Νοῦς μέν ἐστιν ἡ πρώτη ἐπιβολὴ τοῦ πράγματος, διάνοια δὲ ἡ διάκρισις, δόξα ἡ ἐπίκρισις καὶ ἐπικύρωσις. ἔννοιαν οὖν οὐκ ἐπὶ ἀλόγων ζῴων δέον λαβεῖν.
Ὅτι τὸν ἐνδιάθετον καὶ τὸν προφορικὸν λόγον οὐδὲν ἄτοπον αὐτοὺς καθʼ ἑαυτοὺς διαιρεῖσθαι εἰς τὰ μετὰ ταῦτα· ἐπεὶ καὶ ὁ προφορικὸς λόγος εἶδός ἐστι τοῦ ποσοῦ. Ὅρος τοῦ ἐνδιαθέτου· ἔννοια ἀνθρωπίνη, καθʼ ἥν τι λέγειν ἢ πράττειν ἡμῖν προσγίνεται.
Ὅρος τοῦ προφορικοῦ· δήλωσις ἀνθρώπου διανοίας διὰ φωνῆς ἐνάρθρου. Ὅτι νίκης ἔναρθρα τὰ γραφόμενα λέγεται. Ὅτι ὁ προφορικὸς λόγος διττός, ὅ τε δημώδης καὶ ὁ κατὰ ἄσκησιν.
Ὅτι ὁ ἐνδιάθετος διαιρεῖται εἰς θεωρητικὸν καὶ πρακτικόν· ἄλλοι δὲ τὸν προφορικὸν λέγουσιν, ὡς ὁ Τύραννος. Θεωρητικόν ἐστι λόγος ἐνδιάθετος ἔχων ἐπίσκεψιν περί τινος ἄχρι γνώσεως μόνης ἱστάμενος, πρακτικὸν δὲ πάλιν λόγος ἐνδιάθετος ἐπὶ διαδεχομένῃ πράξει γινόμενος.
Τὸ θεωρητικὸν κατὰ ῥήτορας διαιρεῖται εἰς θέσιν καὶ πανηγυρικόν. Θέσις ἐστὶ πρᾶγμα λογικὴν ἔχον ἐπίσκεψιν, ᾧ περίστασις οὐδεμία παρέπεται, οἷον τὸ ζητεῖν, εἰ τειχιστέον ἢ πλευστέον ἢ οὔ, ἤγουν γνῶναι, τί δεῖ ποιεῖν. Ὅτι τοῖς καθόλου χρᾶσθαι φιλοσόφων, τοῖς δὲ μερικοῖς ῥητόρων ἐστίν. Ὅτι πολλάκις καὶ ὁ λόγος πρᾶγμα λέγεται. Διαφέρει θέσις ὑποθέσεως, ὅτι ἡ μὲν θέσις περὶ τὰ καθόλου καὶ ἀόριστα καταγίνεται, ἡ δὲ ὑπόθεσις περὶ μερικὰ καὶ ὡρισμένα· οἷον ἡ θέσις, εἰ πολεμητέον, ἡ δὲ ὑπόθεσις, εἰ πολεμητέον τῷ Ξέρξῃ. ἡ γὰρ θέσις λαβοῦσα τὰ περιστατικὰ ὑπόθεσις γίνεται· περιστατικὰ δέ, ὃ σημαίνει πρόσωπον, τόπον, χρόνον, τρόπον, αἰτίαν. ὑπόθεσις δὲ κέκληται, ὅτι ὑπὸ τὴν θέσιν ἐστίν.
