ΤΩΝ ΕΥΡΕΣΕΩΝ ΕΙΣ ΤΟ ΠΕΡΙ ΕΥΡΕΣΕΩΣ ΕΡΜΟΓΕΝΟΥΣ ΕΠΙΤΑΣΙΣ ΑΝΕΠΙΓΡΑΦΟΣ.

Διὰ τί τὸ βιβλίον περὶ εὑρέσεως ἔγραψε, καίτοι καὶ τῶν ἄλλων αὐτῶν πραγματειῶν εὑρέσεις τινὰς εἰσαγομένων· ἡ γὰρ ἐπιγραφομένη στάσις στάσεων εὕρεσιν καὶ διασκευὴν διδάσκει· καὶ αὐτός φησιν, ὅτι τὸ βιβλίον ἐκεῖνο σχεδὸν ταὐτόν ἐστιν τῷ περὶ εὑρέσεως· καὶ τὸ ἰσχυρότερον, ὅτι καὶ αὐτὸς ἐν τῷ τρίτῳ βιβλίῳ περὶ τῶν κεφαλαίων ἀρχόμενός φησιν· «περὶ τῆς τῶν κεφαλαίων εὑρέσεως κατὰ τὴν διαιρετικὴν ἐξεθέμην μέθοδον,» ὥστε εὕρεσιν καὶ ἐν ταῖς στάσεσιν ἐκδιδάσκει, καὶ αἱ ἰδέαι δὲ τὸ βιβλίον εὑρέσεις τινῶν διδάσκουσι· τί οὖν ἐστιν εἰπεῖν, ἢ ὅτι ἐν τοῖς ἄλλοις τάξιν μὲν καὶ μεταχείρισιν τῶν εὑρημένων ἐν τῇ φύσει διδάσκει, οὐχ εὕρεσιν δὲ, ἐνταῦθα δὲ εὕρεσιν προηγουμένως προοιμίων καὶ πολλῶν παράδοσιν ἄλλων. καὶ ἔτι ἐν μὲν τοῖς ἄλλοις κοινόν τι ἦν ὄνομα, περὶ ὧν ἔμελλε διδάσκειν, ἐξ οὗ καὶ τὴν ἐπιγραφὴν εὐθέτως ἦν ἐκλαμβάνειν, οἷον στάσεις, ἰδέαι, περὶ τῶν στάσεων, περὶ ἰδεῶν· ἐν δὲ τῷ παρόντι βιβλίῳ οὐδὲν κοινὸν ὄνομα κεῖται γνώριμον τοῖς περὶ ὧν αὐτῷ πρόεισιν ὁ λόγος· ἔστι γὰρ προοίμιον, διήγησις, κεφάλαιον, ἐπιχειρήματα καὶ τἄλλα, ὧν οὐδὲν κοινὸν ὄνομα, τούτων δὲ κοινόν τι τὴν εὕρεσιν παραδίδωσιν. Εἰκότως οὖν ἐν μὲν τοῖς ἄλλοις βιβλίοις, εἰ καί τινων αὐτοῖς παρεδίδοντο εὑρέσεις, ἐκ τοῦ κοινοτέρου ἐπεγράψατο· ἐνταῦθα δὲ, ἐπεὶ κοινότερον οὐδὲν ἦν τῆς εὑρέσεως, ἀπʼ αὐτῆς τὴν ἐπιγραφὴν ἐποιήσατο· ταῦτʼ οὖν ἐπιθεωρητέον καὶ διαθετέον ἄμεινον, ὅτι τὸ προοίμιον ἀπὸ τῶν κιθαρῳδῶν ἐπὶ τοὺς λόγους μεθείλκυσται· οἴμη γὰρ λέγεται ἡ ᾠδή· ἐκείνοις δὲ νόμος ἦν ἐφʼ ἑκάστης ᾠδῆς κιθάρᾳ ᾀδομένης ἀναφωνεῖν τὸν Διόνυσον· ὡς οὖν πρὸ ἑκάστης οἴμης, τουτέστιν ᾠδῆς, λεγόμενον εἰς Διόνυσον ἀναφώνημα προοίμιον ἐκλήθη· ἐκεῖθεν δὲ καὶ ἐπὶ τοὺς ῥητορικοὺς λόγους ἡ κλῆσις μεταληφθεῖσα τοῦ προοιμίου κράτος ἔσχε τῷ χρόνῳ σύνηθες εἶναι τοῖς ῥητορεύουσι. Διατί οὐ διδάσκει ὁ Ἑρμογένης, τί ἐστι προοίμιον καὶ τί ἔργον αὐτοῦ καὶ τίνες ἀρεταὶ, ἀλλʼ εὐθέως ἐπὶ τὴν εὕρεσιν αὐτοῦ μόνον ἧκεν; ἢ ὅτι τοῖς ἀρχαιοτέροις περὶ τούτων ἱκανῶς εἴρηται· ἀλλὰ μή ποτε καὶ περὶ ἄλλων ἐκείνων ἱκανῶς εἰπόντων αὐτὸς πάλιν ἐπανέλαβεν· ἄλλως τε πραγματείαν ὁλόκληρον ᾧ σκοπός ἐστιν ἀναγράψαι, οὐκ εἴ τι τοῖς ἀρχαίοις καλῶς καὶ χρησίμως εἴρηται, δεῖ ταύτης ἀφελεῖν, ἀλλʼ εἴ τι παραλέλειπται σπουδὴν εἰσάγον προσθεῖναι· τοῦτο οὖν ἐπισκεπτέον καὶ διακριτέον, ὅτι ἐλλιπῶς τὴν τῶν προοιμίων εὕρεσιν παραδίδωσιν· πολλὰ γάρ ἐστιν ἀρχαῖα προοίμια καὶ μυρία νέα συστῆναι δυνάμενα, ἐξ ὧν οὐδὲν εὑρεθήσεται εἰς οὐδένα τῶν ὑπʼ αὐτοῦ παραδεδομένων τρόπων ἀναγόμενον· καίτοι καὶ τῶν ἀρχαιοτέρων, εἰ καὶ κἀκείνων ἐλλιπῶς ἅμα καὶ ἀδιευκρινήτως, ἀλλʼ οὖν πολὺ πλείους τρόπους παραδεδωκότων, εἰς ὧν ἐνίους μᾶλλον ἀναφέρειν ἐστὶ τὰ προοίμια, ἢ εἰς οὓς αὐτὸς ἐνόμισεν ἀναφέρεσθαι· τὸ γὰρ ἐκ βαρύτητος προοίμιον καὶ τὸ ἐξ ἐπαίνου τῶν ἀκουόντων, καὶ τὸ ἐξ αἰτίας, οἷον, διατί λέγεις; διὰ τόδε καὶ τὸ ἐξ ἀπολογίας οὐκ ἀπολυούσης μέμψεως, ἀλλʼ ἐπιείκειαν μόνον ἐνδεικνυούσης, καὶ πολλὰ ἄλλα, ἃ παρῆκεν Ἑρμογένης, τούτων ἕκαστόν ἐστιν ἰδεῖν καὶ τῷ βίῳ μᾶλλον ἐπιπολάζοντα ἢ τὰ Ἑρμογένους καὶ τὰ τῶν ἀρχαίων προοίμια, τούτοις πλέον ἢ ἐκείνοις ἐμπεριειλημμένα· τὸ γὰρ οὐδένα πώποτε γραψάμενος Αἰσχίνου κατὰ Τιμάρχου κατὰ ἐπιείκειάν ἐστιν ἀπολογίας, καὶ τὸ «εἰ μὲν περὶ καινοῦ τινος προὔκειτο λέγειν» Δημοσθενικὸν ἐξ αἰτίας προοιμιάζεται· οὔτε δὲ εἰς τὰ ἐξ ὑπολήψεως Ἑρμογένους προοίμια οὔτε εἰς ἕτερόν τι τῶν εἰρημένων αὐτῷ ἀναδειχθῆναι δύναται. τὸ δὲ ἐκ βαρύτητος καὶ τὸ ἐξ ἐπαίνου τῶν ἀκουόντων, καὶ χωρὶς παραδειγμάτων πρόδηλα· ἔτι ἐπιστατέον, ὅτι δικανικοῦ μὲν καὶ συμβουλευτικοῦ λόγου προοίμιον, ὡς καὶ διὰ τῆς διαιρέσεως αὐτῶν καὶ τῶν παραδειγμάτων ἔστιν σαφῶς συνιδεῖν, παραδέδωκεν· ἐγκωμιαστικοῦ δὲ οὐδʼ ὁτιοῦν οὐδʼ ἐφήψατο, ὥστε ὅλον γε αὐτῷ τῶν ἐπιδεικτικῶν παρεῖται προοιμίων, ἢ οὐ παρεῖται διόλου· εἰ γὰρ καὶ διὰ τῶν παραδειγμάτων οὐκ ἔστιν ἰδεῖν αὐτῶν τὴν γένεσιν, ἀλλʼ οὖν ἐν τῇ διαιρέσει περιέχεται· ἔστιν γὰρ ἀπὸ τῆς χρηστῆς τῶν ἀκροατῶν περὶ τὸ πρᾶγμα ὑπολήψεως ἢ φαύλης καὶ ἐγκωμίου καὶ ψόγου πορίσασθαι προοίμιον· ἀλλὰ τὴν διαίρεσιν αὐτοῦ μᾶλλον ἐπιτηρητέον· οὐ γὰρ ἀνάγκη τὸ πρᾶγμα ἢ χρηστὸν ἢ φαῦλον ὑπολαμβάνειν τοὺς ἀκροατάς· πολλῶν γὰρ καὶ οὐδετέραν φέροντες τὴν ὑπόληψιν μέσως περὶ τὸ πρᾶγμα ποιοῦνται τὴν ἀκρόασιν· ἔτι πρὸ τούτου πολλαὶ τυγχάνουσιν ὑποθέσεις, ὧν οὐδʼ ὅλως ἔχοντες ὑπολήψεις, οὐδὲ γὰρ γνῶσιν, ὅμως ἥκουσιν ἀκοῦσαι, ὥστε τὰ ἐπὶ τούτων προοίμια διαφεύγει καὶ αὐτὴν τὴν ἐπιβολὴν τῆς διαιρέσεως· ἐχρῆν οὖν διαιρούμενον τὰ περὶ τὸ πρᾶγμα λέγειν, ὡς ἢ ἔχουσιν ὑπόληψιν, ἢ ἔχουσι περὶ αὐτὸ οἱ ἀκροαταί· καὶ εἰ ἔχουσιν, ἢ χρηστὴν ἢ φαύλην ἢ μεσάζουσαν· καίτοι οὐδὲ τοῦτο ἀπόχρη, πολλάκις γὰρ ἔχουσι μέν τινας οἱ ἀκροαταὶ περὶ τὸ πρᾶγμα ὑπολήψεις, ὁ δὲ ῥήτωρ ταύτας παρεὶς ἐκ τοῦ μᾶλλον αὐτῷ συμφέροντος προοιμιάζεται, ὥστε ἔδει ἐπιδιαιροῦντα λέγειν, καὶ τούτων ἑκάστην ὑπόληψιν ἢ συμφέρουσαν οἶδεν ὁ ῥήτωρ, ἐὰν μνημονεύσῃ, ἢ μᾶλλον ταύτης ἑτέραν ἔχει συμφέρουσαν, καὶ ταύτην ἑξῆς ὑποτέμνειν· εἰ δὲ σχολῆς δεῖσθαι φήσει τις τὴν ἐπὶ τοσοῦτον τῆς τομῆς πρόοδον, ἴστω, ὡς οὐδεμία τέχνη ἐξ ἐφόδου ἀπαρτίζεται, καὶ ὅτι οὐδὲ τὴν ἀρχὴν ἔδει τάττειν ὑπὸ διαίρεσιν τὰ προοίμια, ἀλλὰ τὸ πλῆθος αὐτῶν ὀκνεῖν ὁμολογεῖν, ἢ ἀρξάμενον μὴ πολλὰ παρέντα δόξαι τι σοφὸν ποιεῖν· ταῦτα οὖν ἀκριβέστερον ἐξεταστέον, καὶ τὴν διαίρεσιν, ἐφʼ ὅσον ἐγχωρεῖ τελεωσάμενον ἢ αὐτὴν ταύτην, ἢ ἑτέρᾳ μεθόδῳ πεπορισμένην τὸν ἐν τοῖς προοιμίοις ἀπελᾶσαι πλάνον χρεών ἐστιν καὶ τὴν σύγχυσιν, ἂν ἄρα διδῷ θεός· καὶ ἐφεξῆς δὲ αἱ περὶ τῶν ἐξ ὑπολήψεως διαιρέσεις τὸ παραλελειμμένον, κατʼ αὐτήν γε τὴν διαίρεσιν λέγω, πλεῖστον ἔχουσιν, ὃ ῥᾷον ἀναπληροῦν ἀφορμὴν τὰ προειρημένα χρησίμην ἔχοντα. Ὅτι ἐπισκεπτέον, τίνα φησὶν εὕρεσιν τίνος εὑρέσεως τετυχηκέναι· ἄπορον γὰρ, πῶς εὕρεσις εὑρέσεως τυγχάνει· ἢ διττὸν ἡ εὕρεσις τὸ οἷον εὑρημένον καὶ ἡ εὑρίσκουσα μέθοδος ἢ εὑρετικὴ λέξις, εἰ βούλει καὶ τὸ ἔργον αὐτῆς· ἀλλʼ εἰ καὶ ταῦτα συγχωρηθείη, τίς ἦν ἀνάγκη καὶ μάλιστα κατʼ ἀρχὰς αὐτῆς διδασκαλίαν τέχνης καὶ ἑρμηνείαν ποιούμενον εἰς γρίφους τὸ σαφὲς τοῦ λόγου καταστρέφειν καὶ ἀπορίας παρέχεσθαι; Ἐπιθεωρητέον οὖν καὶ λυτέον τοῦτο, ὅτι πῶς φησιν ἀνασκοπεῖν ἄξιον τὸ πρᾶγμα γεγενημένον, εἶτα περὶ οὗ ἡ κρίσις ἢ τὸ βουλευτήριον· πρῶτον μὲν γὰρ, ἐξ ὧν ἔφη τὸ γεγενημένον, τὸ πλεῖστον καὶ κυριώτατον τῶν συμβουλευτικῶν λόγων παρῆκεν, εἴπερ οὐ περὶ τῶν γεγενημένων μόνον, ἀλλὰ καὶ περὶ οὗ, εἰ δεῖ γενέσθαι τόδε τι ἢ μὴ γενέσθαι, μάλιστα συμβουλεύειν ἐγειρόμεθα· ὥστε ἡ διαίρεσις κἀνταῦθα πάλιν ἡμάρτηται· δεύτερον βουλευτήριον καὶ κρίσιν μόνον εἰπὼν δῆλός ἐστιν καὶ αὐτὸς εἰδὼς, ὅτι περὶ τῶν ἐγκωμιαστικῶν προοιμίων οὐδεμίαν φροντίδα εἰσενήνοχεν· ἀλλὰ περὶ μὲν τούτου τάχα τις τὸ τῆς κρίσεως βιασάμενος ἐρεῖ συμπεριειληφέναι καὶ τὰ ἐγκώμια, κρίνουσιν γὰρ οἱ ἀκροαταὶ ἤθη καὶ πράξεις ἀκούοντες τῶν ἐπαινουμένων ἢ ψεγομένων· τάχα δʼ ἄν τινα τὸ εἰρημένον παρεῖχε παραμυθίαν τῷ ῥητῷ, εἰ μὴ καὶ αὐτὸς ἐφεξῆς παρʼ ὅλην τὴν διαίρεσιν δικάζοντας κατηγοροῦντας καὶ ἀπολογουμένους καὶ ἐγκλήματα ἔχοντας εἰσάγει, ἐπαινοῦντας δὲ ἢ ψέγοντας ἢ ἐπαινουμένους οὐδαμοῦ· ἢ ἐρεῖ τις, ὅτι τούτῳ γε τῷ λόγῳ οὐδὲ περὶ συμβουλευτικῶν προοιμίων συγχωρεῖ τις αὐτῷ λόγους ποιεῖσθαι· καίτοι φανερός ἐστιν καὶ σημαινόμενος καὶ παραδείγματα φέρων λόγου συμβουλευτικοῦ· ἀλλʼ οὖν κατὰ τὴν διαίρεσιν οὐ λέγει συμβούλους ἢ συμβουλευόμενον, ἀλλʼ εἶδεν ἴσως, ὡς ἀφʼ ἑνὸς τῶν τριῶν εἰδῶν τοῦ λόγου, ἤτοι τῶν δικαστικῶν καὶ περὶ τῶν ἄλλων ἀφορμὴν τοῦ κοινοῦ νοήματος διδοὺς ἀπέριττος μᾶλλον καὶ σαφὴς δόξειεν ἂν τοῖς εὐγνωμοῦσι. Ταῦτα ἐπισκεπτέον καὶ διακριτέον ἐντελέστερον. ὅτι σκεπτέον, τί βούλεται λέγειν ἐν τῷ εἰπεῖν, αἱ δὲ ἀποδόσεις παντὸς προοιμίου ἀξιώσεις· ἀπὸ δὲ τῶν εὑρέσεων αἱ προτάσεις καὶ προοιμίου δριμύτης· πρότασις, ὅτι ὁ ἀπολογούμενος ἢ ὑπὲρ ἑαυτοῦ ἢ ὑπὲρ ἑτέρου ἀπολογεῖται· καὶ ὁ μὲν κατηγορῶν ὁμοίως ἢ χάριν αὐτοῦ ἢ χάριν ἑτέρου· διάφορα οὖν ἔσται καὶ τὰ προοίμια· ὁ δὲ Ἑρμογένης μονοειδῆ τὸν κατηγοροῦντα καὶ τὸν ἀπολογούμενον ἐν τῇ διαιρέσει παραλαμβάνων τὰ ἐκ τοῦ ἑτέρου μέρους συνιστάμενα προοίμια παραλέλοιπεν· ἢ ῥητέον, ὅτι εἰ καὶ μὴ διεῖλεν Ἑρμογένης ταῦτα, ἀλλʼ οὖν καὶ τῶν ὑπὲρ ἑτέρων λεγόντων παράδειγμα τέθεικεν, ὡς τὸ, «ἄνδρες δικασταὶ, μάλιστα μὲν ἕνεκα τοῦ νομίζειν,» καὶ τὰ ἑξῆς· καὶ ἄλλα δὲ τίθησι τοιαῦτα, ἀλλὰ τοῦτο τὸ προοίμιον πῶς ἂν ῥηθείη ἐξ ὑπολήψεως μᾶλλον, ἢ οὐχὶ ἐξ αἰτίας· διατί γὰρ εἰς τὸ λέγειν ἦλθεν, ἑρμηνεύει, οὐκ ἀποσκευάζεται ὑπόληψιν ἀγαθήν· δεῖ οὖν ἐπιμελέστερον ταῦτα θεωρήσαντας σωματοποιεῖν καλῶς τὴν διαίρεσιν· ὅτι καὶ ἐκ τοῦ λέγειν τὸν Ἑρμογένην, περὶ δὲ τοὺς τὰ ἐγκλήματα λέγοντας ἢ χρησταί εἰσιν ὑπολήψεις ἢ φαῦλαι, ἐπιστήσειεν ἄν τις πάλιν, ὡς περὶ τῶν δικανικῶν λόγων μόνον αὐτῷ ἡ σπουδὴ, ἀλλʼ ἐξ ὧν τὰ προειρημένα διακριθείη ἂν, ἐξ ἐκείνων καὶ περὶ τούτου ληψόμεθα τὴν λύσιν· ὅτι τί βούλεται λέγων· «ταῦτά σοι περὶ τῶν