ΠΡΟΛΕΓΟΜΕΝΑ ΤΩΝ ΣΤΑΣΕΩΝ
Εἰ καὶ δόξειεν ἄν τινι παράδοξον τὸ ἐπάγγελμα παντὸς ὑπεξελεῖν ἁμαρτήματος τὸν τεχνικόν, ὑπισχνούμεθα τοῦτο πάντως, Παύλου τοῦ πάνυ δόντος ἡμῖν ἀποφαίνεσθαι. οἱ μὲν γὰρ πολλοὶ τῶν σοφιστῶν οὐδὲ ὀνομάζειν ἀνέχονται ἄνδρα τοσοῦτον ἐν τέχνῃ διενεγκόντα· τῶν δὲ ὑπομνηματισάντων οἳ μὲν εἰκῇ τῶν ὀρθῶς ἐχόντων ἐπιλαμβάνονται, οἳ δὲ πρὸς τὰς κατηγορίας οὐκ ἀπηντήκασιν. ἡμεῖς δέ, εἴπερ τὰ τοῦ πάντα ἀρίστου δυνηθείημεν ἀκριβῶς ἀποσῴζειν, τά τε κατηγορούμενα τοῦ δοκοῦντος ἀπολύσομεν ἁμαρτήματος καὶ διασαφεῖν ἑξῆς ἅπαντα πειρασόμεθα. «ἡ μὲν οὖν ὑπόσχεσις οὕτω μεγάλη»· ἁπτώμεθα δὲ ἤδη τῆς ἁρμοττούσης τῷ βιβλίῳ προθεωρίας.
Τοὺς μέλλοντας περὶ διαιρέσεως λέγειν ῥητορικῆς ὥσπερ ἐπὶ πασῶν τῶν τεχνῶν τρία ταῦτα δεῖ πρῶτον εἰδέναι· εἰ ἔστιν ὅλως ῥητορική, δεύτερον ὅ τί ποτέ ἐστιν, εἶτα ὁποῖόν τί ἐστι. Καὶ πρῶτόν γε ζητητέον, εἰ ἔστιν. οἱ μὲν οὖν βουλόμενοι ἐκβάλλειν τὴν ῥητορικὴν τοιούτῳ κέχρηνται λόγῳ· «εἰ ἔστι ῥητορική», φασίν, «ἢ περὶ ἰδίων τινῶν διαλεχθήσεται ἢ περὶ ἀλλοτρίων. καὶ εἰ μὲν περὶ ἰδίων, οὐκέτι περὶ πολιτικῶν· ὁρῶμεν γὰρ τὴν πολιτείαν ἐκ διαφόρων συνεστηκυῖαν τεχνῶν. εἰ δὲ περὶ ἀλλοτρίων, ἢ περὶ μιᾶς διαλεχθήσεται τέχνης ἢ περὶ πασῶν. καὶ εἰ μὲν περὶ μιᾶς ἐρεῖ τις αὐτὴν διαλέγεσθαι, ψεύσεται· οὐ γὰρ ἔχει τις ἐπιδεῖξαι τέχνην τινὰ μίαν ἀφωρισμένην τῇ ῥητορικῇ, περὶ ἧς μόνης ὁ ῥήτωρ ἀεὶ διαλήψεται. εἰ δὲ περὶ πασῶν διαλέξεται τῶν τεχνῶν ἡ ῥητορική, δηλονότι ἢ ὡς εἰδυῖα ἢ ὡς ἀγνοοῦσα· καὶ εἰ μὲν ὡς ἀγνοοῦσα, οὐκέτι τέχνη οὐδὲ προσεκτέον αὐτῇ τὸ παρατυχὸν φληναφούσῃ· εἰ δὲ ὡς εἰδυῖα, τῷ περιττῷ καὶ τῷ ἀδυνάτῳ ἐκβληθήσεται, τῷ μὲν ἀδυνάτῳ, ὅτι εὑρεθείη ἂν ἡ ῥητορικὴ οὐ μᾶλλον ῥητορικὴ ἀλλὰ χαλκευτικὴ καὶ πᾶσαι τέχναι ὡς εἰπεῖν, τοῦτο δʼ ἀδύνατον· τῷ δὲ περιττῷ, ὅτι ἕτερόν τι ἐξ ἀνάγκης τῶν δύο συμβαίνει, ἢ τὴν ῥητορικὴν περιττὴν εἶναι τῶν ἄλλων οὐσῶν τεχνῶν, ἢ ἐκείνας εἶναι περιττὰς ἐμπεριειλημμένας τῇ ῥητορικῇ· ἀλλὰ μὴν αἱ ἄλλαι πᾶσαι τέχναι οὐ περιτταί, λείπεται ἄρα τὴν ῥητορικὴν περιττὴν εἶναι». Καὶ ταῦτα μὲν οἱ φάσκοντες εἶναι αὐτὴν περιττήν. οἱ δὲ ἀποδεικνύντες τὴν ὕπαρξιν αὐτῆς φασιν ὅτι πᾶσα τέχνη ἢ λογική ἐστιν ἢ πρακτική· καὶ πρακτικαὶ μὲν τέχναι πολλαί, λογικαὶ δὲ δύο, ἥ τε διαλεκτικὴ καὶ ἡ ῥητορική. κἀκ τούτου μὲν τέως ὁμολογεῖται εἶναι ῥητορική. Ἔστι δὲ ἐκεῖνο φάναι πρὸς τοὺς λόγους τῶν ἀναιρούντων αὐτήν· περὶ παντὸς πράγματος τέχνην ἔχοντος ἢ ἐνεργείᾳ ἢ δυνάμει δύο λόγοι εἰσίν, ὃ μὲν προτρεπτικός, ὃ δὲ μεθοδικός τε καὶ τεχνικός. κατὰ τοίνυν τὸν προτρεπτικὸν ἡ ῥητορικὴ τέχνη πάσας ἐν ἑαυτῇ ἔχει τὰς τέχνας, κατὰ δὲ τὸν τεχνικὸν οὐδεμιᾷ κοινωνεῖ. δύναται μὲν πείθειν περὶ πάσης τέχνης ὁ ῥήτωρ, οἷον ὅτι καλὸν ἡ χαλκευτικὴ καὶ ἄριστον ἡ τεκτονική, πείσας δὲ ἀφίσταται· οὐ γὰρ αὐτῷ προσήκει διδάσκειν, πῶς ἄν τις τεκτήναιτο ἢ χαλκεύσειε—τοῦτο γὰρ χαλκευτικῆς ἂν εἴη καὶ τεκτονικῆς—, ἀλλʼ ὅτι δεῖ χαλκεῦσαι πείσας τὸ τῆς ῥητορικῆς ἴδιον ἐπλήρωσε. Καὶ ταῦτα μέν, ὅτι ἔστιν ἡ ῥητορική· τί δέ ἐστι καὶ ὁποῖόν τι, κατάδηλον ἅπασιν.
