ΕΚ ΔΙΑΦΟΡΩΝ ΤΙΝΑ ΧΡΗΣΙΜΑ
Ὅτι ὅρος λόγου οὗτος «ἔννοια κεκριμένη καὶ γνώμης ἀνθρώπου μήνυσις». γένος ἡ ἔννοια· πάντα γὰρ τὰ ζῷα ἔννοιαν ἔχει. διαφορὰ τὸ κεκριμένη· οὐ γὰρ καὶ τὰ ἄλογα κεκριμένην ἔχει ἔννοιαν. Ἔργον δὲ λόγου ἡ μετʼ αἰτίας πρᾶξις καὶ ἡ προφορὰ τῶν ἐννοιῶν.
Ὅτι Λυσίᾳ μεμελέτηται ἰατρικὸν πρόβλημα παράδοξον ῥητορικῶς μεθοδευθὲν περὶ τοῦ ἀμβλωθριδίου, ἐν ᾧ Ἀντιγένης κατηγορεῖ τῆς ἑαυτοῦ γυναικὸς φόνου ἀμβλωσάσης ἑκουσίως, φάσκων ὡς ἐξήμβλωκε καὶ κεκώλυκεν αὐτὸν πατέρα κληθῆναι παιδός.
Ὅτι ἐπιστήμης ἴδιον τὸ μὴ μεταπίπτειν, οὐ μέντοι καὶ τέχνης· τέχνη γὰρ μεταπίπτειν οἶδε τοῖς περιστατικοῖς καὶ βιάζεσθαι. αὐτίκα ὁ Δημοσθένης τὴν τῶν ἐλέγχων ἀπαίτησιν καὶ τὴν τοῦ παραγραφικοῦ ἐξέτασιν ἐν τῷ Κατʼ Αἰσχίνου λόγῳ τελευταίας ἔταξε, τῆς τέχνης ταῦτα πρῶτα εἰδυίας κεφάλαια—ἐξ οὗ δὴ καὶ οὐδὲ ἐπιστήμη δύναται εἶναι—, ἀλλὰ πρὸς τούτοις καὶ παραλιμπάνει τινὰ τῶν εἰωθότων. ταύτῃ πολλοὶ παρὰ τοῖς παλαιοῖς ἀπροοιμίαστοι λόγοι πρὸς τὴν χρείαν οὕτω λεχθέντες. ἀλλὰ καὶ ἐν τῷ Περὶ στεφάνου Δημοσθένης δύο μόνοις τῆς πραγματικῆς κέχρηται κεφαλαίοις οὕτω τοῦ καιροῦ συγχωροῦντος· ὧν οὐδὲν ἐπιστήμη ἔχει, ἀλλὰ καὶ ἐν Λακεδαίμονι καὶ Ἀθήναις καὶ πολέμου ὄντος καὶ εἰρήνης ἀεὶ τὰ αὐτὰ περὶ τῶν αὐτῶν ἔγνωκέ τε καὶ προφέρει, οἷον ὅτι σφαιροειδὴς ὁ οὐρανός, ὅτι κέντρου λόγον ἐπέχει ἡ γῆ καὶ εἴ τι τοιοῦτον ἕτερον. ἐν οἷς μέντοι οὐκ ἀλόγως τέχνη τοῖς περιστατικοῖς ἀμείβει τινὰ τῶν ἑαυτῆς ἢ παραλείπει, ἀλλὰ μετʼ αἰτίας, ἐκφεύγει τὴν ἐμπειρίαν, ἀλόγως ταύτης τὸ ἑαυτῆς μετερχομένης, ὡσαύτως καὶ ῥητορική. —Ὅτι ἐμπειρίαν τινὲς ἐβουλήθησαν τὴν ῥητορικὴν εἶναι, ὧν ἐστι καὶ Πλάτων φάσκων στοχαστικὴν αὐτὴν εἶναι τῆς τῶν ἀκροατῶν ἐπιθυμίας, καὶ ἐκμιμουμένην τοὺς φθάσαντας τῶν ῥητόρων· καὶ γὰρ ἐκ τοῦ ἑωρακέναι τινὰ ἐκ διαβολῆς ὀργὴν κεκινηκότα τῶν ἀκροατῶν καὶ ἐκ τοῦ ἐλεεινολογεῖσθαι ἀφεθέντα χρῶνται καὶ αὐτοὶ τοῖς αὐτοῖς ἐν τοῖς ὁμοίοις καιροῖς καὶ πράγμασιν. οὐχ οὕτως δὲ τοῦτο ἔχει· οὐ γὰρ καὶ ἀλόγως τὸ ἑαυτῆς οὕτω ῥητορικὴ μετέρχεται, ὡς διὰ πολλῶν ἤδη δεδήλωται.
Ὅτι καὶ τὸ δικανικὸν παρὰ θεοῖς ἦν· καὶ δῆλον ἀφʼ ὧν Ἄρης καὶ Ποσειδῶν ἐν Ἀρείῳ πάγῳ διʼ Ἁλιρρόθιον ἐδικάσαντο.
Ὅτι τοῖς περιστατικοῖς χρῆται ῥητορικὴ οὕτως· προσώπῳ, οἷον πρὸς Ἀθηναίους ἢ Λακεδαιμονίους· οὐ γὰρ τοῖς αὐτοῖς λόγοις ἐν ἀμφοτέροις χρήσεται. τόπῳ, οἷον ἐν δικαστηρίῳ ἢ βουλευτηρίῳ. χρόνῳ, ἐν χειμῶνι ἢ θέρει. αἰτίᾳ, διὰ τὸν πόλεμον ἢ τὴν εἰρήνην ἢ τὴν εὐπορίαν ἢ ἀπορίαν. τρόπῳ, οἷον ναυμαχίᾳ ἢ πεζομαχίᾳ χρὴ τοὺς πολεμίους ἀμύνασθαι.