ἐξ ὑπολήψεως προοιμίων πεπλήρωται τοῦτον εὑρισκόμενα τὸν τρόπον πανταχῆ·» ὅτι ἐν παντὶ λόγῳ τὰ ἐξ ὑπολήψεως εὑρίσκεται· καὶ μὴν οὐχ οὕτως ὁρῶμεν ἐπʼ αὐτῶν τῶν πραγμάτων, αὐτός τε περίεργος καὶ μάτην ἂν εἴη ἐφεξῆς καὶ ἑτέρους παραδιδοὺς προοιμίων τρόπους· ἢ ὅτι εἰ καὶ μὴ εὑρίσκονται, ἀλλʼ οὖν δύναταί τις καὶ τὰ λοιπὰ πάντα προοίμια μετασχηματισάμενος τὰ ῥήματα μόνον εἰς ταῦτα ἀγαγεῖν· ἀλλʼ οὐδὲ τοῦτο δυνατόν· ἔτι δὲ, εἰ ἐκ τῶν ἄλλων εἰς ταῦτά ἐστιν μετασχηματίσαντα ἀγαγεῖν, αὐτόθεν ἐστὶν λαβεῖν, ὡς ὁμοίως ἐστὶν, μᾶλλον δὲ καὶ ἑτοιμότερον ἐκ τούτων πάλιν εἰς ἐκεῖνα μεταλαβεῖν· τί οὖν ἐστιν αὐτῷ τὸ εὑρίσκεσθαι ταῦτα πανταχῆ, ἢ οὐχ εὑρίσκεσθαι λέγει ἁπλῶς πανταχῆ, ἀλλὰ τοῦτον τὸν τρόπον εὑρίσκεσθαι, τουτέστιν καὶ ἐν πᾶσι τοῖς ἄλλοις προοιμίοις, ἅπερ ἀδύνατον ἀριθμῷ περιλαβεῖν. Κατὰ τὸν αὐτὸν τῆς διαιρέσεως τρόπον ἔστιν εὑρεῖν τὰ ἐμπίπτοντα· ἀλλὰ τὸ ἐφεξῆς μετʼ ὀλίγον ἔτι ἀπορώτερον τὸν λόγον ποιεῖ· τὸ γὰρ λέγειν περὶ τῶν ἐξ ὑποδιαιρέσεως προοιμίων διαλαμβάνοντα οὐκ ἐν πᾶσι δὲ προβλήμασιν εὑρίσκεται· οὐδὲ πάντα ἐν πᾶσιν· εὔθικτα μὲν γάρ ἐστιν εὑρεθέντα καὶ δριμέα· εἶτα ἐπαγαγεῖν· πολλάκις δὲ φαίνεται τῶν ἐξ ὑπολήψεως ἡ ἀρετή· ὅτι πανταχῆ φαίνεται· πῶς ἂν τοῦτο θεραπευθείη; ἀλλʼ ἐπιτηρητέον καὶ ταῦτα ἐπιμελέστερον· ὅτι ἐπισκεπτέον μάλιστα, πῶς ἄλλα μὲν ἡγεῖται, τὰ ἐξ ὑποδιαιρέσεως, παρὰ τὰ ἐξ ὑπολήψεως, ἄλλα δὲ ταῦτα τὰ ἐκ περιουσίας· εἰ γάρ ἐστιν ἕκαστον τῶν εἰρημένων εἰς ἄλληλα μεταβαλεῖν, τὸ σχῆμα τοῦ λόγου παραλλάξαντα, ἢ τοσαῦτα δεῖ γένη προοιμίων ποιεῖν, ὅσα καὶ λόγου σχήματα, ἢ ἀφέντα τὰς κατὰ τὸ σχῆμα διαφορὰς, τὰς δʼ ἐν πράγμασι μεταδιώκοντα μὴ ἀντιδιαστέλλειν τὰ ἐξ ὑποδιαιρέσεως, ἢ τὰ ἐκ περιουσίας πρὸς τὰ ἐξ ὑπολήψεως· ταῦτα μὲν γὰρ ἀπὸ πράγματος παρέχεται λαβεῖν τὴν ἐν αὐτοῖς διαφορὰν, ἐκεῖνα δὲ ἀπὸ σχήματος· ἀλλὰ μηδὲ τὰ ἐκ περιουσίας πάλιν πρὸς τὰ ἐξ ὑποδιαιρέσεως· ὅτι δὲ κατὰ σχῆμα μόνον ἐστὶν τούτων ἡ διαφορὰ καὶ πρὸς τὰ ἐξ ὑπολήψεως καὶ καὶ πρὸς ἄλληλα, ἔνεστι τεκμήρασθαι, ἔξεστι γὰρ τὰ παραδείγματα τῶν ἐξ ὑπολήψεως λαβόντα εἰς τὰ λοιπὰ μεταπλάττειν, κἀκείνων πάλιν καὶ πρὸς ἄλληλα καὶ πρὸς τὰ ἐξ ὑπολήψεως· οἷον ὅπερ ἐκεῖ τὸ παράδειγμα τῶν ἐξ ὑπολήψεως, ὅρα ἐκ περιουσίας γινόμενον· ἠδυνάμην, ὦ δικασταὶ, τὴν ἀσέλγειαν Μειδίου καὶ τὴν ὕβριν, ἣν πάντες ἐξ ὧν ἐκεῖνος κατὰ πολλῶν τολμᾷ σύνιστε, ταύτην προτιθεὶς εἰς μέσον μυρίων ἄξιον δεικνύναι κακῶν· εἶτα καὶ ἐξ ὑποδιαιρέσεως πάλιν τὸ αὐτὸ προάγειν ἐστὶν παράδειγμα· οἷον καὶ διὰ τὴν ἄλλην μὲν ἀσέλγειαν καὶ ὕβριν, ᾗ πρὸς ἅπαντας κέχρηται Μειδίας, ἄξιός ἐστιν δίκας δοῦναι, ὅτι δὲ καὶ χορηγὸν καὶ τηλικαύτης ἑορτῆς τολμηρῶς οὕτως καὶ δυσσεβῶς προὐπηλάκισεν, οὐδʼ ἔστιν πρόχειρον τοῦ τολμήματος ἴσην τὴν τιμωρίαν εὑρεῖν· τί οὖν ἐξ ὑπολήψεως τοῦτο καλέσομεν, ἢ ἐξ ὑποδιαιρέσεως, ἢ ἐκ περιουσίας; εἰ δέ τις λέγει, ὅτι τῇ τοῦ σχήματος μεταβολῇ καὶ αἱ ἔννοιαι συμβάλλονται, καὶ καλῶς καὶ ἡ τῶν προοιμίων αὐτῶν διαστολὴ πρὸς ἄλληλα παραδέδοται, πολλὰ λέγειν ἔχων ἐκεῖνα τέως ἐπαναμεμνήσθω, ὅτι τοιγαροῦν ὅσα σχήματα λόγου δυνατόν ἐστιν ἐπινοεῖν, τοσαῦτα καὶ προοιμίων προσῆκεν φιλοτεχνεῖν· ὃ δὲ ἐπὶ ἑνὸς ἐδείχθη παραδείγματος, τὸ αὐτὸ καὶ ἐπὶ τῶν ἄλλων ἑκάστου κατὰ σχολὴν ῥᾷστόν ἐστιν τῷ βουλομένῳ ἐπιδείξασθαι· ἀλλὰ ταῦτα μὲν ἐπισκεπτέον· καὶ φιλοκρινητέον ἐμμελέστερον, ὅτι τὸ ἀθρόον διττὸν ἢ τὸ ἐξαίφνης ἢ τὸ ὁμοῦ· ὁ γοῦν Ἑρμογένης λέγων τοῦ ἀθρόου πρὸς τὸ μέλλον ὑποδιαίρεσιν ἢ ἀντὶ τοῦ ὁμοῦ τῇ λέξει ἐχρήσατο, ἢ ἰδιαίτερον τὸ ὁλόκληρον πρᾶγμα· ὁμοῦ γάρ πως ἐστὶν κἀκεῖνο, ὅτι ζητητέον, διατί ἀγχίστροφον ἐπωνόμασε τὸ ἀπὸ τοῦ καιροῦ προοίμιον. Ὅτι σκεπτέον, πῶς εἰπὼν, «τὸ δὲ κατὰ τῶν ἐπιπεπλεγμένων προβλημάτων οὐκ ἀναγκαῖον ἐνόμισα προθεῖναι μάθημα,» εἶτα ἐπήγαγεν· ἢ γὰρ καλόν ἐστιν καὶ τῶν ἐξ ὑπολήψεως ὂν φαίνεται· ἢ προκατάστασις ὂν διηγηματικὸν οὐ προοίμιον εὑρίσκεται· εἰ γὰρ ἅπαν ἐπιπεπλεγμένον, ἂν ᾖ προοίμιον, ὥς φησι, τῶν ἐξ ὑπολήψεώς ἐστιν, πῶς οὐχὶ καὶ πᾶν ἁπλοῦν, τῶν ἐξ ὑπολήψεως εἴη ἂν, ἐκ γὰρ ἐκείνων ἡ σύνθεσις· ἢ οὖν καὶ πάντα τὰ ἁπλᾶ κατὰ τὸν αὐτοῦ λόγον ἐξ ὑπολήψεως ἔσται, ἢ εἴ τις προβιάσαιτο, ἐξ ὑπολήψεως καὶ ἐξ ἑτέρου τινὸς μόνου· εἰ γὰρ καὶ τρίτον εἶδος συγχωρηθῇ τὸ ἐκ δευτέρου καὶ τρίτου ἐπιπεπλεγμένον, πῶς ἂν εἴη ἐξ ὑπολήψεως; ὅτε δὲ καὶ πλείω αὐτὸς παραδέδωκε, πῶς ἂν εἴη τὰ ἐπιπεπλεγμένα πάντα ἐξ ὑπολήψεως; οὕτως ἔστιν σαφὲς καὶ εὐθεώρητον, ὅπερ αὐτὸς οὐκ ἀναγκαῖον προθεῖναι ἐνόμισε· ταῦτα τοίνυν διερευνητέον καὶ θεωρητέον ἀκριβέστερον.