Ἐπεὶ οὖν ἀποδέδεικται οὖσα ἡ ῥητορική, ἄξιον εἰπεῖν, τίνι διαφέρει τῆς διαλεκτικῆς, κατὰ τὸ εἶδος αὐτῇ κοινωνοῦσα· λογικαὶ γὰρ ἄμφω. διαφέρουσι δʼ οὖν ἀλλήλων πρῶτον μὲν τῇ ὕλῃ, ὅτι ἡ μὲν ῥητορικὴ ὕλην ἔχει τὰ πολιτικά, ἡ δὲ διαλεκτικὴ περὶ πάντων διαλεχθήσεται. —Ἔπειτα τοῖς ὀργάνοις· τῆς μὲν γὰρ ῥητορικῆς ὄργανα τὸ ἐνθύμημα καὶ τὸ παράδειγμα, τῆς δὲ διαλεκτικῆς ὁ συλλογισμὸς καὶ ἡ ἐπαγωγή. ἐνθύμημα μὲν οὖν ἐστι συλλογισμὸς ἀτελής, παράδειγμα δὲ ὅμοιον ὁμοίῳ, γνώριμον ἀγνοουμένῳ. καὶ πάλιν συλλογισμός ἐστι λόγος, ἐν ᾧ τεθέντων τινῶν ἕτερον ἐξ ἀνάγκης συμβαίνει παρὰ τὰ προκείμενα τῷ ταῦτα οὕτως ἔχειν· ἐπαγωγὴ δὲ μέθοδος ἐκ τῶν κατὰ μέρος τῶν καθόλου πιστωτική. ἔχει δὲ διαφορὰν τὸ μὲν ἐνθύμημα πρὸς τὸν συλλογισμόν, ὅτι ὁ μὲν συλλογισμὸς πάντως τὸ ἐλάχιστον ἐκ δύο προτάσεών ἐστι καὶ συμπεράσματος, τὸ δὲ ἐνθύμημα ἐκ μιᾶς προτάσεως μόνης, τὴν δὲ ἑτέραν τῶν προτάσεων καταλείπει ὁ ῥήτωρ τῷ ἀκροατῇ, ἵνα δοκῇ ὑφʼ ἑαυτοῦ πείθεσθαι καὶ μὴ ὑπὸ τοῦ λόγου βιάζεσθαι, ἢ ὅταν ᾖ ἀσαφὲς τὸ ἐνθύμημα, τὰς μὲν δύο προτάσεις παραλαμβάνει, οὐκέτι δὲ τὸ συμπέρασμα ἐπάγει, διʼ ὃν προείπομεν λόγον. ἡ δὲ ἐπαγωγὴ τοῦ παραδείγματος διαφέρει, ᾗ τὸ μὲν παράδειγμα ἐκ τῶν μερικῶν τὰ μερικὰ πιστοῦται, ἡ δὲ ἐπαγωγὴ ἐκ τῶν μερικῶν τὰ καθόλου. —Ἔτι διαφέρουσι καὶ τῷ τέλει· ἡ ῥητορικὴ τέλος ἔχει τὸ πείθειν, ἡ διαλεκτικὴ τὸ βιάζεσθαι, ὡς δείκνυσι Πλάτων ἐν τῷ Γοργίᾳ «οὐκ οἶδʼ ὅντινά μοι δοκεῖς τρόπον εὖ λέγειν, ὦ Σώκρατες· πέπονθα δὲ τὸ τῶν πολλῶν πάθος· οὐ πάνυ σοι πείθομαι». —Τετάρτη διαφορὰ ἡ ἀπὸ τοῦ τόπου· ὁ μὲν γὰρ ῥήτωρ τρισὶν ἐμπεριώρισται τόποις, δικαστηρίῳ, ἐκκλησίᾳ, βουλευτηρίῳ· τὰ γὰρ ἐκ περιστάσεως καὶ ἐξ ἀνάγκης γινόμενα οὐ παραδεκτέον, οἷον εἰ συμβαίη πλέοντά τινα δικάσασθαι καὶ ῥητορεύειν ἐπὶ νεώς· ὁ δὲ διαλεκτικὸς πανταχοῦ ἐρεῖ. —Τινὲς δὲ προστιθέασι καὶ ἄλλας δύο διαφοράς, τήν τε ἀπὸ τῆς ἀπαγγελίας καὶ τὴν ἀπὸ τοῦ σχήματος· ἀπὸ μὲν τῆς ἀπαγγελίας, ὅτι ἡ μὲν ῥητορικὴ ἀποτεταμένως διαλέγεται, ἡ δὲ διαλεκτικὴ κατὰ πεῦσιν καὶ ἀπόκρισιν. διελέγχονται δὲ οὗτοι ἐκ τοῦ νῦν ἐπικρατοῦντος ἔθους τῆς ῥητορικῆς καὶ πάλαι ἴσως παρʼ ἐνίοις κεκρατηκότος. Τῷ σχήματι δέ φασιν αὐτὰς διαφέρειν ἀλλήλων, ὅτι ὁ μὲν ῥήτωρ τῇδε κἀκεῖσε τὴν χεῖρα μεταφέρων ῥητορεύει, ὁ δὲ διαλεκτικὸς συνεσταλμένην ἔχων διαλεχθήσεται. πιστοῦται δὲ τοῦτο, ἐξ ὧν Αἰσχίνης φησὶ «τοῦτό ἐστιν ὡς ὑπόμνημα καὶ μίμημα τοῦ Σόλωνος σχήματος, ὃν τρόπον ἔχων αὐτὸς διελέγετο τῷ δήμῳ τῶν Ἀθηναίων»· λέγει δέ, ὅτι πάλαι κρατοῦντος τοῦ ἔνδον ἔχειν τὴν χεῖρα ἐν τῷ ῥητορεύειν νῦν τοὐναντίον ἐπικρατεῖ· τοῦτο οὖν, φασίν, οἶδεν Αἰσχίνης τοῖς ῥήτορσι πρέπον. ὁ δὲ τοιοῦτος ἂν ἐξελεγχθείη λόγος ἐκ τοῦ παρὰ τῷ Δημοσθένει ἐν τῷ Ὑπὲρ Κτησιφῶντος εἰρημένου «εἰ δευρὶ τὴν χεῖρα ἀλλὰ μὴ δευρὶ μετήνεγκα», σημαίνοντος τοῦ ῥήτορος, ὅτι οὐδὲν διαφέρει, κἄν τε κινῇ τις τὴν χεῖρα κἄν τε μὴ τοῦτο ποιῇ.
