ΕΡΜΟΓΕΝΟΥΣ ΤΕΧΝΗ ΡΗΤΟΡΙΚΗ ΠΕΡΙ ΙΔΕΩΝ ΤΟΜΟΣ αʹ.
αʹ. Τὸ ἑξῆς οὕτως· τῷ ῥήτορι εἴπερ ἄλλο τι τῶν ἀναγκαιοτάτων ἐστὶ γινώσκειν, τὰς ἰδέας οἶμαι τοῦ λόγου εἶναι ἀναγκαιοτάτας γινώσκειν· κατὰ κοινοῦ γὰρ ἄμφω τό τε ἀναγκαιότατον καὶ τὸ γινώσκειν.
βʹ. Τὸ χρήσιμον τοῦ βιβλίου εὐθὺς ἐκ προοιμίων ἐμφαίνει, διαρρήδην ἀναγκαιότατον καὶ τὸ γινώσκειν αὐτὸ τοῖς τὴν ῥητορικὴν μετιοῦσι γνησίως βοῶν, ἰδέα δέ ἐστι ποιότης λόγου, τοῖς ὑποκειμένοις ἁρμόδιος προσώποις τε καὶ πράγμασιν κατά γε ἔννοιαν καὶ λέξιν καὶ τὴν ὅλην τῆς ἁρμονίας διαπλοκήν· ἰδέα δὲ εἴδους διαφέρει, ὥσπερ γένος εἴδους καὶ ὅλον μέρους· τὸ μὲν γὰρ εἶδος περιληπτικόν ἐστι τῶν ἰδεῶν, αἱ δὲ ἰδέαι ὑπὸ τὸ εἶδος ἀνάγονται, ἀδύνατον γὰρ δικανικὸν ἢ συμβουλευτικὸν ἢ πανηγυρικὸν εἶδος λόγου συστῆναι χωρὶς πλειόνων ἰδεῶν μίξεως. Ἰστέον δὲ, ὅτι τὸ χρήσιμον καὶ τὸν σκοπὸν ἐν ἀρχῇ τῆς πραγματείας ὑπέφηνε· τῆς γὰρ ἐπιγραφῆς ὁμολογουμένης οὔσης καὶ τῆς τάξεως καὶ τῆς εἰς τὰ μέρη τομῆς, λῆρος ἦν τὸ περὶ τοῦ γνησίου πολυπραγμονεῖν. διὸ καὶ ταῦτα παρεὶς διδάσκει, τί τὸ χρήσιμον, καὶ τίς ὁ σκοπός. Ἐνταῦθα καὶ πολλαὶ ζητήσεις ἀναφύονται, τῶν μὲν τὴν αἰτίαν βουλομένων μαθεῖν, διʼ ἣν τὸ χρήσιμον προέταξε τοῦ σκοποῦ, τῶν δὲ φασκόντων ἀνόητον εἶναι τὴν ὑποκειμένην πραγματείαν, εἴπερ ἀλόγως τὰ ὅλα διαγινώσκεται. χωρὶς γὰρ ταύτης τοῦτο ποιεῖν τῇ αἰσθήσει δυνατόν. καὶ πόνων οὐ δεόμεθα πρὸς τὴν κατάλυσιν, ἀλλʼ ἐκ ταύτης ἡμῖν τῆς ἀντιλογίας ἡ περὶ τῆς τάξεως περιγίνεται λύσις· διὰ γὰρ τοὺς ἐπιφυομένους δοξαστικῶς μόνον προτάξας τὸν σκοπὸν ἦλθεν ἐπὶ τὸ χρήσιμον, ἀρίστῃ διδασκαλίᾳ χρησάμενος, ἐπειδὴ γὰρ τὰς σημασίας τῶν ὀνομάτων ἢ δοξαστικῶς ἢ κατὰ ἐπιστημονικὴν δεχόμεθα γνῶσιν, προέθηκε μὲν τέως δοξαστικῶς τὸν σκοπόν· ἐπήγαγε δὲ τὸ χρήσιμον, ἵνα καὶ τὴν τάξιν ἐρρωμένην φυλάξῃ καὶ τῶν ἐναντιουμένων ἀφέλῃ τὰς βλασφημίας· ἐπεί τοί γε μετὰ τὴν ἀναίρεσιν τῶν διαβολῶν αὖθις τὸν σκοπὸν ἀκριβῶς κατὰ τὴν ἐπιστημονικὴν παραδίδωσι γνῶσιν. Τοῦτο δὲ κατὰ τὸν Ἑρμίνου λόγον καὶ ὁ Ἀριστοτέλης ἐν τῷ περὶ ἑρμηνείας φαίνεται πεποιηκὼς, προθέμενος γὰρ θέσθαι, τί ὄνομα καὶ ῥῆμα, τί δὲ ἀπόφασις καὶ κατάφασις καὶ ἀπόφανσις καὶ λόγος, εἰς ἕτερα μετετράπη, τὸ χρήσιμον ἐκ τῆς μεταβολῆς ἐμφαίνειν βουλόμενος. ἀλλʼ εἰ μὲν ὁ φιλόσοφος ἐξέστη τοῦ προκειμένου κατὰ τὸν Ἑρμίνου λόγον οὐκ ἔχω λέγειν· ἐπιφέρουσι γάρ τινες τὴν Ἀλεξάνδρου καὶ Πορφυρίου λύσιν, ἥτις ἐστὶ καὶ ἀκριβὴς, πλὴν φαίνεται καὶ αὐτὸς περὶ ἄλλων τινῶν πρότερον διαλαβὼν, εἶθʼ οὕτως ὁρισάμενος τὸ ὄνομα καὶ τὸ ῥῆμα, περὶ ὧν ἐν ἀρχῇ τῆς πραγματείας λέγειν προέθετο, τὸν αὐτὸν τοίνυν καὶ ὁ τεχνικὸς τρόπον διὰ μὲν τοὺς ἀντιλέγοντας δοξαστικῶς προέταξε τὸν σκοπόν· μετὰ δὲ τὴν τοῦ χρησίμου γνῶσιν ἀκριβῶς αὐτὸν παραδίδωσι· καὶ τοῦτο σαφῶς ἐξ αὐτῆς τῆς λέξεώς ἐστιν ἰδεῖν, ὅπως μὲν ἐν ἀρχῇ δοξαστικῶς μόνον προστίθησι τὸν σκοπὸν, ὅπως δὲ πάλιν ἐπάγει τὸ χρήσιμον καὶ τὸν περὶ αὐτοῦ πλατύνει λόγον. πῆ μὲν κατὰ τὸ θεωρεῖν, πῆ δὲ κατὰ τὸ δημιουργεῖν· εἴτε γὰρ θέλοις, φησὶν, εἰδέναι κρίνειν τοὺς τῶν ἀρχαίων χαρακτῆρας καὶ νεωτέρων μὴ μόνον καλῶς ἂν ἔχοιεν, ἀλλʼ ἤδη που καὶ τὴν ἐπὶ θατέρου γνῶσιν, εἴτε βούλοιο δημιουργεῖν καὶ λόγου ἐργάτης γενέσθαι, μὴ τῶν τυχόντων, ἀλλὰ παραπλησίων τοῖς τῶν ἀρχαίων, τό γε τῆς ἐπιστήμης ταύτης ἀναγκαιότατον, εἰ μέλλοι μὴ σφόδρα τοῦ ἀκριβοῦς τις ἀπενεχθήσεσθαι·
γʹ. Ὡς ἓν ἀνθʼ ἑνὸς εἰπεῖν τοιοῦτόν ἐστιν, ὁποῖαί τινές εἰσιν καὶ ὅπως γίνονται, οἷον ἡ σεμνότης τοιάδε ἐστὶ καὶ οὕτως ἔχουσα καὶ ἐκ τῶνδε καὶ ἐκ τῶνδε τοῦ λόγου μερῶν συνίσταται. ἄλλως· ὅτι οὕτως δεῖ ἔχειν ἑκάστην, εἰ μέλλοι τεχνικῶς συγκεῖσθαι· τὴν γάρ τοι σαφήνειαν φέρε ἁπλουστάτην εἶναι δεῖ. ὅπως δὲ γίνεται διὰ τῆς καθαρότητος καὶ εὐκρινείας. ἄλλως· ὅποι ποτὲ ἔχουσι, πότερον ἀκριβῶς καὶ ἐντέχνως ἢ οὔ.
δʹ. Ἐκ ποίων, φησὶ, τόπων, καὶ τίνα τὰ χαρακτηρίζοντα ἑκάστου τούτων; οἷον, ὅτι ἡ σαφήνεια φέρε ἁπλουστάτη ἐστὶ κατά τε λέξιν καὶ νόημα οὐδὲν ἔχουσα περισκελές τε καὶ ἐμπερίβολον. γίνεται δὲ διὰ τῆς καθαρότητος καὶ εὐκρινείας, τὸ ὅπη τε ἔχουσι καὶ ὅπως γίνονται, καὶ οὐδὲν ἕτερον σημαίνει, ἢ τὰ κατὰ μέρος καὶ τὰς μίξεις αὐτῶν, ὥστε τὸ μὲν ὅλον ἀπαγγεῖλαι καὶ τοῖς περὶ τὴν τέχνην δεινοῖς οὐχ οἷόν τε διὰ τὴν παρεπομένην ἀνάγκην, ἀλλʼ ἐκεῖνο φραζέτω τις ἡμῖν, εἰ τὸ κατὰ μέρος καὶ τὰ ποιοῦντα τὸ ὅλον δύναταί τις καταλαβεῖν ἄνευ τέχνης καὶ τῆς ὑποκειμένης πραγματείας.
εʹ. Τὸ ἑξῆς, καὶ γὰρ οὐκ ἄνευ τῆς περὶ ταῦτα ἐπιστήμης ἤγουν τῶν ἰδεῶν γένοιτʼ ἂν τὸ εἰδέναι τὰ τῶν ἄλλων κρίνειν, εἴτε καλῶς ἂν ἔχοι εἴτε μὴ, εἴτε τινὸς ἀρχαίου εἴτε νεωτέρου· εὐλόγως δὲ σφόδρα τὸ ἀκριβῶς προστέθεικεν, ἐνδέχεται γὰρ καλῶς μὲν ἔχειν τόνδε τινὰ τὸν λόγον τῷ τῆς συνθήκης ἤτοι τῆς συνθέσεως κάλλει διαπρέποντα, μὴ μέντοι πρὸς ἀκρίβειαν εἰργάσθαι· τῆς τέχνης.
ϛʹ. Γενναίους φησὶ λόγους τοὺς μὴ χαμαιπετεῖς μηδὲ εἰκῆ συγκειμένους καὶ εὐκαταφρονήτους.
ζʹ. Καλῶς τὸ μὴ πόρρω· οὐ γὰρ οἷόν τε τὸν κρίνοντα πρὸς ἀκρίβειαν πᾶσαν τῶν τε τοῦ δέοντος ἐννοιῶν καὶ τῆς τοιᾶσδε τῶν ὀνομάτων στοχάζεσθαι συνθέσεως. πολλὰ γὰρ τοιῶσδε παρὰ τῶν ἀρχαίων εἰρημένα πολυτρόπως οἱ μετʼ αὐτοὺς ἐξεδέξαντο, διόπερ ἀκριβῶς πρόσκειται τὸ μὴ σφόδρα· ἀγαπητὸν γὰρ ἐγγὺς βαλόντα φανῆναι τῆς ὀρθῆς κρίσεως.
ηʹ. Διονύσιος μὲν ἐν τῷ πρώτῳ περὶ μιμήσεως ὁρίζεται τὴν μίμησιν οὕτως· «μίμησίς ἐστιν ἐνέργεια διὰ τῶν θεωρημάτων ἐκματτομένη τὸ παράδειγμα.» ὡς δὲ οἱ μεταγενέστεροι λέγουσιν, λόγος ἢ πρᾶξις ὁμοίωσιν εὖ ἔχουσαν τοῦ παραδείγματος περιέχουσα· ζῆλος δέ ἐστιν ἐνέργεια ψυχῆς πρὸς θαῦμα τοῦ δοκοῦντος εἶναι καλοῦ κινουμένη· ὁ δὲ νοῦς· ὁ πρὸς τοὺς ἀρχαίους ζῆλος, φησὶν, τουτέστιν ἡ μίμησις, μετὰ ψιλῆς δὲ ἐμπειρίας τῆς ἄνευ τέχνης γινομένης τουτέστιν ἀναγνώσεως μόνης· καλῶς δὲ τὴν ἐμπειρίαν ἄλογον τριβὴν εἶπε, τὸ μὲν γὰρ ὅτι γινώσκει, τὸ δὲ ὅτι παντελῶς ἀμαθής ἐστιν, οὗπερ ὁ κατὰ τὴν τέχνην εὑρίσκει λόγος· καὶ γὰρ ὁ θεῖος Πλάτων φησίν· ἐγὼ γὰρ τέχνην οὐ καλῶ, ὃ ἂν ᾖ ἄλογον πρᾶγμα.
θʹ. Εἰ δυσχερῶς αἱ γενναῖαι φύσεις, ὅταν ἀτεχνεῖς ὦσι, τυγχάνουσι τοῦ σκοποῦ τοῦ ὀρθοῦ, κἂν πολλάκις ἀντιλάβωνται τῆς αἰσθήσεως, τί δράσουσιν οἱ νωθεῖς καὶ πείρᾳ μόνον καταλαβόντες τὴν αἴσθησιν· πλὴν ἵνα καί τι μᾶλλον ἐπιρρώσωμεν τὰς ἀντιθέσεις αὐτῶν, συγχωρήσωμεν μὴ πείρᾳ καταλαβεῖν τὴν αἴσθησιν, ἀλλʼ ἐμπειρίᾳ, καὶ πάλιν αὖ μηδὲ ἐμποδίζεσθαι παρὰ τῆς φύσεως. ἦν γὰρ ἐνστῆναι τῷ βουλομένῳ πρὸς αὐτὸ τοῦτο, καὶ λέγειν ὡς ἐπισφαλές ἐστι τὸ τὴν αἴσθησιν ἐκ πρώτης ὄψεως τῇ πείρᾳ λαβεῖν, κἂν ᾖ βεβλαμμένη παρὰ τῆς φύσεως· ἀλλὰ ταῦτα συγχωροῦμεν· ἔστω καταλαβεῖν ἐμπειρίᾳ τὴν αἴσθησιν, καὶ μηδὲν εἶναι τὸ βλάπτον αὐτὴν, ἀλλʼ οὐδὲν ὁ τοιοῦτος διενέγκοι χωρὶς τέχνης ἀλόγως φερόμενος τῶν τῇ πείρᾳ καταλαβόντων τὴν αἴσθησιν καὶ βλαπτομένων παρὰ τῆς φύσεως· τοὐναντίον γὰρ αὐτὸν σφάλλοι, φησὶ, τὰ τῆς φύσεως πλεονεκτήματα, καὶ ἑξῆς· καὶ ἁπλῶς εἰπεῖν ὅσον συμβάλλεται φύσις, ὅταν ἔχῃ τὸν λόγον ῥυθμίζοντα καὶ κυβερνῶσαν τὴν τέχνην, τοσοῦτον βλάπτει χωρὶς τούτων προσγινομένη, περιγίνεται γὰρ οὐδὲν τῶν χρησίμων τῷ νομίζοντι χωρὶς ἐπιστήμης προὔχειν, ἀλλὰ πάσχει ταὐτὸν τοῖς ἀλόγοις. καθάπερ γὰρ ἵππος ταχὺς ἄνευ τοῦ διοικοῦντος ἀτάκτως φερόμενος θεῖ μὲν ταχέως, ἀλλὰ σφαλερῶς καὶ τὴν μέσην ἀφεὶς ὁδὸν καὶ τετριμμένην εἰς ἀβάτους καὶ κρημνώδεις ἀφίησι τόπους, οὕτω καὶ ἡ γενναία φύσις χωρὶς λόγου καὶ τέχνης ὅποι καὶ τύχοι φέρεται πεπλανημένη τῆδε κἀκεῖσε, καὶ μηδὲν δυναμένη τῶν προσηκόντων ποιεῖν· ἀλλʼ οὐδὲν πρὸς ἔπος φασί· μένει γὰρ τὸ διαπορηθὲν, καὶ περιττὸν τὸ πονεῖν περὶ τὴν ὑποκειμένην πραγματείαν, φασὶν, ὅπου γε τὸ τέλειον αἰσθήσει καὶ μόνῃ καταλαμβάνεται, καὶ τοῦτο μὲν ἀληθῶς· οὐδὲν γὰρ ἔχει πλέον ὁ τὴν τέχνην ἠσκημένος τοῦ μὴ οὕτως ἔχοντος περὶ τὴν τελείαν κατάληψιν· ἄμφω γὰρ τὸ ὅλον αἰσθήσει γινώσκουσιν· ἀλλʼ ὁ μὲν ἀναλόγως ἔχει περὶ τὰ τοιαῦτα, καὶ τὴν περὶ ταῦτα διοίκησιν ἀγνοεῖ, διὸ καὶ τὴν ἀρχὴν οὐκ ἐφικνεῖται τοῦ δέοντος, ὁ δὲ περὶ τὰ κατὰ μέρος ἐμπείρως ἔχων ὃ δʼ ἂν βουληθείη μετὰ λόγου καὶ τέχνης ποιεῖ καὶ τὴν ἀρχὴν οὐ διαμαρτάνει τοῦ προσήκοντος· καὶ τοῦτο δῆλον ἡμῖν ὁ τεχνικὸς ἐν ἀρχῇ τῆς πραγματείας πεποίηκε· τὰ γὰρ ποιοῦντα, φησὶ, τὰς ἰδέας καὶ κατὰ μέρος σπουδή μοι διδάσκειν καὶ τὰς μίξεις αὐτῶν ὁρᾷν.
ιαʹ. Ἀπορήσειεν ἄν τις, διὰ τί τὰ παρὰ τῆς φύσεως ἀγαθὰ ἐν ἄλλοις ὠνόμασεν· ἐν ἡμῖν γὰρ δηλονότι καὶ ἡ φύσις καὶ τὰ παρὰ τῆς φύσεως δῶρα, ὅπως ἂν ἕκαστα διακείμενα τυγχάνοι. φαμὲν οὖν, ὅτι ἐν ἄλλοις εἶπε τὰ τῆς φύσεως, διότι οὐκ ἐν ἡμῖν προηγουμένως τὸ κῦρος αὐτῶν· οὐ γὰρ ἂν ἑκών τις ἕλοιτο τὴν νωθῆ τε καὶ ἀπρονόητον ἑκάστων φύσιν, ἢ τὴν ὀξεῖαν καὶ πρὸς πάντα χωρεῖν ἕτοιμον, ἀλλὰ δῆλον, ὅτι ἥ τε παρὰ τῶν προτέρων βίων ἀξία καὶ ἡ τοιάδε τῶν προτέρων ἕξις, ἄλλα τε πρὸς τούτοις αἴτια θεῖά τε καὶ ἀνθρώπινα χορηγὰ τῆς διαφόρου φύσεως ἑκάστῳ τυγχάνει. διὸ τὰ μὲν παρὰ τῆς φύσεως ἐν ἄλλοις εἶπεν, ἐφʼ ἡμῖν δὲ τὰ τῆς μαθήσεως· προαίρεσις γὰρ καὶ ὁρμὴ βελτίστη, τῆς φύσεως ὑπουργούσης, τῶν καλλίστων ἁπάντων ἡμῖν πρυτανεύονται τὰς μαθήσεις· ἔτι γε μὴν καὶ Διονύσιος πρὸς τῷ τέλει τοῦ τετάρτου βιβλίου τῶν περὶ μιμήσεως προαιρέσεώς τε καὶ δυνάμεώς φησι τὴν κυριωτάτην εἶναι μοῖραν ἐν τῇ φύσει, ἣν οὐκ ἐφʼ ἡμῖν εἶναι, οἵαν ἀξιοῦμεν ἔχειν· τῆς δὲ προαιρέσεως οὐδὲν μέρος ἐστὶν, οὗ μὴ τὴν ἐξουσίαν ἡμεῖς ἔχομεν· καὶ ἔοικεν ὁ τεχνογράφος ἐπιμελῶς ἐκείνοις ἐντετυχηκὼς καὶ αὐτὸς οὐκ ἐφʼ ἡμῖν ὠνομακέναι τὴν φύσιν.
ιβʹ. Ἐκ τοῦ κατὰ σοφιστῶν Ἰσοκράτους ἔγνωμεν, ὅτι τῆς ῥητορικῆς τὸ μέν ἐστι διδακτὸν, τὸ δὲ ἀδίδακτον, οἷον ἡ περί τι ἐπιτηδειότης προσοῦσά τινι ἐκ φύσεως, οὐκ ἂν γάρ τις ἐκ μιμήσεως τοῦτο προσλάβοι, εἰ μὴ τῷ διδασκάλῳ παραπλησίως ἔχοι φύσεως, τὸ χαριέντως λέγειν τυχὸν ἢ τὸ συντόμως, περὶ ὧν φησιν ὁ Ἰσοκράτης δεῖν τὸν διδάσκαλον παράδειγμα ἑαυτὸν καθιστάναι· φασὶ γὰρ οἱ φιλόσοφοι πρὸς τὸ ἦθος τῆς ψυχῆς μεταμορφοῦσθαι καὶ χαρακτηρίζεσθαι τοὺς λόγους· οἷον εἰ τραχὺς τὸ ἦθος, καὶ ὁ λόγος τοιοῦτος· εἰ χαρίεις, καὶ ὁ λόγος τοιοῦτος. τοῦτο οὖν οὐ διδακτὸν, ἀλλὰ φυσικόν.
ιγʹ. Ἀναγκαία, φησὶ, τῶν ἰδεῶν ἡ γνῶσις καὶ τῷ λέγοντι καὶ τῷ κρίνοντι· πολὺ δὲ μᾶλλον ἀναγκαιοτέρα τῷ ἀμφότερα ἐπιτηδεύοντι, καὶ τὸ λέγειν καὶ τὸ κρίνειν.
ιεʹ. Ἱκανῶς παραστήσας τὸ χρήσιμον καὶ δείξας ἀναγκαιότατον τὸν περὶ τῶν ἰδεῶν λόγον καὶ τοῖς ἐργάζεσθαι ταῦτα καὶ τοῖς εἰδέναι κρίνειν βουλομένοις ἐπὶ τὴν κοινὴν ἀνατρέχει δόξαν, καί φησιν, μὴ δεῖν θαυμάζειν, εἰ μὴ ῥᾴδιον αὐτὸν μηδʼ οἷον ἁπλῆς τινος πραγματείας ὄντα εὑρίσκομεν· ἐπεὶ μηδὲ ἄλλο τι τῶν χρηστῶν ἐκ τοῦ ῥᾴστου πέφυκε περιγίνεσθαι, εἰ δὲ χαλεπὰ τὰ καλὰ, πόσον μᾶλλον ὁ λόγος, καθʼ ὃν καὶ μόνον τῶν ἀλόγων διενηνόχαμεν.
ιϛʹ. Εἰ γὰρ ἐν θνητοῖς τοῦτο μόνον λογικὸν, εἰκότως αὐτῷ καὶ ἡ τοῦ λόγου ἄσκησις πάντων ἐστὶν ἁρμοδιωτέρα, ἑκάστου γὰρ κατὰ φύσιν πρὸς τὴν οἰκείαν ἐπείγεται σωτηρίαν, σώζει δὲ ἕκαστον ἡ τελειότης· ἑκάστου δὲ ἀνθρώπου τελειότης οὐδὲν ἕτερον ἢ λόγος· πάντων ἄρα κρείττων ἀνθρώποις ἡ περὶ λόγους ἄσκησις.
ιζʹ. Τῶν ἰδεῶν λέγει, καλεῖται γὰρ τὰ αὐτὰ εἴδη καὶ ἰδέαι, ὡς ἐν τῷ περὶ στάσεων· εἴδους γὰρ ἕνεκα προβλημάτων ἀντὶ τοῦ ἰδέας.
ιηʹ. Εἰ γὰρ ἐν θνητοῖς, φησὶ, μόνος ὁ ἄνθρωπος λογικὸς, καὶ ἡ τοῦ λόγου ἄσκησις πάντων αὐτῷ ἄρα ἐστὶν ἁρμοδιώτερον.
ιθʹ. Εἰ γὰρ καὶ ἐκ πλειόνων, φησὶν, ἰδεῶν κ. τ. λ. προσηγορίας. ἐκ τούτων δὲ ἁπάντων κατασκευάσας τὸ χρήσιμον καὶ τὰς τῶν ἀντιλεγόντων διαβολὰς ἀρκούντως ἐκκαθάρας ὑπʼ αὐτὸν ἔρχεται τὸν σκοπὸν, ἔνθα καὶ ζήτησιν ἀπʼ αὐτῆς τῆς λέξεως ἀναφαίνεται· τί δή ποτε τὰ πρῶτα τοῦ σκοποῦ κατὰ ἀναίρεσιν λαβὼν ἐπήγαγεν κατὰ θέσιν τὰ ἑπόμενα. καὶ μὴν τοὐναντίον ἔδει ποιεῖν, καὶ τὴν μὲν οἰκείαν προαίρεσιν κατὰ θέσιν ἐμφαίνειν, ἐκεῖνα δὲ τιθέναι κατὰ ἀναίρεσιν, περὶ ὧν διδάσκειν οὐκ ἤθελεν. ἀλλʼ ἴσως καὶ κατʼ αὐτὸ τοῦτο θαυμάσαις ἂν αὐτὸν, εἰ καὶ μὴ τὴν ὀρθῶς ἔχουσαν λάβοις ἐξήγησιν. καὶ γὰρ διὰ τοὺς πρὸ αὐτοῦ κακῶς μεταχειρισαμένους τὸν περὶ τῶν ἰδεῶν λόγον κατὰ ἀναίρεσιν εὐθὺς ἔλαβε τὸν σκοπὸν, ἐντεῦθεν ἡμῖν παραστῆσαι βουλόμενος, ὅτι τὴν μὲν ἐκείνων φεύγειν κακίαν οἱ τῶν καθόλου βραχέα φροντίσαντες τὴν πᾶσαν ἔθεντο σπουδὴν ἑνὸς ἑκάστου διδάσκειν τοὺς τύπους, ὃ τὴν ἀρχὴν ὁ τεχνικὸς ἀποσειόμενός φησι, μὴ περὶ τῆς Πλάτωνος ἰδέας ἢ Δημοσθένους ἢ τοῦ δεῖνος εἶναι τὸν λόγον, ἀλλʼ ἕκαστον αὐτὸ πρότερον δεῖξαι, τί σεμνότης καὶ πῶς γίνεται, καὶ ποία ἡ τραχύτης καὶ τὰ λοιπὰ τῶν λόγων εἴδη· καὶ οὗτος μὲν ὁ λόγος οὐ πόρρω τῆς ἀληθείας· λέγει γὰρ παρακατιὼν, ὡς οὐδεὶς τῶν παλαιοτέρων ἀκριβές τι περὶ τούτων φαίνεται πραγματευσάμενος, ὅσοι δὲ καὶ προσήψαντο, τεταραγμένως· ἀλλὰ καὶ οὗτος μὲν, καθὰ δεδηλώκαμεν, ὁ λόγος ἐφάπτεται τῆς ἀληθείας, πλὴν ῥηθήσεται καὶ ἕτερος κατά γε τὴν ἐμὴν κρίσιν τοῦ προλεχθέντος ἐρρωμενέστερος, ἀνεῖλε γὰρ εὐθὺς ἐκ τοῦ σκοποῦ τὰ παρὰ τοῖς πολλοῖς γνώριμα καὶ ὧν ἀντιλαμβάνεται πρῶτον ἡ αἴσθησις, οὐ γὰρ περὶ τῆς Πλάτωνος ἢ Δημοσθενικῆς ἢ τοῦ δεῖνός φησιν ἰδέας ἡμῖν, ἀλλὰ διδάξει, τί σεμνότης, καὶ τί ἀφέλεια, καὶ νῦν μὲν ἐκ τοῦ παρατυχόντος τίθησιν τὰ παραδείγματα, τὴν γὰρ τάξιν καὶ τὴν ἀκολουθίαν ἐπʼ αὐτῆς φυλάττει τῆς διδασκαλίας.
κʹ. Πρὸς τῷ τέλει τοῦ περὶ ἰδεῶν ἐν τῷ δευτέρῳ βιβλίῳ, ἐν ᾧ περὶ τῶν χαρακτήρων ἑκάστου τῶν ἀρχαίων διαλαμβάνεται, καὶ ἰδίᾳ περὶ ἑκάστου τῶν ἀρίστων ῥητόρων τε καὶ συγγραφέων διεξέρχεται.
καʹ. Πῶς, φησὶν, ἃ νῦν ἀπηγόρευσε, περὶ τούτων μικρὸν ὕστερον ἐπαγγέλλεται λέγειν· καὶ τοῦτο δοκεῖ πως εἶναι τῶν ἀλύτων· εἰ μή τις πρὸς τὸν τρόπον ἀποβλέψει τῆς διδασκαλίας· ὁ μὲν γὰρ σκοπὸς αὐτῷ περὶ τῆς ἁπλῶς σεμνότητος εἰπεῖν, ὁ δὲ τῆς διδασκαλίας καταναγκάζει τρόπος εἰς τύπον ἀρχαῖον κατενεχθῆναι· οὐ γὰρ ἂν οὕτως ὁ περὶ τῆς σεμνότητος σταίη λόγος διὰ κενῆς, διὸ καὶ περὶ τούτων διδάσκειν ἐπαγγέλλεται· καὶ τοῦτο μὲν ἐντεῦθεν ἀπελυσάμεθα.
κβʹ. Ὁποῖον μὲν, ὅτι μεγέθους τῷ λόγῳ περιποιητικὴ, ὅπως δὲ γίνεται, διὰ ποίων ἐννοιῶν, μεθόδων, λέξεων, σχημάτων καὶ τῶν λοιπῶν. Ἰστέον δὲ, ὅτι ἄλλο μὲν εἶδος, καὶ ἄλλο ἰδέα, ὡς ἄνω ἔφαμεν· τοῖς δὲ ὀνόμασι διαφόρως κέχρηται, ποτὲ μὲν εἴδη τὰς ἰδέας καλῶν, ποτὲ δὲ ἰδέας τὰ εἴδη· ἰδέαι δὲ λόγων αἱ γενικώταταί εἰσιν ἑπτά· σαφήνεια, μέγεθος, κάλλος, γοργότης, ἦθος, ἀλήθεια, δεινότης· αἱ δὲ τρεῖς διαιροῦνται εἰς ἑτέρας δώδεκα, ὡς εἶναι τὰς πάσας ἑκκαίδεκα· ἑκάστη δὲ τούτων εἰς ὀκτὼ διαιρεῖται, ἔννοιαν, μέθοδον, λέξιν, σχῆμα, κῶλον, συνθήκην, ἀνάπαυσιν, ῥυθμόν.