Ἀρξόμεθα οὖν πρῶτον ἐκ τοῦ ὁρισμοῦ, τί ἐστιν προοίμιον· οὕτως γὰρ τὸ τί ἐστιν τὴν φύσιν δηλώσομεν· ἐπειδὴ γὰρ πάσης ὑποθέσεως μέρη πέντε εἰσὶν, προοίμιον, διήγησις, ἀντίθεσις, λύσεις αἱ λεγόμεναι πίστεις, ἐπίλογος, τὸν λόγον περὶ προοιμίου ποιήσασθαι προεθέμεθα καὶ οὐ περὶ τῶν λοιπῶν, ἀρκούντως γὰρ τῷ τε Ἑρμογένει καὶ Πορφυρίῳ καὶ ἑτέροις περὶ αὐτῶν λέλεκται. τινὲς δὲ προστιθέασι καὶ ἕτερα τρία· ἔφοδον, παρέκβασιν, αὔξησιν· καί φαμεν εἶναι ταῦτα ἕτερα παρὰ τὰ εἰρημένα· ἔφοδος γάρ ἐστιν ἡ προθεραπεία, ὃ λέγεται προοίμιον· προθεραπεύει γὰρ τοὺς ἀκροατὰς τὸ προοίμιον, ὥστε δέξασθαι τὸν λόγον κατὰ τὴν βούλησιν τοῦ λέγοντος· ἡ δὲ αὔξησις ὁ ἐπίλογός ἐστιν· καὶ γὰρ ἕνεκεν τοῦ θυμικὸν ποιῆσαι τὸν δικαστὴν ἢ ἱλαρὸν, ἢ τοὺς ἀκροατὰς ὁρμητικωτέρους πρὸς τὸ ἐπισφραγῖσαι τὸν λόγον τῇ τοῦ λέγοντος γνώμῃ ἐπινενόηται ὁ ἐπίλογος· ἡ δὲ παρέκβασις ἢ ἐν τῇ διηγήσει ἐστὶν, ἢ ἐν τοῖς ἀγῶσιν ἢ ἐν τῷ ἐπιλόγῳ· εἰ δʼ οὐδʼ ἑνὸς τούτων ἐστὶν, περιττόν ἐστιν καὶ ἀχρεῖον, καὶ ἁμαρτάνει ὁ ῥήτωρ χρώμενος αὐτῇ· ὥστε πέντε, καθὰ εἴρηται, μέρη ὑπάρχουσι πάσης ὑποθέσεως, προοίμιον, διήγησις, πίστις, ἤγουν ἀντίθεσις καὶ λύσις τῶν ἀντικειμένων, ἐπίλογος.