Ἐπεὶ οὖν εἴρηται, τίσι διαφέρει ἡ ῥητορικὴ τῆς διαλεκτικῆς, ἀναγκαῖον εἰπεῖν, περὶ ποίας ῥητορικῆς ὁ λόγος πρόκειται, ὅπως μὴ ἐκ τῆς ὁμωνυμίας πλανώμενοι τοῖς ἐκβάλλουσιν αὐτὴν πειθώμεθα ἢ ἄνευ λόγου καταφρονῶμεν αὐτῶν.
Πέντε τοίνυν εἰσὶ ῥητορικαί, ὁμωνύμως λεγόμεναι. καὶ ἣ μέν ἐστιν ἀληθής, ἥτις καὶ τοῖς φιλοσόφοις ἀπονενέμηται, ἣ δὲ ψευδής, ἣ καὶ συκοφαντικὴ λέγεται· ταύτῃ καὶ Ἀριστογείτων ἐχρῆτο καὶ ταύτην διαβάλλουσι Πλάτων καὶ Δημοσθένης. μέση δὲ τούτων ἡ πιθανή, τὰ ἐξ ἀμφοτέρων θηρεύουσα. διαιρεῖται δὲ αὕτη εἰς τρία, εἴς τε τὴν φυσικήν, ᾗ καὶ οἱ ἰδιῶται χρῶνται, πείθειν περὶ ὧν βούλονται σπουδάζοντες· ταύτην δέ τινες τὴν αὐτήν φασιν εἶναι τῇ ἀληθεῖ, «ὅ τε γὰρ κατὰ φύσιν τὰ πράγματα διεξιὼν τἀληθῆ λέγει καὶ ὁ τἀληθῆ λέγων κατὰ φύσιν τὰ πράγματα διεξέρχεται»· οὐκ ἔστι δὲ τοῦτο· ἣ μὲν γὰρ ἀεὶ ἐξακριβοῦσα σπεύδει πάντα ἀληθῆ λέγειν καὶ κέχρηται τάξει τινὶ καὶ τέχνῃ, ἣ δὲ ὡς ἂν τύχῃ τὰ παρατυχόντα, ἡ φυσική, ἀποφαίνεται καὶ πολλάκις ψευδέσιν ἀντὶ ἀληθῶν χρήσεται. ἐμπειρικὴ δέ ἐστιν ἡ ἐκ μελέτης καὶ τριβῆς μόνης κατορθουμένη, ᾗ καὶ οἱ ἥρωες ἐχρῶντο· τοῦτο γάρ πού φησιν ὁ ποιητὴς «μύθων τε ῥητῆρʼ ἔμεναι πρηκτῆρά τε ἔργων». τεχνικὴ δὲ ἡ καὶ τὰς αἰτίας, ὧν λέγει, ἀποδιδόναι ἐπισταμένη, περὶ ἧς νῦν ἡμῖν πρόκειται λέγειν.
Ἀναγκαῖον δὲ μετὰ τὰ εἰρημένα καὶ τὸν βίον τοῦ τεχνογράφου διεξελθεῖν. γέγονε μὲν γὰρ κατὰ τὰς ἡμέρας Μάρκου τοῦ βασιλέως καὶ Ἀριστείδου τοῦ ῥήτορος· ἦν δὲ ἐκ Ταρσοῦ—πόλις δὲ αὕτη τῆς Κιλικίας—, ἔνθα καὶ πρῶτον ἐπαίδευσεν. διαβὰς δὲ τὴν Ἀσίαν, κἀκεῖ παιδεύων τοσοῦτον ἐθαυμάσθη, ὡς καὶ τὸν Μᾶρκον φοιτῶντα συνεχῶς παρὰ τὸ διδασκαλεῖον ἀκούειν αὐτοῦ· πρὸς ὅν φασι καὶ τοιοῦτο τὸν Ἑρμογένη εἰπεῖν «ἥκω σοι, βασιλεῦ, ῥήτωρ παιδαγωγοῦ ἔτι δεόμενος». ἑπτακαίδεκα μὲν γὰρ ἐτῶν γεγονὼς γράφει τὸ προκείμενον βιβλίον, εἰς τρίτον δὲ καὶ εἰκοστὸν προελθὼν τὸ Περὶ τῶν ἰδεῶν ἐξέδωκε σύνταγμα, ἐν δὲ τῷ πέμπτῳ καὶ εἰκοστῷ ἐξελάθετο. ὥστε καὶ λέγεται ἐπειπεῖν αὐτῷ τοῦτο τοὺς ἀντιτέχνους «Ἑρμογένης ἐν παισὶ μὲν γέρων, ἐν δὲ γέρουσι παῖς».
Ἐπὶ παντὸς δὲ βιβλίου καὶ μάλιστα τεχνικοῦ δεῖ τὰ ἓξ ταῦτα ζητεῖν· τίς ὁ σκοπός, τί τὸ χρήσιμον, τίς ἡ ἐπιγραφή, εἰ τοῦ παλαιοῦ γνήσιον τὸ βιβλίον, τίς ἡ τάξις τῆς ἀναγνώσεως, τίς ἡ εἰς τὰ μέρη τομή. ταῦτα τοίνυν ἐπὶ τοῦ παρόντος ἡμῖν ζητητέον.
Σκοπὸς μὲν οὖν ἐστιν αὐτῷ περὶ τῆς εἰς τὰ κεφάλαια διαιρέσεως εἰπεῖν τῶν ῥητορικῶν ζητημάτων. ἀλλʼ ἐπειδήπερ ἀναγκαῖον πρῶτον εἰπεῖν τὸ ἐξ οὗ διῃρέθησαν, εἶθʼ οὕτως τὰ διαιρεθέντα διεξελθεῖν, φησὶ πρῶτον περὶ προβλήματος ἐπὶ τὸ γενικώτερον ἀναδραμών. τῶν γὰρ προβλημάτων τὰ μέν ἐστιν ἀσύστατα, τὰ δὲ συνεστῶτα, ἃ καὶ ζητήματα λέγεται. πρῶτον οὖν περὶ ἀσυστάτων εἰπὼν εἶτα καὶ περὶ τῶν συνεστηκότων διεξέρχεται, τρίτον δὲ τὴν τούτων εἰς τὰ κεφάλαια ποιεῖται διαίρεσιν. ὁ μὲν οὖν σκοπὸς οὗτος.