κγʹ. Ἰστέον, ὅτι ἡ σεμνότης καὶ ἡ τραχύτης καὶ ἡ ἀφέλεια, ὧν ἐνταῦθα μέμνηται, γενικαὶ οὔκ εἰσιν ἰδέαι· ἀλλʼ εἰς ἕτερον ἀνάγονται, ὡς αὐτὸς ὑποκατιὼν διδάξει· ἡ μὲν γὰρ σεμνότης καὶ ἡ τραχύτης ἀνάγονται ὑπὸ τὴν ἰδέαν, ἣ καλεῖται μέγεθος, ἡ δὲ ἀφέλεια ὑπὸ τὸ ἦθος.
κδʹ. Τοῦτο δοκεῖ πως εἶναι τῶν ἀπόρων· αὐτὸς γὰρ τοῖς ἑαυτοῦ, φασὶ, περιπετὴς γίνεται λόγοις, καὶ οἷς ἐγκαλεῖ τοῖς πρὸ αὐτοῦ, τούτοις ἐπὶ τοῦ παρόντος φαίνεται χρώμενος· λέγει γὰρ ἕνεκα τῶν κατʼ ἄνδρα εὐδοκιμούντων ταύτης δεῖσθαι τῆς πραγματείας· ἔπειτα συντρέχει πάλιν αὐτοῖς πανταχῆ τἀναντία τῆς οἰκείας προαιρέσεως ἀποφηνάμενος. καὶ πρῶτον μὲν ἔφη περὶ Πλάτωνος ἢ Δημοσθένους, μὴ εἶναι ἰδέας τὸν λόγον· ἔπειτα καὶ περὶ αὐτῶν τούτων, φησὶν, ἐν ὑστέρῳ λελέξεται, καὶ τὸ μὲν ἐκ τοῦ τρόπου τῆς διδασκαλίας ἀπελυσάμεθα, τῶν κατʼ ἄνδρα εὐδοκιμούντων εἶναι τὴν ὑποκειμένην πραγματείαν, καὶ αὐτὸς ἀνεῖλε τῶν προλαβόντων καταμεμψάμενος, οἳ περὶ ταῦτα τὴν πᾶσαν ἐσχήκασι σπουδὴν, τῶν καθόλου βραχέα φροντίσαντες. ἀλλʼ ὅρα μήπω δύο σκοποὺς εἶναι βούλεται, καὶ μηδεὶς πρὸς τὸ λεχθὲν ἑκὼν ταράξει· τί γὰρ τὸ κωλύον δύο πραγμάτων ὑποκειμένων εἶναι τοσαῦτα καὶ τὰ τέλη· οὐ γὰρ ἑνὸς πράγματος εἶναι δύο τέλη λέγων, μήποτʼ εἰς τοσοῦτον μανείην· ἀλλὰ τὸν μὲν ἕνα σκοπὸν εἶναί φημι περὶ τῶν ὅλων, τὸν δʼ ἕτερον περὶ τῶν κατʼ ἄνδρα ποιούντων· ὃς ὑποβέβηκε τῷ προτέρῳ καὶ πρὸς αὐτὸν ἀφορᾷ, περὶ οὗ καὶ ἡ πᾶσα τῆς πραγματείας ἀνήκει διοίκησις· ὅταν οὖν λέγῃ περὶ σεμνότητος καὶ τραχύτητος, περὶ τῶν τοιούτων σχημάτων τὰς καθόλου ἰδέας διδάσκει, ὅταν δὲ τοὺς κατʼ ἄνδρα περὶ τῶν τελῶν· τῶν δὲ πρὸ αὐτοῦ φαίνεται καταμεμψάμενος, ὡς κακῶς τὴν τῶν ποιούντων πραγματευσαμένους μεταχείρισιν· εἰ δέ τις ἡμᾶς μὴ λέγειν τἀληθὲς, ἀλλὰ φενακίζειν ἐκ τούτων ὑπολαμβάνει τῶν λόγων, εἰς μνήμην ἔλθοι τῶν προλαβόντων· οὐ γὰρ μόνον πρὸς τὸ θεωρεῖν, ἀλλʼ ἤδη που καὶ πρὸς τὸ δημιουργεῖν χρησιμώτατον ἔφαμεν τὸν περὶ τῶν ἰδεῶν λόγον· ἐργαζόμεθα δὲ καὶ κρίνομεν τοὺς τελείους δηλονότι χαρακτῆρας, ὥστε δύο σκοπῶν εὑρισκομένων καὶ τοῦ μὲν φερομένου πρὸς τὰ τέλη, τοῦ δὲ πρὸς τὰ ποιοῦντα προσηκόντως ὁ τεχνικὸς πρὸς ἑκάτερον ἀποδέδωκεν· ἔστι μὲν γὰρ ὁ πᾶς αὐτῷ σκοπὸς περὶ τῶν ποιούντων διαλαβεῖν, ἀλλʼ ἐπεὶ τὸ τέλος οὐκ ἐν τούτοις ὑπέφηνε καὶ τὸ μὴ πάνυ σπουδαζόμενον περιέλαβεν· ὃ κατορθοῦνται ἐκ τῆς περὶ τῶν ποιούντων ἐπιστήμης.
κζʹ. Τὸ μὲν τοῦ τοιούτου τοῦ Δημοσθενικοῦ λόγου φησὶ, μέρη δὲ βουλευτικὸν, πανηγυρικὸν ἢ μικτὸν, τὰ ἐν προοιμίοις ἢ ἀντιθέσεσιν ἢ διηγήσεσιν εἰρημένα, εἶδος δὲ δικανικὸν, συμβουλευτικὸν, πανηγυρικὸν, ἢ μικτόν.
κηʹ. Τοῦ τοιούτου τοῦ Δημοσθένους λόγου ἀνάγκη, φησὶ, τό τε ὅλον εἶδος σκοπεῖν, οἷον ὅτι δικανικὸς ὁ περὶ τοῦ στεφάνου λόγος ὢν, πανηγυρικῆς ἐστιν ἰδέας καὶ τὰ μέρη· μέρη δέ ἐστι σεμνότης, λαμπρότης· ἐξ ὧν ὁ λόγος συνέστηκεν.
κθʹ. Τὸ μὲν ὅθεν ἐκ ποίων εἰδῶν κεκίνηται τῆς ῥητορικῆς, τὸ δὲ ἐξ ὧν ποίαις τισὶν ἰδέαις κέκραται· τὸ δὲ ὁποῖον ἠθικὸν ἢ πραγματικὸν, ἢ παθητικὸν, καὶ διʼ οὗ τοιοῦτον· ἀντὶ τῶν τίνων μιγέντων ἢ κραθέντων ὁ παθητικὸς ἢ ἠθικὸς γέγονε λόγος.
λαʹ. Ἀντὶ τοῦ ἁρμόττων μᾶλλον ποιηταῖς, εἰσὶ γὰρ ἰδέαι, αἷς ἐάν τις ἐπὶ πολὺ χρήσεται, ποιητικότερον ἐργάζεται τὸν λόγον· εἰ γὰρ καὶ μὴ μεταχρῆται, ἀλλʼ ἥ γε καὶ διάνοια καὶ ὁ χαρακτὴρ ποιητικὸς, καὶ ἐπειδή εἰσιν ἰδέαι λέξεις ἀπαιτοῦσαι ποιητικὰς, ὡς ἡ γλυκύτης.
λγʹ. Μηδεὶς, φησὶν, ἐπιτιμήσῃ μήτε τῇ μεθόδῳ ταύτῃ, μήτε τῇ κρίσει, πρὶν ἅπασιν ὁμιλήσῃ τοῖς ῥηθησομένοις· ἐκεῖσε γὰρ σαφῶς καὶ τὸν τρόπον οἴσεται τῆς διδασκαλίας, ὃν ἐπὶ τοῦ παρόντος λέγειν ἀδύνατον· πῶς γὰρ οἷόν τε τὴν πᾶσαν τοῦ βίου δύναμιν ἐν τῇ προθεωρίᾳ μαθεῖν· διὸ περὶ μὲν τοῦ τρόπου τῆς διδασκαλίας ἐν τοῖς ἐφεξῆς ὑπερέθετο, καθὰ καὶ Δημοσθένης ἐν τῷ περὶ στεφάνου πεποίηκεν· εὐθὺς γὰρ ἐν τοῖς προοιμίοις εὔνουν ἑαυτὸν εἶναι φήσας, οὐχ ὅσα ποιεῖ τὴν εὔνοιαν διεξῆλθε· τάχα γὰρ τὸν πάντα λόγον εἰς τοῦτο κατανάλωσε, τῆς πολιτείας μεμνημένος, καὶ ὅσα περὶ τὴν πόλιν ἐξειργάσατο, καὶ πολλὴν εὐθὺς ἐκ τῆς εἰσβολῆς τοῦ βιβλίου τοῖς ἐντυγχάνουσιν ἐνέβαλε σπουδήν· δῆλον γὰρ, ὡς προθύμως ἀνθέξονται τῆς πραγματείας, ἅτε μηδὲν ἐχούσης κατὰ τὴν τοῦ γράψαντος ἐπαγγελίαν εἰ σαφὲς ἢ τὴν ἀρχὴν ἀνευκρίνητον· τὸν αὐτὸν οὖν τρόπον καὶ ὁ τεχνικὸς ὑπερέθετο μὲν ἐν τοῖς ἐφεξῆς περὶ τοῦ τρόπου τῆς διδασκαλίας· ἓν δὲ μόνον ἔλαβε, λέγω δὴ τὴν εὐκρίνειαν, ὅπως ἐκ ταύτης ἐφελκύσεται τοὺς ἀκροατάς.
λδʹ. Ἀσύντακτον εἶναι δοκεῖ τοῦτο· δεῖ οὖν τὸ ὅτι νοεῖν αἰτιολογικὸν οὕτως· ὁ τοίνυν Δημοσθένης, ἐπειδὴ τὸ κεφάλαιον ἦν τῶν πολιτικῶν λόγων ἠκριβωκὼς, τουτέστι τὸ καταποικίλλειν τὸν λόγον, καὶ μιγνύναι τὰ εἴδη, τὸ μὲν ὅπως ἐμίγνυ καὶ συνέπλεκεν οὐ χαλεπόν ἐστιν εὑρεῖν· ἐξ οἵων μέντοι ἀρχῶν προϊὼν τοιούτους ἀπειργάζετο τοὺς λόγους, τοῦτο δυσχερὲς εὑρεῖν, ἄμεινον δὲ καθʼ ὑπέρβατον συντάξαι· τὸ μὲν τοίνυν εὑρεῖν, ὡς ὁ Δημοσθένης ἠκριβωκὼς, ὅ τί περ ἦν κεφάλαιον τῶν πολιτικῶν λόγων, διὰ πάντων ἥκει ταῖς μίξεσι, τάχα ἂν οὐ τῶν σφόδρα γένοιτο χαλεπῶν· μίγνυσι δὲ πανταχοῦ εἴδη, ὡς ἐν τοῖς Φιλιππικοῖς κατηγορεῖ τῶν προδοτῶν, καὶ ψέγει τὸν Φίλιππον, ἐγκωμιάζει δὲ τοὺς προγόνους, ὡς ἐν τῷ τρίτῳ τῶν Ὀλυνθιακῶν.
λϛʹ. Μετὰ τὸν τρόπον τῆς διδασκαλίας συνίστησι τὸ παράδειγμα καί φησι κεφάλαιον εἶναι τῶν πολιτικῶν λόγων τὸν Δημοσθένην. καὶ λίαν ἠκριβωκέναι τὴν περὶ τούτων διοίκησιν, ἀλλʼ ὅτι μὲν διὰ πάντων ἥκει πανταχοῦ ταῖς μίξεσι, καὶ συμβουλεύων μὲν οὐ πάντη χωρίζει τοῦ δικανικοῦ τε καὶ πανηγυρικοῦ τὸν λόγον αὐτοῦ, καὶ πάλιν αὖ ἐπὶ τῶν ἄλλων οὐκ ἀφίσταται τῶν λοιπῶν· τάχα ἂν οὐ τῶν σφόδρα, φησὶ, γένει χαλεπῶν τοῖς οὐχ ἁπλῶς αὐτὸν μετιοῦσιν· διʼ ἣν δὲ αἰτίαν τὰ ποιοῦντα μιγνύμενα διαφόρως ἀλλοιοτέρους ποιεῖ τοὺς λόγους, χαλεπὸν οὐ μόνον εὑρεῖν, ἀλλὰ καὶ εὑρόντα εἰπεῖν καὶ δεῖξαί τι σαφὲς περὶ αὐτῶν· ἐπεί τοι καὶ τὴν ἔκλειψιν τῆς σελήνης καὶ ὁ τυχὼν, εἰ βούλοιτο, μόνον θεάσεται· τί δὲ τὸ αἴτιον καὶ πόθεν ἐγένετο ἐπιστήμονος εὑρεῖν καὶ διδάξαι σαφῶς· ὅτι δὲ παγχάλεπον καὶ τὸ ἐπινοῆσαι καὶ τὸ εὑρεθὲν εἰπεῖν καὶ παραστῆσαι μετὰ εὐκρινείας, δεδηλώκασιν οἱ πρὸ αὐτοῦ μηδὲν ἀκριβὲς περὶ τούτων πραγματευσάμενοι.
λζʹ. Στοιχείοις, οἷον ἀρχαίοις τύποις ἀπὸ μεταφορᾶς τῶν τεσσάρων στοιχείων, πυρὸς, ἀερὸς, γῆς, ὕδατος, ἐξ ὧν πᾶν σῶμα συνίσταται.
λθʹ. Καλῶς τὸ ἀκριβές. Οἶδε γὰρ καὶ Βασιλικὸν γεγραφότα πρὸ αὐτοῦ περὶ ἰδεῶν, οὐ μέντοι σὺν εὐκρινείᾳ καὶ τάξει τῇ ἀρίστῃ, ᾗπερ διαφερόντως αὐτὸς φαίνεται κεχρημένος.
μʹ. Πρῶτον μὲν, φησὶν, ὀλίγοι τετολμήκασιν ἐπὶ τὴν τοιαύτην ἐλθεῖν ἐγχείρησιν, ὅσοι δὲ καὶ προσήψαντο, συγκεχυμένως τοῦτο πεποιήκασι καὶ τοσοῦτον ἀπέχουσι τοῦ διδάσκειν ἑτέρους, ὥστε τὴν ἀρχὴν ἑαυτοῖς ἀπιστοῦσιν, εἰ δεόντως ὅλως εἰρήκασιν.
μαʹ. Τῷ εἰπεῖν ἥψαντο ἐσήμανεν, ὅτι οὐ τελείως εἰρήκασιν· οὐ γὰρ ἀφώρισαν καὶ ἐπεσημήναντο, ὅτι τότε τὸ σχῆμα σεμνότητος τυχόν ἐστιν ἢ ἄλλης ἰδέας, ἄλλʼ ἀναμὶξ πάντα τεθείκασιν ἀτάκτως.
μβʹ. Εἰς τοὺς ὑπομνηματίσαντας τῶν Δημοσθενικῶν λόγων ἐνίους ἀποτείνεται καὶ τὰς περὶ αὐτῶν θεωρίας φιλοτιμότερον ἐπεξεργασαμένους Βασιλικόν τε καὶ Ζήνωνα καὶ τοὺς ὁμοίους.
μγʹ. Τινὲς, φησὶν, περὶ τῶν Δημοσθένους λόγων γράψαντες οὐ περὶ σεμνότητος καὶ τῶν ἄλλων ἰδεῶν καθολικῶς διελέχθησαν, ἀλλὰ περὶ τῶν παρʼ αὐτῷ σχημάτων ἐθεώρησαν, ἃ μέρη εἰσὶν ἀναγόμενα εἰς τὰς ἰδέας· ἑκάστης γὰρ ἰδέας ἴδιά ἐστιν σχήματα.
μδʹ. Οἱ ἐπιτυχόντες, φησὶν, εἰς αὐτοὺς, καὶ δόξαντές τι λέγειν, εἰς τὸ κατὰ μέρος κατεγένοντο τῶν καθόλου βραχέα φροντίσαντες, οἷον περὶ σεμνότητος ἀφελείας.
μεʹ. Μεταφορικὴ ἡ λέξις οὖσα, κυριώτατα γὰρ καὶ πρώτως ἐπὶ τῶν τοῦ κόσμου στοιχείων εἴρηται, δευτέρως δὲ ἐπὶ τῶν γραμμάτων, ἐκεῖνά τε γὰρ ἀρχὴ παντὸς τοῦ σωματικοῦ καὶ ταῦτα συλλαβῶν καὶ λέξεων· εἰκότως οὖν καὶ τὰς ἰδέας στοιχεῖα καὶ ἀρχὰς τοῦ ἀρίστου τῶν πολιτικῶν λόγων φησίν.
μζʹ. Τὸ ὁποῖα, οἵαν ἔχει φύσιν ἑκάστη τῶν ἰδεῶν, γλυκεῖαν, αὐστηρὰν, ἀφελῆ, δεινὴν, τὸ δὲ ὅπως γίνεται, διὰ ποίων κατασκευάζεται τόπων, τὸ δὲ τί δύναται, τί τὸ ἀπὸ τῆς μίξεως τῶνδε ἢ τῶνδε τῶν ἰδεῶν ἀποτέλεσμα.
μηʹ. Σκοπός ἐστιν τῷ τεχνικῷ ἁπάσας καθʼ ἑαυτὰς πρότερον παραστῆσαι τὰς ἰδέας, ὁπόσαι τέ εἰσι καὶ ὁποῖαι καὶ ὅπως γίνονται, τὸν δὲ Δημοσθενικὸν χάριν παραδείγματος ἔλαβε τύπον· οὐδὲ γάρ τις οὕτω φαίνεται διαποικίλας τὸν λόγον.
νʹ. Οὐκ ἰδία, φησὶν, ἑκάστη τῶν ἰδεῶν ἐπιτετήδευται καὶ μεμελέτηται παρὰ τῷ ῥήτορι, ἀλλʼ ἡ πασῶν ἅμα ἀκριβεστάτη καὶ ἐν τῷ δέοντι παρʼ αὐτῷ μίξις τὸν κάλλιστον τῶν πολιτικῶν ἀπεργάζεται λόγων· ὅθεν καὶ Διονύσιος ἐν τῷ πρώτῳ χαρακτήρων κράτιστον εἶναί φησιν ἐν πολιτικοῖς λόγοις τὸν Δημοσθενικόν.
ναʹ. Ἄρχεται μετὰ τὴν ἐκκάθαρσιν τῶν λυπούντων ἀποφαντικῶς τῆς διδασκαλίας· τοῦτο γὰρ ἀνδρὸς μάλα τεχνίτου, τὸ μηδαμῶς κατὰ τοὺς προειρημένους ἀπιστεῖν ἑαυτῷ περὶ ὧν ἂν βούληται λέγειν· ὅρα γὰρ, ὅπως ἀξιωματικῶς μηδὲν ἐνδοιάσας προέθετο μὲν κατὰ τὸν πρῶτον σκοπὸν, τὸν πολιτικὸν καὶ τέλειον λόγον, ὃν κατʼ ἐξαίρετον ἐκάλεσε Δημοσθενικόν· ἔπειτα διὰ τὴν ἀνάγκην ἐπὶ τὰ ποιοῦντα κατέφυγεν, ἃ δεῖ λαμβάνειν, ὡς ἓν καὶ μὴ κατὰ παράθεσιν, ἀλλὰ συμπεπλεγμένα καὶ διʼ ἀλλήλων ἥκοντα· τοιοῦτος γὰρ ὁ Δημοσθενικὸς λόγος.
νβʹ. Αἱ μὲν γὰρ ἑνὶ τῶν ὀκτὼ μερῶν ἀλλήλαις κοινωνοῦσιν, αἱ δὲ πλείοσιν, ὡς ἡ καθαρότης τῇ εὐκρινείᾳ, λέξει, κώλοις, συνθήκῃ κοινωνεῖ· καὶ ἡ τραχύτης τῇ σφοδρότητι κατὰ πλείονα.
νγʹ. Τοῦτό φησιν, ὅτι εὑρίσκονται ἰδέαι κοινωνοῦσαι ἀλλήλαις, κατὰ ἔννοιαν τυχὸν μόνην, ἢ καὶ σχῆμα μόνον· αἱ δὲ καὶ κατὰ ἔννοιαν καὶ κατὰ σχῆμα· κατὰ ἔννοιαν μὲν κοινωνεῖ τραχύτης τῇ ἀκμῇ· αἱ γὰρ ἐπιτιμήσεις, ὡς αὐτός φησιν, οὖσαι τραχύτητος ἴδιαι, ποιοῦσι καὶ τὴν ἀκμὴν, ὅτε καὶ κώλῳ καὶ σχήματι μακρῷ καὶ λαμπρῷ ἐξαγγελθεῖεν αἱ ἔννοιαι· κατὰ σχῆμα δὲ κοινωνεῖ, φησὶν, ἀφέλεια τῇ καθαρότητι, οἷον «Σαννίων ἐστὶ δή πού τις» καὶ τὰ ἑξῆς· καὶ γὰρ καθαρὸν τοῦτο καὶ ἀφελές· κατὰ ἔννοιαν δὲ καὶ κατὰ σχῆμα κοινωνεῖ ἡ ἀκμὴ τῇ σφοδρότητι.
νδʹ. Ὃ λέγει τοιοῦτόν ἐστιν· ἡ καθαρότης τῇ σεμνότητι κοινωνεῖ σχήμασι, κώλοις, ἀναπαύσει, τοῖς δὲ κεχώρισται· ὥστε τὰ μέρη τὰ ὀκτὼ διαφορὰς καλεῖ· λέγει οὖν, ὅτι κατὰ ἓν μέρος ἢ δύο μέρη κοινωνεῖ ἰδέα, τοῖς δὲ ἄλλοις κεχώρισται, ὥστε τὰ μέρη τὰ ὀκτὼ διαφορὰς καλεῖ, ὡς μικρὸν ὕστερον εἰσόμεθα· ἢ οὕτως κατὰ διαφοράν τινα· ἐπειδὴ τὴν τραχύτητα λέγει τυχὸν κοινωνεῖν σφοδρότητι κατὰ ἔννοιαν, οὐ μέντοι καθάπαξ· ἡ μὲν γὰρ κατὰ μειζόνων γίνεται προσώπων, ἡ δὲ σφοδρότης κατὰ ἐλαττόνων· κοινωνοῦσα οὖν κατὰ διαφοράν τινα, ἐννοίᾳ, μεθόδῳ, κεχώρισται σχήμασι, κώλοις.
νεʹ. Ἔνια γὰρ τῶν παρακολουθημάτων, εἰ τύχοι ταύτης τῆς ἰδέας, καὶ ἕτερα παρέπεται· καὶ κατὰ τοῦτο συμφερομένη διέστηκεν ἑτέροις τρόποις, ὡς προϊόντες ἀποδείξομεν, καὶ συμβαίνει κατὰ διαφορὰν αὐτὰς κοινωνεῖν· οἷς γὰρ, εἰ τύχοι, συμφέρεται μιᾷ τῶν ἰδεῶν, τούτοις ἀπὸ τῆς ἑτέρας χωρίζεται.
νϛʹ. Περὶ μὲν τῶν ἰδιωμάτων ἑκάστης ἰδέας ἐπὶ τοῦ παρόντος ὑπερέθετο λέγειν, ἀναγκαῖον ἡγησάμενος περὶ τῶν κοινῶν πρῶτον εἰπεῖν, ἐξ ὧν πᾶς πέφυκε γίνεσθαι λόγος· τάχα γὰρ ἂν ἡ τούτων διδασκαλία συντελέσει πρὸς ῥᾳδίαν τῶν κατὰ μέρος κατάληψιν· ὅτε καὶ τὰς ὑποβεβηκυίας τισὶ τῶν προειρημένων ἰδεῶν προθέντες, ἐξ ὧν πεφύκασι γίνεσθαι, λέγοιμεν, ὥστε προλαμβάνειν δεῖ τὴν τῶν κοινῶν διδασκαλίαν· εὐμαρέστερον γάρ πως ὁ ταῦτα καταλαβὼν παρακολουθήσει τοῖς ὑπολοίποις.
αʹ. Αἱ μὲν γὰρ τῶν ἰδεῶν μονοειδεῖς ἔχουσι τὰς ἐννοίας, ὡς ἡ καθαρότης, αἱ δὲ καὶ μέχρι τριῶν καὶ τεττάρων προέρχονται τόπων, ὡς ἡ σεμνότης καὶ εἴ τινες ἕτεραι ταύτῃ ὅμοιαι, ὡς αἱ ἱστορικαί· καὶ γὰρ αὗται διὰ τὸν χρόνον πλησιάζουσι ταῖς μυθικαῖς, ὡς καὶ Θουκυδίδης φησί· καὶ ὅσαι τὰ ταῖς αἰσθήσεσιν ἡδέα ἐκφράζουσιν, ὄψει, ἀκοῇ, ὀσφρήσει, γεύσει, ἁφῇ, ὡς Ὅμηρος· Τοῖσι δʼ ὑπὸ χθὼν δῖα φύεν νεοθηλέα ποίην, Λωτόν τʼ ἐρσήεντα ἰδὲ κρόκον ἠδʼ ὑάκινθον, καὶ Σαπφὼ Ἀμφὶ δʼ ὕδωρ Ψυχρὸν κελαδεῖ διʼ ὄσδων Μαλίνων, καὶ Οἷον τὸ γλυκύμαλον ἐρεύθεται ἄκρῳ ἐπʼ ὄσδῳ, Ἄκρον ἐπʼ ἀκροτάτῳ, λελάθοντο δὲ μαλοδροπῆες. Οὐ μὰν ἐκλελάθοντʼ, ἀλλʼ οὐκ ἐδύναντʼ ἐφικέσθαι. καὶ Θεόκριτος Ἁδὺ δὲ τοῦ θέρεος παρʼ ὕδωρ ῥέον αἰθριοκοιτῇν. καὶ Ὡς μέλι τοι γλυκὺ τοῦτο κατὰ βρόχθοιο γένοιτο.
βʹ. Ἡ ἔννοια ἐνεργοῦσα ποιήσει τὴν μέθοδον· ἡ γὰρ ἔννοια ἀναλογοῦσα τῇ ψυχῇ, ὅταν μὲν ἠρεμῇ καὶ μένῃ καθʼ ἑαυτὴν, οὐδὲν ἀποτελεῖ· κινουμένη δὲ ποιεῖ τι, καὶ τοῦτο καλεῖται μέθοδος· ἡ περὶ τὴν ἔννοιαν, καὶ οὐ μόνον ἡ ἔννοια ψυχῆς τάξιν ἐπέχει, καὶ ἡ μέθοδος τῆς κινήσεως, ἀλλʼ ἰδία καὶ ἡ λέξις τοῦ σώματος· ὥσπερ γὰρ οὐ δυνατὸν ἐνεργεῖν τὴν ψυχὴν ἄνευ σώματος, οὕτως καὶ τὴν ἔννοιαν οὐχ οἷόν τε χωρὶς λέξεως· ἀναλογεῖ γὰρ ἡ λέξις τῷ σώματι, καὶ ὥσπερ ἐν τῷ σώματί εἰσιν αἱ μορφαὶ, οὕτως ἐν τῇ λέξει τὰ σχήματα· καὶ δὴ πάσας τὰς τοῦ σώματος ἰδιότητας εὕροις ἂν ἐπὶ τῆς λέξεως, ὥσπερ καὶ τὰς τῆς ψυχῆς ἐπὶ τῆς ἐννοίας· ἔστι μὲν γὰρ αὐτῇ σχήματα, καθάπερ ἐπὶ τῶν σωμάτων αἱ μορφαὶ, μαὶ μακρὰ καὶ βραχέα κῶλα, τάξιν τοῦ μεγέθους ἐπέχοντα, καὶ σύνθεσις ὁμωνύμως κ. τ. λ. Οὕτως κατὰ πάντα παραπλήσιος ὢν ὁ περὶ τῶν ἰδεῶν λόγος τῷ προτεθέντι πολλαχῶς ὑφʼ ἡμῶν παραδείγματι τούτῳ μόνον διέστηκε, τῷ μὴ κατʼ ἀνάγκην ἐκ τῆς λέξεως συγκαθέλκεσθαι τὴν διάνοιαν, ὥσπερ ἐκ τοῦ σώματος τὴν ψυχήν· αὕτη γὰρ πάντα ποιεῖ τῇ ἰδίᾳ βουλήσει καταδουλοῦσα τὸ σῶμα· ἐπειδὰν δὲ μὴ δυνηθῇ, συγκαταφέρεται καὶ αὕτη πρὸς τὴν ἐκείνου κρᾶσιν· πρόδηλον γὰρ, ὡς τὸ ἡττώμενον κυβερνᾶται τῇ βουλήσει τοῦ κρατήσαντος, καὶ πολλαὶ μὲν αἱρέσεις φέρονται φιλοσόφων πρὸς τὸν τῆς ψυχῆς καὶ τοῦ σώματος λόγον· οἱ μὲν γὰρ Στωικοὶ λέγουσι μὴ εἶναι ψυχὴν, ἀλλʼ ἐκ τῆς κράσεως τῶν στοιχείων ἀποτελεῖσθαι τὴν γένεσιν· ὅταν μὲν γὰρ πλεονάσῃ τὸ θερμὸν, ποιεῖ τὸν λέοντα, ὅθεν, φασὶ, καὶ θυμικός ἐστιν· ὅταν δὲ κατὰ λόγον καὶ σχεδὸν ἐξ ἴσου συνέλθῃ, ποιεῖ τὸν ἄνθρωπον· ταύτης τῆς δόξης προστάτης ἐγένετο καὶ Γαληνός· ἕτερον δὲ πάλιν ἄλλας τερατολογίας καὶ λήρους εἰρήκασιν· τὸ γὰρ τοιόνδε σῶμα, φασὶ, πρὸς τὴν οἰκείαν κατασκευὴν τοιαύτην ἐπιλεξάμενον λαμβάνει καὶ τὴν ψυχήν· οἱ δὲ περὶ Πλάτωνα τῆς προτέρας δόξης εἰσὶν, ἣν καὶ προτεθείκαμεν, καὶ δοκεῖ μᾶλλον ἔχειν καλῶς· ἡ γὰρ ψυχὴ τὴν ἀρχὴν ἐνοικήσασα τῷ σώματι βιάζεται μὲν αὐτὸ δουλαγωγεῖν· ἐκνικηθεῖσα δὲ καταφέρεται καὶ μοχθηρὰν ἀναλαμβάνει προαίρεσιν· ἐπὶ δὲ τῆς ἐννοίας οὐχ οὕτως, ἀλλὰ πρὸς τὴν ἰδίαν αὐτῇ βούλησιν οὕτω ποιεῖται τὴν πᾶσαν τοῦ λόγου μεταχείρισιν.