Πανηγυρικόν ἐστιν αὔξησις τῶν προσόντων τινὶ ὁμολογουμένων ἀγαθῶν ἢ φαύλων ἢ ὡς ἀγαθῶν καὶ φαύλων. Ὅτι ὁ Ἑρμαγόρας ἀπὸ τῆς ποιότητος λέγει καταφέρεσθαι τὸ ἐγκώμιον, ἥτις στασιάζεται ἤγουν τὰ ἐξ αὐτῆς. Ὅτι ἐμπίπτουσιν ἀντιθέσεις ἐν ἐγκωμίοις, δηλονότι στασιαζομένων τινῶν. τότε ἐμπίπτει ἀντίθεσις ἐν ἐγκωμίῳ, ὅταν θαρρῶμεν ταῖς λύσεσιν καὶ ἐκ τῆς ἀντιθέσεως μείζω δόξαν τῷ ἐγκωμιαζομένῳ περιποιώμεθα. ἔστι δὲ ἀντίθεσις ἐν ἐγκωμίῳ … ἰδέα ὅπερ ἐστὶν ὕλη καὶ ἐργασία τοῦ λόγου· εἴδους γάρ ἐστι δικανικοῦ, ἰδέας δὲ πανηγυρικῆς· ἑαυτὸν γὰρ ἐγκωμιάζει. Ὅτι ἡ αὔξησις οὐ ποιεῖ τὸ ὑποκείμενον ἄλλο, ἀλλὰ ἀλλοῖον· τὸ γὰρ ἄλλο μετάβασιν οὐσίας ποιεῖ, τὸ δὲ ἀλλοῖον ποιότητος. Ὅτι περὶ τοῦ κατὰ τὸν δικανικὸν λόγον πανηγυρικοῦ λέγει, καθʼ ὃν λογιζόμεθα καὶ ἀπαριθμούμεθα τὰ προσόντα τινὶ ἀγαθὰ ἢ φαῦλα· οὐχ ὡρίσατο δὲ ἄρτι περὶ τοῦ ἐν θεάτρῳ πανηγυρικοῦ.
Ὅτι κοινωνεῖ ἡ θέσις τῷ πανηγυρικῷ κατὰ τὸ γένος ἤγουν τὸ θεωρητικόν. διαφέρουσι δὲ τριχῶς· αʹ ὅτι ἡ μὲν θέσις περὶ ζητούμενον καὶ ἀμφισβητούμενόν τι συνίσταται, τὸ δὲ πανηγυρικὸν περὶ ὁμολογούμενον· βʹ ὅτι ἡ θέσις περὶ τὸν μέλλοντα ἔχει τὴν ζήτησιν, τὸ δὲ πανηγυρικὸν περὶ τὸν παρεληλυθότα· γʹ ὅτι ἡ θέσις περὶ τὰ καθόλου καὶ ἀόριστα καταγίνεται ὡς ἐπὶ τὸ πλεῖστον, ταύτῃ δὲ οὐκ ἔστι τελεία, τὸ δὲ πανηγυρικὸν περὶ μερικὰ καὶ ὡρισμένα καταγινόμενον ἔστι τέλειον.
Ὅτι διαφέρει τὸ ἐν θεάτρῳ πανηγυρικὸν τοῦ ἐν δικαστηρίῳ πανηγυρικοῦ κατὰ τὸν σκοπόν· τοῦ μὲν γὰρ πρώτου ὁ σκοπός ἐστιν ἐπιδείξασθαι, τοῦ δὲ δευτέρου τὸ ἐγκωμιάσαι ἢ ψέξαι πρὸς κατασκευὴν τοῦ πιθανοῦ. Ὅτι ὁ Περὶ τοῦ στεφάνου Δημοσθένους λόγος δικανικοῦ εἴδους ἐστίν, πανηγυρικῆς δὲ ἰδέας. Ὅτι τὸ πανηγυρικὸν διαιρεῖται εἰς ἔπαινον καὶ ψόγον, ὁ ὅρος δὲ ὁ αὐτός ἐστι καὶ τούτων, ὁ τοῦ πανηγυρικοῦ.
Ὅτι τὸ πρακτικὸν διαιρεῖται εἰς βουλὴν καὶ δίκην· καὶ βουλή ἐστι λόγος προτρεπτικὸς ἢ ἀποτρεπτικὸς κέρδους χάριν ἢ ἀσφαλείας, δίκη δὲ ἀμφισβήτησις λογικὴ ἐν πράγματι πολιτικῷ πρὸς τὸ δίκαιον ἀφορῶσα· ὁ γὰρ δικαστὴς θέλει ὁρᾶν τὸ δίκαιον, ὁ δὲ βουλευτὴς τὸ συμφέρον θέλει ὁρᾶν.