Ἐκ δὲ τοῦ σκοποῦ καὶ ἡ εἰς τὰ μέρη τομὴ σεσαφήνισται· τέμνεται γὰρ τὸ ὅλον βιβλίον εἴς τε ἀσύστατα καὶ συνεστῶτα καὶ εἰς τὴν τῶν συνεστηκότων διαίρεσιν.
Ἡ τάξις δὲ τῆς ἀναγνώσεως τὸ δεῖν πρῶτον τὰ καλούμενα Προγυμνάσματα ἀναγνόντας οὕτως ἐπὶ τουτὶ τὸ βιβλίον ἰέναι. τὰ γὰρ κεφάλαια καθʼ ἑαυτὰ μὲν ἀτελῆ ἐστιν, ἀναπληρωτικὰ δὲ γίνεται τοῦ τελείου λόγου· τὰ δὲ Προγυμνάσματα πάλιν τῶν κεφαλαίων ἐστὶν ἀναπληρωτικά· μετὰ τὰ Προγυμνάσματα οὖν ἐπὶ τουτὶ τὸ βιβλίον ἐλθεῖν δεῖ, οὕτω γὰρ ἂν τέλειον ἀπεργασαίμεθα λόγον.
Ὅτι δὲ γνήσιον τοῦ παλαιοῦ τὸ βιβλίον, ἡ τῶν ἐνδόξων κρίσις δηλοῖ· οἵ τε γὰρ ὑπομνηματίσαντες αὐτὸ καὶ οἱ ἀρχαιότεροι σοφισταὶ πάντες ὡμολόγησαν Ἑρμογένους εἶναι. τινὲς δέ φασι καὶ ἐντεῦθεν εἶναι δῆλον, ὡς ἔστι τοῦ παλαιοῦ γνήσιον τόδε τὸ σύνταγμα, ἐξ ὧν αὐτὸς Ἑρμογένης μέμνηται αὐτοῦ ἐν τῷ Περὶ τῶν ἰδεῶν, ὃ πάντες ὁμολογοῦσιν εἶναι τοῦ τεχνικοῦ· ὁμοίως, φασί, καὶ τοῦ Περὶ ἰδεῶν ἐν τούτῳ μέμνηται. ἀλλὰ καὶ οὗτος ὁ λόγος εἰς τὸν πρότερον ἀνατρέχει· τῇ γὰρ τῶν ἐνδόξων κρίσει καὶ τὸ Περὶ τῶν ἰδεῶν Ἑρμογένους καθεστάναι ἀναμφιλέκτως πεπείσμεθα.
Διαληπτέον οὖν καὶ περὶ τῆς ἐπιγραφῆς. ἐπιγέγραπται μὲν οὖν «Τέχνη ῥητορική» τὸ βιβλίον. ἐζητήκασι δέ τινες, ἀνθʼ ὅτου Τέχνην ῥητορικὴν ὀνομάζει, καίτοι οὐ περὶ πάσης μέλλων ἐνταυθοῖ τῆς ῥητορικῆς διαλέγεσθαι· οὐ μόνον γὰρ οὐκ εἰς πάντα τὰ εἴδη τῆς ῥητορικῆς τὸ Περὶ τῶν στάσεων συντελεῖ ἀλλʼ οὐδὲ εἰς τέλειον λόγον· τοῖς γὰρ ἀγῶσι μόνον χρήσιμος ἡ περὶ τούτων πραγματεία, οἱ δὲ ἀγῶνες οὐ τέλειος λόγος ἀλλὰ μέρος. ὅτι δὲ οὐκ εἰς πᾶν εἶδος τῆς ῥητορικῆς χρησιμεύει τὸ προκείμενον σύνταγμα, δῆλον καθεστάναι φασί· περὶ στάσεων γὰρ διαλέγεται, οὐ πᾶν δὲ εἶδος στασιάζεται, μόνον δὲ τὸ δικανικὸν καὶ μέρος τοῦ συμβουλευτικοῦ, ὅπερ ὁμωνύμως τῷ γένει συμβουλευτικὸν καλεῖται. τὸ γὰρ εἶδος τὸ συμβουλευτικὸν πῂ μὲν ἀμφιβαλλόμενον, πῂ δὲ ὁμολογούμενον, ὅταν μὲν ἀμφιβάλληται, ποιεῖ τὸ ὁμώνυμον αὐτῷ συμβουλευτικόν, ὅπερ ἀεὶ στασιάζεται, ὅταν δὲ ὁμολογούμενον ᾖ, ποιεῖ τὸ παραινετικόν· τὸ οὖν παραινετικὸν οὐδέποτε στασιάζεται, ὁμολογούμενον γάρ ἐστιν. ἔτι δὲ καὶ τὸ πανηγυρικὸν ὅλον ἀστασίαστον μένει· αὔξησιν γὰρ ἔχει ὁμολογουμένων καλῶν ἢ κακῶν. πρὸς ταῦτα φασί τινες· «προτροπῆς ἕνεκα τῶν νέων οὕτως ἐπιγέγραπται τὸ βιβλίον, ἵνα πᾶσαν ἑλεῖν τὴν τέχνην ἐντεῦθεν ἐλπίζοντες προθύμως ἐπʼ αὐτὸ φέρωνται». εἰ δέ τις ἀποροίη, τί μὴ καὶ τὰ Προγυμνάσματα τῆς αὐτῆς ἐπιγραφῆς τῷδε τῷ λόγῳ τετύχηκε, ῥητέον, ὡς, εἰ τοῦτο ἐγίνετο, ἡ τέχνη κατήγετο ἂν εἰς εὐτελές. διὰ τί δὲ μὴ καὶ τὸ Περὶ ἰδεῶν Τέχνην ῥητορικὴν ἐπέγραψεν; ὅτι κἀκεῖνο ἧττον καθειστήκει τοῦ περὶ διαιρέσεως τῶν κεφαλαίων· πρὸς γὰρ τὴν τοῦδε χρείαν κἀκεῖνο γέγονεν, ὡς δειχθήσεται. —Ἕτεροι δέ φασι τῷ γενικῷ χρήσασθαι αὐτὸν ὀνόματι· «ὅσα γὰρ κατὰ τῶν γενῶν, ταῦτα καὶ κατὰ τῶν εἰδῶν λέγεται· οἷον ζῷόν ἐστιν οὐσία ἔμψυχος αἰσθητική, ἀλλὰ καὶ ἄνθρωπος