γʹ. Σύνθεσίς ἐστιν ἡ τῶν λέξεων ἁρμονία· ἀνάπαυσις δὲ ἡ πλήρωσις καὶ τὸ ἀπαρτίσαι τὴν διάνοιαν, ὅπερ ἐν τῇ ἀναγνώσει ἐστὶν ἡ στιγμή· ῥυθμὸς δέ ἐστιν ἡ ποιὰ ἀπήχησις· ἵνα δὲ σαφέστερον διαλάβωμεν, ἔννοια μέν ἐστιν ἐκεῖνο αὐτὸ τὸ νόημα, τὸ ὁρμηθὲν ἀπὸ τῆς ψυχῆς, τυχὸν τὸ διανοηθῆναι Ἑρμογένη ἐκθέσθαι, τί ἐστι φύσις ἑκάστης τῶν τρισκαίδεκα στάσεων· μέθοδος ἡ ἐπεξεργασία καὶ μεταχείρισις τοῦ τοιοῦδε νοήματος, καὶ πρὸς τὸ τοιόνδε ἢ τοιόνδε ἐπινόημα μετάβασις καὶ ὑπαλλαγή· λόγος δέ ἐστιν εἴτουν ἡ λέξις, αἱ συλλαβαὶ, αἱ περιπλεκόμεναι τῇ τε πρώτῃ ἐννοίᾳ, τῇ τε ταύτης μεθόδῳ καὶ τοιᾷδε μεταχειρίσει· σχῆμα δὲ τοῦτό ἐστιν ἐν λέξει, ὅπερ ἐν τῇ ἐννοίᾳ μέθοδος· ἐκείνη γὰρ τὴν ἔννοιαν τοιάνδε παρίστησιν ἐν τῇ μεταχειρίσει, καὶ τοῦτο τὴν λέξιν τοιάνδε ἢ τοιάνδε ποιεῖ ἀμειβομένην κατὰ πνεῦμα τυχὸν ἐκφέρεσθαι ἢ κατὰ ἀντίθετον ἢ κατὰ περίοδον. κῶλον δὲ καὶ κόμμα τί ἐστι, πολλάκις μὲν ἔμαθες, ἀλλὰ μὴν καὶ ἐν τῷ περὶ πνεύματος, ὅπερ ἐστὶ τέταρτον κεφάλαιον τοῦ τετάρτου τόμου τῶν περὶ εὑρέσεως· συνθήκη δέ ἐστιν ἡ ποιὰ σύνθεσις καὶ ἁρμολογία τοῦ λόγου· ἀνάπαυσις δέ ἐστιν ἡ κατάληξις τοῦ λόγου ἤτουν τῶν κώλων ἢ κομμάτων, οἷς ἐκφέρεται. Ῥυθμὸς δέ ἐστιν ὁ ποιὸς κ. τ. λ.
εʹ. Ἐπεὶ τὸ λεγόμενον ἔδοξεν ἀσαφὲς εἶναι, βούλεται διὰ παραδείγματος αὐτὸ σαφηνίσαι· οὐ γὰρ ἕτερος ὑπελείπετο τρόπος αὐτῷ πρὸς ἀπόδειξιν τοῦ τε πράγματος ἀγνοουμένου καὶ τοῦ ὀνόματος· ἔτι δὲ καὶ κωλύοντος ἑτέρου λόγου τὰ παρακολουθήματα λαβεῖν πρὸς τὸ παραστῆσαι τοῦ ζητουμένου τὴν φύσιν· τάχα γὰρ ἐνταῦθα τὴν πᾶσαν πραγματείαν κατηνάλωσεν, εἴπερ ὅλως ἐκ τούτων ἐπεχείρησε διασαφηνίσαι τὸ λεχθέν· τὴν γὰρ πᾶσαν περὶ ταῦτα ποιεῖται σπουδήν· εἰ δʼ ἐκ τῶν παρακολουθημάτων οὐκ ἠδύνατο τοῦτο ποιεῖν, ἀλλὰ μὴν οὐδὲ ἐκ τοῦ ὀνόματος· ὅταν γὰρ ἀγνοῆται τὸ πρᾶγμα, περὶ οὗ ὁ λόγος, ἀμφισβητηθήσεται δηλαδὴ καὶ τὸ ὄνομα. τί λοιπὸν, ἢ καταφυγεῖν ἐπὶ τὰς παραδειγματικὰς πίστεις; καὶ δὴ λαβὼν τὴν γλυκύτητα μέρος οὖσαν τοῦ παντὸς λόγου, παρίστησιν ἡμῖν ἐκ ταύτης τὸ προειρημένον, ἀλλʼ οὐκ οἶδα, πῶ ἂν καλέσοιμεν παράδειγμα τὸ μήτε ὅμοιον ὁμοίῳ μήτε γνώριμον γνωρίμῳ ἢ ἀγνοουμένῳ· καὶ γὰρ καὶ μερικὸν ὂν ἐκ τοῦ ζητουμένου ληφθὲν ἐτέθη πρὸς ἀπόδειξιν, καὶ αὐτὸ τὴν ἀρχὴν ἀμφισβητούμενον ὂν, οὐκοῦν δεῖγμα μᾶλλον καὶ οὐ παράδειγμα τὸ τοιοῦτον, ἅ τε ἐξ αὐτοῦ τοῦ ὑποκειμένου ληφθέν· ἀλλὰ νῦν ἢ καταχρηστικῶς οὕτως ἐκάλεσεν, ἢ κατὰ ἕτερον ἴσως λόγον· εἰδὼς γὰρ μάλιστα περὶ τοῦτο καταφερομένους ἡμᾶς, ἐχρήσατο τῷ ὀνόματι τοῦ παραδείγματος· ἐπεί τοι καὶ τὴν γλυκύτητα διὰ μόνον τοῦτο τέθεικε· μυθικὴ γὰρ οὖσα μᾶλλον καὶ συγγενὴς κατά τι τῇ ποιητικῇ προκαλεῖται τοὺς ἐντυγχάνοντας, προθυμότερον αὐτῆς ἀντιλαμβάνεσθαι διὰ τὸ ἡδὺ καὶ τὸ ἀνειμένον τῆς συνθήκης· φιλεῖ γὰρ ἔχειν μάλιστα τάς τε ἐννοίας μυθικὰς καὶ ἀφελεῖς, ὡς ἐν τῷ περὶ αὐτῆς δειχθήσεται λόγῳ.
ϛʹ. Ὡς Δημοσθένης ἐν πολλοῖς τῶν ἰδιωτικῶν ἀπʼ αὐτῶν ψιλῶν ἀρχόμενος τῶν πραγμάτων, καὶ ἐν τῷ κατὰ Σπουδίου. κ. τ. λ. Καὶ ὡς ἐν τῷ πρώτῳ Φιλιππικῶν τὸν περὶ τῶν θεωρικῶν λόγον οὐ προηγουμένως, ἀλλὰ μετὰ ταῦτα ἐκίνησεν, ὑποβάλλων μετὰ τὸ εἰπεῖν περὶ χρημάτων καὶ ἄλλων τινῶν. ἰστέον δέ; ὅτι τὸ σὺν ἀφηγήσει συνεξιέναι καὶ προηγουμένως, ἀλλὰ μὴ ἐξ ὑποβολῆς ἤ πως ἑτέρως, οὐ περὶ τῆς καθόλου μεθόδου ἔφη ὁ Ἑρμογένης· ἦ γὰρ οὐ ψευδὴς μόνον, ἀλλὰ καὶ ἠλίθιος ἔδοξεν ἂν ὁ λόγος αὐτῶν, ἀλλὰ μέθοδον εἶπε τὰ τοιαῦτα μόνης τῆς ἐννοίας τῆς γλυκύτητος, ὅ ἐστιν ἀληθές τε καὶ ἀκριβὲς, ὁμοίως δὲ καὶ λέξις καὶ τὰ λοιπὰ μόρια μόνης ἴσθι τὸν τεχνικὸν λέγειν τῆς γλυκύτητος, οὐ τὰ καθόλου.
ζʹ. Μέθοδον καλεῖ τὸ τῆς ἐννοίας σχῆμα· προηγουμένως δὲ εἴποι ἄν τις, ὅταν αὐτὸ τὸ πρᾶγμα ψιλὸν ἀφηγῆται καὶ ἀπʼ αὐτοῦ ἄρχηται, μηδὲν ἔξωθεν ἐφελκόμενος, ὡς ἐν τῷ κατὰ Κόνωνος, «ὑβρισθεὶς, ὦ ἄνδρες, καὶ παθὼν ὑπὸ Κόνωνος τοιαῦτα·» καὶ ἐν τῷ πρὸς Σπουδίαν. «ἀδελφὰς ἔχομεν, ὦ ἄνδρες, γυναῖκας ἐγὼ καὶ Σπουδίας οὑτωσί·» τοῦτο γάρ ἐστι προηγουμένως, ἐπειδὴ ὁ περὶ τοῦ ὑποκειμένου πράγματος λόγος προηγεῖται καὶ ἐν ἀρχῇ τέτακται· ἄλλʼ οὐχ ἕπεταί τινι τῶν ἔξωθεν· ὑποβολὴ δέ ἐστιν, ὅταν ἕτερόν τι προτάξαντες ὑποβάλλωμεν καὶ ἐπενέγκωμεν, ὃ βουλόμεθα, ὡς ἐν πρώτῳ Φιλιππικῶν Δημοσθένης τὸν περὶ θεωρικῶν λόγον οὐ προηγουμένως, ἀλλὰ μετὰ ταῦτα ἐκίνησεν, ὑποβαλὼν μετὰ τὸ εἰπεῖν περὶ χρημάτων καὶ ἄλλων τινῶν.
ηʹ. Λέξις δριμεῖά ἐστιν ἡ μὴ κυρίως μὲν ἐπί τινος κειμένη, κατὰ δέ τινα μεταφορὰν ἐναργῶς δοκοῦσα τοῦ προκειμένου ἅπτεσθαι, ὡς παρὰ Ξενοφῶντι μὲν ἐν κυνηγετικῷ ἡ φιλανθρωπία ἐπὶ κοινῶν κειμένη διὰ τὸ σφόδρα φιλοσύνηθες τοῦ ζώου, παρὰ δὲ Εὐριπίδῃ ἡ φιλανδρία ἐπὶ ψόγου πρὸς Ἑρμιόνην ὑπʼ Ἀνδρομάχης εἰρημένη· Μὴ τὴν τεκοῦσαν τῇ φιλανδρίᾳ, γύναι, Ζήτει παρελθεῖν. καὶ παρὰ τῶν νεωτέρων τινὶ, τὸ ἱπποδάμοιο χαλινοῦ, ἐναργέστατα ἐπὶ τοῦ χαλινοῦ εἰρημένον, καὶ παρὰ Δημοσθένει· «ἐγὼ δὲ οὐ δέδοικα, εἰ ζῇ ἢ τέθνηκε Φίλιππος, ἀλλʼ εἰ τῆς πόλεως τέθνηκε τὸ τοὺς ἀδικοῦντας μισεῖν καὶ τιμωρεῖσθαι.»
θʹ. Λέξις δριμεῖά ἐστιν ἡ ὥσπερ ἐμφαντικὴ καὶ νοῦν δηλοῦσα ἕτερον, παρʼ ὃν σημαίνει, ὡς ἐν τῇ Εὐριπίδου Ἀνδρομάχῃ, Μὴ τὴν τεκοῦσαν τῇ φιλανδρίᾳ, γύναι, Ζήτει παρελθεῖν. οὐ γὰρ σημαίνει ἡ λέξις τὸ τὸν ἄνδρα φιλεῖν, ἀλλὰ τὴν ἀκολασίαν καὶ τὸ μοιχεύεσθαι.
ιʹ. Δριμεῖα λέξις ἐστὶν, οἷον τὸ φίλανδρος· τοῦτο γὰρ ἐν μὲν τῇ συνηθείᾳ τὴν σώφρονα δηλοῖ, παρὰ δὲ Εὐριπίδῃ τὴν διαβεβλημένην· ἡ γὰρ δριμεῖα λέξις τὰ ἐν τῇ συνηθείᾳ λεγόμενα θέλει μετατρέπειν ἐπὶ ἑτέρων σημαινομένων, κυρίως μέντοι λεγομένων, ὡς ἔχει παρὰ Ξενοφῶντι φιλάνθρωποι κύνες.
ιαʹ. Διῃρημένη μὲν, ὡς τὸ, κατὰ μῆρʼ ἐκάη, καὶ, κατὰ ταῦρον ἐδηδὼς, καὶ, διά τε σκόλοπας καὶ τάφρον ἔβησαν· πλατεῖα δὲ, ὡς τὸ, βοόωσι, Πηληιάδεω.
ιβʹ. Διαίρεσίς ἐστιν, ὅταν λέξις περισπωμένη εἰς δύο διαιρῆται, πυλῶν πυλέων· ἐν δὲ τῷ περὶ σεμνότητος πλατεῖαν εἶναι λέγει λέξιν ὁ τεχνικὸς τὴν διὰ τοῦ α καὶ η καὶ ω. διανοίγει γὰρ τὸ στόμα ἡ ταῦτα ἔχουσα λέξις καὶ ὄγκον ποιεῖ καὶ πλείονα χρόνον ἐπέχει· οὐ βούλεται οὖν τὴν ἐκ τούτων συνισταμένην ἁρμόττειν γλυκύτητα, ἀλλὰ τὴν διὰ μακρῶν μὲν συλλαβῶν, οὐ μέντοι φύσει, ἀλλὰ θέσει, ὡς ἔχει τὸ Πάτροκλε, τὸ γὰρ α μακρὸν γίνεται διὰ τοῦ τ καὶ ρ. τὸ δὲ ο διὰ τοῦ κ καὶ λ.
ιγʹ. Ἁρμόττει, φησὶ, ταύτῃ καὶ ἡ ποιητικὴ λέξις πλὴν τῆς διῃρημένης, τῆς βοόωσι καὶ τῆς φύσει πλατείας, ὡς ἔχει τὸ Πηληιάδεω.
ιδʹ. Χωρὶς ἐπεμβολῆς, ἤγουν μεταξυλογίας· ἐπεμβολὴ γάρ ἐστι τὸ μεταξὺ τῆς ἀκολουθίας τοῦ διηγήματος ἔξωθέν τι ἐπεμβάλλειν, οἷον κ. τ. λ.
ιεʹ. Ἔστι μὲν ἱκανὸς σφόδρα ὁ λόγος ὁ περὶ κόμματος καὶ κώλου καὶ περιόδου, ἀναγκαῖον δὲ διὰ τὸ τοῖς λεγομένοις δύνασθαι παρακολουθεῖν βραχέα περὶ αὐτῶν εἰπεῖν· ὡς γὰρ πρὸς εἰδότας ὁ τεχνογράφος διαλέγεται· ἔστι τοίνυν κόμμα μὲν λόγος διάνοιαν δηλῶν ἐν δύο ἢ τρισὶ λέξεσιν, ὡς τὸ, μηδὲν ἄγαν, γνῶθι σαὐτὸν, τὸ δὲ τέλειον κόμμα ἐπῳδῷ μετρεῖται, ὃς ἔχει συλλαβὰς ὀκτώ· κῶλον δέ ἐστι μόριον λόγου συγκείμενον ἐξ ὀνομάτων πλειόνων, τελειοῦν τὴν ἐπὶ μέρους διάνοιαν, ὡς τὸ «ἀντὶ πολλῶν, ὦ Ἀθηναῖοι·» μέτρον δὲ αὐτοῦ ἑκκαίδεκα συλλαβαί· τὸ δὲ σχοινοτενὲς καὶ μέχρι εἴκοσι προέρχεται συλλαβῶν· περίοδος δέ ἐστι μόριον συγκείμενον ἐκ κώλων δύο ἢ καὶ πλειόνων, ἀρχὴν ἔχον καὶ κατάληξιν τελειοῦσαν τὴν διάνοιαν, ὡς τὸ, «ἄνδρες δικασταὶ, μάλιστα μὲν ἕνεκα τοῦ νομίζειν συμφέρειν τῇ πόλει λελύσθαι τὸν νόμον, εἶτα καὶ τοῦ παιδὸς εἵνεκα τοῦ Χαβρίου ὡμολόγησα τούτοις, ὡς ἂν οἷός τε ὦ, συνερεῖν.»
ιϛʹ. Ἡ κεχηνυῖα καὶ συγκρουσμῶν πλήρης· εἰ γὰρ πάντη διεστηκυῖαν λάβωμεν, διεσπασμένη εὑρεθήσεται καὶ ἄρρυθμος.
ιζʹ. Διεστηκυῖά ἐστιν ἡ λελυμένη καὶ κεχηνυῖα· κεχηνέναι δέ φαμεν λέξιν, ὅταν μὴ συμφώνοις συμφώνοις συμπλέκηται τὰ φωνήεντα· οὐ τοσοῦτον οὖν αὕτη θέλγει, ὡς ἡ κεκραμένη φωνήεσι καὶ συμφώνοις· τινὲς δὲ καὶ τὴν συγκρουσμὸν συμφώνων ἔχουσαν ἀλλοτρίαν γλυκύτητος ὡς ἀπόκροτον εἶναί φασιν.
ιηʹ. Βάσεις λέγει τοὺς μετρικοὺς πόδας, οἷς ἐπιβέβηκεν ὁ λόγος, ὥσπερ τὰ ζῶα τοῖς ποσί· βάσις δέ ἐστιν ἡ σύνταξις τῶν ποδῶν· τὸ μὲν γὰρ ἡρωικὸν κατὰ πόδας μετρεῖται, ἐπειδὴ ἐξ ἰσοχρόνων ποδῶν συνέστηκε, δακτύλου τυχὸν καὶ σπονδείου.
ιθʹ. Ἀνάπαυσις μέν ἐστιν ἡ κατάληξις τῶν κώλων, βεβηκυῖα δὲ ἡ εἰς πλείους καταλήγουσα μετὰ τὸ πληροῦν τὴν διάνοιαν καὶ τὸ πλὴν αὐτὸς αὐτῷ.
κʹ. Ἀπὸ γὰρ τῆς τοιᾶσδε συνθήκης τῆς λέξεως καὶ τῆς καταλήξεως τῶν κώλων ὁ τοιόσδε συνίσταται ῥυθμός· ῥυθμὸς δέ ἐστι χρόνος διῃρημένος ὑπὸ λέξεως ἢ κινήσεως κατά τινα τάξιν ὡρισμένην λόγῳ, ὡς δὲ Ἀριστόξενος καὶ Ἡφαιστίων φασὶ, χρόνων τάξις· χρόνος δέ ἐστι μόριον ποδὸς ἢ φωνῆς μέτρον ἐλάχιστον, ἢ μέτρον τι κινήσεως, καὶ ὥσπερ ἐκ χειρῶν τυχὸν καὶ ποδῶν μερῶν ὄντων καὶ τῶν ἄλλων ὁ ἄνθρωπος συνίσταται, ὅς ἐστιν εἶδος, οὕτως ἐκ συνθήκης καὶ ἀναπαύσεως γίνεται ὁ ῥυθμός, ἐκ μερῶν ὄντων ἐκείνων, αὐτὸς ὥσπερ εἶδος ὤν· διαιρεῖται δὲ εἰς ἄρσιν καὶ θέσιν· καὶ ὁ μὲν Διονύσιος τὸ βάθος αὐτοῦ διερευνήσας ἐκ τῶν λέξεων λέγει γίνεσθαι τὸν ῥυθμόν· ὁ δὲ τεχνικὸς παρακολουθῶν τῇ τε συνθήκῃ καὶ τῇ ἀναπαύσει ἄλλο τι λέγει ὄντα παρὰ ταῦτα. δεῖ δὲ, καθὰ δεδηλώκαμεν, τὴν βάσιν εἶναι σταθερὰν, εἰ καὶ οἱ περὶ Διονύσιον οὐ μόνον τὴν βάσιν εἶναι θέλουσιν, ἀλλὰ καὶ πᾶσαν συλλαβήν· διʼ ἣν δὲ αἰτίαν ὁ τεχνικὸς τὴν βάσιν εἰς μακρὰν βούλεται καταλήγειν, ἐν τῷ περὶ ἀναπαύσεως λελέξεται λόγῳ.
καʹ. Ἰστέον, ὅτι οἱ ἄλλοι τεχνογράφοι τρία φασὶν, οὐχὶ ὀκτὼ, γνώμην, οἷον τὸν νοῦν, σχῆμα, τουτέστι τὸν τύπον τοῦ λόγου, ἀπαγγελίαν, διʼ ἧς ἀπαγγέλλεται τὰ πράγματα.
κβʹ. Ἀντὶ τοῦ ταῦτά εἰσι πᾶσαι αἱ ἰδέαι· διὰ τούτων, φησὶ, τῶν λεχθέντων ἅπαντα εἴδη τῶν λόγων θεωρεῖται καὶ γίνεται, φημὶ δὴ ἐννοίας, μεθόδου, λέξεως καὶ ἑξῆς· δοκοῦσι δέ πως εἶναι ταῦτα μήπω σαφῆ· καὶ τοῦτο ὁ τεχνικὸς συγχωρεῖ· πλὴν ὑπερτίθεται διὰ παραδειγμάτων αὐτὰ σαφηνίσαι, καὶ μάλα εἰκότως· ἐπʼ ἄκρον γὰρ μηκυνομένης τῆς διδασκαλίας τοὐναντίον ἀσαφέστερος ὁ λόγος ἐγένετο. ἄλλως τε καὶ νῦν ἐφʼ ἑκάστου λέγειν παραδείγματος περιττὸν, ὅπου γε καὶ περὶ γλυκύτητος ἐπὶ τοῦ παρόντος οὐ πρόκειται ζητεῖν· ὕστερον γὰρ ἀκριβέστερον λελέξεται καὶ περὶ αὐτῆς. χάριν δὲ παραδείγματος αὐτὴν τέθεικεν, ὅπως ἐξ αὐτῆς εὐμαθέστερον ὁρμώμενοι καὶ τοῖς ἑξῆς ῥᾷστα παρακολουθήσωμεν.
κγʹ. Πανταχοῦ ὁ Ἑρμογένης φεύγει τὰς παρεκβάσεις, καὶ τῇ περὶ τῶν στάσεων πραγματείᾳ τοῦτο δηλοῖ· σαφήνειαν γὰρ οὐ πέφυκε ποιεῖν ἀταξία.
κδʹ. Εἶδος μὲν πάλιν καταχρηστικώτερον τὰς ἰδέας φησίν· ἀδύνατον δέ φησιν διὰ πάντων τῶν τῆς ἰδέας τόπων ἕνα συστῆναι λόγον· ἀτερπὴς γὰρ ἡ τοιαύτη σύνθεσις, ὡς καὶ αὐτὸς προϊὼν ἐρεῖ.
κεʹ. Ὁ νοῦς οὕτως· οὐ δυνατὸν εὑρεῖν παρά τινι τῶν παλαιῶν μιᾶς ἰδέας οἰκεῖον δημιουργηθέντα λόγον ἀκριβῶς διὰ τῶν προειρημένων ὀκτώ· οὐ γὰρ ἅμα πᾶσιν, ἀλλὰ τοῖς πλείοσι καὶ οἰκείοις ἑκάστης ἰδέας ἐχρήσαντο· ὁ μέντοι Δημοσθένης οὐχ ὁμοίως τοῖς ἄλλοις τοῖς τῆς μιᾶς ἰδέας οἰκείοις μέρεσιν ἐπλεόνασε τῇ περιβολῇ, ἀλλὰ πάσαις μεμιγμένως ἐχρήσατο.
κϛʹ. Ὡς εἶναι γένος τὸ μέγεθος, καὶ οὐκ εἶδος· διαιρεῖται γὰρ εἰς περιβολὴν τραχύτητος καὶ ἄλλας ἰδέας, ἀλλʼ οὐ διὰ τοῦτό ἐστι γένος, ἀλλʼ ἐπειδὴ ἡ περιβολὴ ὑφʼ ἑαυτὴν ἀναγομένη ὁλόκληρόν τί ἐστιν εἶδος, καὶ μέρος δὲ καλεῖ τὴν περιβολὴν, ἐπειδὴ οὐ τέμνεται εἰς ἄλλην ἰδέαν, ἀλλʼ ἔστιν ἄτομόν τι, ὡς Σωκράτης τυχὸν ἢ καὶ Ἀλκιβιάδης· εἶτα ἐπειδὴ ἐν τοῖς ἀνωτέρω μέρεσιν ἐκάλεσε τὰ ὀκτὼ, ἐξ ὧν ἑκάστη ἰδέα γίνεται, οἷον ἔννοιαν, μέθοδον καὶ τὰ ἑξῆς, διὰ τοῦτο ἐπιδιορθούμενος εἶπε· μᾶλλον δὲ εἴδη· εἶδος γάρ ἐστιν ᾧ ὑποτέτακται τὰ ἄτομα, οἷον ἄνθρωπος· ὥστε γένος τὸ μέγεθος, εἴδη δὲ περιβολὴ, τραχύτης. μέρη δὲ τὰ ὀκτὼ, ἐξ ὧν αἱ ἰδέαι γίνονται.
κζʹ. Μέρος τὴν περιβολὴν λέγει, ἥ τις ἀνάγεται ὑπὸ τὴν δευτέραν ἰδέαν, ἣν καλεῖ μέγεθος· μέρος μὲν οὖν λέγει αὐτὴν, ἵνα νοήσωμεν εἶδος μὲν εἶναι τὸ μέγεθος, γένος δὲ τὸν πολιτικὸν λόγον· μέρη δὲ σεμνότητα, περιβολὴν, τραχύτητα καὶ τὰς ἄλλας, αἳ ἀνάγονται ὑπὸ τὸ μέγεθος· κατὰ γὰρ αὐτὸν διαιρεῖται τὰ μὲν γένη εἰς εἴδη, τὰ δὲ εἴδη, ἃ καὶ καλεῖ ὅλα ἐν τῷ περὶ τῶν στάσεων, εἰς μέρη· ἀλλʼ ἐπειδὴ οἱ φιλόσοφοι μέρος λέγουσιν ἐκεῖνο, ὃ μὴ καθʼ ἑαυτὸ συνίσταται χωρὶς ἑτέρου, μηδὲ ἀρκεῖ ἑαυτῷ πρὸς σύστασιν, οἷον κεφαλὴ, χεὶρ, ποῦς· οὐδὲ τὴν περιβολὴν ἐφʼ ἑαυτῆς οὖσαν καὶ ἀρκοῦσαν ἑαυτῇ, ὡς ὑποκατιὼν ἐρεῖ, διὰ τοῦτο ἐπιδιορθούμενος λέγει, μᾶλλον δὲ εἴδει, ὁλόκληρον γὰρ τὸ εἶδος.
κηʹ. Ἀμφιβόλως μὲν ἐξενήνοχεν τὸ χωρίον, ἐὰν δὲ γνῶμεν, τί διαφέρει μέρος εἴδους, ἀκριβῶς εἰσόμεθα, πῶς τὸ αὐτὸ καὶ μέρος καὶ εἶδος ἐκδέξασθαι δύναται· τὸ μὲν οὖν μέρος τοῦ ὅλου χωρισθὲν αὐτό τε ἀτελές ἐστιν καὶ τὸ λειπόμενον κολούει τῆς οἰκείας τελειότητος· οἷον ὅλον μέν ἐστιν ὁ ἄνθρωπος, μέρη δὲ αὐτοῦ κεφαλὴ, χεῖρες, πόδες, τὸ δὲ εἶδος διαστὰν τοῦ γένους, ἐκείνῳ δὲ οὐκ ἐμποδίζει πρὸς τελειότητα, καὶ αὐτὸ ἐφʼ ἑαυτοῦ γινόμενον πλῆρές τι καὶ τέλειον ἀναφαίνεται, οἷον γένος μὲν τὸ ζῶον, εἴδη δὲ αὐτοῦ, βοῦς, ἵππος, ἄνθρωπος· ἡ τοίνυν περιβολὴ κυρίως μὲν ἂν εἶδος εἴη τοῦ μεγέθους· ὑπὸ γὰρ τὸ μέγεθος ὡς γένος ἀνάγεται σὺν ταῖς ἄλλαις πέντε ταῖς προειρημέναις. εἰ δὲ ὡς ὅλον τι λάβοιμεν τὸ μέγεθος, πᾶσαι γὰρ αἱ ὑπʼ αὐτὸ μεγέθους εἰσὶ ποιητικαὶ, μέρος ἐροῦμεν καταχρηστικῶς τὴν περιβολήν.
κθʹ. Ταύτῃ, φησὶ, τῇ περιβολῇ, ἥ τις πολλοστὸν μέρος ἢ εἶδος, οὐ γὰρ διαφέρεται περὶ τούτων ὁ τεχνικὸς, πλείονι χρησάμενος τῶν λοιπῶν ἐξ ἴσου χρῆται τοῖς ἄλλοις, ἑκάστῳ τὸ κατὰ ἀξίαν νείμας, οἱονεὶ ἑκάστῃ ἰδέᾳ χρησάμενος, ὡς προσῆκον ἦν. καὶ τὸ κατʼ ἀξίαν αὐτῇ ἀπονείμας, οἷα διαιτητὴς ἄριστος.
λʹ. Οἷον ἐννοίᾳ, ἀναπαύσει, τοῖς τοιούτοις· τὰ μεγέθη φησὶ τοῦ λόγου τοῖς ῥηθεῖσι μορίοις καθαιρῶν καὶ ὑποβιβάζων, τὰ δὲ λεπτὰ καὶ μικρὰ διὰ τῶν αὐτῶν τούτων ἐπαίρων καὶ μεγαλύνων καὶ ὑψῶν καὶ καταμιγνὺς ἕκαστα τῶν ἄλλων· οἷά τις ἄριστος τέκτων ἀκριβεῖ τῷ κανόνι χρώμενος ἓν μονοειδὲς ἀπηκρίβωσε κάλλος λόγου· τῷ ὄντι γὰρ κακία λόγου νῦν μὲν ὑψηλῶς καὶ ἀξιωματικῶς διεξιέναι, νῦν δὲ ὑπτίως καὶ ταπεινῶς, ὅπερ διέδρα Δημοσθένης, οἰκείως κιρνῶν τὰ μὴ οἰκεῖα καὶ ἁρμόττων αὐτὰ ἑαυτοῖς, καὶ σπεύσας τὸ ὅλον εἶναι τοιοῦτον· τίνι δὲ τρόπῳ; τῇ μίξει καὶ κράσει τῶν ἰδεῶν· ὥστε ἐξ ἁπάντων τῶν καλῶν ἓν τοῦτο κάλλιστον εἶδος ἀπεργάσασθαι λόγων, τὸ Δημοσθενικόν.