Πρὸ τοῦ τοίνυν ὁρίσασθαι, τί ἐστι προοίμιον, ζητήσομεν εἰ ἄρα πάντοτε ὀφείλομεν προοιμιάζεσθαι· καί φασιν οἱ ταῦτα πλέον τῶν ἄλλων ἐξητακότες, ὅτι ἐν τῷ δικαστηρίῳ τῷ ἐν Ἀρείῳ πάγῳ οὐ χρῆσις ἦν προοιμίου· κῆρυξ γὰρ ἐκήρυττε προσφωνῶν καὶ παρεγγυώμενος τῷ εἰσιόντι· μὴ προοιμιάζου μηδὲ ἐπίλεγε· ἐν Ἀρείῳ δὲ πάγῳ φαμὲν, οὐ περιγράφοντες τὸ ἀπροοιμίαστον, ἀλλὰ διʼ αὐτοῦ καὶ τὴν τῶν λοιπῶν δικαστηρίων, βουλευτηρίων τε καὶ ἐκκλησιῶν τάξιν ὑπεμφαίνοντες.

Ἐνώπιον βασιλέως οὐ δεῖ προοιμιάζεσθαι, ἀλλʼ οὐδὲ ἀεὶ βασιλεὺς προοιμιάζεται· τοῦτο δὲ σκεπτέον καὶ ἐπὶ τῶν λοιπῶν μεγίστων προσώπων, καὶ μάλιστα τῶν διʼ εὐλάβειαν καὶ ἀρχιερατικὸν βαθμὸν τό τε αἰδέσιμον καὶ ἀξιόπιστον κεκτημένων· οὐ γὰρ γοητείας λόγου οἱ τοιοῦτοι ἐπιδέονται τὸ πιθανὸν ἐκ τοῦ βαθμοῦ καὶ τῶν τρόπων κεκτημένοι· οἱ γὰρ παρόντες ἀκροαταὶ ὡς δεσπόταις αὐτοῖς ὑπείκουσιν, καὶ οὐδείς ἐστιν ὁ ἀντιταττόμενος· ὅθεν καὶ βραχυλογίᾳ κέχρηνται οἱ τοιοῦτοι ἐν πράξεσι καὶ παρὰ τοῖς ἀρχαίοις εἴρηται· πᾶς δεσπότης δούλῳ μονοσύλλαβος, τὸ δὲ ἱκετεύειν μακρόν· ὥστε εἴ τινας τῶν μεγίστων ἀνδρῶν καὶ μάλιστα ἁγιωσύνῃ καὶ γνώσει καὶ βαθμῷ μεγίστῳ τὸ αἰδέσιμον καὶ πιθανὸν ἔχοντας μὴ προοιμίοις κεχρημένους εὕρωμεν, οὐ τὴν ἐκ τῆς τέχνης τάξιν ἀγνοοῦντας ὑποληψόμεθα, ἀλλὰ τὸ τῶν ἀκροατῶν εὔεικτον καὶ πειθήνιον εἰδότας μὴ χρονίζειν ἐν ταῖς θωπείαις· μηδὲ λόγον οὐκ ἀναγκαῖον προΐεσθαι, ἀλλὰ ἐπὶ τὰ καίρια καὶ ἀναγκαῖα σπεύδοντας λογισώμεθα.

Τέταρτον, ἐὰν τὸ πρᾶγμα ἐπείγῃ καὶ σπεύδωμεν ἐπὶ τὴν διήγησιν, οὐ προοιμιασόμεθα. ἐὰν ὑπὲρ ἡμῶν ᾖ τὸ πρᾶγμα καὶ θαρροῦντες εἰσερχώμεθα, προοιμίῳ οὐ χρησόμεθα, ἐν δὲ τοῖς λοιποῖς πᾶσι δεῖ προοιμιάζοντας εἴς τε τὸ δικαστήριον καὶ τὸ βουλευτήριον καὶ τὴν ἐκκλησίαν τὴν τοῦ λόγου ἀπαρχὴν ποιεῖσθαι· οὕτως γὰρ ἂν τὸν λόγον ἡμῶν εὐπαράδεκτον ποιησόμεθα. καὶ τοῦτο δὲ γινώσκειν ἀναγκαῖον, ὡς πολλάκις ἔν τισι λόγοις καὶ τρισὶ προοιμίοις χρησόμεθα, ἡνίκα τι κεφάλαιον εἰσαγαγεῖν βουλόμεθα καὶ πρὸς τοῦτο τοὺς ἀκροατὰς προσεχεστέρους ποιεῖν σπεύδομεν. Ὅρος προοιμίου.

Εἴπωμεν οὖν, καθὰ ὑπεσχόμεθα, τί ἐστιν προοίμιον. προοίμιόν ἐστιν λόγος ἐπεξεργαστικὸς εὐνοίας καὶ εὐμαθείας καὶ προσοχῆς· ἐκ τούτων θεραπεία γίνεται τριχῶς, ὅταν ἢ τὸ αὐτῶν πρόσωπον παριστῶμεν, ἢ τὸ τοῦ ἀντιδίκου διαβάλλωμεν, ἢ τὸ τῶν δικαστῶν ἐπαινῶμεν, καὶ τὸ ἡμέτερον οὕτως εἰσάγωμεν· ἢ γὰρ ἔνδοξον, καὶ θαρροῦντες ἐπαινῶμεν, ἢ ἀδοξότερον καὶ αὐτῷ τούτῳ θεραπεύομεν, καὶ τὸ τοῦ ἀντιδίκου ὁμοίως· ἢ γὰρ ὁμολογούμενόν ἐστιν τὸ ἀδίκημα αὐτοῦ καὶ φανερῶς αὐτοῦ κατηγοροῦμεν, ἢ ἔνδοξόν ἐστιν τὸ πρόσωπον, καὶ ὀφείλομεν μετὰ θεραπείας εἰσαγαγεῖν τὴν κατʼ αὐτοῦ γραφήν.

Περὶ προσοχῆς.

Προσοχὴ δὲ γίνεται, ὅταν περὶ μεγάλων πραγμάτων ἢ ἀναγκαίων ἢ κατεπειγόντων βουλώμεθα ποιεῖσθαι τὸν λόγον. Περὶ εὐμαθείας.

Ὁμοίως γίνεται εὐμάθεια ὅταν σαφῶς παριστῶμεν τὸ πρᾶγμα, περὶ οὗ μέλλομεν ποιεῖσθαι τὸν λόγον. Περὶ εὐνοίας.

