περὶ δὲ ὅρου καὶ ἀνθορισμοῦ καὶ συλλογισμοῦ, εἴτουν περὶ τῶν πρὸ τοῦ πράγματος καὶ τῶν μετὰ τὸ πρᾶγμα ἐτεχνολόγησεν Ἑρμογένης ἐν τῷ δωδεκάτῳ κεφαλαίῳ τοῦ τρίτου τόμου, ἐν ᾧ εἶπε περὶ ὅρου, ἀνθορισμοῦ καὶ συλλογισμοῦ καὶ λύσεως συλλογισμοῦ.
βʹ. Ὡς ὁ μαινόμενος τύραννον ἀνελὼν καὶ αἰτῶν τὸ γέρας· ἐρεῖ γὰρ ὅτι καὶ τοῦτο τυραννοκτονία ἐστὶ τὸ ὑπʼ ἐμοῦ πραχθέν· ἀνῄρηται γὰρ ὁ τύραννος.
γʹ. Μελετητικὰς ἐφόδους τὰς ἐσχηματισμένας φησὶν, οὕτως δὲ καλοῦνται διὰ τὸ ἐσχηματίσθαι καὶ ἄλλα μὲν λέγειν, ἄλλα δὲ δοκεῖν εἰσάγειν· ἔφοδοι δὲ διὰ τὸ εὐθέως τοῦ οἰκείου ἅπτεσθαι πράγματος· μελετῶνται δὲ αὗται ἐν μὲν τοῖς ἁπλοῖς ὅροις, ὡς ἐπὶ τοῦ μαινομένου καὶ τοῦ τύραννον ἀποκτείναντος, εἶτα σωφρονήσαντος, καὶ γέρας αἰτοῦντος· μὴ λαμβάνων γὰρ οὗτος τὸ γέρας δύναταί που ἐσχηματισμένως λέγειν, ὅτι ἐπεὶ τὴν πόλιν εὐεργέτησα καὶ τὴν δωρεὰν οὐ λαμβάνω, ἀποθανεῖν εἰμι ἄξιος· ὅπερ οὐ βούλεται μάλιστα ἐν τοῖς διπλοῖς ὅροις, ὡς ἐπὶ τῶν δύο τῶν ἀνελόντων τὸν τύραννον, ὧν ὁ μὲν ἐδίωξε, θάτερος δὲ ἀπαντήσας φεύγοντα ἀπὸ τῆς ἀκροπόλεως ἐφόνευσε· καὶ ἀμφότεροι περὶ τῆς δωρεᾶς ἐρίζουσι· δύνανται γάρ που καὶ οὗτοι τυχὸν μὴ τὴν δωρεὰν λαμβάνοντες ἐσχηματισμένως λέγειν, ὅτι εὐεργετήσαντες καὶ τὴν δωρεὰν μὴ λαβόντες ἀποθανεῖν ἐσμεν ἄξιοι, ὅπερ οὐ βούλονται.
δʹ. Ὁ Κέφαλος καὶ Ἀριστοφῶν ῥήτορες· τούτων ἑκάτερος τὸ μὲν οἰκεῖον ἀπὸ τῶν ἐγκωμιαστικῶν ἐπαινεῖ τόπων· τὸ δὲ τοῦ ἑτέρου ἀπὸ τοῦ ψόγου διαβάλλει· κρινόμενοι δηλονότι περὶ καλοῦ βίου γέρως, καὶ περὶ τούτου ἀμφισβητοῦντες ἀλλήλοις καὶ δοκιμαζόμενοι.
εʹ. Παρακολουθεῖ ἡ ἀνωτέρω λεγομένη ὕλη τόποις, τὸ ἐπιτήδειον ἢ ἀνεπιτήδειον, ἢ εὐχερὲς ἢ δυσχερές· χρόνοις τὸ εὔκαιρον ἢ ἄκαιρον· πράγμασι τὸ εὔκολον ἢ δύσκολον· τρόποις τὸ ἁπλοῦν ἢ περίεργον καὶ ἐπὶ τοῖς λοιποῖς ὁμοίως.