οὐσία ἔμψυχος αἰσθητική· ὃ οὖν ἂν ἐπέγραψεν, εἰ περὶ πάσης διελέγετο τῆς ῥητορικῆς, τοῦτο καὶ νῦν ἐπέγραψε περὶ μέρους αὐτῆς διαλεγόμενος». πρὸς οὓς ἔστιν εἰπεῖν, ὅτι οὐχ ἁπλῶς τοῖς γενικοῖς κατὰ τῶν εἰδῶν χρώμεθα, ἀλλʼ ὅταν ἢ ἀπορῶμεν τοῦ εἰδικωτέρου ἢ λόγος τις κατεπείγῃ τοῦτο ποιεῖν. ὅτι μὲν οὖν οὐκ ἠπόρει τοῦ εἰδικωτέρου, δῆλον· ἅπαντες γὰρ ἴσμεν, ὅτι περὶ τῆς εἰς τὰ κεφάλαια διαιρέσεως τῶν ῥητορικῶν ζητημάτων διαλέγεται, καὶ αὐτὸς δὲ ἐν τῷ βιβλίῳ τούτῳ φησίν. εἰ δὲ καὶ διʼ ἕτερόν τινα λόγον οὕτως ἐπέγραψεν, ἔδει τὸν λόγον αὐτοὺς ἀποδιδόναι καὶ μὴ ψιλῶς ἀποφαίνεσθαι, ὅτι τῷ γενικῷ ἐχρήσατο. —Ἔστιν οὖν ἐφʼ ἅπασι τούτοις τὸν ἀληθῆ φάναι λόγον, ὡς εἰκότως εἴη τὸ βιβλίον ἐπιγεγραμμένον Τέχνη ῥητορική· τὸ γὰρ πᾶν τῆς τέχνης ἐντεῦθεν θεωρεῖται καὶ πρὸς τοῦτο ῥέπει τὸ σύνταγμα· τὰ γὰρ προοίμια καὶ οἱ ἐπίλογοι διὰ τοὺς ἀγῶνας παρειλημμένοι εἰσί· τὰ μὲν γὰρ προοίμια καταστατικὰ τοῦ ἀγῶνος λαμβάνομεν, τοὺς δὲ ἐπιλόγους ἢ διʼ αὔξησιν ἢ διʼ ἀνακεφαλαίωσιν τῶν ἐν τοῖς ἀγῶσι λεχθέντων. οὐκοῦν διαφερόντως μὲν κατὰ τὰ μέρη τοῦ λόγου, δυνάμει δὲ κατὰ τὰ εἴδη Τέχνη ἐπιγέγραπται τοῦτο τὸ βιβλίον ὑπό τινων. ἀλλὰ μὴν καὶ πάντα τὰ εἴδη ἐνεργείᾳ ἢ δυνάμει στασιάζεται. δυνάμει μὲν οὖν καὶ ἐνεργείᾳ στασιάζεται τὸ δικανικὸν καὶ μέρος τοῦ συμβουλευτικοῦ, ὃ καὶ αὐτὸ συμβουλευτικὸν καλεῖται, ὡς εἴρηται ἀνωτέρω. δυνάμει δὲ στασιάζεται τό τε πανηγυρικὸν καὶ τὸ παραινετικόν· τὸ μὲν οὖν πανηγυρικόν, ὥσπερ ἂν εἴ τις ἐγκωμιάζοι τινὰ παρὰ Ἀθηναίοις ἐγνωσμένον, οἷον Πλάτωνα τὸν φιλόσοφον, εἴποι δὲ περὶ αὐτοῦ ὅτι «δίκαιος ὁ Πλάτων καὶ σωφροσύνην τιμῶν καὶ παιδείας εἰς ἄκρον ἀφιγμένος»· παρὰ μὲν γὰρ αὐτοῖς ὡς ἐγνωσμένου τοῦ Πλάτωνος τὸ ἐγκώμιον οὐ στασιασθήσεται· εἰ δέ τις παρὰ Σκύθαις ἢ ἄλλοις τισὶ λέγοι ἀγνοοῦσι ταῦτα, ἀμφισβητοῦσι πάντως, εἰ ταῦθʼ οὕτως ἔχει. τὸ δὲ παραινετικὸν καὶ αὐτὸ δυνάμει στασιάζεται, οἷον εἴ τις λέγοι δεῖν τιμᾶν τὸ δαιμόνιον· πρὸς μὲν γὰρ τὴν κοινὴν ἔννοιαν ὡμολόγηται, παρὰ δὲ τοῖς Ἐπικουρείοις ἔλθοι ἂν εἰς ἀμφισβήτησιν· οἱ γὰρ ἀπρονόητα πάντα εἶναι λέγοντες καὶ τὴν εἰς τὸ θεῖον ἐπιμέλειαν ἡγοῦνται περιττήν. τούτων δʼ οὕτως ἐχόντων δοκοῦσι καλῶς τὴν ἁρμόττουσαν ἐπιγραφὴν τῷ ὅλῳ κατὰ τὸ ἐξαίρετον ἐπὶ τὸ σύνταγμα τοῦτο μετενεγκεῖν οἱ τὴν ἀρχὴν ταύτην ἐπινοήσαντες τὴν ἐπιγραφήν· ὁ δὲ τεχνικὸς οὐ προσίεται, καθὰ δεδηλώκαμεν, ἀλλὰ καὶ σφόδρα καθάπτεται «τῶν ἐπιγραψάντων Τέχνην ῥητορικὴν τὸ περὶ διαιρέσεως», καὶ τοῦτο σαφῶς ἐν τῇ διαιρέσει τῶν ἀντιθετικῶν εἰσόμεθα στάσεων. οὐ μὴν ἀλλὰ καὶ τὸ Περὶ ἰδεῶν βιβλίον ἕνεκα τῶν κεφαλαίων παραλαμβάνεται· διʼ ἐκείνου γὰρ ταῦτα ἀναπληροῦμεν καί, ὥσπερ σκεύη τινὰ πρῶτον ἀνάγκη λαβεῖν, εἶθʼ οὕτως ὧν βουλόμεθα ταῦτα πληροῦν, τὸν αὐτὸν τρόπον ἐκ τούτου τοῦ βιβλίου τὰς ὑποθέσεις καὶ τὰ κεφάλαια λαμβάνοντες διὰ τῆς ἀπαγγελίας καὶ τῶν ἐννοιῶν ἀναπληροῦμεν, ἅπερ ἡμῖν τὸ Περὶ ἰδεῶν παρέχεται.