λγʹ. Κυριωτάτους φησὶν εἶναι τόπους ἑκάστης ἰδέας, καθʼ οὓς μηδεμιᾷ τῶν λοιπῶν κοινωνοῦσα εὑρίσκεται· ἐκεῖνοι γὰρ αὐτὴν καὶ χαρακτηρίζειν ὅτι μάλιστα δύνανται· χρὴ τοίνυν τὸν βουλόμενον ἀκριβῶς ἰδέαν τινὰ λόγων διαπλέξαι, τοὺς μὲν ἐπικοίνους αὐτῆς παραιτεῖσθαι τρόπους, ὡς ἄλλοσε ἄγοντας, ἀνιχνεύειν δὲ τοὺς κυριωτάτους καὶ τῇ χρήσει τούτων πλεονάζειν· οἷον ἡ σφοδρότης τῇ τραχύτητι κατὰ μὲν ἐννοίας τινὰς καὶ λέξεις καὶ μεθόδους, συνθήκην τε καὶ ἀνάπαυσιν κοινωνεῖ, σχήμασι δὲ καὶ κώλοις πάντη διέστηκεν. Ὁ τοίνυν ἐναργῆ σφοδρότητα βουλόμενος ἐργάσασθαι σχήμασι καὶ κώλοις σφοδροῖς πλεοναζέτω καὶ κυριώτατα τεύξεται τοῦ σκοποῦ.
λδʹ. Ἐπειδὴ τὸ πλεονάζειν καὶ ἐν πλήθει ἐστὶ καὶ ἐν δυνάμει, κυριώτερόν φησιν εἶναι τὸ πλεονάζειν κατὰ δύναμιν· ἔστι γὰρ καὶ τοῖς πλείοσι χρήσασθαι, λέγω δὴ τῶν ποιούντων ἑκάστην ἰδέαν, οἷον μεθόδοις, σχήμασι, συνθήκῃ, ἀναπαύσει καὶ τοῖς τοιούτοις, ἀλλʼ οὐ τὸν τοιοῦτον ἀποδέχεται πλεονασμὸν, ἀλλʼ ὅταν τοῖς κυριωτάτοις ἑκάστης ἰδέας χρησώμεθα· τοῦτο γὰρ μάλιστα καὶ τὴν ἰδέαν ἐμφαίνει, καὶ πλεονάζει καὶ τὰ κράτιστα τῶν λόγων ποιεῖ· εἰ δὲ ταῦτα, τουτέστι τὰ κυριώτατα, παραλίποι τις τοῖς ἄλλοις χρησάμενος ἅπασιν, εἰ καὶ πλεονάζει κατʼ ἐκεῖνα, ἀλλʼ οὖν ἥττων τυγχάνει τοῦ εἴδους ὁ λόγος ἐκείνου, οὗπερ οὐκ ἦν οἰκεῖα οἷς ἐχρῆτο.
λεʹ. Ὥσπερ τῶν προσώπων τὴν τάξιν ἡμᾶς ἐδίδαξεν ἐν τῷ περὶ τῶν στάσεων, καὶ τὰ μὲν ἰσχυρότερα προτάττει, τὰ δὲ ἀσθενέστερα ἐπάγει κατὰ δευτέραν καὶ τρίτην τάξιν, οὕτω κἀνταῦθα τοῖς ἰσχυροτέροις τὴν πρώτην τάξιν ἀποδιδοὺς τῶν ἄλλων ἕκαστον κατὰ τὴν ἰσχὺν ἐφεξῆς τάττει.
λϛʹ Τοῖς συμβαλλομένοις κατὰ τὸν τῆς δυνάμεως καὶ κυριωτέροις οὖσι κατὰ τὸν τοῦ πλεονασμοῦ λόγον, ἐκείνοις δηλαδὴ καὶ τὴν πρώτην ἀποδίδωσι τάξιν, ἅπερ ἔχουσιν ἰσχυροτέραν τὴν δύναμιν· ἐν γὰρ τοῖς φθάσασι κατὰ φυσικὴν ἀκολουθίαν τὴν ἀπαρίθμησιν ποιησάμενος ἐνταῦθα μετατίθησι τὴν τάξιν, ἅτε περὶ τῆς δυνάμεως τῶν ποιούντων διαλεγόμενος, μηδεὶς δὲ καταγνῷ, πρὶν ἂν ἀκριβῶς διασκοπήσῃ, τί τὸ καταναγκάσαν ἐν τῷ περὶ τῆς δυνάμεως λόγῳ μεταθεῖναι τὴν τάξιν· ζητήσας γὰρ ἐπιπόνως καὶ τὴν αἰτίαν εὑρὼν θαυμάσει τὸν τεχνικὸν, ὡς εὐκαίρως τὰ παρὰ τῇ φύσει πρωτεύοντα μετέθηκε κατεπειγούσης τῆς δυνάμεως· ἐπεί τοι καὶ τὴν ἀρχὴν οὐκ ἐνεχώρει κατά γε τὴν ἐμὴν κρίσιν ἄλλως ποιήσασθαι τὴν ἀπαρίθμησιν, ἢ τοῦτον τὸν τρόπον τὸν βουληθέντα διαλαβεῖν περὶ τῆς τῶν ποιούντων δυνάμεως· τῶν γὰρ τεχνῶν αἱ μὲν τῇ αἰσθήσει μόνον δουλεύουσιν, αἱ δὲ τῷ λόγῳ· εἰσὶ δὲ πάλιν, αἳ διὰ τὸν λόγον φροντίζουσιν καὶ τῆς αἰσθήσεως· οἷον οἱ περὶ κιθάραν ἐσπουδακότες ἢ γραφικὴν, ἢ τῆς ὀψοποιίας ἀντιποιούμενοι, καθὰ Μίθαικος καὶ Θεαρίων· οὗτοι τῇ αἰσθήσει δουλεύουσι, χαίρειν τοὺς λόγους ἐάσαντες· ἔνιοι δὲ καὶ τὴν αἴσθησιν αὐτὴν διαφθείρουσιν, ἀλλοτρίως αὐτῇ προσφερόμενοι· τὴν γὰρ ἀνειμένην πάνυ δίαιταν καὶ τρυφὴν μὴ δυναμένη φέρειν ἡ αἴσθησις ταλαιπωρεῖ πολλάκις ἐκ τῆς ὑπερβαλλούσης ἀκρασίας κατενεχθεῖσα πρὸς νόσον· οἱ δὲ Περιπατητικοὶ τῶν λόγων φροντίσαντες καὶ μηδένα τῆς αἰσθήσεως ποιησάμενοι λόγον κινδυνεύουσιν ἐπὶ τοῦ παρόντος ὀνομάζεσθαι σπάνει τῶν μετιόντων τὴν τοιαύτην φιλοσοφίαν διὰ τὴν περὶ τοὺς λόγους ταλαιπωρίαν· ἔργον γὰρ αὐτοῖς ἐστι σχεδὸν ἡ ἀσάφεια καὶ τὸ πολλὴν ἐμποιῆσαι σύγχυσιν, οὐ κατὰ ἀπορίαν λέγω τινὰ, μή ποτε τοσοῦτον μανείην, ἀλλʼ ἑκοντὶ ὑποκαλύπτουσι τὰ νοήματα καὶ διαπλέκουσι τῶν ὀνομάτων τὴν ἑρμηνείαν, ὅθεν καὶ λυποῦσι τὴν ἀκοήν· μὴ προσδεχομένη γὰρ ῥᾳδίως, διὰ τὴν ἐπικειμένην κατὰ τὸν σοφώτατον Ἀριστοτέλη τῷ λέγειν νεφέλην, δυσχερῶς παραπέμπει τῇ ψυχῇ τὰ νοήματα· καὶ ὁ μὲν τῶν Περιπατητικῶν λόγος τὰ ὦτα μικροῦ διατιτρώσκων οὕτως εἰς τὰς ψυχὰς εἰσδύεται τῶν ἀκουόντων· οἱ δὲ Στωικοὶ καὶ τοῦ σώματος περιορᾷν παρακελεύονται καὶ τὴν κόμην αὐχμηρὰν περιφέρειν καὶ περὶ τὴν ἐδωδὴν ταλαιπωρεῖν, ἀλλʼ οὗτοι μὲν εἰκότως περιορῶσι τῶν τοιούτων, ἐπεὶ κἂν ἀποτύχωσι τῶν τοιούτων, οὐδὲν αὐτοῖς ἐντεῦθεν περιγίνεται χαλεπόν· τὸν δὲ ῥήτορα πρὸς τὴν βούλησιν τοῦ ἀκροατοῦ χρὴ μεθοδεύειν τοὺς λόγους, ὅπως μηδὲν ἀνιαθῇ ὁ ἀκροατὴς, ὃς περὶ τὴν αἴσθησιν ῥᾷστα προσδέχεται τὸ λεγόμενον· εἰ γὰρ διαπλέξαις τὰ νοήματα, συνταράξει τὴν ἀκοὴν, βλάψει τὸ πᾶν, ἀποκνοῦντος τοῦ ἀκροατοῦ παρακολουθεῖν τῇ τοιαύτῃ τοῦ λόγου πλοκῇ, ὅθεν τὸν ῥήτορα μεθαρμόζεσθαι δεῖ πρὸς τὰς ἀκοὰς καὶ πάντα παραιτεῖσθαι τὰ λυποῦντα τὸν ἀκροατήν· ὅπου γε καὶ Πλάτων ὁ σοφώτατος, ᾧ πάρεργον ἦν τὸ φροντίσαι τῶν ἀκουόντων, πλείστην ἔθετο περὶ τοῦτο σπουδήν· διὰ τοῦτο τοίνυν ὁ τεχνικὸς περὶ τῶν ποιούντων δύναμιν διαλεγόμενος πρώτην μὲν ἔταξε τὴν ἔννοιαν, ἔπειτα τὴν λέξιν, ἥτις κατὰ φύσιν τὴν τρίτην ἐπέχει τάξιν· πρωτεύει γὰρ αὐτῆς τὰ σχήματα τῆς ἐννοίας, λέγω δὴ τὴν μέθοδον· διὰ γὰρ τοὺς φιλοσόφους καὶ μάλιστα διὰ τὴν τοῦ Πλάτωνος δόξαν καὶ τὴν κίνησιν τῆς ἐννοίας ἐκάλεσε σχήματα, καθὰ καὶ ὁ σοφώτατος Πλάτων ἐν τῷ Τιμαίῳ τὸ πυραμοειδὲς καὶ ἕτερά τινα τοιαῦτα, περὶ ὧν λέγειν ἑτέροις προσήκει, κἀπὶ τοῦ παρόντος ἅμα περίεργον.
λζʹ. Δευτέραν τῇ λέξει τάξιν ἀποδέδωκεν, ἐπειδὴ ταύτην πρώτην ὁ ἀκροατὴς προσδέχεται καὶ οὐδὲν ἕτερον αὐτοῦ διαπορθμεύει τὴν ἔννοιαν· διὰ δὴ καὶ προὐτίμησεν αὐτὴν τῶν ἄλλων· ὃ γάρ ἐστι παρʼ αὐτῷ, τοῦτο καὶ τέθεικεν· ἔπειτα τὸ σχῆμα, λέγω δὴ τὸ τῆς λέξεως.
ληʹ. Μέθοδος μὲν οὖν ἐστι λόγος τὴν οἰκείαν τῆς ἰδέας λέξιν κατὰ τὸ προσῆκον ἑρμηνεύων, ὡς ἡ εἰρωνεία καὶ ἡ διαπόρησις· σχῆμα δέ ἐστι λόγος τὴν οἰκείαν τῆς ἰδέας λέξιν κατὰ τὸ προσῆκον διαπλέκων, ἢ ὡς ἕτεροι, λόγος μὴ κατὰ φύσιν τὸν νοῦν ἐκφέρων, μηδὲ ἐπʼ εὐθείας, ἀλλʼ ἐκτρέπων καὶ ἐξαλλάττων τὴν διάνοιαν τῇ φράσει κόσμου τινὸς ἢ χρείας ἕνεκα, ὡς ἐπανάληψις καὶ κλίμαξ· τὸ οὖν σχῆμα καὶ ἡ μέθοδος κοινωνοῦντα ἀλλήλοις κατὰ τὸ ἐναλλάττειν τὸ σύνηθες διαφέρουσι ταύτῃ, ὅτι ἡ μὲν μέθοδος ἐννοίας ἐστὶν ἐναλλαγὴ, τὸ δὲ σχῆμα τῆς λέξεως· καὶ ὅτι τὰ μὲν τῆς διανοίας σχήματα, κἂν ὑπαλλάξῃ τις αὐτὰ τοῖς ῥήμασιν, ὁμοίως μένει. δυνατὸν γὰρ τὸ κατὰ εἰρωνείαν, εἰ τύχοι, καὶ διαπόρησιν, αἵπερ εἰσὶ περὶ ἔννοιαν μέθοδοι, πολυτρόπως φράσαι· τὰ δὲ τῆς λέξεως σχήματα, οἷον ἡ ἐπανάληψις καὶ ἡ κλίμαξ μεταπιπτούσης τῆς λέξεως οὐχ οἵα τέ ἐστι φυλάττεσθαι.
λθʹ. Ἐπειδὴ τὴν μέθοδον ἐν τοῖς προειρημένοις ἐν δευτέρᾳ τάξει ἔθηκε, φησὶ νῦν, ὅτι δυνάμει τετάρτην ἐπεχέτω τάξιν· ἀριθμῷ γάρ ἐστι δευτέρα· διὰ τί δὲ τετάρτην ἐπέχει τάξιν ἡ μέθοδος ἐν ταῖς ἄλλαις ἰδέαις; ἐπειδὴ δεινότητος ἴδιόν ἐστι τὸ τοιῶσδε ἢ τοιῶσδε μεθοδεύειν, οἷον γοργῶς, ἀλλὰ μὴ λαμπρῶς καὶ κατὰ ἐρώτησιν τυχὸν, ἀλλὰ μὴ κατὰ ἀπόφασιν. οὐ δεῖ δὲ τοῦτο ποιεῖν, ἐὰν μὴ πρότερον τὴν λέξιν ἐπενέγκωμεν τῇ ἐννοίᾳ καὶ τὸ σχῆμα τῆς λέξεως· εἰ γὰρ δεινώσομεν πρότερον, τῇ μεθόδῳ χρησάμενοι, οὐκέτι τυχὸν τὴν καθαρότητα ἀκριβῶς φυλάξομεν, ἐπειδὴ ἀλλότρια καθαρότης, δεινότης· αὐτίκα γοῦν φησιν αὐτὸς, ὅτι ἐν τῇ δεινότητι τὰ πρῶτα ἕξει ἡ μέθοδος.
μʹ. Ῥᾴδιον συνιδεῖν ἐκ τῶν προλαβόντων, διʼ ἣν αἰτίαν τὸ σχῆμα τῆς λέξεως τῆς μεθόδου προέταξε· τὴν γὰρ λέξιν εὐθὺς προσδεξάμενος ὁ ἀκροατὴς ἐπιποθεῖ καὶ τὰ περὶ αὐτὴν σχήματα λαβεῖν.
μαʹ. Ἴσως δὲ ζητήσειεν ἄν τις, τί δὴ τὰ κῶλα παρῆκεν ἐν τῇ κατὰ φύσιν ἀπαριθμήσει, εἶτα ἀποδεδωκὼς τάξιν αὐτοῖς· ἀλλʼ ἔστιν ἐκεῖνο φάναι, ὅτι τὰ κατʼ ἀνάγκην παρακολουθοῦντα παρίησι, τὸ δὲ σχῆμα πεπερασμένον ἐστὶ, καθὰ καὶ ὁ στοιχειωτὴς βούλεται· σχῆμα γάρ ἐστι τὸ ὑπό τινος ἢ ὑπό τινων ὅρων περιεχόμενον· ἐνταῦθα δὲ περατοῦται ὑπὸ τῶν κώλων· διὰ δὴ καὶ παρῆκεν αὐτά· παρέπεται γὰρ κατὰ ἀνάγκην τοῖς σχήμασιν. ἀλλʼ εἰ τοῦτο, φησὶν, ἀληθὲς, πῶς τέθεικε τὸν ῥυθμὸν, ὃς παρακολουθεῖ τῇ συνθήκῃ καὶ ἀναπαύσει, καθὰ καὶ ἐν τοῖς προλαβοῦσι μεμαθήκαμεν; ὥσπερ γὰρ εἶδος ἐπακολουθεῖ τῇ τε συνθήκῃ ποιᾷ, καὶ τῇ ἀναπαύσει ἄλλο τι ὢν παρὰ ταῦτα, ἀλλʼ οὐκ ἄνευ λόγου τοῦτο πεποίηκεν, ἀντενέκειντο γὰρ αὐτῷ τινες, οἳ καὶ πρωτεύειν ἐβούλοντο τὸν ῥυθμόν· διὸ καὶ ἠναγκάσθη μὲν μνημονεῦσαι ῥυθμοῦ· περὶ γὰρ κώλου οὐδεμία γέγονεν ἀμφισβήτησις. τάχα δὲ, φησὶν ὁ τεχνικὸς, ἀμφισβητήσειαν μουσικῶν παῖδες, μηδὲ τὴν ἔννοιαν συγχωροῦντες προτάττειν ἡμᾶς τοῦ ῥυθμοῦ· δύνασθαι γὰρ φήσουσι τὸν ῥυθμὸν καὶ καθʼ ἑαυτὸν χωρὶς ὅλως ἐνάρθρου φωνῆς· καὶ γὰρ τῷ ὄντι παρʼ ἐκείνοις κ. τ. λ.
μγʹ. Ὡς ὁ Τιμόθεος, ὁ αὐλητὴς, ἐκίνει πρὸς θυμὸν καὶ πρὸς ὅπλα τὸν Ἀλέξανδρον, καταφορικὸν δὲ ἀντὶ τοῦ ὑβριστικὸν, καταφορὰ γάρ ἐστιν ἡ ἐν κατηγορίᾳ τάσις.
μδʹ. Τὸ ἑξῆς καθόσον ἐγχωρεῖ λέξει πεζῇ προσαρμόσαι τινὰ ῥυθμὸν χωρὶς τοῦ περιᾴδειν, τουτέστιν χωρὶς ᾠδῆς· αὕτη γὰρ τῇ ἐμμέτρῳ λέξει πρόσφορος.
μεʹ. Τοσοῦτον ἰσχύει, φησὶ, καθʼ ὅσον ἐγχωρεῖ λέξει πεζῇ χωρὶς τοῦ περιᾴδειν· ἀλλʼ ὅσον ἀνειμένως καὶ μαλθακῶς ὑποκρίνῃ, τοσούτῳ ἰσχυρότερον ποιήσεις τὸν ῥυθμόν· ἐπεὶ δειξάτωσαν ἡμῖν, εἰ παρʼ ἡμῖν συντόνως ἀναγινωσκομένου τοῦ λόγου τοσοῦτον ἰσχύουσιν, ὅσον κἀν τῇ ἄλλῃ μουσικῇ.
μϛʹ. Τουτέστι μέσοι ἢ τελευταῖοι, ἐκεῖ μὲν γὰρ τὸ ὅλον ἐν τούτοις, ἐπεὶ καὶ ἡ πᾶσα περὶ αὐτοὺς σπουδὴ, καὶ τῇ ἀκοῇ μόνῃ προσφέρονται, τοῦ λογισμοῦ μὴ προσδεχομένου τὰς ἀσήμους φωνὰς καὶ χάριν ἡδονῆς ἐπινενόηνται· ἐπὶ δὲ τῶν πεζῶν λόγων τῇ συνθήκῃ καὶ τῇ ἀναπαύσει παρακολουθοῦσιν, ἄλλο τι ὄντες παρὰ ταῦτα, καὶ οὐ χάριν ἡδονῆς, ἀλλʼ ἕνεκεν τοῦ συμφέροντος παραλαμβάνονται.
μζʹ. Μὴ λεγέτωσαν, φησὶν, ὡς δεῖ κἀν πεζοῖς λόγοις πρωτεύειν αὐτοὺς, ἄλλην γὰρ ἐν τῇ μουσικῇ δύναμιν ἔχουσι, καὶ ὥσπερ ἐκεῖσε διὰ ταύτην προετάγησαν. κατὰ τὸν αὐτὸν ἀνάγκη κἀνταῦθα λόγον ὑστερίζειν αὐτούς· ἕκαστον γὰρ αὐτῶν, ὅπως ἔχει δυνάμεως, οὕτω τετάξεται, καὶ πρωτεύειν μὲν δεῖ πάντων τὴν ἔννοιαν, ἅτε καὶ ἰσχυροτέραν καὶ τῇ φύσει προϋπάρχουσαν — πῶς γὰρ ὅλως συσταίη λόγων εἶδος, μὴ προϋπαρχούσης ἐννοίας; —, μετὰ δὲ αὐτὴν ἡ λέξις, ἣν καὶ δέχεται πρῶτον ἀκροατής· διὸ καὶ τὸ περὶ αὐτὴν σχῆμα τρίτον· τὸ γὰρ τῆς ἐννοίας ἐν τῷ περὶ τῆς δυνάμεως λόγῳ τετάξεται τέταρτον, κἂν ἐν τῇ δεινότητι τὴν πρώτην σχεδὸν ἀποφέρηται τάξιν, ἡ συνθήκη δὲ καὶ ἡ ἀνάπαυσις τελευταία· περὶ γὰρ κώλου καὶ κόμματος ἢ ῥυθμοῦ λέγειν ἐν τῷ περὶ δυνάμεως λόγῳ περίεργον· ἐξ ἀνάγκης γὰρ παρακολουθοῦσιν, τὰ μὲν κῶλα ταῖς συνθήκαις, καὶ ὁ ῥυθμὸς τῇ ἀναπαύσει· πέρας μὲν γὰρ τῆς συνθήκης τὸ κῶλον, ὁ δὲ ῥυθμὸς ὥσπερ εἶδος ἐπακολουθεῖ τῇ τε συνθήκῃ καὶ τῇ ἀναπαύσει, διʼ ἃ δὴ καὶ τελευταῖος τετάξεται, κἂν ἀμφισβητῶσιν οἱ περὶ τὴν μουσικὴν ἐσχολακότες· συνεισφέρουσι μὲν γὰρ, φησὶν, καὶ οὗτοι πρὸς τὸ τοιόνδε γενέσθαι τὸν λόγον, ἀλλὰ μὴ τοιόνδε· πλὴν οὐ τοσοῦτον ἰσχύουσιν, ὅσον ἐκεῖνοί φασιν· τοῦτο Ἰσοκράτης φησὶν ἐν τῷ Εὐαγόρᾳ· «πρὸς δὲ τούτοις οἱ μὲν μετὰ μέτρων καὶ ῥυθμῶν ἅπαντα ποιοῦσιν, οἱ δὲ οὐδενὸς τούτων κοινωνοῦσιν, ἃ τοσαύτην ἔχει χάριν, ὥστε ἂν καὶ τῇ λέξει καὶ τοῖς ἐνθυμήμασιν ἔχῃ κακῶς, ὅμως ταῖς εὐρυθμίαις καὶ ταῖς συμμετρίαις ψυχαγωγοῦσι τοὺς ἀκούοντας·» διὰ τί δέ φησιν ὁ Ἰσοκράτης οὐδενὸς τούτων κοινωνεῖν τοὺς ῥήτορας, Ἑρμογένους τἀναντία νῦν λέγοντος; φαμὲν, ὅτι κατὰ μὲν τὸ ἀληθὲς ἐπιμέλονται καὶ οἱ ῥήτορες ῥυθμοῦ καὶ τῶν ἐμποιούντων τὴν ἡδονήν. ὁ μέντοι Ἰσοκράτης διὰ τὸ συμφέρον αὐτῷ μόνοις τοῖς ποιηταῖς φησι ταῦτα προσεῖναι, ἵνα ἑαυτὸν, φησὶ, σεμνύνῃ, εἰ διὰ μόνων πολιτικῶν λέξεων ἐγκωμιάζειν Εὐαγόραν δύναται· ἐν δὲ τῷ περὶ καθαρότητος σαφέστερον Ἑρμογένης τοῦτο ἐρεῖ.
μθʹ. Μετὰ τὰς λύσεις τῶν ἀντιπιπτόντων καὶ τὴν ἐκκάθαρσιν τῶν λυπούντων ἀνακεφαλαίωσιν ποιεῖται τῶν εἰρημένων.
νʹ. Ποικιλώτερος γὰρ οὗτος ἁπάντων περὶ τὰς μίξεις, πάντα τοῖς ἐμφρονεστάτοις ἀκολουθῶν τῶν πρὸ αὐτοῦ, καὶ μάλιστα τῷ πρεσβυτέρῳ τῶν Ἁλικαρνασέων, φησὶν ὁ Ἑρμογένης· καὶ γὰρ ἐκεῖνος ἐν τῷ περὶ συνθέσεως ὀνομάτων διαρρήδην φησὶ τάδε.
ναʹ. Οὐ δύναται, φησὶν, τὴν μίξιν εὑρεῖν τῶν λόγων, ἐκ ποίων καὶ πόσων ἰδεῶν κέκρανται, εἰ μὴ πρότερόν τις γνῷ τὴν ἰδέαν, ὅτι τοῦτό ἐστιν σαφήνεια, καὶ ἐκ ποίων μερῶν καὶ εἰδῶν γίνεται.
νβʹ. Ὡς οὐ δυνατὸν, φησὶν, ἐπιγνῶναι, πόθεν τὸ φαιὸν γίνεται, εἰ μὴ πρότερόν τις γνῷ, τί λευκὸν καὶ τί μέλαν, οὕτως οὐ δύναταί τις γνῶναι τὴν μίξιν τῶν ἰδεῶν, εἰ μὴ πρότερον γνῷ, τί ἐστιν αὐτὸ, ἤγουν ἡ ἰδέα.
νγʹ. Εἰ μὴ πρότερον, φησὶ, καταμάθοις τὴν τοῦ λευκοῦ καὶ τοῦ μέλανος φύσιν, οὐκ ἂν τὸ φαιὸν, ὅπως γέγονε, καταμάθοις· οὕτως οὖν κἀπὶ τῶν λόγων, ἢν μὴ πρότερον τὰ ποιοῦντα μάθοις, ἃ στοιχείων τάξιν ἐπέχουσιν, οὐκ ἂν κρίναις ἢ ζηλώσαις τοὺς τῶν ἀρχαίων τύπους· ταῦτα δὲ μαθὼν ῥᾳδίως ἂν παρακολουθήσαις ἐκείνοις εὐμαθέστερον, ἐντεῦθεν ὁρμώμενος.
νδʹ. Ὁ τὰς ἰδέας, φησὶ, κατὰ μέρος μαθὼν δύναται καὶ περὶ ἑνὸς ἑκάστου τῶν εἰδῶν κρίνειν, τουτέστιν ἰδεῶν· καὶ πάλιν τὰς μίξεις εἰδέναι.
νεʹ. Μηδεὶς θαυμαζέτω, ἐάν τινες ἰδέαι κατά τι συμφερόμεναι ἑτέραις εὑρίσκωνται ἢ κατὰ ἔννοιαν, ἢ κατὰ λέξιν, ὥσπερ ἡ καθαρότης τῇ ἀφελείᾳ κατά τε ἄλλα τινὰ καὶ κατὰ τῆς ὀρθότητος σχῆμα κεκοινώνηκεν· ἡ γὰρ καθαρότης χαίρει τῇ κατʼ ὀρθὸν πτώσει· καὶ τοῦτο μὲν ἀληθές· ἀλλὰ τί δήποτε μὴ ἐν τοῖς προλαβοῦσιν ἐμνήσθη καὶ τούτων; ἐχρῆν γὰρ ἐκεῖσε λέγειν, καὶ μὴ ἐν τῇ ἀνακεφαλαιώσει, ἐπείτοι συμβαίνει τεταραγμένον εἶναι τὸν λόγον, καὶ ἑτέρας ἀνακεφαλαιώσεως δέομεν· διὰ γὰρ δὴ τοῦτο καὶ τὴν ἀνακεφαλαίωσιν ἐποιήσατο, ἵνα ὑπʼ ὄψιν ἀγάγῃ τὰ προειρημένα, καὶ τῶν ἀντιπιπτόντων ἐκεῖσε βιασαμένων ἐν τῷ μεταξὺ κατὰ ἐπεμβολὴν ἐπισωρεῦσαι ἄλλα τινὰ, ὃ τὴν ἀσάφειαν ἐμποιῆσαν ἐδεήθη τῆς ἀνακεφαλαιώσεως· καὶ δοκεῖ πως εἶναι τοῦτο τῶν ἰσχυρῶν καὶ τάχα τῶν ἀλύτων, εἰ μὴ σκοπήσοι τις τὴν ἀκρίβειαν τοῦ τεχνικοῦ· εἰ γὰρ κατὰ μέρη κοινωνοῦσιν ἀλλήλαις, πῶς οἷόν τε ἦν πρὸ τῆς διδασκαλίας τῶν μερῶν εἰπεῖν, κατὰ τί συμφέρονται; διὸ παρῃτήσατο μὲν ἐν τοῖς προλαβοῦσιν εἰπεῖν, κατά τί κοινωνοῦσιν· οὔπω γὰρ διεξῆλθεν περὶ τῶν μερῶν· διδάξας δὲ περὶ τούτων ἔσχε χώραν μετὰ τὴν ἐπίγνωσιν τῶν ἁπλῶν εἰπεῖν καὶ κατὰ τί κοινωνοῦσιν ἀλλήλαις.
νϛʹ. Οἷον «εἴπερ τὸν ἐγκέφαλον ἐν τοῖς κροτάφοις, καὶ μὴ ἐν ταῖς πτέρναις καταπεπατημένον φορεῖτε.» καὶ τό· «ἀλλὰ καὶ μανδραγόραν πεπωκόσιν τι φάρμακον ἄλλο τοιοῦτον ἐοίκατε ἀνθρώποις.»
νζʹ. Ὅταν, φησὶ, κώλῳ καὶ σχήματι μακρῷ αἱ ἐπιτιμήσεις ἐξαγγελθεῖεν, ποιοῦσι τὴν ἀκμήν. μηκυνόμεναι γὰρ αἱ ἐπιτιμήσεις ποιοῦσι τὴν ἀκμήν.