Ὅτι διαφέρει τὸ συμβουλευτικὸν τοῦ δικανικοῦ· ἔχει δὲ τρεῖς διαφοράς· Αʹ ἀπὸ τῶν χαρακτηριστικῶν τοῦ εἴδους· χαρακτηριστικὰ δὲ τρία, πρόσωπον, τόπος, τέλος. καὶ τοῦ δικανικοῦ πρόσωπον ὁ δικαστής, τόπος τὸ δικαστήριον, τέλος τὸ δίκαιον· ἐπὶ δὲ τοῦ συμβουλευτικοῦ πρόσωπον ὁ βουλευτής, τόπος τὸ βουλευτήριον, τέλος τὸ συμφέρον· ἐπὶ τοῦ πανηγυρικοῦ πρόσωπον ὁ θεωρός, τόπος τὸ θέατρον, τέλος τὸ καλόν. Δευτέρα διαφορὰ ἀπὸ τῆς ἐξουσίας· ἔχει γὰρ ἐξουσίαν ὁ δικαστὴς καταψηφίσασθαι τοῦ λέγοντος, ὁ δὲ βουλευτὴς τοῦ λέγοντος οὐδαμῶς ἐν τῷ βουλευτηρίῳ. Τρίτη ἀπὸ τοῦ ἰδίου καὶ ἀλλοτρίου· ἐν γὰρ τῇ βουλῇ ὁ ἀκροατὴς ὡς περὶ οἰκείου πράγματος ἀκροᾶται, ἐν δὲ τῇ δίκῃ ὡς περὶ ἀλλοτρίου· ἄλλῳ γὰρ δικάζει.
Ὧν οἱ ὅροι διάφοροι, καὶ τὰ πράγματα. Ὅτι τὸ μᾶλλον καὶ ἧττον εἴδους ἐναλλαγὴν οὐ ποιεῖ ἀλλʼ αἱ οὐσιώδεις διαφοραί· ταῦτα γὰρ παρεπόμενά εἰσιν.
Ὅτι τὸν ἐνδιάθετον λόγον κοσμοῦσιν αἱ τέχναι αὗται αἱ Λολλιανοῦ καὶ Θεοφράστου περὶ ἐπιχειρημάτων καὶ ἐνθυμημάτων γεγραμμέναι αἱ διδάσκουσαι, ποίοις ἐνθυμήμασι δεῖ χρῆσθαι τὸν κατηγοροῦντα καὶ συμβουλεύοντα καὶ ἐγκωμιάζοντα· τὸν δὲ προφορικὸν γραμματικὴ καὶ ῥητορική, ὧν ἡ μὲν γραμματικὴ τὸ ἀδιάπταιστον παρέχει, ἡ δὲ ῥητορικὴ τὸν καλλωπισμὸν τῆς φράσεως καὶ τὸ τῆς συνθέσεως εὔρυθμον.
Ἀληθευτική ἐστιν ἐπιστήμη τοῦ ἀληθῶς λέγειν.
Διαλεκτική ἐστι δύναμις τοῦ περὶ ἕκαστον ἐν λόγοις πιθανοῦ, σκοπὸν ἐπιπλέον ἔχουσα τὴν νίκην ἢ τὴν ἀλήθειαν. Ὅτι ἡ διαλεκτικὴ φιλοσοφία οὐ μόνον κέχρηται συλλογισμοῖς ἀλλὰ καὶ παραλογισμοῖς.
Πολιτικὴ δέ ἐστιν ἐπιστήμη τοῦ εὖ πράττειν τά τε κοινὰ καὶ τὰ ἴδια κατʼ ἐξουσίαν ἔννομον.
Ὑποπολιτικὴ δέ ἐστι τέχνη τοῦ εὖ πράττειν τά τε κοινὰ καὶ τὰ ἴδια κατὰ ὑπηρεσίαν ἔννομον.
Σοφιστικὴ δέ ἐστι δύναμις τῶν περὶ ἕκαστον δοκούντων εὖ λέγεσθαι.
Ῥητορική ἐστι «πολιτικῆς μορίου εἴδωλον», τοῦ δικαστικοῦ, ἀντὶ τοῦ εἴδωλόν ἐστι καὶ ὁμοίωμα ἡ ῥητορικὴ τοῦ δικαστικοῦ μορίου τῆς πολιτικῆς.
Τυραννικὴ δʼ ἐστὶν ἰσχὺς ἐπʼ ἐξουσίας ἀδίκου, νόμον ὁριζομένη τὸ βούλημα.
Ἐμπειρία δέ ἐστιν ἄλογος τριβὴ ἐκ παρατηρήσεως γινομένη.