Τὴν εὔνοιαν δὲ τῶν ἀκροατῶν ἐπισπασώμεθα διʼ ἐπαίνου. ἐπαινοῦμεν δὲ αὐτοὺς πρῶτον μὲν ἐπὶ τῶν ὁμογενῶν προβλημάτων, ἐν οἷς αὐτοὺς πείσαντες ὅμοιόν τι πρόβλημα εἰσάγοντες σπουδάζομεν αὐτοὺς πείθειν λέγοντες, ἵνα καὶ παραδείγμασι χρήσωμαι, ἄξιον ὑμᾶς ἐπαινέσαι, ὦ ἄνδρες ἄριστοι, ἀνθʼ ὧν τοῖς τὰ βέλτιστα βουλευομένοις πείθεσθε· ἐξ ὧν λαβὼν παρρησίαν καὶ τὰ νῦν ἥκω περὶ τῶν ὁμοίων ὑμᾶς πεισθῆναι οἰόμενος· ἔστωσαν δὲ, ὡς εἴρηται, ἐν τοῖς τοιούτοις ὁμογενῆ· δεύτερον δὲ ἐὰν βουλευσάμενος πείσῃς, καὶ ἀκόλουθον βουλεύῃ, καὶ τότε χρήσῃ τῷ ἐπαίνῳ· οἷον ἄξιον ὑμᾶς ἐπαινεῖν ἐπὶ τοῖς πρώην πεισθέντας, ἥκω δὲ καὶ νῦν τὰ ἀκόλουθα βουλεύων καὶ πεισθῆναι ὑμᾶς μὴ ἀμφιβάλλων· τρίτον ἐπαινεῖν δεῖ τοὺς παρόντας, ὅταν περί τινος δυσχεροῦς εἶναι δοκοῦντος λέγῃς καὶ πεῖσαι βούλῃ, ὡς ἂν ἐκ τοῦ ἐπαίνου ἑλκύσῃς αὐτοὺς εἰς τὸ ὑπακοῦσαι. Πόθεν λαμβάνεται τὸ προοίμιον.

Λαμβάνομεν προοίμιον καὶ ἀπὸ τοῦ εὐθίκτου καὶ ἀπὸ τοῦ εὐστόχου, ὅταν αὐτοῦ τοῦ πράγματος τῆς ὑποθέσεως ἐφαπτώμεθα· οἷον νέος πλούσιος ἀποβλέπει συνεχῶς εἰς τὴν ἀκρόπολιν καὶ δακρύει καὶ κρίνεται τυραννίδος ἐπιθέσεως· ἐροῦμεν γὰρ τὸ προοίμιον οὕτω καθαπτόμενοι αὐτοῦ· δακρύει μὲν οὗτος, ὦ ἄνδρες ἄριστοι, καὶ ἀγανακτεῖ διὰ τὸ μηδέπω τῆς ἀκροπόλεως κρατεῖν, νῦν δὲ δικαίως οἶμαι δακρύειν αὐτὸν, δόντα τιμωρίαν, ἵνα μὴ τούτου περιόντος δακρύσωμεν ἡμεῖς. Πόθεν ἄλλοθεν λαμβάνεται προοίμιον.

Ἔτι λαμβάνεται προοίμιον καὶ ἀπὸ γνώμης, ὡς ὁ Δημοσθένης λέγει· οὐδέν ἐστιν χαλεπώτερον, ἢ γείτονος χαλεποῦ τυχεῖν· οὗτος γὰρ ἐπιθυμήσας τοῦ χωρίου μου πράγματά μοι παρέχει. Πόθεν ἄλλοθεν λαμβάνεται προοίμιον.

Ὅτι καὶ ἀπὸ τῶν περιστατικῶν μορίων λαμβάνεται προοίμιον· ταῦτα δέ ἐστιν, οἷον πρόσωπον, πρᾶγμα, χρόνος, τρόπος, τόπος, αἰτία, ὕλη. ἀπὸ μὲν οὖν τοῦ προσώπου προοίμιον γίνεται, ὅταν ἢ τοῦ στρατηγοῦ ἢ τοῦ τριηράρχου πρόσωπον ἐπαινέσωμεν ἢ διαβάλωμεν· ἀπὸ δὲ τοῦ πράγματος, ὡς ὁ Δημοσθένης· πρῶτον μὲν τοῖς θεοῖς εὔχομαι πᾶσι καὶ πάσαις, ὅσην εὔνοιαν ἔχων διατελῶ τῇ τε πόλει καὶ πᾶσιν ὑμῖν, ἐδήλωσε τὸ πρᾶγμα· ἀπὸ δὲ τοῦ χρόνου, εἰ ἐν ἱερομηνίᾳ ἢ ἑορτῇ ἑτέρᾳ πέπρακταί τι· φήσομεν γάρ· ὄντως μὲν οὐκ ἄξιον τῆς παρούσης ἑορτῆς τόδε τι πέπρακται· εἰ δὲ καλῶς τὸ ἐναντίον· ἀπὸ δὲ τοῦ τρόπου, εἰ διὰ σιδήρου ἢ διὰ φαρμάκου γέγονέ τις θάνατος· χαλεπὸν γὰρ ἐροῦμεν θανάτου τρόπον· ὁ δὲ τόπος ὅμοιός ἐστιν τῷ χρόνῳ· ἀπὸ δὲ τῆς αἰτίας, ὅτι προδότης ἦν οὗτος ἢ ἐχθρός· οὐδὲν θαυμαστὸν, εἰ τοῦτον, ὦ ἄνδρες δικασταὶ, διεπράξατε· ἀπὸ δὲ τῆς ὕλης, πολλοῖς μὲν, ἄνδρες ἄριστοι, γέγονεν αἴτιος οὐκ ἀγαθῶν τρόπων ὁ πλοῦτος· ἐξ οὗ καὶ οὗτος τὴν καθʼ ἡμῶν τυραννίδα ἐμελέτησε· καὶ ταῦτα μὲν οὕτως· ἵνα δὲ μηδὲ ἃ καὶ ἕτεροι περὶ προοιμίων λέγουσιν ἐάσωμεν ἀμνημόνευτα, φασί τινες ὁριζόμενοι οὕτως· προοίμιόν ἐστιν ἀρχὴ σύμπαντος λόγου καὶ σπερματικῶς ἔχον τὰ τῆς ὑποθέσεως· ἐν αὐτῷ γὰρ τὸ πρᾶγμα μανθάνομεν. Ποταπὸν δεῖ εἶναι τὸ προοίμιον.

Δεῖ εἶναι τὸ προοίμιον σαφὲς καὶ σύντομον καὶ περιηγμένον καὶ λέξιν μεταφορικὴν ἔχον. Πόσα προοίμια δέχεται ἕκαστος λόγος.

Ἰστέον, ὅτι οὐ μόνον ἐν ἀρχῇ τοῦ λόγου γίνεται προοίμιον, ἀλλὰ καὶ ὅπου ᾖ τι ἂν λεγόμενον θεραπεῦσαι αὐτὸ χρὴ, ἐν ὅτῳ μέρει τῆς ὑποθέσεως εὕρηται, ὥστε μὴ μόνον ἓν, ἀλλὰ καὶ δύο καὶ τρία, εἰ τύχοι καὶ τέσσαρα προοίμια εὑρίσκεσθαι. Πόσα μέρη τοῦ προοιμίου.

Εἰσὶ δὲ μέρη τοῦ προοιμίου τέσσαρα κατὰ τὴν τελειότητα τῆς ὑποθέσεως τῷ τελείῳ ἀριθμῷ κοσμουμένου αὐτοῦ, ὡς ἐκ τοῦ τέσσαρες ἀριθμοῦ τῶν δέκα γεννώμενα, καὶ ὅτι τῷ σύμπαντι ἀναλογῶν ὁ λόγος ὡς τῶν ὄντων τὸ τιμιώτατον ἐκ τεσσάρων ἔχει μερῶν τὴν ἀρχήν. αʹ. προτάσεως· βʹ. αἰτίας αὑτῆς· γʹ. ἀνταποδόσεως καὶ τῆς συναγωγῆς αὐτῶν, τῆς καὶ βάσεως παρὰ τῷ Ἑρμογένει λεγομένης.

Τί ἐστιν πρότασις.

Πρότασίς ἐστιν τὸ ἐν ἀρχῇ προτεινόμενον τοῦ λόγου. Τί ἐστιν αἰτία.