νηʹ. Ὁ νοῦς τοιοῦτος· οὐ κεκώλυται ἡντιναοῦν ἰδέαν κατὰ τὸ εἶδος ἄλλης ἰδέας διαφέρουσαν μέρη τινὰ τὰ αὐτὰ ἔχειν ἑτέρᾳ· ἃ μέρη, ὥσπερ διαφοραί τινές εἰσιν, ὡς ἐπὶ τοῦ ἀνθρώπου, εἴδους ὄντος, εἰσὶ διαφοραὶ τὸ θνητὸν καὶ τὸ λογικὸν, ὧν τὸ μὲν θνητὸν χωρίζει τῶν ἀθανάτων τὸν ἄνθρωπον, τὸ δὲ λογικὸν τῶν ἄλλων ζώων· ὥστε αἱ αὐταὶ διαφοραὶ καὶ κοινωνίαι εἰσί. τῷ μὲν γὰρ θνητῷ κοινωνεῖ τοῖς ζώοις, ᾧ διαφέρει τοῦ ἀθανάτου, τῷ δὲ λογικῷ τοῖς ἀθανάτοις, ᾧ διαφέρει τῶν ἀλόγων. οὕτω τοίνυν καὶ ἑκάστη ἰδέα μέρει τινὶ, τουτέστι τῶν ὀκτὼ ἑνὶ, ἄλλῃ κοινωνοῦσα τῷ αὐτῷ διαφέρει ἑτέρας ἰδέας.
Τῷ μὲν γὰρ ὅλῳ, τῷ καθʼ ἑαυτὴν εἶναι μίαν ἑκάστην ἰδέαν, καὶ ἑτέραν τῶν ἄλλων εἶναί φησι ἐπὶ τοῦ κεχωρισμένου· τὰ αὐτὰ δὲ μέρη τῆς τοιαύτης ἰδέας ἔχειν καὶ ἄλλην ἰδέαν, καθάπερ διαφορὰς οὐσίας τινὸς, τουτέστι γένους, οὐ κεκώλυται· οἷον ὅλον τί ἐστι καθʼ ἑαυτὸν ἄνθρωπος, καὶ ὅλον τί ἵππος καὶ τὰ καθʼ ἕκαστα τῶν ζώων· κοινωνοῦσι δὲ ἀλλήλοις τῷ γένει τῆς οὐσίας, καθὸ ζῶα ἀμφότερα· διαφέρουσι δὲ κατὰ τὰς διαφορὰς τὸ λογικὸν καὶ τὸ ἄλογον· οὕτω κἀνταῦθα κοινωνοῦσιν ἀλλήλαις ἰδέαι μέρεσί τισι, διαφέρουσι δὲ κατὰ τὸ ὅλην ἑκάστην εἶναι καθʼ ἑαυτὴν, ὅλη γάρ ἐστι καθʼ ἑαυτὴν λαμπρότης τυχὸν καὶ ὅλη βαρύτης.
νθʹ. Ὥσπερ ἐν τῷ περὶ τῶν στάσεων περὶ τοῦ στοχασμοῦ πρῶτον λέγων τὴν αἰτίαν προτίθησιν, ὅτι περὶ οὐσίας πανταχοῦ πρότερον σκεπτέον, τουτέστιν εἰ ἔστιν, ὅπερ ἴδιον στοχασμῷ, οὕτω κἀντεῦθεν, διʼ ἣν αἰτίαν προτάττει τῶν ἄλλων ἰδεῶν τὴν σαφήνειαν, λέγει,
ξʹ. Περὶ τῆς τάξεως, φησὶ, τῶν ποιούντων τοὺς χαρακτῆρας διαλεχθέντες ἐπὶ τὸν τῆς σαφηνείας ἐπανέλθωμεν λόγον, αὕτη γὰρ προτέτακται, διότι καὶ παντὶ λόγῳ τούτου δεῖ μάλιστα, λέγω δὴ τῆς σαφηνείας· εἰ γὰρ κ. τ. λ. Περὶ σαφηνείας.
αʹ. Τοῦτό ἐστιν ἔργον τοῦ ῥήτορος, τὸ σαφῆ καὶ εὔληπτον καὶ πᾶσιν εὐσύνοπτον τὸν ἑαυτοῦ λόγον ποιεῖν· ἰστέον δὲ, ὅτι ἄλλοι τεχνογράφοι, ὧν εἷς ὁ Τιβέριος, οὐχ οὕτως διεῖλον, ἀλλʼ ὁ μὲν τὴν αὐτὴν οἴεται εἶναι τὴν σαφήνειαν τῇ καθαρότητι, καὶ περὶ ἀμφοτέρων ἅμα διδάσκει, τῷ γένει συνάπτων τὸ εἶδος, σαφηνείας δὲ οὐδὲ μέμνηται· καὶ ὅτι Τιβέριος πάλιν τὴν αὐτὴν οἴεται καθαρότητα καὶ εὐκρίνειαν, φάσκων τὰ ἐναντία θεωρήματα τῇ περιβολῇ, καθαρὸν καὶ εὐκρινῆ τὸν λόγον ἐργάζεται, ἐν μὲν γὰρ τῇ περιβολῇ, φησὶν, πάλιν εἰσάγεις τὰ νοήματα, ὅταν δὲ καθαρὸν βούλει ποιῆσαι τὸν λόγον, κατʼ ὀρθὴν πτῶσιν εἰσάγεις, οἷον «Σαννίων ἐστὶ δή που τις·» ἀκριβέστερον μέντοι Ἑρμογένης τὴν σαφήνειαν διαιρεῖ εἰς εὐκρίνειαν καὶ καθαρότητα.
βʹ. Καλῶς τὸ σχεδόν· οὐ γὰρ πάντες οἱ τόποι, διʼ ὧν γίνονται, μόνης καθαρότητός εἰσι· κοινωνεῖ γὰρ τῇ εὐκρινείᾳ, λέξει, κώλοις, συνθήκῃ, ἀναπαύσει.
γʹ. Ἰστέον, ὅτι οὐκ ἐκ τῶν ὀκτὼ μερῶν πᾶσα ἰδέα σύγκειται, οἷον ἐννοίας, μεθόδου καὶ τῶν λοιπῶν, ἀλλʼ ἐκ τῶν οἰκειοτάτων αὐτῇ· οὐ χρὴ δὲ θαυμάζειν, εἰ τὰ αὐτὰ ταῦτα καὶ ἑτέραν ἰδέαν ποιεῖ· ἐξηλλαγμέναι γὰρ οὖσαι κατὰ τὸ ὅλον μέρει τινὶ κοινωνοῦσιν, ὅπερ οὐκ ἄτοπον.
δʹ. Ὅπως μὲν εὐκρίνειαν ποιεῖ τι καὶ τῶν ἄλλων, δείξομεν ἐν τῷ περὶ αὐτῆς λόγῳ· προϊοῦσι γὰρ ἔσται φανερώτερον, εἰ μόνον ἡ μέθοδος ἢ καὶ ἄλλα τινὰ συντελοῦσιν πρὸς εὐκρίνειαν· τούτου δὲ δειχθέντος ἐκεῖσε λυθήσεται καὶ ὁ ἐπὶ τοῦ παρόντος ἐνδοιασμός.
εʹ. Αὕτη γὰρ μάλιστα ποιεῖ τὴν σαφήνειαν, ἧς βλαβείσης ἐπεισέρχεται ἡ εὐκρίνεια, τὸ συμβὰν ὡς εἰπεῖν πάθος τῇ καθαρότητι θεραπεύουσα· διὰ δὴ καὶ τὴν καθαρότητα προέταξεν, ἅτε μάλιστα συντελοῦσαι, πρὸς τὸ σαφῆ ποιῆσαι τὸν λόγον· ἡ γὰρ εὐκρίνεια τάχα περιττὴ, ὅταν ἡ καθαρότης ἐρρωμένην σχοίη τὴν φύσιν, καὶ οὐ δεῖ θαυμάζειν, εἰ ἀντιστελλομένη τῇ καθαρότητι μὴ τὴν αὐτὴν ἔχῃ δύναμιν· ἴσμεν γὰρ, ὡς ἐχρῆν αὐτὴν μὴ μόνον ἰσοδυναμεῖν, ἀλλὰ καὶ πᾶσαν ἐν αὐτῇ τὴν σαφήνειαν ἔχειν, εἴπερ ἄρα μὴ καθʼ ὁμοιότητα καὶ φαντασίαν, ἀλλὰ κατὰ τὸν ἀκριβῆ τῶν γενῶν λόγον τὴν περὶ τῶν ἰδεῶν ἐποιεῖτο διδασκαλίαν· ἐκεῖθεν γὰρ λαβὼν τὴν μίμησιν, καθὰ πολλαχοῦ δεδηλώκαμεν, σπεύδει καὶ τὴν τούτων παραστῆσαι φύσιν καὶ δύναμιν· παγχάλεπος γὰρ ὁ περὶ τῶν ἰδεῶν λόγος, ὅθεν οὐδεὶς ἐτόλμησε τῶν τοσούτων καὶ τηλικούτων ἀνδρῶν, λέγω δὴ καὶ τῶν ἐκλαμψάντων ἐπὶ φιλοσοφίᾳ καὶ τοῖς τῆς ῥητορικῆς συγγράμμασιν, εἰπεῖν τι περὶ αὐτῶν, ἕως ὁ τεχνικὸς καθῆκεν ἐπὶ τὴν τοιαύτην ἐγχείρησιν· ἀγαπητὸν οὖν, εἰ καὶ ἐκ παρακολουθημάτων παραστήσει τὴν φύσιν αὐτῶν, καὶ μὴ μόνον ἐκ τῶν ἰδιωμάτων, ἀλλὰ καὶ ἐκ τῶν ἐναντίων· ταῦτα γὰρ ποιεῖν λέγει τὰ παρακολουθήματα, καὶ οὐκ ἀρκεῖται τούτῳ μόνον, ἀλλὰ καὶ ἐπιφέρει τὰ ἀντικείμενα τῇ ἰδέᾳ. συντελεῖ γὰρ μάλιστα πρὸς ἀκριβῆ γνῶσιν ἡ τῶν ἐναντίων κατάληψις· εἰ δὲ μὴ εὐπορήσοι παρακολουθημάτων, ἐξ ἀναιρέσεως σημαίνει τὸ ζητούμενον. οἷον τὸ μὴ ὂν, εἰ τύχοι λίθος ἢ ξύλον ἢ σίδηρος, ἢ τὸ καὶ τὸ, ἄνθρωπός ἐστι· πάντα γὰρ ἀπαγορεύσαντες ἐξ ἀνάγκης εἰς τοῦτο τὸν λόγον κατεκλείσαμεν.
ϛʹ. Ἐναντιοῦται γὰρ ἡ περιβολὴ τῇ καθαρότητι κατὰ ἔννοιαν, μέθοδον, σχῆμα, λέξιν· κῶλα γὰρ καὶ συνθήκας καὶ ἀναπαύσεις καὶ ῥυθμοὺς πασῶν ἰδεῶν ἡ παραβολὴ δέχεται, ὥστε κατά γε ταῦτα οὐκ ἐναντιοῦνται ἀλλήλοις.
ζʹ. Ἴδωμεν, ὅπως ἐκ τῶν παρακολουθημάτων περίστησι τὴν καθαρότητα, καὶ πάλιν αὖ ἐκ τοῦ ἐναντίου· γίνεται τοίνυν καθαρὸς λόγος ἐννοίᾳ, μεθόδῳ, λέξει καὶ τοῖς λοιποῖς· ἐναντία δέ ἐστι ταύτῃ περιβολὴ οὐ κατὰ πάντα, ἀλλὰ κατά τι. μὴ γὰρ ὥσπερ ἐπὶ τῶν ἄλλων, τὸν αὐτὸν ἀπαιτήσεις κἀνταῦθα τρόπον τὰ ἐναντία πλεῖστον ἀλλήλων διεστάναι καθὰ τοῦ ψυχροῦ τὸ θερμὸν ἢ τοῦ ὑγροῦ τὸ ξηρὸν ἢ τοῦ λευκοῦ τὸ μέλαν, τοῦτο γὰρ οὐ τῶν ἀμέσων ἐστὶν, ἄρα οὖν ἐπιδέχεται ἡ οὐσία τὸ λευκὸν ἅμα καὶ τὸ μέλαν· καὶ πῶς οἷόν τε; οὐ γὰρ δεκτικὴ τῶν ἐναντίων, πλὴν εἰ μὴ λέγοι τις κατὰ μέρος· ἐπείτοι κατὰ τὸν αὐτὸν χρόνον ἐν τῷ αὐτῷ οὐκ ἂν ἐπιδέξηται τὸ λευκὸν ἢ τὸ μέλαν ἢ τὴν νόσον ἢ τὴν ὑγίειαν· ὁ δὲ καθαρὸς λόγος ἐναντίος ὢν τῇ περιβολῇ δέχεταί τι τῆς περιβολῆς ἴδιον· οὐ γὰρ κατὰ τὸν προειρημένον λόγον οὕτω κἀνταῦθα λαμβάνεται τὸ ἐναντίον, ἀλλὰ κατὰ μίμησίν τινα καὶ φαντασίαν. κατὰ δὲ ἐναντίον ἐστὶν ἡ περιβολὴ τῆς καθαρότητος· καὶ ἐν τίνι συμφέρεται, ἐπαγγέλλεται ἡμῖν ἐν τῷ περὶ μεγέθους καὶ ἀξιώματος λόγῳ εἰπεῖν. Περὶ καθαρότητος.
αʹ. Τὴν σαφήνειαν, καθὰ δεδηλώκαμεν, ἡ καθαρότης ποιεῖ, ἧς ὑπεναντίον παθούσης κατά τινα περίστασιν ἐπεισερχομένη ἡ εὐκρίνεια θεραπεύει τὸ πταισθέν· διὰ δὴ καὶ πρώτην αὐτὴν τέταχε· καθὰ γὰρ εἴρηται πολλάκις, ἡ εὐκρίνεια τὸ πλεῖστον ἐπίκουρός ἐστιν καθαρότητος, γίνεται δὲ καθαρὸς λόγος ἅπασι τοῖς προειρημένοις, ἃ κατὰ μέρος κατὰ τὴν φυσικὴν ἀκολουθίαν ἐξετάσομεν, μηδὲν τοῦ τεχνικοῦ παρατρέψαντες· οὐδὲ γὰρ δύναται σαφηνίσαι τὸν περὶ τούτων λόγον, πλὴν εἰ μή τις ἐξακολουθήσει τῷ τεχνικῷ τοῖς αὐτοῖς σχεδὸν ἁπανταχοῦ νοήμασι καὶ λέξεσι χρώμενος.
βʹ. Βαθὺ οἱονεὶ κεκρυμμένον καὶ λανθάνον τοὺς πολλοὺς καὶ ὑπερβαῖνον τὸν πολὺν ἄνθρωπον· περινενοημένον δὲ τὸ ἐξ ἐπινοίας τοῦ λέγοντός τι προσλαμβάνον.
γʹ. Αὗται γὰρ καθʼ ἑαυτὰς οὐδὲν ἔχουσι βαθὺ καὶ περινενοημένον· αὐτόθεν γὰρ προκύπτουσαι πᾶσίν εἰσι καταφανεῖς, ὅταν χωρὶς αὐτῶν ἐπιφέρωνται καὶ οὗ χάριν παρελήφθησαν. ἐπείτοι συμπλεκόμεναι τοῖς μετὰ ταῦτα δειναὶ μᾶλλον ἂν φανῶσι καὶ οὐ καθαραί· συγκρίσεως γὰρ χάριν αὐτὰς ὁ ῥήτωρ παρέλαβεν.
εʹ. Ὃ λέγει, τοιοῦτόν ἐστιν· ὁ Δημοσθένης τυχὸν ἐμνήσθη τοῦ Σαννίωνος, ἵνα δείξῃ, ὅτι καὶ τοῖς ἀτίμοις οἱ Ἀθηναῖοι συγγνώμην νέμουσι καὶ οὐδεὶς αὐτοὺς ἀπείργει τοῦ ποιεῖν τι τῶν ἐπιτίμων· ὥστε πλείονος ὀργῆς ἄξιος Μειδίας, ἐπίτιμον αὐτὸν ὄντα καὶ χορηγὸν συγκόψας· διὰ μὲν οὖν ταύτην τὴν ἔννοιαν παρέλαβε τὸ κατὰ Σαννίωνα. δεῖ δὲ, φησὶν, ἀκούειν τοῦ διηγήματος ἐπὶ τῆς καθαρᾶς ἰδέας, οὐχ ὡς διὰ ταύτην τὴν αἰτίαν ἀπαγγελθέντος, ἀλλʼ ὥς φησιν αὐτὸς καθʼ ἑαυτὸ ὁρᾷν· οὐ δεῖ γὰρ βαθείας εἶναι τὰς ἐννοίας τῆς καθαρότητος, ἀλλʼ αὐτὰς ἐφʼ ἑαυτῶν γνωρίμους εἶναι τοῖς ἀκροαταῖς.
ϛʹ. Ἐπιβολῆς τοῦ ἐπιχειρήματός φησιν. αὐταὶ γὰρ καθʼ ἑαυτὰς ἁπλούσταται σαφηνείας ἕνεκα τῶν προκειμένων παρελήφθησαν πραγμάτων, διδάξαι τὰ γεγονότα σπεύδουσαι τὸν ἀκροατήν.
ζʹ. Τὸ ἕνεκεν τῆς ἐπιβολῆς, ἀντὶ τοῦ ὅσον ἧκεν εἰς ἐπιχείρημα· τὸ μὲν γὰρ κατὰ Σαννίωνα εἰς κατασκευὴν ἑτέρου παρελήφθη, ὅτι πλείονος ὀργῆς ἄξιος ὁ Μειδίας ἐπίτιμον ὄντα με τυπτήσας, τὸ δὲ «κοινωνός εἰμι τοῦ δανείσματος» ψιλῶς διʼ αὐτὸ τὸ πρᾶγμα.
ηʹ. Ἐπειδὴ συγκαθέλκουσι τὰς ἐννοίας ταύτας τὰ ἐπιφερόμενα, καὶ καθαρὰς οὔσας, ὅταν καθʼ ἑαυτὰς θεωροῖντο, δεικνύουσιν ἄλλο τι οὔσας, ἐπήνεγκεν ἐκ τῶν ἰδιωτικῶν τὰς ἐννοίας· ταῦτα δὲ τὰ παραδείγματα, λέγω δὴ τὸ «ἀδελφὰς ἔχομεν γυναῖκας,» καὶ «κοινωνός εἰμι τοῦ δανείσματος,» πάντη καθαραί εἰσιν ἕνεκα τῆς ἐπιβολῆς· κἂν γὰρ ἐπενέγκῃς τὰ μετὰ ταῦτα, οὐδὲν λυμανεῖς τὴν ἐπιβολὴν αὐτήν· μένει γὰρ οὐδὲν ἧττον καθαρὰ, τὸ γὰρ προειρημένον, οἷον «Σαννίων ἐστὶν ὁ τοὺς τραγικοὺς χοροὺς διδάσκων,» ἕως τότε καθαρὸν, ἕως καθʼ ἑαυτὸν θεωρεῖται· καὶ πάλιν «λέγονται χρήματα οἱ τριάκοντα δανείσασθαι παρὰ τῶν Λακεδαιμονίων.» εἰ γὰρ λάβοις αὐτὰς, ὧν ἕνεκα παρελήφθησαν, ἀφανίζεις τὴν καθαρότητα, καίτοι καθαρωτάτην οὖσαν αὐτὴν, ἡνίκα καθʼ ἑαυτὴν ἐθεωρεῖτο· τὰς δὲ λοιπὰς ταύτας ἐκ τῶν ἰδιωτικῶν ληφθείσας εὕροις ἂν καθαρὰς καὶ μετὰ τὰ ἐπιλεγόμενα, λέγω δὴ τῆς ἐπιβολῆς ἕνεκα· ἐκεῖ μὲν γὰρ εὐθὺς τὰ ἐπιφερόμενα συγκαθέλκει καὶ μεταβάλλει τὴν ἔννοιαν, ἐνταῦθα δὲ μετὰ τὴν ἐπιβολὴν ἐδέξατο τὴν κατασκευήν. διαδὴ καὶ ἔμειναν καθαραί· προέταξε δὲ τὰς προλαβούσας, εἰ καὶ μὴ καθαραὶ τοσοῦτόν εἰσιν ἢ διὰ τὸ γνωριμωτέρας εἶναι· δεῖ γὰρ εἶναι τοιαῦτα τὰ παραδείγματα, ἢ ὅπερ ἄμεινον, διὰ τὸ μᾶλλον ἐν τούτοις διαφαίνεσθαι τὴν καθαρότητα. σεμνοῦ γὰρ ὄντος τοῦ πράγματος, καὶ τῆς αἰτίας τῆς περὶ αὐτὸ φανερωτέρα γίνεται μᾶλλον ἡ καθαρότης ἢ ἐν τοῖς εὐτελέσιν καὶ ἰδιωτικοῖς πράγμασιν.
θʹ. Προεῖπεν ἤδη, ὅτι τὸ σχῆμα τῆς ἐννοίας, ἕτερον ὂν παρὰ τὸ σχῆμα τῆς λέξεως· ἰστέον εἶναι μέθοδον.
ιʹ. Τὸ μὲν ἀπὸ ψιλῶν ἄρχεσθαι τῶν πραγμάτων ἐστὶ τὸ μηδὲν τῶν ἔξωθεν τοῦ πράγματος προειπόντα μηδὲ τοὺς ἐκ τῶν περιστατικῶν κινήσαντα τόπους, πλὴν ὅσοι ἀναγκαιότατοι λεχθῆναι πρὸς τὴν τοῦ πράγματος διδασκαλίαν, αὐτὸ μόνον διεξελθεῖν. εἰ γὰρ Ἰσοκράτης ἐν τῇ ῥητορικῇ τέχνῃ διδάσκων, ὅπως δεῖ διηγεῖσθαι, φησὶν, διηγητέον δὲ τό τε πρᾶγμα, καὶ τὰ πρὸ τοῦ πράγματος καὶ τὰ μετὰ τὸ πρᾶγμα καὶ τὰς διανοίας, αἷς ἑκάτερος τῶν ἀγωνιζομένων ἔπραξε τόδε τι· σαφὴς δὲ καὶ ἡ διήγησις ἔσται τῇ λέξει, ἢ τῇ τάξει ἢ ἀμφοῖν· τὸ δὲ ψιλὸν τὸ πρᾶγμα ἀφηγεῖσθαι, ἵνα μηδὲ μετὰ τὴν ἀφήγησιν τοῦ πράγματος ἐπεισενέγκωμεν ἕτερα, ὅπερ ἔνιοι ποιοῦσι πολλάκις ἐπὶ μὲν τῆς ἀρχῆς ἀφέλειαν καὶ ἰδιωτισμὸν ἐνδεικνύμενοι, μετὰ δὲ ταῦτα ποικίλως ὑπορύττοντες τοὺς λόγους, διορθώσεις τε καὶ αὐξήσεις ἐπάγοντες καὶ πολλῷ τῷ παθητικῷ χρώμενοι· φησὶν οὖν καὶ Διονύσιος ἐν πρώτῳ χαρακτήρων σφόδρα τὸν Λυσίαν ἐπὶ ταῖς τοιαύταις διηγήσεσιν ἐπαινῶν τάδε· οἶμαι δὲ καὶ τὰς τέχνας τῶν λόγων, ἐν αἷς εἴρηταί τι περὶ διηγήσεως ἀξιόλογον, οὐκ ἐξ ἄλλων τινῶν μᾶλλον ἢ τῶν ὑπὸ Λυσίου γραφεισῶν εἰληφέναι τὰ παραγγέλματα καὶ τὰς ἀφορμάς· καὶ γὰρ τὸ σύντομον ἔχουσιν αἱ διηγήσεις καὶ τὸ σαφὲς, ἡδεῖαί τέ εἰσιν, ὡς οὐχ ἕτεραι, καὶ πιθαναὶ, καὶ τὴν πίστιν λεληθότως συνεπιφέρουσιν, ὥστε μὴ ῥᾴδιον εἶναι μήτε ὅλην διήγησιν μήτε μέρος αὐτῆς ψευδὲς ἢ ἀπίθανον εὑρεθῆναι· τοσαύτην ἔχει πειθὼ καὶ Ἀφροδίτην τὰ λεγόμενα, καὶ οὕτως λανθάνει τοὺς ἀκούοντας, εἴτε καὶ ἀληθῆ ἐστι, εἴτε καὶ πεπλασμένα, ὡς ἀφαρμόζειν αὐτῷ τὸ Ὁμηρικὸν οὐχ ἧττον, ἢ τῷ Ὀδυσσεῖ· Ἴσκε ψεύδεα πολλὰ λέγειν, ἐτύμοισιν ὁμοῖα.
ιβʹ. Οἷον, «πονηρὸν, ὦ Ἀθηναῖοι, πονηρὸν ὁ συκοφάντης·» γένος μὲν ἐνταῦθα ὁ συκοφάντης, εἶδος δὲ, τοῦτο δὲ καὶ φύσει κίναδος τἀνθρώπιόν ἐστιν· εἶδος δὲ ὁ Αἰσχίνης.
ιγʹ. Ὅταν μηδὲ ἔξωθεν συνεφέλκηται, τότε μάλιστα ποιεῖ καθαρὸν τὸν λόγον, οἷον γένος εἴδει προλαμβάνων, ὡς ὅταν λέγῃ, πᾶσα μὲν ἡ ἀρετὴ καλὸν, μάλιστα δέ γε ὁ περὶ τῆς σωφροσύνης λόγος ἢ ὅλον μέρει· θαυμάζω μὲν ἔγωγε τὴν τῶν Ἀθηναίων πόλιν, ἕως ἂν μὴ πρὸς τὴν ἀκρόπολιν ἀποβλέψω· νικᾷ γὰρ τῇ θέσει καὶ τῷ κάλλει, καὶ οὐκ ἐᾷ φαινομένην τὴν πᾶσαν θαυμάζειν πόλιν, εἰ καὶ σμικρὸν ὑπάρχει μέρος αὐτῆς, ἢ τὴν πρὸς ἕτερον διαφοράν· οἷον «ὑπεσχόμην χορηγήσειν μηδενὸς ἄλλου ὑπισχνουμένου·» ἢ ἀόριστον ὡρισμένῳ· «πολλὰ μὲν οὖν ἔγωγε ἐλαττοῦμαι κατὰ τουτονὶ τὸν ἀγῶνα Αἰσχίνου·» καὶ ἑξῆς· ἢ κρίσιν δικαστῶν. «οἶμαι καὶ ὑμᾶς συνομολογήσειν, κοινὸν εἶναι τὸν ἀγῶνα ἐμοὶ καὶ Κτησιφῶντι·» ἢ ποιότητα πράγματος, ὡς ἔχει τὸ, «ὑβρισθεὶς καὶ παθὼν ὑπὸ Κόνωνος τουτουὶ τοιοῦτο» καὶ τὰ ἑξῆς· ἢ τὴν πρὸς ἕτερον διαφοράν· οἷον «εἰ μὲν ξένος ἦν, ὦ ἄνδρες, ὁ πλημμελήσας, μετρίως ἂν ἤνεγκα τὸ συμβάν· νῦν δὲ ποιεῖ τὴν ὕβριν ἀφόρητον, τὸ παρʼ ἐκείνου τοιαῦτα παθεῖν, ὑφʼ οὗ τὴν ἀρχὴν οὐκ ἤλπιζον πείσεσθαι· φίλος γὰρ ἦν τῷ δοκεῖν καὶ πολλὴν συνήθειαν ὑπεκρίνετο·» περιβάλλει γὰρ ἅπαντα ταῦτα καί εἰσιν ἔννοιαι περιβολῆς, ἀναιροῦσαι τὴν καθαρὰν μέθοδον· καὶ οὐ χρὴ θαυμάζειν ἐπὶ τούτῳ· ῥᾷστα γὰρ ἂν συνίδοι τις τὴν αἰτίαν ὁ καὶ διασκοπήσας τὴν φύσιν τῆς περιβολῆς· οὐ γὰρ ἐκ τῶν πραγμάτων, ὥσπερ αἱ ἄλλαι, γίνεσθαι πέφυκεν, ἢ λαμβάνειν ἐξ αὐτοῦ τὴν ἔννοιαν, ἀλλʼ ἐκ τῶν παρακολουθούντων τοῖς πράγμασιν. ὅταν δὲ ἡ μέθοδος ἐκπέσῃ τῆς οἰκείας φύσεως, εἰς τὸν τῆς περιβολῆς ἐμπίπτει λόγον· ἢ γὰρ ἐξ αὐτοῦ τοῦ πράγματος ἄρχεται, καὶ ποιεῖ δηλονότι τὸν λόγον καθαρὸν, ἢ ἐκ τῶν παρακολουθούντων· οὐ γὰρ ἂν ἐξ ἄλλου πράγματος εἴποι τις αὐτὰ ποιεῖσθαι τὴν ἀρχήν. καὶ ἐμπίπτει, καθὰ μεμαθήκαμεν, εἰς περιβλητικὴν ἔννοιαν, ὥστε τῆς οἰκείας ἡ μέθοδος αὕτη ἐκπίπτουσα φύσεως γίνεται πάντως περιβολή· καὶ εὑρίσκεται ἡ τῆς περιβολῆς ἔννοια τὴν μέθοδον τῆς καθαρότητος ἀναιροῦσα κατὰ τὸν προειρημένον λόγον, καὶ οὐ τὴν ἔννοιαν. Ἀναιρουμένη γὰρ ἡ περιβολὴ σχεδὸν ἐκ τῶν παρακολουθούντων τῶν πραγμάτων λαμβάνει τὴν ἔννοιαν.