Ὅτι ὁ Πλάτων ἐριστικῶς ὁρίζεται τὴν χρηστὴν παρασκευὴν ἤγουν τὴν ἀρετήν, ἥτις ὁρᾶται περὶ ψυχὴν καὶ σῶμα. καὶ τὸ μὲν περὶ ψυχὴν μέρος ἐκάλεσεν πολιτικήν, τὸ δὲ περὶ τὸ σῶμα εἴασεν. διαιρεῖ δὲ τὸ περὶ ψυχὴν μέρος εἰς νομοθετικὴν καὶ δικαστικήν, τὸ δὲ περὶ τὸ σῶμα εἰς γυμναστικὴν καὶ ἰατρικήν. πλὴν τὴν ἀντικειμένην ταύτῃ κακίαν λέγει φαύλην παρασκευήν, ἥτις μιμεῖται τὴν χρηστὴν παρασκευὴν καὶ ὁρᾶται καὶ αὐτὴ περὶ ψυχὴν καὶ σῶμα. καὶ τὸ περὶ ψυχὴν μέρος διαιρεῖται εἰς σοφιστικὴν καὶ ῥητορικήν, τὸ δὲ περὶ τὸ σῶμα διαιρεῖται εἰς κομμωτικὴν καὶ μαγειρικήν, ἀλλʼ οὐ ποιεῖ ταύτην τὴν ῥητορικὴν τὴν ἀπὸ τῆς φαύλης παρασκευῆς.
Ὅτι τὸ ταὐτὸν γίνεται κατὰ τέσσαρας τρόπους· ἀπὸ ὕλης, ἀπὸ εἴδους, ἀπὸ ὀργάνου, ἀπὸ τοῦ τέλους. Ὅτι τὸ ὅμοιον κατά τι ἐλλείπει, τὸ δὲ ταὐτὸ οὐδαμῶς.
Ὅτι ἔνδοξα λήμματα τὰς ὁμολογουμένας φησὶ προτάσεις.
Ῥητορική ἐστι κατὰ Ἀριστείδην σοφία δύναμιν ἐν λόγοις ἔχουσα.
Ὅτι ὁ Πλάτων τρεῖς φησι ῥητορικάς, ἀληθευτικήν, κολακευτικήν, μικτήν.
Συλλογισμός ἐστι λόγος, ἐν ᾧ τεθέντων τινῶν ἕτερόν τι ἐξ ἀνάγκης ἕπεται παρὰ τὰ προτεθέντα.
Ἐπαγωγή ἐστι λόγος ἐκ τῶν μερικῶν τὰ καθόλου πιστούμενος.
Ἐνθύμημά ἐστιν ἀτελὴς συλλογισμός· τελείοις γὰρ τούτοις χρῆσθαι οἱ ῥήτορες οὐ δύνανται· τοῦτο γὰρ ποιοῦντες δοκοῦσί τινι κακίᾳ καὶ δεινότητι καταναγκάζειν ἀλλʼ οὐ πείθειν τοὺς ἀκροατάς, ἀεὶ δὲ μονολημμάτους ἢ διλημμάτους φέρουσι τοὺς συλλογισμοὺς οἱ ῥήτορες οὐκ ἐπάγοντες τὸ συμπέρασμα.
Παράδειγμα δέ ἐστιν ἡ τοῦ ὁμοίου παράθεσις.
Ῥητορική ἐστι κατὰ Ἑρμαγόραν τέχνη περὶ λόγου δύναμιν ἐν πράγματι πολιτικῷ, τέλος ἔχουσα τὸ πείθειν.
Ὅτι ἀπὸ τριῶν τὸ εἶδος χαρακτηρίζεται, ἀπὸ τόπου καὶ προσώπου καὶ τέλους. καὶ εἶδος λέγεται αὐτὸς ὁ σκοπὸς τοῦ ῥήτορος· ἰδέα λέγεται, οἷον εἰ ληφθῇ ἢ τὸ πανηγυρικὸν ἢ τὸ δικανικὸν ἢ τὸ συμβουλευτικὸν οὐχ ὥσπερ σκοπὸς τοῦ ῥήτορος ἀλλὰ πρὸς κατασκευὴν τοῦ σκοποῦ ὡς ὕλη. δεῖ οὖν λέγειν, ὅτι εἶδος εἴδει οὐκ ἐμπίπτει ἀλλʼ ἰδέα ἐν εἴδει· τὸ γὰρ ἐμπῖπτον οὐ χαρακτηρίζεται τοῖς τρισὶν ἐκείνοις. ἰδέαν δὲ λέγομεν νῦν οὐ τὴν περὶ τὴν σύνθεσιν τῶν λέξεων καὶ φράσιν καταγινομένην — ἐκείνη γὰρ ἑπταχῶς λέγεται —, ἀλλὰ ταύτην, καθʼ ἣν ἕτερον εἶδος κατασκευάζεται ἀπὸ ὕλης ἑτέρας.