Ἡ τὸ εὔλογον παριστῶσα τῆς προτάσεως ἡ καὶ αἰτία αὐτῆς καὶ κατασκευὴ ὀνομαζομένη. Τί ἐστιν ἀξίωσις.

Ἀξίωσις δὲ ἡ καὶ ἀπόδοσις λεγομένη, καθʼ ἣν ἀποδίδομεν τὸν λόγον πρὸς τὰ εἰρημένα, καὶ ἢ παρεγγυώμενοι ἢ κελεύοντες λέγομεν· διώνυμος δέ ἐστιν, καὶ ἀξίωσις λεγομένη καὶ ἀπόδοσις, ἐπειδὴ ἢ δεόμεθα ἢ κελεύομεν· καὶ ἡνίκα μὲν δεόμεθα, λέγεται ἀξίωσις, ἡνίκα δὲ τὸ προσῆκον εἰσάγομεν παρακελευόμενοι, ὡς ἐκ τοῦ προσήκοντος ἔχοντες τὴν παρρησίαν, ἀπόδοσις. Τί ἐστιν συναγωγή.

Συναγωγὴ δέ ἐστιν βάσις, καθʼ ἣν πάντα τὸν προρρηθέντα συνάγομεν λόγον. Παράδειγμα προοιμίου τὰ τέσσαρα μέρη ἔχοντος.

Ῥήτωρ ἐφυγαδεύθη, στασιαζούσης τῆς πόλεως ἔγραψε νόμον περὶ ὁμονοίας, ὡμονόησεν ἡ πόλις καὶ γράφει τις αὐτὸν κατελθεῖν. πρότασις· ἔδει μηδὲ τὴν ἀρχὴν ἐκεῖνον φυγῇ περιβληθῆναι τότε· αἰτία· ὁ γὰρ λόγος βεβαίαν τὴν εὔνοιαν αὐτοῦ ἐποίησεν· ἀξίωσις ἤτοι ἀπόδοσις· ἐπειδὴ τοίνυν ἔργοις μεμαθήκαμεν τὴν προαίρεσιν αὐτοῦ, ταχέως αὐτὸν εἰς τὴν πόλιν δεχώμεθα· πολλάκις δὲ προκατασκευῆς ἐπὶ τῇ προτάσει καὶ ἑτέρα ἐπιγίνεται πρότασις, εἶθʼ οὕτως ἐπάγεται ἡ κατασκευὴ, ἢ μία κοινὴ τῶν δύο προτάσεων, ὅταν οὐ διίστανται κ. τ. λ. Πρώτη πρότασις· ἐν πολλοῖς μὲν, ὦ Δημόνικε, πολὺ διεστώσας εὑρήσομεν τάς τε τῶν σπουδαίων γνώμας, καὶ τὰς τῶν φίλων διανοίας· κατασκευὴ ταύτης· οἱ μὲν γὰρ τοὺς φίλους παρόντας μόνον τιμῶσιν, οἱ δὲ μακρὰν ἀπόντας ἀγαπῶσιν· εἶτα δευτέρα πρότασις· πολὺ δὲ μεγίστην διαφορὰν εἰλήφασιν ἐν ταῖς πρὸς ἀλλήλους συνηθείαις· εἶτα δευτέρα κατασκευὴ τῆς δευτέρας προτάσεως· καὶ τὰς μὲν τῶν φαύλων συνηθείας ὀλίγος χρόνος διέλυσε, τὰς δὲ τῶν σπουδαίων φιλίας οὐδʼ ἂν ὁ πᾶς αἰὼν ἐξαλείψειεν. Περὶ παραδείγματος δύο ἐν ἑνὶ λόγῳ προοίμια.

Εἴπομεν εὑρίσκεσθαι ἑνὶ λόγῳ δύο καὶ τρία προοίμια, καὶ οὐκ ἐκρίναμεν δίκαιον ἄνευ ἀποδείξεως καταλιπεῖν τὴν δόξαν ἡμῶν, ἵνα μὴ φανῶμεν ἀναπόδεικτα λέγοντες, ἢ τοῖς ἀκούουσιν ἡμῶν πράγματα ὦμεν παρεχόμενοι τῇ ἐρευνήσει τῶν παραδειγμάτων σχολάζουσιν. ἐν τοίνυν τῷ τρίτῳ λόγῳ τῶν Ὀλυνθιακῶν δυσὶ προοιμίοις ὁ καθηγεμὼν τῆς τέχνης ἐχρήσατο, οἷον «οὐχὶ ταὐτὰ παρίσταταί μοι γινώσκειν, ὦ ἄνδρες Ἀθηναῖοι, ὅταν τε εἰς τὰ πράγματα ἀποβλέψω, καὶ ὅταν εἰς τοὺς λόγους, οὓς ἀκούω·» καὶ πληρώσας τὸ προοίμιον ἀπήρξατο δευτέρου προοιμίου λέγων· «ὁ μὲν οὖν παρὼν καιρὸς, ὦ Ἀθηναῖοι, εἴπερ ποτὲ, καὶ νῦν πολλῆς φροντίδος καὶ βουλῆς δεῖται·» Παράδειγμα τοῦ λόγου τοῦ ἔχοντος προοίμια τρία.

Ἐρευνήσαντες δὲ τὸν δεύτερον λόγον τῶν Ὀλυνθιακῶν εὕρομεν τρία προοίμια, ἅπερ ἐκθησόμεθα εἰς δήλωσιν τῶν ἐντυγχανόντων· τὸ μὲν οὖν πρῶτον προοίμιον τόδε· «ἐπὶ πολλῶν ἄν τις ἰδεῖν, ὦ ἄνδρες Ἀθηναῖοι, δοκεῖ μοι τὴν παρὰ τῶν θεῶν εὔνοιαν φανερὰν γενομένην τῇ πόλει· οὐχ ἥκιστα δὲ ἐν τοῖς παροῦσι πράγμασιν·» εἶτα πληρώσας τὸ προοίμιον ἤρξατο ἄλλου προοιμίου· τὸ μὲν οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν Φιλίππου ῥώμην διεξιέναι, καὶ διὰ τούτων τῶν λόγων προτρέπειν τὰ δέοντα ποιεῖν ὑμᾶς οὐχὶ καλῶς ἔχειν ἡγοῦμαι· εἶτα ἡ κατασκευή· διατί δὲ, ὅτι μοι δοκεῖ πάντα ὅσα εἴποι τις ὑπὲρ τούτων, ἐκείνῳ μὲν ἔχειν φιλοτιμίαν, ἡμῖν δὲ οὐχὶ καλῶς πεπρᾶχθαι· καὶ πληρώσας τὰ τοῦ δευτέρου προοιμίου καὶ μιαρά τινα ἐπειπὼν τοῦ τρίτου ἀπήρξατο προοιμίου, οἷον, «τὸ μὲν οὖν ἐπίορκον καὶ ἄπιστον καλεῖν ἄνευ τοῦ τὰ πεπραγμένα δεικνύναι λοιδορίαν τις ἂν φήσειεν εἶναι κενὴν δικαίως,» καὶ οὐκ ἀγνοῶ, ὥς τινες κακῶς κρίναντες οὐ προοίμιον τοῦτο ἔφασαν, ἀλλὰ τῶν ἀγώνων ἀπαρχὴν, ἐγὼ δὲ εἰ μὴ πάντας ᾤμην κρίνειν τούτους ἐσφάλθαι, οὐκ ὤκνησα ἂν ἀποδεῖξαι προοίμιον οὐκ εἰσαγωγὴν ἀγώνων εἶναι τὴν πρότασιν, ἀλλὰ τούτων μὲν ἅλις· μεταβῶμεν δὲ ἐπὶ τὰ κατεπείγοντα. Ἰστέον, ὡς τῶν προβλημάτων τὰ μέν ἐστιν ὁμοιογενῆ, τὰ δὲ ἑτερογενῆ· καὶ ὁμοιογενῆ μὲν λέγονται, ὅσα κοινωνοῦσιν ἀλλήλοις κατά τι συμβεβηκὸς, εἴτε κατὰ περίστασιν, εἴτε κατὰ τὴν ἔκβασιν, ἢ κατὰ τὴν ποιότητα τῶν προσώπων ἢ κατὰ τοὺς τρόπους ἢ κατὰ ἄλλο τι· ἐν τοῖς τοιούτοις οὖν προβλήμασιν εἰ πείσαντες τοὺς ἀκροατὰς ἐν πρώτοις δεύτερον ἀγῶνα εἰσάγωμεν, τῷ ἐξ ἐπαίνου θεωρήματι ἐν τῷ προοιμίῳ χρησόμεθα, λέγοντες οὕτως· ἄξιον μὲν οὖν ὑμᾶς, ὦ ἄνδρες ἄριστοι, ἐπαινεῖν καὶ τὴν ἀρετὴν ὑμῶν θαυμάζειν, ὡς τοῖς καλῶς λεγομένοις πειθομένους, καὶ τῶν λυσιτελῶν πολλοῦ λόγον ποιουμένους· ἀνθότου παρρησιασάμενος τὰ νῦν ἐπὶ τὸν ἀγῶνα εἰσελήλυθα περὶ τῶν ὁμοίων εἰσηγήσασθαι καὶ ὕλην παρασχεῖν τῇ σπουδῇ τῇ ὑμετέρᾳ.