ιδʹ. Τὰ περιστατικὰ μόρια λέγει, οἷς ἐν καθαρότητι οὐ δεῖ πᾶσι κεχρῆσθαι ἢ τοῖς πλείοσιν, ἀλλʼ αὐτὸ μόνον ἀφηγεῖσθαι τὸ πρᾶγμα, ὅτι τυχὸν ἐχορήγησα, μὴ προστιθέναι δὲ τὸν χρόνον, ὅτι τρίτον ἔτος τουτὶ, μηδὲ τὸν τόπον, ποῦ· ὑπεσχόμην ἐν τῇ ἐκκλησίᾳ τοῦτο ποιεῖν, μηδὲ τὴν αἰτίαν, ἐπειδὴ, φησὶν, οὐ καθεστηκότος χορηγοῦ στάσις ἦν· μηδὲ τὸν τρόπον, ὅτι ἐθελοντής· τοῦτο γὰρ ἔδει τάξαι μετὰ τὴν διήγησιν τοῦ πράγματος, εἴγε ὁ Δημοσθένης ἐβούλετο καθαρότητα ἐργάσασθαι, ἢ τελέως παραλιπεῖν· τὸ δὲ εἴ τι τοσοῦτον ἴσως εἶπεν, ἐπειδὴ οἶδέ τινας καὶ ἄλλα περιστατικὰ προστιθέντας· αὐτίκα γοῦν ὁ φιλόσοφος Πορφύριος ἐν τῇ περὶ τῶν στάσεων τέχνῃ περιστατικά φησιν ἑπτά· πρόσωπον, πρᾶγμα, χρόνον, τόπον, τρόπον, αἰτίαν, ὕλην· διὰ τοῦτο νῦν Ἑρμογένης ἀπαριθμησάμενος τὰ περιστατικὰ τὰ πέντε, ὡς καὶ ἄλλου τινὸς ὄντος εἶπεν, ὅτε τοιοῦτον. ἰστέον δὲ, ὅτι οἱ πολλοὶ τῶν τεχνογράφων βούλονται πέντε εἶναι, τὸ πρᾶγμα οὐ λέγοντες περιστατικόν, ἐπειδὴ ἀνάγκη, τὰ ἄλλα περὶ τὸ πρᾶγμα εἶναι παρακολουθεῖν αὐτῷ· Ἀθανάσιος δέ φησιν ἕξ.
ιεʹ. Ἐξ ἀνάγκης γὰρ, φησὶ, ταῦτα παρακολουθεῖ τοῖς πράγμασιν, ὡς ὁ τεχνικὸς λέγει· τινὲς δὲ ἀντιπίπτουσιν· οὔτε γὰρ μέρος ἐξεταζόμενον καθʼ ἑαυτὸ συνεισφέρει τὸ ὅλον, οἷον χεὶρ, ποῦς, κεφαλή· τάχα δὲ καὶ τὸ εἶδος, ὥσπερ ἔνιοι τῶν σοφῶν λέγουσιν, ὅταν αὐτὸ καθʼ ἑαυτὸ θεωρῇ τις, οὐ συνεισφέρει τὸ γένος· τὰ δὲ περιστατικὰ κατὰ ἀνάγκην παρακολουθεῖ τοῖς πράγμασιν ἀναμφηρίστως· οἷον ποῦ, πότε, τίς, διότι, καὶ τὰ ἑξῆς.
ιϛʹ. Εἰ καὶ μετὰ τὸ πρᾶγμα, φησὶν, τάξει τὰ περιστατικὰ, δόξαν μὲν καθαρότητος καὶ ὑπόνοιαν δίδωσιν, ὅμως οὐ καθαρῶς, καθάπερ προσῆκον, ἐρεῖ· ἴδιον γὰρ μάλιστα καθαρότητος τὸ μὴ κεχρῆσθαι περιστατικοῖς.
ιζʹ. Ἔστι μὲν γὰρ καὶ αὕτη ἡ μέθοδος τῆς καθαρότητος, μετὰ τὸ πρᾶγμα ταττομένων τῶν περιστατικῶν· πλὴν οὐ καθαρῶς, ἐρεῖ τις, κἂν δοκῇ λέγειν καθαρῶς. ὅτι δὲ τὸ μὴ ἄρξασθαι ἀπὸ ψιλοῦ πράγματος περιβολὴν ποιεῖ, δηλοῖ τὸ «ὑβρισθεὶς, ὦ Ἀθηναῖοι, καὶ παθὼν ὑπὸ Κόνωνος τουτουὶ τοσαῦτα,» καὶ τὰ ἑξῆς.
ιθʹ. Δοκεῖ ὁ Ἑρμογένης ἐνταῦθα ἐναντιοῦσθαι ἑαυτῷ, ἀξιῶν μὲν τὴν μέθοδον σχῆμα νομίζειν εἶναι διανοίας, νῦν δὲ λέγων τὴν ἀφήγησιν μέθοδον εἶναι, ἀλλʼ οὐχὶ σχῆμα, ὡς ἑτέρας τινὸς οὔσης τῆς μεθόδου παρὰ τὸ σχῆμα τῆς διανοίας. φαμὲν οὖν, τὸ μὲν σχῆμα τῆς διανοίας πάντως ἐστὶ μέθοδος· οἷον ὁ πλαγιασμὸς, σχῆμα ὢν περιβολῆς, μέθοδος δὲ ὡς παρὰ Δημοσθένει· «τοῦ γὰρ Φωκικοῦ συστάντος πολέμου,» καὶ ἐν πανηγυρικῷ Ἰσοκράτης· «Δήμητρος γὰρ ἀφικομένης εἰς τὴν χώραν ἡμῶν·» ἡ δὲ μέθοδος οὐ πάντως ἐστὶ σχῆμα διανοίας, οἷον τὸ ἄρχεσθαι ἀπʼ αὐτοῦ ψιλοῦ τοῦ πράγματος· οἷον, «ἀδελφὰς ἔχομεν, ὦ Ἀθηναῖοι, γυναῖκας·» διὰ τοῦτο τοίνυν, φησὶν, ὅτι μέθοδός ἐστι καὶ οὐ σχῆμα, ἐπειδή ἐστί τινα μὴ ἀναστρέφοντα· ἢ οὕτως· ἡ ἀφήγησις οὐ σχῆμά ἐστι λέξεως, ὥς τινες οἴονται, ἀλλὰ διανοίας ἐστὶ μέθοδος.
κβʹ. Τουτέστι· τὰ σχήματα σχηματισμοῖς ἄλλοις γίνεσθαι οὐ πέφυκεν, οἷον τὸ κατὰ μερισμὸν σχῆμα οὐ γίνεταί ποτε διʼ ἀποφατικοῦ σχήματος, ἀλλʼ οὐδὲ τὸ ἀποφατικὸν κατὰ μερισμὸν, ἀλλʼ αὐτὸ καθʼ ἑαυτὸ ἕκαστον συνίσταται σχῆμα, ἰδίαν ἔχον ὕπαρξιν· ἡ δὲ ἀφήγησις οὐ καθʼ ἑαυτὴν συνίσταται, ἀλλὰ διὰ τῶν ἄλλων δείκνυται. οἷον διὰ τοῦ πλαγιασμοῦ, διὰ τοῦ μερισμοῦ· οὐκ ἄρα οὖν σχῆμα· ὅμως μετὰ ταῦτα συντίθεται σχῆμα εἶναι κατὰ μέθοδον.
κγʹ. Μερίσας, κατὰ μερισμὸν τῇ ἀφηγήσει χρησάμενος, οἷον Κροῖσος ἦν Λυδὸς μὲν γένος, παῖς δὲ Ἀλυάττεω, τύραννος δὲ ἐθνέων, καὶ παρὰ Δημοσθένει τῷ μὲν γὰρ συνδέσμῳ καὶ τῷ δὲ χρώμενος μερίζοι τὰς διανοίας διαφόρως.
κδʹ. Τί ἐστι σχῆμα, εἴρηται, ὅτι ὑπαλλαγὴ λόγου τυχὸν ἀπὸ περιόδου, κύκλος, ἤ τι τοιοῦτον, περὶ ὧν ἐν τῷ τετάρτῳ τόμῳ τῶν εὑρέσεων ὁ τεχνικὸς διαλαμβάνει· καλῶς οὖν λέγει, ὅτι καὶ ἡ ἀφήγησις μέθοδός ἐστιν· ἐν πολλοῖς γὰρ σχήμασιν ἐξαγγέλλεται· σχῆμα δὲ σχήματος οὐκ ἔστι.
κϛʹ. Διὸ τὸ ἀταρπὸς οὐ τέτραπται μὲν, ταχὺ δέ ἐστιν· καὶ οὐχ ἁρμόττει καθαρῷ λόγῳ· ἀτραπὸς δὲ ἦν τὸ ὑγιὲς παρὰ τὸ μὴ τρέπεσθαι· δηλοῖ δὲ τὴν εὐθεῖαν ὁδὸν καὶ ἀκαμπῆ, εἶτα καὶ κατὰ μετάθεσιν τοῦ ρʼ ἀτραπός.
κζʹ. Ὁποίας μὲν δεῖ λαμβάνειν ἐννοίας καὶ μεθόδους, πρὸς τὸ ποιῆσαι καθαρόν τινα λόγον, ἀρκούντως ἐδίδαξεν. ἑξῆς δὲ ἐπὶ τὴν λέξιν μέτεισι καὶ λέγει καθαρὰν εἶναι τὴν κοινὴν καὶ εἰς ἅπαντας ἥκουσαν, καὶ μὴ τετραμμένην, μηδὲ ἀφʼ ἑαυτῆς οὖσαν σκληρὰν, ὡς τὸ ἀταρπός· ἡ γὰρ ἐκφώνησις τῶν στοιχείων τραχεῖα, καὶ τὸ ἐκνενεύρικεν ἁρπάζων τὴν Ἑλλάδα· καὶ ἁπλῶς εἰπεῖν· δεῖ φυγεῖν τοὺς καλουμένους τρόπους καὶ τὰς τροπικὰς λέξεις· ποιεῖ δὲ τὸν τρόπον ἡ ἀκυριολεξία, καὶ ἔστιν ἐναντία τῷ σχήματι· εὕροις δὲ τὰς τοιαύτας λέξεις μάλιστα παρʼ Ὁμήρῳ· φιλῶν γὰρ τὰς ἐμφαντικὰς λέξεις κέχρηται συνεχῶς τοῖς τρόποις, ὡς ἔχει τό· Πόδας πολυπίδακος Ἴδης· καὶ τὸ Ἄκρην κἀκ κορυφήν. λέγεται γὰρ ἡ κορυφὴ κυρίως ἐπὶ τῶν ὀρέων· ὁ δὲ ποιητὴς ἐμφᾶναι τὸ πάθος βουλόμενος ἐχρήσατο ταύτῃ τῇ λέξει, δεικνὺς, ὡς κατὰ τὸ ἀκρότατον τῆς κορυφῆς ἐνέπεσεν ἡ πληγή· καὶ ἁπλῶς εἰπεῖν αἱ τοιαῦται λέξεις ἐμφαντικαὶ τῶν ὑποκειμένων εἰσὶν ἢ κυρίως λεγόμεναι· πλὴν λυμαίνονται τὴν καθαρότητα, καὶ σπανίως ἂν εὕροις τὴν τοιαύτην παρὰ Ἰσοκράτει λέξιν· κέχρηται γὰρ μάλιστα ταῖς καθαραῖς.
κθ. Ἔστι μὲν τοῦτο ἐκ τοῦ κατὰ Τιμοκράτους· διὰ τί δὲ καθαρότητος λέγει εἶναι σχῆμα; οὐ γὰρ ὀρθὴ πτῶσις, ἀλλʼ ἀντωνυμία τὸ ἐγώ· φαμὲν, ὅτι, ὥσπερ ἐπὶ τῶν ὀνομάτων ἡ ὀρθὴ πτῶσις ὀρθότητα ποιεῖ· οἷον «Σαννίων ἐστί· δήπου τις,» καὶ Κροῖσος ἦν, οὕτως ἐπὶ τῶν ἀντωνυμιῶν αἱ τοῦ πρώτου προσώπου ὀρθότητα ποιοῦσιν, ὡς τό· «ἐξῆλθον ἔτος τουτὶ τρίτον— εἰς Πάνακτον·» ἰστέον δὲ ἐντεῦθεν, ὅτι καὶ ἐκ τῆς ἀρχῆς μόνου τοῦ κώλου τὸ σχῆμα γνωρίζεται, ὡς τὸ «ἐγὼ γὰρ, ὦ Ἀθηναῖοι, προσέκρουσα ἀνθρώπῳ πονηρῷ·» μέχρι τούτων ἡ ὀρθότης.
λʹ. Δεῖ δὲ τὸ σχῆμα, φησὶ, καθʼ αὑτὸ μόνον ὁρᾷν, ὥσπερ καὶ τὰ προσλαβόντα· εἰ γὰρ καὶ τὰ ἐφεξῆς ἐπενέγκοις, οὐκ ἂν εὕροις τὸν λόγον καθαρόν. ἀλλὰ δεῖ, καθὰ δεδηλώκαμεν, αὐτὸ ἀφʼ ἑαυτὸ ὁρᾷν, περὶ ὧν ὁ λόγος, ἐπεὶ καὶ τὰ προειρημένα, τὸ, «Σαννίων ἐστὶ,» καὶ τὸ, «ἀδελφὰς ἔχομεν γυναῖκας» καὶ τὰ τοιαῦτα, καθʼ ἑαυτὰ μὲν ἐξεταζόμενα καθαρά· μετὰ δὲ τῶν ἑπομένων θεωρούμενα μόνον οὐκ ἐῶσι τὸν λέγοντα καθαρόν· σχῆμα οὖν καθαρότητος ἡ ὀρθότης.
λαʹ. Οὐ γὰρ εἴασε, φησὶ, τὰ ἐφεξῆς εἰρημένα, λέγω δὲ τὸ «ἀνθρώπῳ πονηρῷ καὶ φιλαπεχθήμονι,» μεῖναι τὸν λόγον ἐφʼ ἑαυτοῦ, ἀλλʼ ἐπενεχθέντα διέλυσε τὴν ὀρθότητα.
λβʹ. Ἐκεῖνα τὰ ἐφεξῆς, τὸ «ἀνθρώπῳ πονηρῷ καὶ φιλαπεχθήμονι,» οἷον «Ἀνδροτίωνα λέγω·» τοῦτο γὰρ διέλυσε τὴν ὀρθότητα· αὐτὰ δὲ ἕκαστα ἐφʼ ἑαυτῶν, ἀντὶ τοῦ, αὐτὰ καθʼ ἑαυτὰ ἐξεταζόμενα, ἵνα μὴ καὶ τὴν ἔννοιαν προσεξετάσωμεν· ἐνδέχεται γὰρ τὴν μὲν ἔννοιαν εἶναι περιβολῆς, τὸ δὲ σχῆμα τῆς λέξεως καθαρὸν, ὡς ὑποκατιὼν ἐρεῖ.
λγʹ. Ὁ πλαγιασμὸς τοιοῦτός ἐστι· «τοῦ γὰρ Φωκικοῦ συστάντος πολέμου·» καὶ ἐν τῷ πανηγυρικῷ Ἰσοκράτης· «Δήμητρος γὰρ ἀφικομένης εἰς τὴν πόλιν ἡμῶν.»
λδʹ. Τεκμήριον, φησὶ, τούτου τὸ τὸν πλαγιασμὸν ἀφανίζειν τὴν καθαρότητα, καὶ μεταβάλλειν εἰς τὸ ἐναντίον· εἰ γὰρ πλαγιάσαις, φησὶ, κἂν ἀφηγῇ, πάντως περιβαλεῖς· ἐννοίας γὰρ ἄλλας ἐφέλκονται οἱ πλαγιασμοί.
λεʹ. Ἡ μὲν καθαρότης εἶδός ἐστι τῆς σαφηνείας, ἥτις διαιρεῖται εἰς καθαρότητα καὶ εὐκρίνειαν, ἡ δὲ περιβολὴ εἶδός ἐστι τοῦ μεγέθους· τοῦτο γὰρ διαιρεῖται εἰς σεμνότητα, περιβολὴν, τραχύτητα, λαμπρότητα, ἀκμὴν, σφοδρότητα.
λϛʹ. Ὅτι τῆς σαφηνείας ἴδιον ἡ ὀρθότης, ἐκ τῶν παραδειγμάτων τοῦτο ποιεῖ φανερόν. τὸ γὰρ «ἦν Κανδαύλης,» φησὶ, καὶ τὸ «Κροῖσος ἦν,» καὶ ὅσα παραπλήσια τούτοις εἰσφερόμενα κατʼ ὀρθότητα, καθαρὸν ποιεῖ τὸν λόγον· ἴσως δὲ κἂν ἄρξηταί τις ἐκ πλαγιασμοῦ, ἐπενέγκῃ δὲ τὴν ῥηματικὴν εὐθὺς ἀπόδοσιν καὶ στήσαι τὴν ἔννοιαν, κἂν ἁμάρτοι τῆς καθαρότητος, οἷον «ἀνθρώπῳ γὰρ ἐγὼ προσέκρουσα πονηρῷ καὶ φιλαπεχθήμονι·» μὴ οὖν ζήτει μόνον κατʼ εὐθεῖαν προφέρειν τὸν λόγον· καλὸν μὲν γὰρ τοῦτο, πλὴν ἐπιφέρειν σπούδαζε τὸ ῥῆμα, ὅπως ἐκ τοῦ βραχέως στήσῃς τὴν ἔννοιαν· ἐγὼ γὰρ τοὐναντίον φημὶ, κἂν ἀπὸ πλαγιασμοῦ ἄρξῃ, μὴ διὰ μακροτέρων δὲ τὴν ῥηματικὴν ποιήσῃς ἀπόδοσιν, οὐδὲν ἧττον ὁ λόγος ἔσται καθαρός· εἰ δὲ καὶ ἐξ εὐθείας λάβοις τὴν ἀρχὴν καὶ τὴν λέξιν, εὐθὺς ἐπενέγκῃς τὴν ῥηματικὴν, καθαρότατον ποιήσεις τὸν λόγον, εἰ δὲ καὶ πλαγιάσεις καὶ διὰ μακροτέρων ἐπενέγκοις τὴν ῥηματικὴν ἀπόδοσιν, περιβαλεῖς· οἷον Κροίσου ὄντος καὶ Κανδαύλου ὄντος εἰ λέγοις, ταραχή τις ἔσται διὰ τὸ δεῖν πάντως ἀκολουθῆσαι τὸ ἕτερον νόημα.
λζʹ. Ἔννοια γὰρ περιβολῆς, ὡς μέλλει λέγειν, ὅταν τις μὴ φίλα μηδὲ καθʼ ἑαυτὰ λέγῃ τὰ πράγματα, ὡς τὸ, «ἐξῆλθον ἔτος τουτὶ τρίτον εἰς Πάνακτον,» ἐν τῷ κατὰ Κόνωνος, ἀλλὰ μετὰ τῶν παρακολουθούντων, τουτέστι τῶν περιστατικῶν, τόπου, χρόνου, αἰτίας, τρόπου, καὶ πρὸς τούτοις τῆς γνώμης· τοῦ προσώπου, ἅ ἐστιν ἐν τῷ κατὰ Μειδίου· ἐπειδὴ γὰρ οὐ καθεστηκότος χορηγοῦ τῇ Πανδιονίδι φυλῇ, τόπος μὲν ἡ ἐκκλησία· χρόνος δὲ τρίτον ἔτος τουτί· αἰτία, ἵνα μὴ στάσις ᾖ· τρόπος, ὅτι ἐθελοντής· γνώμη τοῦ προσώπου, ὅτι διὰ φιλοτιμίαν· οὕτω μὲν κατὰ ἔννοιαν περιβέβληται· κατὰ δὲ σχῆμα, ὅτι οὐ κατὰ ὀρθότητα προσενήνεκται, ἀλλὰ κατὰ πλαγιασμὸν καί ἐστιν ἐγκεκλιμένον.
ληʹ. Τὸ κατὰ σχῆμα καὶ τὴν λέξιν καὶ τὰ κῶλα· τὰ περιστατικὰ γὰρ, οἷς ἐν τούτῳ κέχρηται ὁ ῥήτωρ, ἀνάγκη τὸν μεταβάλλοντα μὴ παρελθεῖν, ὥστε κατὰ σχῆμα μόνον μεταβαλεῖς, οὐ κατὰ ἔννοιαν τὸ διήγημα· ἔστιν οὖν περιβολὴ μὲν κατὰ ἔννοιαν ἕνεκα τῶν περιστατικῶν, καθαρότης δὲ κατὰ τὸ τῆς ὀρθότητος.
λθʹ. Πᾶσαι, φησὶ, σχεδὸν αἱ ἰδέαι τῶν λόγων διʼ ἀλλήλων εὑρίσκονται καὶ γίνονται καταφανεῖς ἢ κατὰ ἀφαίρεσιν καὶ χωρισμὸν, ὡς ὅταν λέγῃ φεύγειν ἐν τῷ καθαρῷ λόγῳ τὴν περιβολήν· ὁ γὰρ ταύτης ἀπηλλαγμένος μάλιστα καθαρώτατος· ἢ κατὰ πρόσθεσιν, ὥσπερ ἐπὶ τῆς σαφηνείας· γίνεσθαι γὰρ αὐτὴν ἔφαμεν ἐκ καθαρότητος καὶ εὐκρινείας. οὕτως πᾶσαι σχεδὸν αἱ ἰδέαι διʼ ἀλλήλων εὑρίσκονταί τε καὶ γίνονται.
μαʹ. Ὅσα τῶν σχημάτων εἰσὶ περιβλητικὰ, διαφέρει τὴν καθαρότητα, καὶ δῆλον ἐντεῦθεν, ὡς καὶ τὸ ὑπέρβατον λυμαίνεται τὴν σαφήνειαν.
μγʹ. Μέτρον μὲν κώλου φασὶν εἶναι συλλαβῶν, ὅσαι πληροῦσι τὸν τρίμετρον ἴαμβον, καὶ τὸν ἡρωικὸν στίχον· κόμματος δὲ ἀπὸ τεττάρων καὶ πέντε καὶ μέχρις ὀκτώ. οὐ μόνον δὲ τὸ κόμμα ἐλάττοσι τῶν ὀκτὼ πληροῦται, ἀλλὰ καὶ τὸ κῶλον πολλάκις, ὅτε τὴν ἐπὶ μέρος ἀρκεῖ δηλῶσαι διάνοιαν ἐν τοσαύταις συλλαβαῖς· καὶ τοῦτο κομματικὸν καλεῖται τὸ κῶλον· οὕτω Λαχάρης.
μδʹ. Μετὰ τὸν περὶ σχημάτων λόγον τάχα ἂν προσῆκον ἦν περὶ τῆς συνθήκης μᾶλλον διαλαβεῖν· παρέπεται γὰρ ἐξ ἀνάγκης τὰ κῶλα τοῖς προλαβοῦσιν· εἰ γὰρ τὴν ἔννοιαν ἐν τῇ καθαρότητι σύντομον εἶναι δεῖ, καὶ τὰ ἀπαρτίζοντα τὰς ἐννοίας ἄρα κῶλα μικρὰ εἶναι χρὴ καὶ κομματικὰ, καὶ περιγράφονται συντόμως τὰ νοήματα· πολὺς γὰρ περὶ αὐτῶν τοῖς ἀρχαίοις κατανάλωται λόγος, ὅθεν καὶ περιττὸν ἡγοῦμαι τὸ περὶ κώλου καὶ κόμματός τι διαλαβεῖν· εὐπετῶς γὰρ ἂν παρακολουθήσῃ τούτοις ὁ μὴ τὴν ἀρχὴν ὀκνήσας τοῖς τῶν ἀρχαίων προσομιλῆσαι συγγράμμασιν· αὐτίκα τῷ Λαχάρῃ διαπεπόνησαι σύνταγμα μηδὲν ἕτερον περιέχον, ἀλλʼ ἢ περὶ κώλου καὶ περὶ κόμματος· οὐ γὰρ εὐκαταφρόνητος ὁ περὶ αὐτῶν λόγος· ὥστε πάρεργον θέσθαι τὴν περὶ αὐτοῦ σπουδὴν, ἀλλʼ ἀγαπητὸν, εἰ μὴ καὶ συμμίξας τις μετὰ ἄλλων χωρὶς περὶ αὐτῶν διαλαβὼν μὴ ἁμάρτοι τοῦ προσήκοντος· ἀλλὰ πρῶτον μὲν ἐοίκασιν τῶν ὀνομάτων τούτων ἐλθεῖν εἰς ἔννοιαν, ἐν ἐξετάσει λόγων οὐ κατὰ μέτρα προενηνεγμένων, φιλοσόφων μὲν Ἀριστοτέλης ἐν ταῖς ῥητορικαῖς λεγομέναις τέχναις, σοφιστῶν δὲ Ἰσοκράτης· τί δὲ τούτων ἕκαστος λέγει καὶ ὅπως μὲν Ἀριστοτέλης τὴν περίοδον ὡρίσατο, ὡς συμπληροῖ τὰ κῶλα καὶ τὰ κόμματα, ὅπως δὲ πάλιν Ἰσοκράτης, τῷ Λαχάρῃ δεόντως ἐν τῷ περὶ αὐτῶν εἴρηται λόγῳ· πολλοὺς γὰρ ὁρισμοὺς τῶν ἀρχαίων παρατίθησι· λέγει γὰρ καὶ Ἰσοκράτους ὁρισμὸν, ὃν οὐ παραδέχεται· τῷ γὰρ Ἀριστοτέλει οὐδεμία γέγονε περὶ αὐτοῦ σπουδή. τοῦ δὲ ἐπιστήμονος ἔργον ἐστὶν εἰδέναι, τίνες μὲν αὐτῶν καλῶς ἔχουσι, τίνες δὲ πάλιν οὐ καλῶς· ἐπείτοιγε πολλὰς ὁ Λαχάρης ἐκτίθεται δόξας ἀνδρῶν παλαιῶν καὶ μάλα σεμνῶν, αὐτίκα Λολλιανοῦ μετὰ τὸν Ἰσοκράτην μέμνηται· κῶλον γάρ ἐστι κατʼ αὐτὸν μόριον λόγου, συγκείμενον ἐκ δύο ἢ καὶ πλειόνων ὀνομάτων, τελειοῦν τὴν ἐπὶ μέρους αὐτὴν ὅλην διάνοιαν, οὔτε δὲ τοῦ κώλου μεῖζον τελειοῖ διάνοιαν, οὔτε ἔλαττον πάλιν· κῶλον μὲν δὴ τοῦτό ἐστιν, ἄνδρες δικασταὶ, τέλειον, μεῖζον δὲ, ἄνδρες δικασταὶ, μάλιστα μέν· ἔλαττον δὲ, μάλιστα μέν. δοκεῖ δὲ ὁ Κορνοῦτος σαφέστερον περὶ αὐτῶν εἰπεῖν· τὴν γὰρ Βασιλικοῦ παρίημι δόξαν· φησὶν οὖν ὁ Κορνοῦτος, κῶλόν ἐστι μόριον λόγου συγκείμενον ἐξ ὀνομάτων δύο ἢ καὶ πλειόνων, τελειοῦν ἐπὶ μέρος διάνοιαν, εἶτα παρακατιὼν σαφέστερον τὸν λόγον ἐποίησεν, ἐπιμνησθεὶς αὐτοῦ· κῶλον γάρ ἐστι διανοίας μέρος ἀπαρτίζον πρὸς ἕτερον κῶλον παρακείμενον· τὸ γὰρ, εἰ τὸν χορευτὴν οὐδὲ ὁ προσκαλέσας ἀζήμιος ἔσται, κῶλον μέν ἐστι σαφῶς, οὐκ ἂν δὲ εἰλικρινῶς, οὐδὲ τὴν ἐπὶ μέρος παρέστησεν ἡμῖν διάνοιαν μὴ προσλαβοῦσι· τὸν δὲ χορηγὸν αὐτὸν οὐδὲ ὁ συγκόψας οὐ δώσει δίκην. διαλαμβάνει δὲ καὶ περὶ τοῦ κόμματος ὁ Κορνοῦτος, σαφῶς οὑτωσί πως λέγων· κόμμα ἐστὶ λόγος διάνοιαν δηλῶν δύο ἢ τρισὶ λέξεσιν· οἷόν ἐστι τό· μηδὲν ἄγαν, καὶ τό· γνῶθι σαυτόν· ἔτι δὲ σαφέστερον τὰ περὶ τοῦ κόμματος Ἀψίνου δόξειεν ἂν ἔχειν· οὗτος γὰρ κατὰ μὲν τὴν διάνοιαν οὐδὲν διαφέρειν νομίζει τὸ κῶλον τοῦ κόμματος, μόνῳ δὲ διαχωρίζεσθαι τῷ μέτρῳ τῶν συλλαβῶν· ἀπὸ γὰρ τεττάρων καὶ πέντε συλλαβῶν μέχρι τῶν ἓξ κόμμα, φησὶν, ἐστίν· τὸ δὲ ὑπὲρ τὰς ἑπτὰ καὶ ὀκτὼ καὶ δέκα ἐγγίζειν ἤδη τριμέτρῳ, καὶ μέχρι τοῦ ἡρωικοῦ προχωροῦν κῶλον γίνεται ὀρθὸν καὶ τεταγμένον· τὸ δὲ ὑπὲρ τὸ ἡρωικὸν σχοινοτενές· ἔνιοι δέ φασι καὶ τὸν ἐπῳδὸν κῶλον εἶναι, τὸ δὲ ὑποκάτω κόμμα. προστίθησι δὲ διορθούμενος τὴν ἑαυτοῦ δόξαν διὰ τοῦ κόμματος, ὅτι καὶ ἐκ τεττάρων καὶ ἡττόνων συνίσταται τὸ κῶλον συλλαβῶν· εἰ γὰρ ἀπαρτίζοιτο, φησὶ, διάνοια καὶ ἐν δύο συλλαβαῖς κόμμα ἔσται, καλῶς λέγων· τοῦ γὰρ πότερον ἠδίκει καὶ παρεσπόνδει καὶ ἔλυε τὴν εἰρήνην ἢ οὐ, τὰς ἐπὶ τέλει δύο συλλαβὰς κόμμα ἐκάλεσεν, ἐρωτῶντος τοῦ ῥήτορος ὁλοκλήρως μετὰ τῶν δύο συλλαβῶν τούτων τὴν προκειμένην πᾶσαν διάνοιαν· ἀλλʼ ἐπανέλθωμεν ἐπὶ τὸ προκείμενον· ἀρκούντως γὰρ ἡμῖν κατὰ τὸ πάρεργον ὁ περὶ τούτων εἴρηται λόγος· ἔφαμεν γὰρ ἐν τοῖς προλαβοῦσιν, ὡς ἀρεσκόμεθα ἐπὶ τῷ Λαχάρῃ, εἰ καὶ κακίζοιτο παρά τισιν ὁ ἀνὴρ, ὡς μὴ καλῶς περὶ τούτων πραγματευσάμενος· δεῖ οὖν ἐπὶ τῆς καθαρότητος εἶναι τὰ κῶλα κομματικὰ, τὰ γὰρ μακρὰ τῶν κώλων καὶ αἱ περίοδοι οὐ καθαροῦ λόγου.
μεʹ. Τὸ ἀκριβολογεῖσθαι περὶ συγκρουσμοῦ ἑτέρας ἰδέας ἐστὶν ἴδιον, ἥν τινα καλεῖ κάλλος καὶ ἐπιμέλειαν.