Ἔτι τὸ χρήσιμον ζητητέον, ἐπεί τινες πειρῶνται λέγειν, ὡς οὐκ εὔχρηστον εἴη τὸ βιβλίον τοῦτο πρὸς ῥητορικήν· «οἱ μὲν γὰρ ῥήτορες», φασί, «τῶν μερικῶν ἀντιλαμβάνονται, οἱ δὲ φιλόσοφοι τῶν καθόλου· τοῦτο δὲ τὸ σύνταγμα περὶ καθολικῆς διαλέγεται στάσεως, ἀλλʼ οὐ περὶ τῆς ἐν τῷδε τῷ λόγῳ· ἄχρηστον οὖν ἐστι ῥητορικῇ». φήσαιμεν δʼ ἂν πρὸς τούτους, ὅτι αἱ τέχναι κανόνων ἐκθέσεις ἔχουσιν, οἱ δὲ κανόνες πολλῶν εἰσι περιεκτικοί· ἀναγκαίως οὖν πᾶσα τέχνη καὶ καθολική ἐστι καὶ μερική, καθολικὴ μὲν ὡς πρὸς τοὺς κανόνας, μερικὴ δὲ ὡς πρὸς τὸ ἀποτέλεσμα· ἡ γὰρ καθόλου στάσις τὸν Κατὰ Αἰσχίνου καὶ ἕκαστον τῶν λόγων ἀποτέλεσμα ἔχει, οἵπερ εἰσὶ μερικοί. —Ἀλλʼ ἀντιλέγουσι πάλιν· «εἰ γὰρ καὶ ὁ λόγος», φασί, «βιάζεται, ἡ πεῖρα διελέγχει οὐ μόνον μὴ χρήσιμον τὸ βιβλίον τοῦτο γενέσθαι, ἀλλʼ ὡς ἔοικε καὶ βλάβης αἴτιον· οἱ γὰρ ἀρχαιότεροι ῥήτορες οἷον Αἰσχίνης καὶ Δημοσθένης πρὸ τοῦ συγγράμματος τοῦδε γενόμενοι βελτίους ἡμῶν εἰσι καὶ οὐδεὶς μετὰ τὸ σύγγραμμα τοῦτο ῥήτωρ ἀπεδείχθη τοιοῦτος». πρὸς οὓς ἔστιν ἐκεῖνο φάναι, ὡς ἐκείνοις ἡ μείζων ἐπιμέλεια καὶ φύσις ἀμείνων τὸ πρὸς ἡμᾶς παρέσχε διάφορον. ὅτι δὲ κἀκεῖνοι μεθόδους τινὰς εἶχον καὶ κανόνας, εἰ καὶ μὴ ἐν συγγράμμασιν, ἀλλʼ οὖν ἐκ παραδόσεως τῶν διδασκάλων, δηλοῖ καὶ Ἰσοκράτης ἐν τῷ Κατὰ σοφιστῶν, διʼ ὧν φησι τὸν μὲν σοφιστὴν δύο ταῦτα ποιεῖν ὀφείλειν, πρῶτον τοὺς κανόνας ἐκτίθεσθαι, ἔπειτα παρασκευάζειν τοὺς ἰδίους λόγους εἰς παράδειγμα τῶν παραδεδομένων κανόνων· τὸν δὲ μαθητὴν εἰσφέρειν τρία τῷ διδασκάλῳ, εὐφυΐαν, μνήμην, ἐπιμέλειαν. ἔστι δὲ καταμαθεῖν ἀκριβέστερον, ὡς εἶχόν τινας κανόνας οἱ ἀρχαῖοι, ἐκ τῶν ὑπʼ αὐτῶν ἐκτεθέντων λόγων· πολλοὺς γὰρ εὑρίσκομεν παρὰ διαφόροις ῥήτορσι λόγους τῆς αὐτῆς στάσεως καὶ τοῖς αὐτοῖς κεφαλαίοις κατεσκευασμένους· εἰ δὲ ὡς ἔτυχε τοῖς κεφαλαίοις καὶ μὴ κατὰ μίαν τινὰ τέχνην ἐκέχρηντο, οὐκ ἂν οὐδὲ συνηνέχθησαν περὶ τὰ κεφάλαια. —Δειχθέντος οὖν, ὅτι πᾶσα ἀνάγκη τὰς τέχνας εἶναι καθολικάς, ἀνατρέπειν πειρῶνταί τινες ἐκ παραδειγμάτων τὸν λόγον· «αὐτίκα γὰρ ὁ Γεωργίτης τὰ μερικὰ πράττων ἀεὶ τὰ καθόλου», φασίν, «οὐ περιεργάζεται». λέληθε δʼ αὐτούς, ὅτι διαφέρει τέχνη ἐμπειρίας, καθὸ ἡ μὲν ἐμπειρία τῶν μερικῶν ἀντέχεται, ἡ δὲ τέχνη καθολικοὺς ἔχει λόγους· ἡ οὖν ῥητορικὴ τέχνη οὖσα καθολικοὺς δηλονότι ἕξει κανόνας. τὴν δὲ διαφορὰν ταύτην τῆς ἐμπειρίας πρὸς τὴν τέχνην φησὶ Πλάτων ἐν τῷ Μένωνι· ὥσπερ γὰρ εἰ τὸν Δαίδαλον, φησίν, ὑποθώμεθα ποιῆσαι ἀνδριάντας δύο, ὧν ὁ μὲν εἷς πτερωτός ἐστι καὶ μεθιστάμενος, ὅπῃ τύχοι, ὁ δʼ ἕτερος ἐπὶ βάσεως ἕστηκε καὶ διὰ τοῦτο ἔχει τὴν στάσιν βεβαίαν ἀεὶ καὶ ἀκίνητον, οὕτως ἡ μὲν ἐμπειρία τοῦ μερικοῦ ἀντιλαμβανομένη ἅμα τῷ ἀποτυχεῖν ἀφίπτασθαι πέφυκεν, ἡ δὲ τέχνη οὐχ οὕτως, ἀλλʼ ἔχουσα καθολικοὺς λόγους τὴν αἰτίαν ζητήσει καὶ οὐκ εὐθὺς ἀποστήσεται.