Ὅτι συμπροῆλθε τῇ ψυχῇ τοῦ ἀνθρώπου ἡ ῥητορική· τὸ γὰρ συμβουλευτικὸν ἀπονέμουσι τῷ λογικῷ, τὸ δὲ δικανικὸν τῷ θυμικῷ, τὸ δὲ πανηγυρικὸν τῷ ἐπιθυμητικῷ. Θυμὸς κατὰ Ἀριστοτέλην ζέσις τοῦ περὶ τὴν καρδίαν αἵματος διʼ ὄρεξιν ἀντιλυπήσεως.
Ὅτι ὁ Ἀριστοτέλης διαιρεῖ τὴν ῥητορικὴν οὕτως· ὁ ἀκροατὴς ἢ θεωρός ἐστι καὶ ποιεῖ τὸ πανηγυρικόν, ἢ κριτής· καὶ εἰ κριτής, ἢ περὶ παρεληλυθότων καὶ ποιεῖ τὸ δικανικὸν ἢ περὶ μελλόντων καὶ ποιεῖ τὸ συμβουλευτικόν.
Ἔργα ῥήτορος γʹ· νόησις, εὕρεσις, διάθεσις.
Ὅτι ὁ Πλάτων δύο ψυχογονίαι φησὶν εἰσὶν ἐν τῷ Τιμαίῳ καὶ δύο σωματογονίαι, καὶ τὴν μὲν μίαν ψυχογονίαν καὶ σωματογονίαν καλεῖ ἄνθρωπον, τὸν μικρὸν κόσμον, τὴν δὲ ἄλλην τοῦτο τὸ πᾶν, τουτέστι τὸν μέγαν κόσμον.
Ὅτι τὸ δικανικὸν εἶδος τελείως στασιάζεται, τὸ δὲ πανηγυρικὸν τελείως οὐ στασιάζεται, τὸ δὲ συμβουλευτικὸν καὶ στασιάζεται καὶ οὐ στασιάζεται· τοῦτο γὰρ διαιρεῖται εἰς παραίνεσιν καὶ ὁμωνύμως τῷ γένει πάλιν εἰς συμβουλευτικόν, καὶ τὸ μὲν συμβουλευτικὸν στασιάζεται, τὸ δὲ παραινετικὸν οὐ στασιάζεται.
Ὅτι τῆς νοήσεως στοιχεῖά εἰσι δʹ· πρῶτον τὸ διακρίνειν τὸ προταθὲν πρόβλημα, εἰ ἔστι τῆς ῥητορικῆς· καὶ δεύτερον εἰ στασιάζεται ἢ οὐ στασιάζεται, εἰ συνίσταται ἢ οὐ συνίσταται τὸ ζήτημα· τρίτον ζητοῦμεν, ὑπὸ ποῖον εἶδος ἀνάγεται· τέταρτον ὑπὸ ποίαν στάσιν ἀνάγεται.
Εὕρεσις δέ ἐστιν ἐπίνοια τῶν πιθανῶς προσόντων τοῖς προκειμένοις προβλήμασιν ὀνομάτων τε καὶ νοημάτων. Ὅτι νοήματά εἰσιν ἐνθυμηματικὰ καὶ παραδειγματικὰ καὶ τούτοις ἀδιαφόρως κέχρηνται οἱ ῥήτορες, τὸ ἓν πρῶτον τοῦ ἑτέρου, ὡς δἂν λάχῃ. περὶ δὲ τὰς λέξεις καταγίνεται ἡ εὕρεσις πρὸς τὸ εὑρεῖν ἐπιτηδείας λέξεις καὶ πεποιημένας πρὸς τὸ πρόσωπον τὸ ὑποκείμενον.