μϛʹ. Τὸ περὶ συγκρουσμοῦ φωνηέντων μικρολογεῖσθαι τοῦ κεκαλλωπισμένου μᾶλλον ἴδιον, ἢ τοῦ ἁπλοῦ τε καὶ καθαροῦ· καὶ εὕροις ἂν τὴν τοιαύτην παρὰ Ἰσοκράτει παραφυλακήν.
μζʹ. Λογοειδεστέραν καλεῖ τὴν κωμικωτέραν, προσεοικυῖαν λόγῳ κατὰ τὴν συνθήκην· πολλοὺς γοῦν κ. τ. λ.
μηʹ. Ἡ λογοειδεστέρα, φησὶ, καὶ τελευτῶσα εἰς βραχέα καὶ φεύγουσα τὸν ὄγκον καὶ τὴν ἐπῃρμένην κατάληξιν, οἷον ἰαμβική τις ἢ τροχαϊκή.
μθʹ. Ἡ ἐξ ἰάμβων καὶ τροχαίων συνθήκη, φησὶν, οὐ τοσοῦτον ὕψος ἐργάζεται τῷ λόγῳ, ὅσον ἡ ἐκ σπονδείων καὶ δακτύλων συνεστῶσα· τοῖς γὰρ χρόνοις συμβαίνει καὶ ὁ κόμπος τοῦ λόγου· λογοειδεστέρα δὲ ἀντὶ τοῦ λόγῳ πεζῷ ἁρμόττουσα καὶ προσήκουσα· ὁ γὰρ πεζὸς λόγος ὡς ἐπὶ τὸ πλεῖστον ἐξ ἰάμβων καὶ τροχαίων ἐστίν· διὸ καὶ οἱ ἴαμβοι πεζοφανεῖς εἰσι πολλαχοῦ καὶ τὴν κωμικὴν ποίησίν τινες ἔμμετρον καλοῦσι. δεῖ οὖν τὴν σύνθεσιν τὴν καθαρὰν τοιαύτην εἶναι ἰαμβοφανῆ.
νʹ. Διῃρημένην φράσιν καὶ αὐτὸς προϊών φησιν τήν τε κομματικὴν ὡς ἐν τραχύτητι, «παρὰ σοὶ κατέλυον, Αἰσχίνη, καὶ σὺ προὐξένεις αὐτῶν,» καὶ τὴν ἐν σφοδρότητι κατʼ ὄνομα τὸν λόγον ἀναπαύουσαν, «οὗτος οὖν αὐτὸν ἐξαιτήσεται, ὁ φαρμακὸς, ὁ λοιμός.» ταύτῃ οὖν τῇ φράσει εἰκότως ἐναντία ἐστὶν ἡ λογοειδεστέρα, ὡς διὰ μακροτέρων συγκειμένη κώλων· εἰ δὲ διῇρται ἔχει, σημαίνει τὸ τὴν ἰαμβικὴν καὶ τροχαϊκὴν συνθήκην ἥττονος ὕψους καὶ μεγέθους μετέχειν, ἤπερ τὴν δακτυλικήν τε καὶ σπονδειακήν.
ναʹ Διῇρται ἀντὶ τοῦ ἐπῇρται, πρὸς ὄγκον· ἡ γὰρ δακτυλικὴ ὕψος ἔχει καὶ μέγεθος· διὸ καὶ τῶν ἡρωικῶν ἀπενεμήθη, καί ἐστι ποιητικῇ πρέπουσα.
νβʹ. Τὸ ἀκριβὲς, φησὶν, οὐ δεῖ ζητεῖν· οὐ γὰρ δυνατὸν, πλὴν παραφυλλάττεσθαι ἀεὶ τοὺς πόδας τοὺς κατὰ τὴν ὅλην τοῦ λόγου συνθήκην, ὡς πλείους ὦσιν ἴαμβοι καὶ οἱ τροχαῖοι τῶν δακτύλων τε καὶ ἀναπαίστων. ὁ δὲ Διονύσιος κ. τ. λ. ἔτι δὲ καὶ Ἰσοκράτης ἐν τῇ τέχνῃ φησίν· ὅλος δὲ ὁ λόγος μὴ λόγος ἔστω, ξηρὸν γὰρ, μηδὲ ἔμμετρος, καταφανὲς γὰρ, ἀλλὰ μεμίχθω παντὶ ῥυθμῷ, μάλιστα ἰαμβικῷ ἢ τροχαϊκῷ. τὸ μὲν οὖν ἰαμβικὸν μέτρον καλεῖται καὶ τρίμετρον, διὰ τὸ κατὰ συζυγίαν ποδῶν μετρεῖσθαι, δέχεται δὲ ἐν μὲν ταῖς περιτταῖς χώραις δάκτυλον, σπονδεῖον, ἴαμβον, ἀνάπαιστον, χορεῖον, ἐν δὲ τοῖς ἀρτίοις μόνους τοὺς ἀπὸ βραχείας ἀρχομένους, οἷον πυρρίχιον, ἴαμβον, ἀνάπαιστον, ἀμφίβραχυν, βακχεῖον, χορεῖον· τὸ δὲ τροχαϊκὸν μέτρον καλεῖται μὲν ἰθυφαλλικὸν καὶ τετράμετρον, δέχεται δὲ ἐν μὲν ταῖς περιτταῖς χώραις τέτρασι τροχαῖον, χορεῖον, δάκτυλον· ἐν δὲ τοῖς ἀρτίοις τούτους τε καὶ ἀνάπαιστον καὶ σπονδεῖον· οἷον παρὰ Ἀρχιλόχῳ ἐν τετραμέτρῳ Τοῖος ἀνθρώποισι θυμὸς, Γλαῦκε, Λεπτίνεω πάι, Γίνεται θνητοῖς, ὁκοῖον Ζεὺς ἐφʼ ἡμέρην ἄγει. τοῦτο οὖν τετράμετρόν ἐστι καταληκτικὸν εἰς συλλαβήν· τὸ οὖν τοῦ ῥήτορος σπονδεῖον ἔχοι ἐν τῇ τρίτῃ χωλόν ἐστιν.
νδʹ. Μέτρον ἐστὶ ποδῶν ἢ βάσεων σύνταξις, αἰσθήσει τῆς ἀκοῆς παραλαμβανόμενον· τὸ μὲν γὰρ κρῖνόν ἐστιν ἀκοὴ, τὸ δὲ κοσμοῦν ἐστι φωνή· ὡς τὸν ἦχον τῆς εὐρυθμίας ἐπεκτείνουσά τε καὶ συστέλλουσα ἡ φωνὴ σχηματίζει τὰς συλλαβὰς, οὕτως εἰσδεξαμένη κρίνει ἡ ἀκοή· καὶ πολλὰ διὰ τοῦτο τῶν μέτρων συμβέβηκεν ἀποκρύπτεσθαι ἐν τῇ κατὰ πεζὸν ῥήσει, ὡς παρὰ Δημοσθένει· Τὸν γὰρ ἐν Ἀμφίσσῃ πόλεμον, διʼ ὃν εἰς Ἐλάτειαν, στίχος ἐστὶν, ὃς ἠδυνήθη λαθεῖν διὰ τὸ πεζῆς οὔσης τῆς προφορᾶς συνηρπάσθαι τῷ λόγῳ τὴν ἀκοήν.
νϛʹ. Οἷον δακτυλικόν τε καὶ ἀναπαιστικὸν ἐν τῇ συνθήκῃ τῆς γλυκύτητος, ἰαμβικὸν δὲ καὶ τροχαϊκὸν ἐν τῇ συνθήκῃ τῆς καθαρότητος· καὶ μὲν πᾶς λόγος ἔμμετρος· ἀνάγκη γὰρ ἔχειν αὐτὸν τοιουσδήποτε πόδας· ἀλλʼ ἔμμετρόν φησιν οὐ τὸν χύδην καὶ ἁπλῶς μετρούμενον, ἀλλὰ τὸν κανονισθέντα καὶ ὡρισμένον, οἷον ἰαμβικὸν, τροχαϊκόν.
νζʹ. Οὐ δεῖ, φησὶν, μέχρι τέλους ἐμμένειν αὐτοῖς, ἀλλὰ ἀναμεμίχθαι καὶ ἑτέρους πόδας, ὅπως φανείη μὴ κατὰ τέχνην ὁ λόγος ἔμμετρος ὢν, ἀλλὰ κατὰ φύσιν ὢν ἔμμετρος, ὅτε καὶ ἔμμετρον εἶναι δεῖ κ. τ. λ. Κατὰ φύσιν οὖν ἔμμετρον εἶναι δεῖ τὸν λόγον καὶ μὴ κατὰ τέχνην· εἰ μὴ γὰρ οὕτως ἔσται, ποιητικὸς ἂν ἀποτελεσθείη ὁ λόγος καὶ κατὰ τέχνην ἔμμετρος· οὐκοῦν πλεοναζέτω μὲν ἴαμβος καὶ ὁ τροχαῖος ἐν τῷ καθαρῷ λόγῳ· καταλήγοντες γὰρ εἰς βραχέα λογοειδεστέραν ποιοῦσι τὴν συνθήκην, ὡς ἔχει τό· «οὗτος ἀστρατείας ἑάλω καὶ κέχρηται συμφορᾷ·» εἰ γὰρ καὶ θεραπεύσει, ὥς φησιν ὁ τεχνικὸς, τὴν πρώτην συλλαβὴν μακρὰν οὖσαν ἐν τῷ ἀστρατείας ἑάλω, καθαρὸν εὑρίσκεται μέτρον τροχαϊκὸν τετράμετρον καταληκτικὸν, ὃ μάλιστα ποιεῖ τὸν λόγον καθαρόν.
νηʹ. Τροχαϊκὸν εἰς τὰς περιττὰς χώρας δέχεται τροχαῖον καὶ τρίβραχυν καὶ δάκτυλον, κατὰ δὲ τὰς ἀρτίους αὐτούς τε τούτους καὶ σπονδεῖον καὶ ἀνάπαιστον, καταληκτικὸν δὲ, ὅ ἐστιν τὸν παραλήγοντα μάλιστα μὲν τροχαῖον· δέχεται δὲ ἔστιν ὅτε καὶ τρίβραχυν· καταληκτικὰ δὲ καλεῖται, ὅσα μεμειωμένον ἔχει τὸν πόδα τὸν τελευταῖον, ὡς ἐπὶ τοῦ «καὶ κέχρηται συμφορᾷ·» ἐνταῦθα γὰρ ἡ ρα συλλαβὴ ἀντὶ τοῦ ὅλου ποδὸς κεῖται· ἀκατάληκτα δὲ, ὅσα τὸν τελευταῖον πόδα ὁλόκληρον ἔχει· τετράμετρα δὲ δηλονότι, τὰ ὀκτὼ πόδας δεχόμενα κατὰ διποδίαν μετρούμενα.
νθʹ. Κατάληξίς ἐστιν κ. τ. λ. Τὸ μὲν οὖν ἰαμβικὸν μέτρον εἰς ἴαμβον ἢ πυρρίχιον καταλήγει πάντως, εἰ μὴ χωλεύοι· τότε γὰρ εἰς σπονδεῖον ἢ τροχαῖον λήγει, ὡς ἔγνωμεν ἐν χωλιάμβοις· τὸ δὲ τροχαϊκὸν ἔχον τὸν ἕβδομον, ὡς εἴρηται, τροχαῖον, ἢ δάκτυλον, καὶ συλλαβὴν ἐπὶ τούτῳ, διαφόρους ἀποτελεῖ τοὺς καταληκτικοὺς πόδας, ἴαμβον ἢ πυρρίχιον.
ξʹ. Τῆς συνθήκης, φησὶ, τοιαύτης οὔσης καὶ ἡ ἀνάπαυσις στήσει τὸν λόγον, ἐν ἰαμβικῷ τινι ἢ τροχαϊκῷ μέρει τοῦ λόγου, τῆς καταλήξεως δηλαδὴ φανερᾶς οὔσης· ἔσται γὰρ τροχαϊκὴ ἢ ἰαμβική· καὶ ἁπλῶς ὅσαι καταλήξεις τροχαϊκῶν τε μέτρων καὶ ἰαμβικῶν.
ζαʹ. Συμφώνως πάλιν κἀνταῦθα τοῖς ἀρίστοις ἀποφαίνεται τῶν πρὸ αὐτοῦ· Ἰσοκράτης τε γὰρ, ὡς ἔφαμεν, ἔλεγεν· ὅλως δὲ ὁ λόγος μὴ λόγος ἔστω, ξηρὸν γὰρ, μηδὲ ἔμμετρος, καταφανὲς γάρ· καὶ Διονύσιος κ. τ. λ.
ξβʹ. Ἰστέον, ὅτι Ἡφαιστίων φυσικὰ μέτρα γενικὰ βούλεται εἶναι ἐννέα, δακτυλικὸν, ἀνάπαιστον, ἰαμβικὸν, τροχαϊκὸν, ἀντισπαστικὸν, χοριαμβικὸν, ἰωνικὸν ἀπὸ μείζονος, ἰωνικὸν ἀπʼ ἐλάττονος, κρητικόν· τὰ δὲ παρὰ ταῦτα καλεῖ ἀσυνάρτητα καὶ συγκεχυμένα. φησὶν οὖν ὁ Ἑρμογένης τούτοις χρῆσθαι δεῖν τοῖς φυσικοῖς μέτροις, μὴ μέντοι ἀκριβῶς, ἀλλʼ ἢ ἐν ἀρχῇ τῶν κώλων, ἢ ἐν τέλει, ὡς καὶ αὐτὸς ἀλλαχοῦ φησιν.
ξγʹ. Ὁ ῥυθμὸς, φησὶ, μεταξὺ τούτων ἔσται τοιοῦτος κατὰ φύσιν ἔντεχνος, οὐ κατὰ τέχνην.
ξδʹ. Πάντα ταῦτα ποῖα ταῦτα; ἡ συνθήκη καὶ ἡ ἀνάπαυσις· εἰπὼν δὲ, «οὐ γὰρ ἥ γε ἑτέρα,» τὴν πεζὴν λέγει, καὶ ὡς ἔτυχε προϊοῦσαν.
ξεʹ. Ταῦτα δὲ πάντα φησὶ τὰ μετὰ τὰ κῶλα, τὴν συνθήκην λέγω, τὴν κατὰ πόδας, οὐ τὴν κατὰ συλλαβάς· τὴν γὰρ τοιαύτην οὐ πολυπραγμονεῖ διὰ τὴν προλεχθεῖσαν αἰτίαν. οὐ γὰρ ἐν ταῖς συλλαβαῖς, ἀλλʼ ἐν τοῖς μέρεσι τοῦ λόγου ἀπαρτίζεται τὰ νοήματα. ταῦτα οὖν πάντα ἡ τοιάδε συνθήκη καὶ ἡ ἀνάπαυσις· τό τε ἐξ ἀμφοῖν τούτοιν ἀποτελούμενον ὁ ῥυθμὸς οὐ μέγα συμβάλλεται πρὸς τὸ ποιῆσαι καθαρὸν τὸν λόγον, πλὴν συλλαμβάνει τι βραχύ. καὶ τοῦτο κἀν τοῖς φθάσασι γέγονε καταφανὲς, ὡς οὐ τοσοῦτον ἰσχύουσιν ἥ τε ἀνάπαυσις καὶ ἡ σύνθεσις καὶ ὁ ῥυθμός· κἂν λάβοις τὴν κατὰ τοὺς πόδας συνθήκην, ὅσον ἡ ἔννοια καὶ ἡ λέξις καὶ ἡ μέθοδος καὶ τὰ σχήματα καὶ τὰ παρακολουθοῦντα τοῖς σχήμασι κῶλα· τελειοῖ γὰρ τὸ σχῆμα τὸ κῶλον· διὸ καὶ τὴν ἀρχὴν αὐτὰ παρῆκεν ἐν τῷ περὶ τῆς δυνάμεως λόγῳ, καθὰ δεδηλώκαμεν· ἀλλʼ ἐκεῖσε μὲν τὴν δύναμιν λέγων αὐτῶν, κατὰ τί συμβάλλεται τὸ ἀποτελούμενον παρῆκεν. οὐδὲν γὰρ ἂν ἐποίει πλέον μνησθεὶς αὐτῶν, πλὴν εἰ μὴ τὴν διδασκαλίαν ἤθελε καταναλίσκειν ἐν μὴ προσήκουσι τόποις. ἐκεῖ οὖν τὴν δύναμιν αὐτῶν ἐξετάζων εἶπε, καὶ τὰ σχήματα τὰ περὶ τὴν λέξιν συνεισφέρειν τι· συμβαλλομένων δὲ τούτων συνενέγκοι τι καὶ τὰ κῶλα· εἰς ἃ περατοῦται τὰ σχήματα· παραστήσας δὲ τὴν δύναμιν αὐτῶν μετῆλθεν ἐπὶ τὴν χρῆσιν ἑκάστου καὶ τὴν ἐργασίαν, ἔνθα μὴ μνησθῆναι τῶν κώλων οὐκ ἦν, κἂν ἐξ ἀνάγκης παρακολουθῇ τοῖς σχήμασιν· ἔσται γὰρ τοῦτο φανερόν· ἀλλʼ εἰ μὴ διαμερίσας ἐκ τῶν σχημάτων αὐτὰ τὴν ἐργασίαν ἐν τῇ διδασκαλίᾳ κατʼ ἰδίαν παρέδωκεν, ἠγνοήσαμεν ἂν, ὅπως ἐν τῷ καθαρῷ λόγῳ δεῖ μεθοδεύειν τὰ κῶλα, κἂν εἰ ἐξ ἀνάγκης παρέπεται τοῖς σχήμασιν· ἐν δὲ τῇ διδασκαλίᾳ κατὰ χρείαν λαβὼν καὶ ἐν τῇ ἀνακεφαλαιώσει τέθεικε· τάχα γὰρ ἦν μέμψεως ἄξιος, εἰ, ὧν ἅπαξ ἐμνήσθη, τούτων ἐπανάληψιν ποιούμενος ἦλθεν εἰς λήθην.
ξϛʹ. Τὴν μεγίστην, φησὶ, δύναμιν ἔχουσιν αἵ τε ἔννοιαι καὶ αἱ λέξεις, μέθοδός τε καὶ κῶλα καὶ σχήματα· πλὴν δύναταί τι συμβάλλεσθαι ἥ τε συνθήκη καὶ ἡ ἀνάπαυσις καὶ ὁ ῥυθμὸς, οὐ τοσοῦτον μέντοι ἐν τῇ καθαρότητι, καὶ ἐν ταῖς ἄλλαις τῶν ἰδεῶν, εἰ καὶ ἐν τῷ κεκαλλωπισμένῳ πολὺ δύναται ταῦτα· τὴν δὲ αἰτίαν δείξομεν σαφῶς ἐκεῖσε γενόμενοι, διʼ ἣν ἐν τῷ κεκαλλωπισμένῳ λόγῳ μᾶλλον ἰσχύουσιν.
ξζʹ. Διὰ ποίαν αἰτίαν ἐν τῇ ποιητικῇ πολὺ ἰσχύει ταῦτα, ἐπειδὴ ὡς αὐτὸς ὑποκατιὼν φησὶν ἐν τῷ περὶ σεμνότητος πάνυ ἡδονῆς ἡ ποίησις στοχάζεται· ὁ γὰρ ποιητὴς πρὸς ἡδονὴν τῶν ἀκροατῶν γράφων τούτων ἐπιμελεῖται, διʼ ὧν θέλξει. Περὶ εὐκρινείας.
αʹ. Ἐκ τίνων μὲν οὖν ἡ καθαρότης γίνεσθαι πέφυκε, καὶ ὅπως δεῖ μεθοδεύειν ἕκαστον τῶν ποιούντων αὐτὴν, ἀρκούντως ἐδίδαξεν· ἐντεῦθεν δὲ μέτεισιν ἐπὶ τὸ ἕτερον τῆς σαφηνείας μέρος, λέγει δὴ τὴν εὐκρίνειαν, ἥτις οὖσα διορθωτικὴ τῆς καθαρότητος εἰκότως τέτακται μετʼ αὐτήν· κατὰ ποῖον γὰρ ἂν λόγον προετάγη τοῦ ζητουμένου τὸ πρὸς ἐπικουρίαν λαμβανόμενον; ὅταν γὰρ ἡ καθαρότης τὴν οἰκείαν ἀποτελέσῃ φύσιν διὰ τὴν τῶν ὑποκειμένων πραγμάτων περίστασιν, τότε μάλιστα χρεία τῆς εὐκρινείας, ὅπως ἐπανορθώσῃ τὸ βλάβος, ὃ πέπονθε κατὰ περίστασιν ἡ καθαρότης. σπεύδων γὰρ κ. τ. λ. Ἀλλʼ ἔχει μὲν, ὅπερ ἔφη, τὸ πλεῖστον περὶ τὴν μέθοδον, ὅθεν καὶ τὴν ἁμαρτίαν τῆς προεξητασμένης ἰδέας ἀναιρεῖ· περιττὴ γὰρ αὕτη, καθὰ μεμαθήκαμεν, ἐρρωμένης οὔσης τῆς καθαρότητος, πλὴν μετὰ τὴν μέθοδον, καὶ ἰδίοις τισὶ χρῆται· καὶ τοῦτο προϊοῦσιν ἔσται φανερὸν, ὅταν ἀποδείξωμεν, ὅπως ἐπικουρεῖ τῇ καθαρότητι, καὶ ποιεῖ ταὐτὸν, ὅπερ ἐκείνη πρὸ τῆς ἀνάγκης ἤθελε δρᾷν. ἔστι γὰρ ὅπου τῆς πιθανότητος ἀντιποιούμενος ὁ λέγων περιβολὴν ἐμποιεῖ καὶ συγχεῖ τὸν ἀκροατὴν, μηδὲν ἐπιφέρων τοῖς συνεστραμμένοις σαφές· ταύτην οὖν τὴν ταραχὴν οὐκ ἔστιν ἄλλως ἀνελεῖν, πλὴν εἰ μή τις τῇ μεθόδῳ χρήσαιτο τῆς εὐκρινείας, οἷον τόδε βούλομαι πρῶτον εἰπεῖν, καὶ δεῖ πρὸς τοῦτο τελέως ὁρᾷν, ὥσπερ καὶ ἐν τῷ παραπρεσβείας Δημοσθένους ἔστιν εὑρεῖν· ἀλλὰ μή μοι πρὸς τὴν δεινότητα τοῦ ῥήτορος ἀπίδοι τις, τὴν γὰρ φυσικὴν συνέχεε τάξιν ἕνεκεν τοῦ συμφέροντος· ταύτην αὐτὴν δὲ πάλιν, λέγω τὴν σύστασιν, διὰ τῆς ἐρωτήσεως, ἠφάνισεν ἡ μέθοδος τῆς εὐκρινείας, ὡς ὅταν λέγῃ, τίνων προσήκει τῇ πόλει λόγον παρὰ πρεσβευτοῦ λαβεῖν, καὶ πρῶτον ὧν ἀπήγγειλεν, εἶτα ὧν ἔπεισε καὶ τῶν ἑξῆς· ἐκ γὰρ τῆς τοιαύτης ἀκολουθίας ἀναστρέφειν μέλλων καὶ συγχεῖν τὴν τάξιν, διεσκέδασεν ἐκ τῆς εὐκρινείας τὴν ἀσάφειαν· τὸν γὰρ ἀκροατὴν οὐκ ἀφῆκε πλανᾶσθαι, ἐφʼ ὧν δεῖ παρὰ πρεσβευτοῦ λόγον λαμβάνειν. καὶ γέγονεν ἅμα δεινὸς ὁ λόγος καὶ σαφής· ἃ γὰρ ἦν κατὰ τὴν φυσικὴν ἀκολουθίαν ἔσχατα, ταῦτα προτάξας ἐδεινοποίησε τὸν λόγον· ὃν αὖθις ἐποίησε σαφῆ διὰ τοῦ προσδιορίσασθαι καὶ διδάξαι, περὶ ὧν δεῖ τοὺς πρεσβευτὰς εὐθύνειν· ὥσπερ καὶ ἐν τῷ κατὰ Ἀριστοκράτους πεποίηκεν· οὐ γὰρ τὸ κατὰ φύσιν πρῶτον τοῦτο καὶ τέθεικεν, ἄλλʼ ὅπερ ὑπῆρχε δεύτερον. εἰπὼν γὰρ τὴν ἀσάφειαν τῆς Χερρονήσου ἐν τῇ τῶν Θρᾳκῶν εἶναι διαφορᾷ τηνικαῦτα ἐπήγαγεν, ὡς ἀπόλλυσι τὴν Χερρόνησον ὁ Χαρίδημος, καὶ ἁπλῶς εἰπεῖν, ὅταν τοῦ κατασκευαζομένου τὸ ἀποδεικνύμενον ἀπᾴδῃ καὶ μὴ συμφωνῇ, τότε πρωτεύει κατὰ τὴν διδασκαλίαν τὰ τῇ φύσει δεύτερα, καθὰ καὶ ἐν τῷ κατὰ Ἀριστοκράτους ὁ ῥήτωρ, ὡς δεδήλωται, πεποίηκεν· ὅσον γὰρ κατὰ φυσικὴν ἀκολουθίαν ἐχρῆν προτάττειν· ὡς Χαρίδημος ἀπόλλυσι Χερρόννησον, πόθεν; ἐπεὶ τὴν τῶν βασιλέων διαλύει διαφορὰν, ἥτις φυλάττει τὴν πόλιν· ἀλλʼ ἐπεὶ τὴν ἀρχὴν ἀπῇδε καὶ πόρρω διακεχώριστο τοῦ ζητουμένου τὸ ἀποδεικνύον, ἀνάγκην ἔσχεν ἀνατρέψαι τὴν φυσικὴν ἀκολουθίαν, ὅπως συμφωνῇ τῷ ἀποδεικνύοντι τὸ κατασκευαζόμενον· ὅταν δὲ μὴ συμφωνῇ καὶ μὴ ἀπάδῃ τὰ παρὰ τῇ φύσει πρωτεύοντα καὶ κατὰ τὴν διδασκαλίαν τὴν αὐτὴν ἕξει δηλαδὴ τάξιν, ὡς ἐν τοῖς Φιλιππικοῖς, οἷον εἰ τῶν Ὀλυνθίων ἐγκρατὴς γενήσεται Φίλιππος ἐπὶ τὴν Ἀττικὴν ἥξει. τί γὰρ τὸ κωλῦσον; Θηβαῖοι μὴ λίαν πικρὸν εἰπεῖν καὶ συνεισβαλοῦσι, καὶ ἑξῆς· οὕτως ὅταν μὲν συμφωνῇ καὶ γειτνιάζῃ τὸ κατασκευάζον τῷ ἀποδεικνυμένῳ, τὰ παρὰ τῇ φύσει προηγούμενα πρωτεύει καὶ κατὰ τὴν διδασκαλίαν· τοὐναντίον δὲ τὰ παρὰ τῇ φύσει δεύτερα προηγήσεται κατὰ τὴν διδασκαλίαν, ὅταν ἀπηλλοτρίωται τοῦ ἀποδεικνυμένου τὸ κατασκευάζον.
γʹ. Ἡ εὐκρίνεια, φησὶν, ἐὰν ἡ καθαρότης τι πάθῃ ἐναντίον, τουτέστιν εἰς τὴν καλουμένην περιβολὴν ἐμπέσῃ, προεῖπε γὰρ, ὅτι ἐναντία ἐστὶν ἡ περιβολὴ τῇ καθαρότητι· ἐὰν οὖν τοῦτο γένηται, διορθοῦται καὶ σαφῆ ποιεῖ τὸν λόγον· διὰ τοῦτο γὰρ καὶ εὐκρίνεια καλεῖται διὰ τὸ καλῶς χωρίζειν ἕκαστον. καὶ τὴν πρέπουσαν τάξιν ἀπονέμειν ἑκάστῳ.
δʹ. Μέθοδον καλεῖ τὸ διορθοῦσθαι τὸν λόγον καὶ σαφῆ ποιεῖν αὐτὸν, κινδυνεύοντα εἰς περιβολὴν ἐμπεσεῖν· τοῦτο γάρ ἐστιν, ὃ πρὸ μικροῦ ἔφη. ἀκολούθως δʼ ἐπήγαγε τὸ ὧν ἔπεισε· συγγενὲς γὰρ τῷ ἀπαγγεῖλαι τὸ πεῖσαι τοὺς Ἀθηναίους, καὶ οὐχ ὥς τινες ἐξηγοῦνται, τὸν Φίλιππον.
ϛʹ. Τὸ μὲν ῥητὸν ἐν τῷ κατὰ Ἀριστοκράτους οὕτως ἔχει· «ἀνάγκη δέ ἐστι πρῶτον εἰπεῖν, καὶ δεῖξαι·» κἀνταῦθα γὰρ ὑποσχόμενος ἐκ προοιμίων ὁ ῥήτωρ κακονούστατον ἀνθρώπων καὶ τῆς διὰ τοῦ ψηφίσματος δωρεᾶς ἀνάξιον ἀποδεῖξαι τὸν Χαρίδημον, δεδοικὼς, μὴ τὰς περὶ τούτων ἀποδείξεις ὁ ἀκροατὴς εὐθέως ἐπιζητήσῃ, ἐπὶ τοὺς περὶ Χερρόνησον μεταβαίνει λόγους, καὶ πάντων ἀναγκαιοτέρους εἶναι διισχυρίζεται τούτους, ὅθεν καὶ πρώτους αὐτοὺς διεξιέναι ἀναγκαῖόν φησιν.
ζʹ. Ἀμαδόκου καὶ Κερσοβλέπτου τῶν Βηρισάδου παίδων. οὗτοι γὰρ τότε Θρᾳκῶν ἐβασίλευον, τῷ δὲ Κερσοβλέπτῃ καὶ γαμβρὸς ἦν Χαρίδημος ἐπὶ ἀδελφῇ, ἐξ οὗ καὶ διαβάλλει Χαρίδημον ὁ ῥήτωρ, ὡς Κερσοβλέπτῃ κατασκευάζοντος τὴν ἀρχήν.
θʹ. Προεῖπε γὰρ, ὅτι τοῦτο μόνον δεῖ σκοπεῖν, εἰ διὰ τῆς εὐκρινείας σαφήνειαν προσάγει τῷ λέγειν, ὡς αὐτὸς βούλεται ὁ ῥήτωρ.