Ἔτι ἀποροῦσιν οἱ φάσκοντες τοῦτο μὴ χρήσιμον καθεστάναι τὸ σύνταγμα· «εἰ» γάρ φασι «διδάσκει ἡμᾶς, πῶς ὑπὲρ ὧν ἐγκαλούμεθα ἀπολογεῖσθαι μελλήσομεν, οὐδὲν πλέον ἡμῖν τῆς φύσεως δίδωσιν· ἐὰν γὰρ ἐπὶ νεοσφαγεῖ τις εὑρεθεὶς σώματι ξιφήρης ἐν ἐρημίᾳ φόνου κρίνοιτο, οὐδὲν ἕτερον ἐρεῖ ἢ ὅτι “οὐκ ἐφόνευσα” καὶ χρήσεται πρὸς τοῦτό τισιν ἀποδείξεσι καὶ γίνεται στοχασμός· εἰ τοίνυν τοῦτο παρὰ τῆς φύσεως ἔχομεν, τὸ τῆς τέχνης ἡμῖν περιττόν». λεκτέον οὖν, ὡς ἐν μὲν ταῖς ἁπλαῖς καὶ εὐχερέσι τῶν στάσεων δυνατὸν ἴσως τὰς λύσεις ἀνευρίσκειν φυσικῶς, εἰ καὶ μὴ μετὰ τάξεως, ἐν δὲ ταῖς συνεζευγμέναις ἢ ἁπλῶς δυσχερέσιν οὐκέτι· οἷον ἵνα δῶμεν ἐν συνεζευγμένῳ παράδειγμα· ὑποπτεύσας τις τὸν οἰκέτην ἐπὶ μοιχείᾳ τῆς γυναικὸς αὐτοῦ ἔδησε, δήσας ἀπεδήμησεν, ἐν τοῖς Θεσμοφορίοις ἔλυσεν ἡ γυνὴ νόμου προστάττοντος μηδένα εἶναι ἐν τῇ ἑορτῇ δεσμώτην, εὑρέθη ὁ ἀνὴρ ἐπʼ ἐρημίας νεκρὸς ἀσκύλευτος καὶ κρίνεται ἡ γυνὴ συνειδότος· ἐνταῦθα γὰρ οὐκ ἔστιν εἰδέναι κατὰ φύσιν, ποῖον δεῖ ζητεῖν, δυεῖν ἐγκλημάτων ὄντων, μοιχείας τε καὶ φόνου. Ἔστι δὲ καὶ τοῦτο πολυσχιδὲς τὸ ζήτημα, οἷον νόμος μηδένα εἰσηγεῖσθαι χρεῶν ἀποκοπάς, πολεμίων ἐπικειμένων ἔκαυσέ τις τὰ συμβόλαια, ἐμιμήσαντο τοῦτον οἱ λοιποί, ἐξελθόντες οἱ χρεῶσται νενικήκασι τὸν πολέμιον. ὁ γὰρ ἀπολογούμενος κέχρηται πρῶτον τῷ ὅρῳ· «τίνι» γάρ φησιν «ὁρίζεσθε τὴν παρανομίαν; οὐκ ἐν τῷ εἰσηγήσασθαι τοῦ νόμου τὴν ἰσχύν; ἐγὼ δέ,» φησίν, «οὐκ εἰσηγησάμην, ἀλλʼ ἔκαυσα». δεύτερον τῇ ἀντιλήψει «ἐξουσίαν ἔχων τῶν ἐμῶν». τρίτον τῇ συγγνώμῃ ὅτι «ἠγνόουν τὸ μέλλον· πόθεν γὰρ ἠπιστάμην, ὅτι ζηλωτὰς ἕξω τῆς ἐγχειρήσεως;» τέταρτον τῇ ἀντιστάσει «μᾶλλον ὠφέλησα τὴν πόλιν· διὰ γὰρ τὴν ἐμὴν οἱ χρεῶσται νενικήκασι πρᾶξιν». Ἔστι δʼ αὖ πάλιν ἐπὶ ἑνὸς προβλήματος ἐννέα στάσεις ἐπιδεῖξαι, κατὰ ἄλλην καὶ ἄλλην διαφορὰν συνισταμένου τοῦ πλήθους, οἷον ἐσεσύλητό τις πάντα τὰ ὄντα αὐτῷ χρήματα ὑπὸ πολεμίων ἐπελθόντων, ἰδιωτικὰ χρήματα χρεώστου ἀγνωμονοῦντος καὶ πολλάκις ἀπαιτηθέντος τὸ ὄφλημα ἐν ἱερῷ κείμενα συγχωρήσαντος τοῦ ἱερέως ὑφείλετο καὶ τούτοις αὐτοῖς τὴν πατρίδα ἐκ τῶν πολεμίων ῥυσάμενος ὕστερον ὑπὸ τοῦ χρεώστου κρίνεται. δῆλον γάρ, ὡς, εἰ μὲν παραιτήσοιτο τὸ πρόσωπον, ποιήσοι μετάληψιν, οἷον «χρεώστης εἶ, ὀφείλεις χρήματα καὶ οὐ σόν ἐστι περὶ τούτων δικάζεσθαι». εἰ δὲ ἀρνήσοιτο τὴν ὑφαίρεσιν, στοχαστικὴν δηλαδὴ ποιεῖ τὴν στάσιν. εἰ δὲ συγχωρεῖ μέν, ἄλλο δέ τι ὄνομα ἐπιθήσει τῇ πράξει, μήτε κλοπὴν εἶναι λέγων μήτε ἱεροσυλίαν, ἀλλʼ οἷον εἰ τύχοι ἀπόληψιν, ὁριστικήν. εἰ δὲ ἐξὸν αὑτῷ λέγοιτο τοῦτο πεποιηκέναι διὰ τὸ ἐκεῖνον ἐποφείλειν, ἀντίληψιν. εἰ δὲ μὴ εἶναι τὴν ἀρχὴν ἐκείνου λέγοι ἀλλʼ ἑαυτοῦ καὶ περὶ τούτου ἀμφισβητήσει, παραγραφήν. εἰ δὲ προβάλοιτο τὴν ἀπορίαν καὶ τὸ ὑπὸ τῶν πολεμίων σεσυλῆσθαι, συγγνώμην. εἰ δὲ ἀντεγκαλέσοι τῷ χρεώστῃ καὶ διὰ τὴν ἀγνωμοσύνην ἐκείνου τοῦτο πεποιηκέναι, ἀντέγκλημα. εἰ δὲ μηδὲν τούτων προΐσχηται, ἀνενέγκῃ δὲ τὸ γεγονὸς ἐπὶ τὸν ἱερέα, μεταστατικὴν ποιήσει τὴν στάσιν. Τὸ αὐτὸ καὶ ἐπὶ τῶν ἁπλῶν τῶν δυσχερῶν, οἷον Κτησιφῶν ᾔτησε Δημοσθένην συνήγορον καὶ μὴ ὑπακούσαντα κρίνει ἀχαριστίας· ἄδηλον γὰρ κἀνταῦθα τῷ μὴ τεχνίτῃ, πότερον δεῖ λέγειν ὅτι «ἔξεστί μοι μὴ συνηγορεῖν» ἢ ὅτι «ἀσύμφορον εἶναί σοι τὴν ἐμὴν συνηγορίαν ᾠόμην διὰ τὴν ὑπόληψιν, ἣν ἐπὶ δεινότητι παρὰ τοῖς δικασταῖς ἔχω».