Περὶ τῶν ἀκολούθων τῶν πρώην προβλημάτων.

Ἀλλὰ καὶ εἰ περὶ ἀκολουθούντων βουλευόμεθα, ἐξ ἐπαίνου τὴν ἀπαρχὴν τοῦ προοιμίου ποιησόμεθα, ὡς ἐπὶ τούτου· ὁ Θεμιστοκλῆς πείσας ἐκλιπεῖν τὴν πόλιν βουλεύεται ἐμπρῆσαι τὴν πόλιν· φήσει τοίνυν, ὁρῶν ὑμᾶς πεπεισμένους, ἐφʼ οἷς μικρῷ πρόσθεν εἰσηγησάμην, πρόθυμος τὰ νῦν γεγονὼς ἥκω τὰ τοῖς πρώτοις ἑπόμενα συμβουλεύσασθαι. Περὶ τῶν δυσχερῆ βουλευομένων.

Εἰ δὲ περί τινος δυσχεροῦς βουλευόμεθα, ὁμοίως τῷ ἐξ ἐπαίνου θεωρήματι χρησόμεθα, τὸ συμφέρον προβαλλόμενοι καὶ τῷ ἐπαίνῳ τῷ περὶ αὐτοὺς, καὶ τῷ λυσιτελεῖ πρὸς πεισμονὴν τοὺς ἀκροατὰς ἐφελκόμενοι λέξομεν οὕτως· τὴν περὶ πάντα τὰ λυσιτελῆ σπουδὴν ὑμᾶς ὁρῶν ἔχοντας, ὦ ἄνδρες ἄριστοι, καὶ τὸ πρόθυμον τὸ περὶ τὰ πρακτέα καὶ δυσχερῆ μέλλω λέγειν· ἀλλὰ διὰ τὴν ἐξ αὐτῶν τῇ πατρίδι ὠφέλειαν γενησομένην οὐκ ἄξιον ἔκρινα σιγῆσαι, ὑφορώμενος τὴν ἐκ τῆς ἀγνωμοσύνης τοῦ γένους διαβολήν. Περὶ ἀποτεύξεως τῆς πρώτης βουλῆς, ποίῳ θεωρήματι χρησόμεθα ἐν τῇ δευτέρᾳ βουλῇ.

Εἰ δέ τινα γνώμην εἰσαγαγὼν ἀποτύχοις τοῦ πεῖσαι, εἶτα εἰσέρχῃ τοῦ προθεῖναι βουλὴν δευτέραν θεωρήματι χρήσῃ τῷ ἐσχηματισμένῳ τῷ ἐκ βαρύτητος λέγων οὕτως· εἰ καὶ περὶ τῶν προτέρων οὐχὶ κακῶς παρά τισιν ἔδοξα συνεωρακέναι τὸ βέλτιον, ὅμως οὐκ ἔδοξέ μοι καλῶς ἀθυμήσαντι σιγῆσαι, ἵνα μὴ κακόνους δόξω τῇ πατρίδι, ἀλλὰ τὰ δοκοῦντά μοι νῦν συμφέροντα εἰσηγήσασθαι. Παράδειγμα· ἔγραψεν Αἰσχίνης τρισκαιδέκατον θεὸν νομίζειν Φίλιππον· ἀντειπὼν Δημοσθένης ἡττήθη· ὁ δὲ σχηματίζεται ἐν τῇ δευτέρᾳ αὐτοῦ βουλῇ καὶ ναοὺς αὐτῷ κατασκευασθῆναι. Περὶ τῶν νικησάντων ἔν τινι ἐν ἑτέραις βουλαῖς πεῖσαι καὶ νικῆσαι ποίῳ προοιμίῳ χρησόμεθα.

Ἡνίκα τις νικήσας πάλιν εἰσιὼν ἀντιλέγει σοι, τῷ ἐκ διαβολῆς προοιμίῳ χρήσῃ λέγων οὕτως· τὸ μὲν αὐθάδη καὶ καταφρονητὴν γενέσθαι αὐτὸν, ὦ ἄνδρες δικασταὶ, οὐδὲν θαυμαστόν· τὸ γὰρ περικρατεῖν ἐκ συνηθείας λαβὼν, νομὴν εἴληφε τοῦ ἀντιλέγειν, ἐν οἷς ἂν αὐτῷ δόξειε· καὶ σὺ μὲν οὖν ὁ ἀντιλέγων χρήσῃ τῷ ἐκ διαβολῆς· ἐκεῖνος δὲ χρήσεται τῷ ἐξ ἐπαίνου τῶν ἀκροατῶν, ὡς καὶ ἐν τοῖς προτέροις καὶ ἀκολούθοις πεῖσαι αὐτὸν σπουδάζων· οἷον, Ἄνυτος καὶ Μέλιτος διαβαλόντες Σωκράτην καὶ νικήσαντες γράφουσι πάλιν καὶ τοὺς ἑταίρους αὐτοῦ ἐλαύνειν· ὁ τοίνυν Ἄνυτος καὶ Μέλιτος χρήσονται τῷ ἐξ ἐπαίνου, ὁ δὲ συνηγορῶν τοῖς τοῦ Σωκράτους ἑταίροις χρήσεται, ὡς εἴρηται, τῷ ἐκ διαβολῆς θεωρήματι. Ἐν πόσοις εἴδεσι προβλημάτων τῷ ἐκ βαρύτητος θεωρήματι χρησόμεθα.

Ἡνίκα τοίνυν συνεχῶς τις κρίνεται, τῷ ἐκ βαρύτητος χρήσεται θεωρήματι ἐν προοιμίοις· οἷον συνεχῶς τις νέος πλούσιος κρινόμενος τυραννίδος ἐπιθέσεως τὴν οὐσίαν αὐτοῦ κατεπόντωσεν ἐν θαλάσσῃ καὶ κρίνεται. Ἄλλο, ῥήτορες ἐξεδόθησαν τῷ Φιλίππῳ· καὶ ἀφεθέντες οὐ πολιτεύονται καὶ κρίνονται· ἁρμόσει οὖν ἐν αὐτοῖς τὸ ἐκ βαρύτητος προοίμιον λεγόντων· οὐκ ἦν, ὡς ἔοικε, τῶν κακῶν ἀπαλλαγή· πρώην μὲν πολιτευόμενοι κινδύνοις περιεπέσομεν, νῦν δὲ τὸ σιωπᾷν κρίνοντες δίκαιον εἰς δικαστήριον ἥκομεν· πρὸ τούτου τοίνυν βουλὰς βουλεύοντες νῦν παρὰ ἑτέρων γνώμην ζητοῦμεν ὅ τι καὶ πράξομεν.