Ὅτι σκοπὸς τοῦ βιβλίου περὶ διαιρέσεως πολιτικῶν ζητημάτων εἰπεῖν καὶ πρὸς τὴν τούτων μάθησιν ἡμᾶς ἀναγαγεῖν.
Τὸ δὲ χρήσιμον τοῦτο ἂν εἴη τὸ τὰ πολλὰ τῆς ῥητορικῆς προβλήματα περιορίζειν καὶ οὐκ ἐᾶν εἰς ἀπέραντον τοὺς λόγους ἐκφέρεσθαι· ὥσπερ καὶ αἱ παρὰ Ἀριστοτέλει κατηγορίαι εἰς δέκα τὰ γενικώτατα τὸ πλῆθος τῶν προβλημάτων συνέστειλαν· πᾶν γάρ, ὃ ἄν τις εἴποι, ὑπὸ μίαν τοῦτο τῶν κατηγοριῶν ἐμπεσεῖται. ἄλλως τε δὲ καὶ ἄνευ τοῦ βιβλίου τούτου οὐκ ἔστι λόγον παλαιὸν διελεῖν, ἀλλʼ οὐδὲ νέον.
Τὸ δὲ γνήσιον ἤδη προείληπται καὶ ἄλλοις εἰρημένον.
Ἡ δὲ τάξις αὕτη· τρεῖς εἰσιν αἱ συνεκτικώταται Τέχναι ῥητορικαί, ἃς καὶ αὐτὸς Ἑρμογένης συνέγραψεν, ἥ τε τῶν Προγυμνασμάτων καὶ ἡ τῶν Στάσεων αὕτη καὶ ἡ Περὶ τῶν ἰδεῶν. μέσην οὖν ἡ προκειμένη βίβλος τάξιν ἔχει, εἰκότως· μετὰ γὰρ τὴν τῶν μερικῶν διδασκαλίαν, ἅ ἐστι τὰ προγυμνάσματα, ἔδει καὶ περὶ τελεωτέρων διαλεχθῆναι. τρίτην δὲ τὸ Περὶ ἰδεῶν ἔχει τάξιν· δεῖ γὰρ πρότερον μαθεῖν, πῶς συνίσταται τὰ πολιτικὰ ζητήματα καὶ κατὰ τίνα τρόπον ἕκαστα διαιρήσομεν, ὅπερ τὸ παρὸν διδάσκει βιβλίον, εἶτα περὶ τῆς φράσεως καὶ τοῦ χαρακτῆρος διαλεχθῆναι. δύο γὰρ ὄντων τῶν τὴν ῥητορικὴν κοσμούντων, δυνατοῦ καὶ ἡδέος, τὸ μὲν δυνατὸν διὰ τῆς παρούσης μανθάνομεν πραγματείας, τὸ δὲ ἡδὺ διὰ τοῦ Περὶ ἰδεῶν· διδάσκει γὰρ ἐκεῖνο ποικίλλειν τὴν φράσιν ταῖς τῶν σχημάτων διαφοραῖς, ὃ τὴν ἡδονὴν ποιεῖ, ἀλλʼ οὐχὶ μονοειδῶς ἐκφέροντας προσκορῆ τὸν λόγον ποιεῖν.
Τρόπῳ δὲ παντοίῳ διδασκαλίας χρῆται· ἐν μὲν γὰρ τῷ λέγειν περὶ διαιρέσεως τῷ διαιρετικῷ, οἷον ὅτι «περὶ τῆσδε τῆς διαιρέσεως ποιοῦμαι τὸν λόγον, ἀλλʼ οὐ περὶ τῆσδε»· ἐν δὲ τῷ τὸν ὅρον ἀποδιδόναι τοῦ πολιτικοῦ ζητήματος τῷ συνθετικῷ· τῷ δὲ ἀναλυτικῷ οὕτως, φησὶ γὰρ «τὸ πολιτικὸν ζήτημα ὕλην ἔχει τὰ πρόσωπα καὶ τὰ πράγματα· τῶν δὲ προσώπων τὰ μέν ἐστι τοιάδε, τὰ δὲ τοιάδε, καὶ τῶν πραγμάτων ὁμοίως. τὰ δὲ ἔχοντα πρόσωπά τε καὶ πράγματα ζητήματα τοιάδε συνέστηκεν, τὰ δὲ μὴ οὔ· ὥστε τὰ μὲν τῶν ζητημάτων συνέστηκε, τὰ δὲ οὔ». ὅρα γάρ, ὅτι ἀπὸ τῶν ἡμῖν πρώτων ἐπὶ τὰ τῇ φύσει πρῶτα ἀνιὼν ἤτοι τὰ ζητήματα, τουτέστι τὰς στάσεις, τῷ κατὰ ἀνάλυσιν χρῆται.
Ἐπιγέγραπται δὲ Περὶ στάσεων, ἀλλʼ οὐχ ὡς τινὲς Τέχνη ῥητορική· οὐ γὰρ περὶ πάσης διδάσκει τῆς ῥητορικῆς, ἀλλὰ περὶ μέρους, ὅ ἐστιν ἡ διαίρεσις τῶν στάσεων.