Ὅτι ἡ διάθεσις διττή· ὁρᾶται γὰρ περὶ λέξιν καὶ περὶ νόημα. καὶ περὶ λέξεως μὲν Ἑρμογένης λέγει ἐν τῷ Περὶ ἰδεῶν καὶ Διονύσιος ἐν τῷ Περὶ συνθέσεως ὀνομάτων. τὸ δὲ περὶ τὸ νόημα πάλιν διττόν ἐστι, τεχνικὸν καὶ οἰκονομικόν· καὶ τεχνικὸν μέν ἐστιν ἡ ἀπὸ τῶν τεχνικῶν παραδιδομένη μετὰ λόγου τινὸς τάξις τῶν κεφαλαίων, οἰκονομικὸν δέ ἐστι τάξις ἄτακτος, ἁρμονία ἡ πρὸς τὸ οἰκεῖον συμφέρον τοῦ ῥήτορος γινομένη, οἷον ὅταν προτάξῃ ὁ ῥήτωρ τὸ ἔσχατον κεφάλαιον τοῦ πρώτου διὰ τὸ συμφέρον.
Τινὲς δὲ προστιθέασιν ἕτερα δύο ἔργα τοῦ ῥήτορος, τὴν μνήμην καὶ τὴν ὑπόκρισιν.
Ὅτι οὐ περὶ πάσης ῥητορικῆς διαλαμβάνει ὁ Ἑρμογένης ἀλλὰ μόνον τῆς στασιαζομένης· στασιάζεται δὲ τὸ δικανικὸν εἶδος καὶ μέρος τοῦ συμβουλευτικοῦ. Ὅτι κατὰ Εὐστάθιον πάντα τὰ εἴδη τῆς ῥητορικῆς στασιάζεται, ἀλλὰ τὰ μὲν ἐνεργείᾳ, τὰ δὲ δυνάμει. Ὅτι τὸ δυνάμει κατὰ τοὺς φιλοσόφους ἐν εἴδει θεωρούμενον εἰς ἐνέργειαν πάλιν ἔρχεται, ἀλλʼ οὐ πᾶν δυνάμει εἰς ἐνέργειαν ἔρχεται, ἀλλʼ ἐπὶ τῶν ἐνδεχομένων, ὡς ἐπὶ τῶν τεχνητῶν.
Ὅτι ἑκάστη τέχνη τοὺς μὲν κανόνας καὶ τὰς μεθόδους ἔχει καθολικούς, τὰ δὲ ἐνεργήματα καὶ τὰ ἀποτελέσματα μερικά. Ὅτι πᾶς λόγος ἔχει δύναμιν καὶ ἡδύτητα· καὶ ἡ μὲν δύναμις ὁρᾶται περὶ τὰ ἐνθυμήματα, ἡ δὲ ἡδύτης περὶ τὴν φράσιν. Τὰ μὲν γὰρ εἴδη τὰ κατὰ μέρος ἐνεργήματα καὶ τοὺς λόγους περιέχουσι τῶν ῥητόρων, τοῖς δὲ λόγοις καὶ τοῖς ἀποτελέσμασι χρησιμεύει τὸ παρὸν σύγγραμμα ὡς τεχνικόν.
Ὅτι τὸ παρὸν σύγγραμμα ὑπὸ τὸ καθόλου τεχνικὸν τῆς ῥητορικῆς ἀνάγεται.
Ὅτι τρισὶν κέχρηται ὁ Ἑρμογένης ἐν τῷ παρόντι διδασκαλικοῖς τρόποις, διαιρετικῷ, συνθετικῷ, ὅ ἐστιν ὁριστικῷ, καὶ ἀναλυτικῷ. ὅτι ἐν τῷ ὁρίζεσθαι τὰς στάσεις τῷ συνθετικῷ κέχρηται, τῇ δὲ ἀναλύσει, ὅτε ἀναλύει τὸ πρόβλημα εἰς πρόσωπον καὶ πρᾶγμα, μὴ βουλόμενος «ὑπερβάθμιον πόδα τεῖναι».
Ὅτι ὁ λόγος ζῴῳ ἔοικεν.
Ὅτι κανών ἐστιν Ἀριστοτελικὸς ἀπὸ σαφῶν ἄρχεσθαι· καὶ Πίνδαρός φησιν «παντὸς ἀρχομένους πρόσωπον χρὴ θέμεναι τηλαυγές».
Ὅτι ἐμπειρίαν ἔφη ὁ Πλάτων τὴν ῥητορικήν.