Τοῦτο μὲν οὖν εὐδιάλυτον οὕτως· ἐκείνῳ δὲ προσεκτέον τὸν νοῦν. ἔφημεν ἀνωτέρω τινὰς ἀπορεῖν, πῶς ἂν εἴη χρήσιμον ῥητορικῇ τὸ βιβλίον περὶ καθολικοῦ τινος διαλεγόμενον, καὶ τὴν ἀπορίαν ἀπελυόμεθα τῷ τεχνικὸν εἶναι τὸ σύνταγμα· πᾶσα γὰρ ἀναγκαίως τέχνη περὶ τὰ καθολικά ἐστιν, οὐ γὰρ ἂν ἄλλως τὰ μερικὰ διδάξειε. πρὸς δὴ τοῦτό φασί τινες, ὡς οὐδὲν ἕτερον ἢ σόφισμά ἐστι τὸ λεγόμενον· ἡ γοῦν θέσις καὶ ῥητορική ἐστι, καὶ ὅτι οὐ τέχνη, σαφές, καὶ περὶ τῶν καθόλου διαλέγεται· τὸ γὰρ εἰ γαμητέον, εἰ πλευστέον καθολικά. ῥητέον δὲ πρὸς τοῦτο, ὡς ἡ θέσις προγύμνασμά ἐστι καὶ γυμναζόμεθα ἐν αὐτῇ καθολικῶς τὰ πράγματα ἐξετάζοντες, ἵνα ἐπὶ τῶν μερικῶν, ὅταν δέῃ, λέγειν δυνώμεθα· τῇ γὰρ θέσει προσθέντες τὸ ἀπὸ τοῦ προσώπου συστατικόν, οἷον τὸ Σωκράτης ἢ Πλάτων, ποιοῦμεν αὐτὴν μερικήν, τουτέστιν ὑπόθεσιν· τοιγαροῦν ἐν τοῖς ἐπιθαλαμίοις τῶν λόγων πρῶτον τὰ θετικὰ διέξιμεν, εἶθʼ οὕτως τὰ περιστατικά. «ἀλλʼ οὐδὲ οὕτως», φασί, «γίνεται μερική· τὸ γὰρ εἰ γαμητέον Σωκράτει οὐδὲν ἕτερόν ἐστιν, ἢ εἰ γαμητέον γέροντι Ἀθηναίῳ φιλοσόφῳ πένητι, ὅπερ ἐστὶ καθολικόν». λέληθε δʼ αὐτούς, ὅτι αἱ διαφοραὶ μεριζόμεναι μὲν ἀπʼ ἀλλήλων καὶ καθʼ αὑτὰς λεγόμεναι καθολικαί εἰσι, συνιοῦσαι δʼ εἰς ταὐτὸν μερικόν τι σημαίνουσιν· οἷον ἐπὶ παραδείγματος τὸ λογικὸν οὐδὲν καθʼ ἑαυτὸ λεγόμενον σημαίνει μερικόν, τὸ θνητὸν ὁμοίως· ὅταν μέντοι γε ὁμοῦ συνάγοντες πάντα εἴπωμεν «ζῷον λογικὸν θνητόν», δηλοῦμεν τὸν ἄνθρωπον. οὕτως οὖν καὶ ἐπὶ τούτου· ἐὰν εἴπῃ τις «γέρων Ἀθηναῖος φιλόσοφος πένης», σημαίνει τὸν Σωκράτην καὶ τὸν δεῖνα τυχόν, ὥστε εἶναι μερικὸν τὸ δηλούμενον.
Ἔτι ἀποροῦσί τινες φάσκοντες μὴ εἶναι τὴν στάσιν ῥητορικήν· «εἰ γὰρ ἡ ὑπόθεσις ἰδία ἐστὶ τοῦ ῥήτορος, τὴν δʼ ὑπόθεσιν ποιεῖ τὰ περιστατικά, τὰ δὲ περιστατικὰ πρᾶγμά ἐστιν, ἡ δὲ στάσις οὐκ ἐν τοῖς περὶ τὸ πρᾶγμα ἀλλʼ ἐν τῷ πράγματι ἀναφαίνεται, οὐκ ἄρα στάσις ἐν τῇ ὑποθέσει· εἰ δὲ ἐν τῇ θέσει, οὐδὲν πρὸς ῥητορικήν, ἀποδείκνυται γὰρ ἡ θέσις μὴ οὖσα ῥητορική, εἴ γε περὶ καθολικῶν διαλέγεται». λεκτέον δέ, ὅτι σόφισμά ἐστι τὸ πρῶτον λῆμμα· οὐ γὰρ τὰ περιστατικὰ ποιεῖ τὴν ὑπόθεσιν, ἀλλʼ ἄμφω κατὰ ταὐτόν, καὶ ἡ περίστασις καὶ ἡ θέσις· ἐν ἀμφοτέροις οὖν εὑρίσκεται ἡ στάσις· οὔτε γὰρ ἡ θέσις καθʼ ἑαυτὴν ποιεῖ τὴν στάσιν οὔτε μὴν ἡ περίστασις.