ιαʹ. Ἔχει μὲν τὸ πλεῖστον, φησὶν, ὅπερ ἔφην περὶ τὴν μέθοδον, ὅταν πρὸς ἐπικουρίαν λαμβάνηται τῆς καθαρότητος· γίνεται δὲ καὶ διὰ τῶν ἄλλων λόγος εὐκρινής· σπεύδει γὰρ οὐ μόνον διορθοῦσθαι τὸ συμβὰν τῇ καθαρότητι πάθος, ἀλλʼ ἤδη που καὶ τὴν μέλλουσαν βλάβην ἐκκόπτειν, ὥσπερ οἱ προμηθέστατοι τῶν ἰατρῶν τοῖς προφυλακτικοῖς τῶν φαρμάκων τὰς νόσους προφθάνουσι. τὸν αὐτὸν καὶ ἡ εὐκρίνεια τρόπον, ὅπως μηδὲν ὑπεναντίον ἢ καθαρότης πάθῃ, φυλάττεται· διὰ δὴ καὶ τὴν πλείστην ἰσχὺν ἔχει περὶ τὴν μέθοδον· οὐδὲ γὰρ ὁ ἰατρὸς τοσοῦτον ἐπὶ τὰ ὑγιαίνοντα τῶν σωμάτων, ὅσον ἐπὶ τὰ νοσοῦντα καὶ περιπεπτωκότα χαλεποῖς ἀρρωστήμασιν. ὅταν οὖν ὑπεναντίον ἡ καθαρότης πάθῃ, χρῆται μεθόδῳ πρὸς ἐπανόρθωσιν· ὅταν δὲ τὴν μέλλουσαν προανακόπτῃ βλάβην, οὐ τῇ μεθόδῳ μόνῃ, ἀλλὰ καὶ τοῖς λοιποῖς· τάχα δὲ κατὰ τοῦτο τὸ μέρος τῆς εὐκρινείας οὐδʼ ἂν εὑρεθείη καθαρὰ μέθοδος, ὡς μικρὸν ὕστερον ἀποδείξομεν.
ιβʹ. Ἀντὶ τοῦ διηγηματικαί· διήγησις γὰρ ἡ κατάστασις· ἄμεινον δὲ νοεῖν ἀντὶ τοῦ αἱ ἐπαγγελίαι, ὡς τὸ, βούλομαι δὲ εἰπεῖν.
ιγʹ. Ὁ Τιβέριός φησιν, ὅτι ἀγοραῖος καὶ ὁ ἰδιωτικὸς τύπος εἴρηται τοῦ εὐκρινοῦς καὶ τοῦ καθαροῦ, ὅταν ἐπιτρέχων κατὰ ἀφήγησιν κομματικοῖς κώλοις προάγοις τὰ νοήματα, οἷον ἐν τῷ κατὰ Τιμοκράτους, «προσῆλθε τῇ βουλῇ, προβούλευμα ἐγράφη, ἐγράψαντο τὸ ψήφισμα, εἰσῆλθον εἰς ὑμᾶς, ἵνα συντέμω κατὰ τοὺς νόμους, ἔδοξεν εἰρῆσθαι καὶ ἀπέφυγεν.» ἰδιωτικῷ γὰρ τύπῳ ταῦτα προῆκται. τοιοῦτοί εἰσι καὶ οἱ Δημοσθένους ἰδιωτικοὶ, ἐν οἷς ἀπὸ ψιλοῦ τοῦ ὑποκειμένου τὰς ἀρχὰς ποιεῖται, οἷον, «ἀδελφὰς ἔχομεν, ὦ ἄνδρες, γυναῖκας,» καὶ ὑβρισθεὶς, ὦ ἄνδρες, καὶ παθὼν ὑπὸ Κόνωνος.
ιεʹ. Πάλιν παραγγέλλει καθʼ ἑαυτὰς θεωρεῖν ταύτας τὰς ἐννοίας, καὶ μὴ ὧν ἕνεκα παρελήφθησαν, ἐπεί τοι τὴν ἀρχὴν οὐκ εὐκρινεῖς μόνον, ἀλλὰ καὶ δειναὶ δόξουσιν εἶναι. πλὴν κατʼ ἄλλον καὶ ἄλλον τρόπον· ἡ μὲν γὰρ εὐκρίνεια, τὸ σαφὲς, ἡ δὲ αἰτία, διʼ ἣν ἕνεκα παρελήφθησαν, δεινὸν ἐποίησε τὸν λόγον.
ιζʹ. Ποιοῦσι, φησὶ, καὶ αἱ συμπληρώσεις εὐκρίνειαν, αἳ καὶ μιμοῦνται σχεδὸν τὴν μέθοδον καὶ ἐννοίας τάξιν, οὑτωσί πως ἔχουσι· καταστατικαὶ γὰρ οὖσαι καὶ εἰς ἀρχὴν ἀνάγουσαι τὸν λόγον, εὐκρινείας ἔννοιαν ἀπεργάζονται, ἀρχόμενοι δὲ πάλιν ἐκ τοῦ παρακειμένου πράγματος καθαρὰν μὲν οὐ ποιοῦσι μέθοδον· οὐ μὴν εἰς τὸ ἐναντίον ἐκπίπτουσι, διὰ τὸ μὴ ποιεῖσθαι τὴν ἀρχὴν ἐκ τῶν παρακολουθούντων, ἀλλʼ ἐκ τοῦ παρακειμένου πράγματος. φιλοῦσι γὰρ αἱ συμπληρώσεις ἐκ τῆς προλαβούσης ἀναπαύσεως λαμβάνειν τὴν ἀρχὴν τῆς ἐπιφερομένης ἐννοίας καὶ ἐμφαίνειν ἐν τοῖς ἑπομένοις τοῦ προηγουμένου τὴν δύναμιν, ὡς τὸ ἓν μὲν πολίτευμα ἔχει τοῦ νεανίου τούτου, ἕτερον δὲ ἀναμιμνήσκεσθε, καὶ ἑξῆς, ὡς ὁ τεχνικός.
ιηʹ. Οἷον ἀλλὰ περὶ τούτων μὲν ἀπόχρη· καὶ ἓν μὲν τοίνυν πολίτευμα τοῦτο τοῦ νεανίου τούτου, ἕτερον δὲ ἀναμιμνήσκεσθε.
ιθʹ. Δοκεῖ συγκεχύσθαι ἡ διδασκαλία τοῦ Ἑρμογένους· ἀνωτέρω γὰρ περὶ ἐννοιῶν εἰπὼν ἐνταῦθα μεθόδους αὐτὰς καλεῖ· ἐροῦμεν οὖν τοῦτο. ἐπειδὴ μέθοδοί εἰσι κατʼ αὐτὸν τὰ τῆς διανοίας σχήματα οὐ δυνάται σαφῶς διδάξαι περὶ ἐννοίας, ἐὰν μὴ διὰ τῶν περὶ αὐτὴν γινομένων σχημάτων παραδείγματα εἴπῃ, διʼ ὧν ἡ διάνοια γνωρίζεται.
κʹ. «Οἷον τοὺς μὲν θεοὺς φοβοῦ, τοὺς δὲ γονεῖς τίμα, τοὺς δὲ φίλους αἰσχύνου· ταῦτα γὰρ κατὰ φύσιν τέτακται· πρότερον γὰρ οἱ θεοὶ, ἔπειτα οἱ γονεῖς, ὑφʼ ὧν τεχθέντες, μετὰ ταῦτα φίλοι γινόμεθα.»
κβʹ. Ἓν καὶ τοῦτο τῶν ἀρίστων θεωρημάτων ἐν τῷ περὶ μεθόδου δεινότητός ἐστι, πότε τὴν τάξιν τῶν πραγμάτων ὁ ῥήτωρ φυλάξει, καὶ πότε οὔ· ἐν ᾧ καὶ περὶ τῆς ταυτολογίας διαλαμβάνει, καί φησιν, ὅτι ἐν μὲν τῇ πανηγυρικῇ κ. τ. λ.
κγʹ. Τάχα ποτὲ, φησὶν, καὶ τὸ τὴν οὖσαν τάξιν τοῖς πράγμασι φυλάττειν δεινότητος εἶναι συμβαίνει. καὶ τοῦτο δείκνυσι σαφῶς ἐν τῷ περὶ μεθόδου δεινότητος.
κεʹ. Παρὰ τῷ ῥήτορι, φησὶ, καὶ πρωτευούσας τὰς λύσεις τῶν ἀντιθέσεων εὑρήσεις· καθὰ γὰρ τῶν ἄλλων ἕκαστον πρὸς τὸ οἰκεῖον τίθησι συμφέρον, τὸν αὐτὸν τρόπον καὶ τὰς ἀντιθέσεις ποτὲ μὲν πρώτας, ποτὲ δὲ μέσας, ἴσως δὲ καὶ τελευταίας. λέλεκται δὲ τῷ τεχνικῷ καὶ ὁ περὶ τούτων λόγος ἀκριβῶς ἐν τῷ περὶ μεθόδου δεινότητος.
κϛʹ. Ὁ περὶ τοῦ πῶς δεῖ εἰσάγειν τὰς ἀντιθέσεις λέγων, ἐπεὶ καὶ τὰς εἰσαγωγὰς τῶν ἀντιθέσεων ἐν ἐκείνῳ τῷ βιβλίῳ κατὰ τρεῖς τρόπους φησὶ δεῖν ὁ τεχνογράφος ποιεῖσθαι, ἐπιστήμην, δόξαν, ἀκοὴν, καὶ τὰς μὲν ἰσχυρὰς κατὰ ἀκοὴν δεῖν εἰσάγειν, ὡς μὴ συνειδότας τοῖς ἀντιδίκοις ἐκεῖνα, ἐφʼ οἷς θαρροῦσιν· οἷον πυνθάνομαι τοίνυν αὐτὸν κἀκεῖνο τολμήσειν ἀποφαίνεσθαι πρὸς ὑμᾶς· τὰς δὲ μέσως ἐχούσας δυνάμεως κατὰ δόξαν, οἷον τάχα τοίνυν κἀκεῖνον ἐρεῖ τὸν λόγον· τὰς δὲ ἀσθενεῖς κατʼ ἐπιστήμην· οἶδα τοίνυν, ὡς κἀκείνῳ πολλῷ χρήσεται τῷ λόγῳ· τὰ μὲν γὰρ σαθρὰ τοῦ ἀντιδίκου ὡς εἰδὼς ὀφείλει προβάλλειν· τὰ δὲ μέσα, ὡς στοχαζόμενος, τὰ δὲ ἰσχυρὰ, ὡς ἀκούων. ἰστέον μέντοι, ὡς ὁ ῥήτωρ ταῦτα μίγνυσι πολλάκις.
κζʹ. Τουτέστιν ἡ κοινὴ καὶ μὴ τροπικὴ, ὡς προεῖπεν, ἀλλὰ σημαντικὴ, ἐναργῶς σφόδρα δηλοῦσα τὰ πράγματα. ἰστέον δὲ, ὅτι περὶ λέξεως ζητεῖν ἐνταῦθα περίεργον· τὴν γὰρ αὐτὴν καὶ ἐπὶ τῆς εὐκρινείας δεῖ λαμβάνειν, ἣν καὶ ἐπὶ τῆς καθαρότητος. Μερισμός ἐστιν, ὅταν προτάξαντες τὸν μὲν σύνδεσμον ἐπαγάγωμεν, τὸν δὲ ὡς τὸ «ἔδει μὲν, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς λέγοντας ἅπαντας» καὶ τὰ ἑξῆς· οἱ γὰρ δικασταὶ ἀναμένουσι τὸν δὲ ἀνταποδοτικόν· ἰστέον μέντοι, ὅτι κυρίως μερισμός ἐστιν ἡ σύντομος τοῦ «δὲ» ἀνταπόδοσις· οἷον· «ἑσπέρα μὲν γὰρ ἦν, ἧκε δʼ ἀγγέλλων τις ὡς τοὺς πρυτάνεις.» καὶ τὸ τοιοῦτον αὐτὸ καθʼ ἑαυτὸ μερισμὸς καὶ οὐδὲν ἕτερον. ἡ μέντοι διὰ μακροῦ τοῦ «δὲ» συνδέσμου ἀνταπόδοσις, οἷά ἐστιν αὕτη, τὸ «ἔδει μὲν, ὦ Ἀθηναῖοι, τοὺς λέγοντας ἅπαντας ἐν ὑμῖν,» καὶ «τὸ μὲν, ὦ Ἀθηναῖοι, τὴν Φιλίππου ῥώμην διεξιέναι, καὶ διὰ τούτων τῶν λόγων» καὶ τὰ ἑξῆς· ἔστιν μέντοι καὶ ταῦτα μερισμός. ἐργάζεται δὲ τὸ τοιοῦτο καὶ περιβολήν. ἡ γὰρ διὰ μακρῶν ἀνταπόδοσις περιβολῆς ἴδιον, εἰ καὶ δοκεῖ μερισμός.
κθʹ. Περιβάλλει μὲν γὰρ τὸν λόγον ὡς ἐφελκτικὰ νοημάτων ἑτέρων, τῷ δʼ ἐμφαίνειν τοῖς ἀκούουσιν, ὡς ἐπάξει καὶ ἕτερον νόημα, προδιευκρινεῖ τὸ πᾶν. εἰ γὰρ εἴπῃ «πρῶτον μὲν» προσημαίνει πάντως, ὡς καὶ δεύτερον λέξει, καὶ ἀναμένουσιν, ὡς ἂν ἀποδῷ τῷ μὲν τὸν δὲ σύνδεσμον.
λʹ. Γίνεται, φησὶν, ὁ λόγος οὐδὲν ἧττον εὐκρινὴς, ὅταν τις αὑτὸν ἐρωτῶν ἐπενέγκῃ τὴν ἀπόκρισιν κατὰ διάστασιν· οἷον, τίνος οὖν ἕνεκεν ταῦτα λέγω, καὶ πάλιν, διὰ τί· πλεονάζει δὲ, φησὶ, τοῦτο μάλιστα ἐν τῷ κατὰ Ἀριστοκράτους· τὸ γὰρ παράνομον ἐξετάζων ἀναγκαίως τῆς σαφηνείας ἐδεήθη κατὰ τοῦτο τὸ μέρος, ἣν ἐποίησεν ἡ ἐρώτησις· συχνῶς γὰρ ἑαυτὸν ἐρωτῶν, εἶτα κατὰ διάστασιν ἐπάγων τὴν ἀπόκρισιν εὐσύνοπτον τὸν λόγον ἐποίησεν. εὐπετῶς γὰρ ἐκ τῆς ἐρωτήσεως καὶ κατὰ τοῦτο τὸ μέρος παρηκολούθησεν ὁ ἀκροατής· ὃ χωρὶς ταύτης, οὐ μόνον ἀσαφὲς, ἀλλὰ καὶ συγκεχυμένον ἔδοξεν εἶναι διὰ τὴν συνεχῆ τῶν νόμων παράθεσιν.
λαʹ. Χρήσιμον, φησὶν, πρὸς εὐκρίνειαν καὶ ἡ ἐπανάληψις· εἰ γὰρ προσθῇ τις τῷ λόγῳ σχῆμα νοημάτων ἐφελκτικὸν, εἶτα κατὰ περίστασιν ἐπενέγκοι ἄλλα τινὰ νοήματα, πρὶν ἀποδοῦναι τῷ προηγησαμένῳ τὸ ἀκόλουθον, συγκεχυμένον δηλαδὴ ποιήσει τὸν λόγον, μὴ τῇ ἐπαναλήψει χρησάμενος.
λγʹ. Τὸ ἑξῆς νόημα, τουτέστι τὸ ἡγοῦμαι· ἔδει γὰρ ἀκολούθως ἐκείνῳ προσενεγκεῖν· ἃ δὲ καὶ χωρὶς τούτων ἔνι καὶ βέλτιόν ἐστιν ἀκηκοέναι πάντας ὑμᾶς καὶ τὰ ἑξῆς, ἀλλὰ πολλὰ ἐπεμβαλὼν μεταξὺ τῇ ἐπαναλήψει ἐχρήσατο, ἵνα ἀποδῷ τὸ ἀκόλουθον νόημα· καλῶς οὖν φησιν σχῆμα εὐκρινείας εἶναι τὴν ἐπανάληψιν.
λδʹ. Εὐκρινείας κῶλα μικρὰ καὶ κομματικά· συνθήκη μηδὲν φροντίζουσα συγκρούσεως φωνηέντων, ἤγουν χασμῳδίας ἀνάπαυσις ἰαμβική τις ἢ τροχαϊκή.
λεʹ. Πολὺ μὲν παρὰ τῷ ῥήτορι τὸ κατὰ ἔμφασιν σχῆμα· οἷον πατὴρ μὲν οὐκ ἐρῶ, τίς ἢ πόθεν· ἔοικε δὲ ταῖς ἐμφάσεσι καὶ τὰ αἰνίγματα καλούμενα, ἤτοι γρίφοι, οἷον· Εἶδον ἐγὼ πυρὶ χαλκὸν ἐπʼ ἀνέρι κολλήσαντα· καὶ τὸ ἐπὶ ξύλου καὶ οὐ ξύλου καθημένην, καὶ τὸ Σιμωνίδου πρὸς τοὺς ἑταίρους λεγόμενον· Φημὶ τίνʼ οὐκ ἐθέλοντα φέρειν τέττιγος ἄεθλον Τῷ Πανοπηιάδῃ δώσειν, μέγα δεῖπνον Ἐπειῷ. καὶ ἔτι ἐκεῖνο· Πέντʼ ἄνδρες δέκα νηυσὶ κατέδραμον εἰς ἕνα χῶρον. Ἐν δὲ λίθοις ἐμάχοντο, λίθον δʼ οὐκ ἦν ἀνελέσθαι· Δίψει δʼ ἐξώλλυντο· ὕδωρ δʼ ὑπερεῖχε γενείου. ἐσχηματισμένα δέ εἰσιν, ὡς τὰ παρὰ Ἀψίνῃ τῷ Γαδαρεῖ ἐν ἐκείνῳ τε τῷ ζητήματι· φήμη ἦν, ὅτι σύνεστιν ὁ πατὴρ τῇ τοῦ υἱοῦ γυναικί. καὶ τοῦ μοιχοῦ λαβόμενος ἐβόων· πάτερ· σὺ δὲ ἦς οὐδαμοῦ. καὶ πάλιν ἐν τῇ περὶ τῆς ἐκθέσεως τοῦ παιδίου φιλονεικίᾳ· ὅπερ ὁ θεὸς ἀνεῖλε τὸν πατέρα φονεύσειν, σὸν εἶναι νόμισον, ὦ πάτερ, τὸ παιδίον, οὐκ ἐμόν. ἐκτιθεὶς ὃ ἔσπειρας, ῥιπτεῖς παιδίον, οὗ γέγονας πατήρ. καὶ Σοφοκλῆς δὲ ἐν Οἰδίποδι σχηματίζων τὸν περὶ Ἰοκάστης λόγον φησίν· Γυνὴ δὲ μήτηρ ἥδε τῶν κείνου τέκνων. Τοῦτο τέχνης καὶ ἀρετῆς τὸ ἐν τοῖς ἐσχηματισμένοις ἀσαφὲς, οὐ κακία λόγου, εἰ καὶ μὴ καθαρὸν ἐμφαίνει τὸν λόγον· ὅπερ ἴδιον εὐκρινείας. ὅσα δὲ μὴ διὰ τὸ ἐμφαντικὸν ἀσαφῶς λέγεται, ἀλλὰ διὰ σύγκρισιν, τοῦτο ἄντικρυς κακία.
λϛʹ. Τῆς ἀσαφείας εἴδη δύο, τὸ μὲν κατὰ σύγχυσιν, τὸ δὲ, ᾧ χρώμεθα ἐν τοῖς ἐσχηματισμένοις ὀνόμασι καὶ ζητήμασιν· οἷον ὅτε φήμη ἦν, ὅτι σύνεστιν ὁ πατὴρ τῇ τοῦ υἱοῦ γυναικί· μοιχὸν καταλαβὼν ὁ παῖς ἐγκεκαλυμμένον ἀφῆκε, καὶ ὑπὸ τοῦ πατρὸς ἀποκηρύττεται· ἐν τούτῳ γὰρ τῷ ζητήματι καὶ ἐσχηματισμένῳ ὄντι ὁ σκοπὸς ἀσαφὴς, διʼ ὃν ἀποκηρύττει τὸν παῖδα. δοκεῖ μὲν γὰρ ἀγανακτεῖν, διότι τὸν μοιχὸν ὁ παῖς ἀφῆκε· καὶ διὰ τοῦτο δήπουθεν αὐτὸν ἀποκηρύττει· τῇ δὲ ἀληθείᾳ ἐξελέσθαι ἑαυτὸν βούλεται τῆς διὰ τὴν μοιχείαν ὑποψίας διὰ τῆς ἀποκηρύξεως, καὶ ὁ σκοπὸς οὖν τοῦ ζητήματος ἐσχημάτισται. καὶ τὰς λέξεις δεῖ ἀσαφεῖς μὲν εἶναι, ἐμφαντικὰς δὲ, οἷον καὶ τοῦ μοιχοῦ λαβόμενος ἐβόων, πάτερ· τὸ γὰρ πάτερ τῷ μοιχῷ παρακείμενον τῇ συνθέσει ἐποίησε τὴν ἔμφασιν· ἐπενεχθὲν δὲ τὸ, σὺ δὲ ἦς οὐδαμοῦ, τὴν ἀσάφειαν τῷ παιδὶ, καὶ τὸν λόγον περιεποίησε τοῦτο· τέχνης καὶ ἀρετῆς τῷ ἐσχηματισμένῳ τὸ ἀσαφὲς, οὐ κακία λόγου· ὅσα δὲ μὴ διὰ τὸ ἐμφαντικὸν ἀσαφῶς λέγεται, ἀλλὰ κατὰ σύγχυσιν, κακία πάντως ἐστὶ λόγου.
λζʹ. Ὅταν, φησὶ, χωρὶς τῶν ποιούντων εὐκρίνειαν περιβάλλῃ τις, ποιήσει τὴν σύγχυσιν, ἥτις κακία ἐστίν. οὐ γὰρ ἥ γε ἁπλῶς ἀσάφεια κακία ἂν εἴη λόγου· ὅταν γὰρ ὁ λέγων ἄλλο τι βουλόμενος ἕτερον ἐκφάνῃ, τὸ δὲ ῥηθὲν ὁ ἀκούων προσδέξηται, καὶ νοήσῃ τοῦ λεχθέντος τὴν δύναμιν, τότε ἡ ἀσάφεια χρηστὴ γίνεται· ὅταν δὲ καὶ αὐτὸς ὁ λέγων διαταράξῃ τὸν λόγον, ποιεῖ τὴν σύγχυσιν, καὶ ὅλως γίνεται σύγχυσις τότε, ὅταν διὰ τὴν τοῦ λέγοντος ἀπειρίαν ὁ ἀκροατὴς μὴ προσδέξηται τὸ ῥηθέν. ὅταν δὲ τέχνῃ τινὶ μὴ καθαρῶς προενέγκῃ τὸν λόγον, ἐμφάνῃ δὲ μετρίως τὸ φρόνημα, ποιεῖ τὴν ἀσάφειαν καλῶς· οἷον «οἱ δὲ συνειπόντες ὁτουδήποτε ἕνεκα, ἐῶ γὰρ τοῦτο,» καὶ τὰ ἐσχηματισμένα τῶν ζητημάτων, οὐ σαφῶς λέγει τὰ πράγματα, ὧν τὴν ὑπόθεσιν ὁ Ἀσπάσιος ἐμφαντικῶς λίαν διηγήσατο. λέγει γὰρ οὕτως· «κατείληπται γὰρ συγκεκαλυμμένος ὁ μοιχὸς, ἐγὼ δὲ ἐβόων, πάτερ, σὺ δὲ ἦσθα οὐδαμοῦ·» φεύγειν οὖν δεῖ τὴν σύγχυσιν, ἡ γὰρ ἀσάφεια οὐ κακία λόγου. καὶ θαυμαζέτω μηδεὶς, εἰ τὸ μὲν ἀντικείμενον οὐ κακίζεται τῇ καθαρότητι, τὸ δὲ τῇ εὐκρινείᾳ μεταπίπτει εἰς κακίαν, ἡ μὲν κ. τ. λ.
ληʹ. Μετὰ τὴν σαφήνειαν ἀναγκαῖον ἡγήσατο τὸν περὶ μεγέθους λόγον ἐπενεγκεῖν. δεῖ γὰρ, φησὶ, τῷ σαφεῖ μεγέθους τινὸς καὶ ὄγκου. Περὶ μεγέθους λόγου καὶ ἀξιώματος.
αʹ. Ἐχρήσατο μὲν πάσαις ταῖς ἀναγομέναις ἰδέαις ἐπὶ τὸ μέγεθος, καὶ συνέμιξε τῇ σαφηνείᾳ ταύτας προϊούσας, μάλιστα δὲ τῇ περιβολῇ.
βʹ. Σφόδρα θαυμασίως τὰς συμπλεκομένας ἀλλήλαις τελευταίας ἔταξε τῶν καθʼ ἑαυτὰς εὑρισκομένων· ἡ γὰρ σεμνότης ἐφʼ ἑαυτῆς ἐστὶ καὶ ἡ περιβολή· αἱ δὲ λοιπαὶ πᾶσαι καὶ συμπλέκονται ἀλλήλαις. καὶ οὐ συμπλέκονται· ἀλλὰ ταύτας μὲν τὰς κατὰ τιμὴν συμπλεκομένας κατά τι δὲ διεστηκυίας τελευταίας τέθεικε, προέταξε δὲ τὴν σεμνότητα καὶ τὴν περιβολήν· ὥσπερ γὰρ ἡ σεμνότης τὸν αὐτὸν καὶ ἡ περιβολὴ τρόπον ἐφʼ ἑαυτῆς ἐστι, καὶ ἐν μὲν τῇ ἀπαριθμήσει τῶν ἰδεῶν τῶν ποιουσῶν τὸ μέγεθος τὴν δευτέραν ἐπέχει τάξιν ἡ περιβολὴ, ἐν δὲ τῇ περὶ αὐτοῦ διδασκαλίᾳ τελευταίαν. γνώσῃ δὲ τὴν αἰτίαν οὐ πρότερον, εἰ μὴ μάθοις, τί τραχύτης, καὶ τί λαμπρότης, ἀκμή τε καὶ σφοδρότης· κατὰ γὰρ ταῦτα πλεονάζειν τὸν πολιτικὸν ἤτοι Δημοσθενικὸν οὐχ οἷόν τε λόγον, κατὰ δὲ τὴν περιβολὴν καὶ πάνυ· δεῖ οὖν πρότερον τὸ κωλύον εἰπεῖν· καὶ διʼ ἣν αἰτίαν κατὰ τὰς ἄλλας οὐ δυνάμεθα πλεονάζειν ἰδέας, εἶθʼ οὕτως ἐπενέγκαι τὸν περὶ τῆς ἐπεμβολῆς λόγον· τάχα γὰρ οὐδὲ δύναται γνῶναι τὴν αἰτίαν, διʼ ἣν ὁ ῥήτωρ ἐπὶ τῆς περιβολῆς ἐπλεόνασεν, εἰ μὴ πρότερον ἐκείνην μάθωμεν, ἥ τις ἀπείργει τὰς ἄλλας ἐν τῷ πολιτικῷ λόγῳ πλεονάζειν ἰδέας· ἀλλὰ πρῶτον ἐκτίθεται περὶ σεμνότητος, ἔστι γὰρ αὕτη, καθὰ μεμαθήκαμεν, ἐφʼ ἑαυτῆς.
γʹ. Ἰστέον, ὅτι πλὴν τῆς σεμνότητος καὶ τῆς περιβολῆς αἱ ἄλλαι τέσσαρες, αἱ ἀναγόμεναι ὑπὸ τὸ μέγεθος, μέρει μέν τινι κοινωνοῦσιν ἀλλήλαις· μέρει δέ τινι χωρίζονται· οἷον ἡ τραχύτης ἐννοίᾳ μὲν καὶ λέξει κοινωνεῖ τῇ ἀκμῇ, τοῖς δὲ κώλοις κεχώρισται· πάλιν ἡ λαμπρότης σχήμασι καὶ κώλοις κοινωνεῖ τῇ ἀκμῇ, ἐννοίᾳ δὲ κεχώρισται· διὸ εἶπε μέρεσί τισι κοινωνοῦσαι, καὶ πάλιν ἑτέροις κεχωρισμέναι· μέρη γὰρ καὶ ἐναργῆ τοῦ βιβλίου τὰ ὀκτὼ, ἐξ ὧν ἑκάστη γίνεται ἰδέα· αὐτὸς δὲ ὑποκατιὼν σαφέστερον διδάξει, ὥς φησιν, τούτῳ καὶ ἀνωτέρω προεδίδαξεν.
δʹ. Ὄγκον καλεῖ τὸ μέγεθος καὶ τὸ ἀξίωμα, οὗ εἴδη ἓξ, σεμνότης, περιβολὴ, τραχύτης καὶ τὰ λοιπά· τῇ οὖν περιβολῇ πλεονάζει, φησὶ, Δημοσθένης ἐν τῷ ὀγκοποιεῖν καὶ ἐπαίρειν τὸν λόγον.
εʹ. Πρῶτον, φησὶ, περὶ σεμνότητος λεκτέον, ἥ τις τῶν ἄλλων κεχώρισται· διὸ δὴ καὶ τὴν πρώτην ἐπέχει τάξιν· ἀναγκαῖον γὰρ περὶ τῶν ἰδίᾳ κεχωρισμένων καὶ μὴ ἐχουσῶν ἐν ἄλλοις τισὶ τὴν ὑπόστασιν διαλαβεῖν, εἶθʼ οὕτως περὶ τῶν συμπλεκομένων διδάξαι· καὶ γὰρ ἡ περιβολὴ πρώτην ἂν, ἤτοι δευτέραν ἀπείληφε τάξιν, εἰ μή τις κατηνάγκαζε λόγος ἐπὶ τελευτῇ τάττειν αὐτὴν, ὡς ἐν τῷ περὶ αὐτῆς εἰσόμεθα λόγῳ· ἀντίκειται δὲ, φησὶν, τῷ σεμνῷ τὸ ἀφελές. Περὶ σεμνότητος.
βʹ. Πρῶται, φησὶν, εἰσὶν ἔννοιαι σεμναὶ αἱ περὶ θεῶν ὡς θεῶν λεγόμεναι καὶ μὴ ποιητικῶς ἐξενηνεγμέναι μηδὲ ἀνθρωποπαθῶς· δεύτεραι δὲ αἱ περὶ τῶν θείων ὡσαύτως πραγμάτων λεγόμεναι· τρίται αἱ περὶ πραγμάτων λεγόμεναι ἢ λόγον ποιούμεναι, ἃ δὴ φύσει μέν εἰσι θεῖα, τὸ πλεῖστον δὲ ἐν ἀνθρώποις θεωροῦνται· τετάρτην δὲ σεμνότητος ἔχουσιν ἔννοιαι δύναμιν αἱ περὶ ἀνθρωπίνων κατὰ μόνας διαλαμβανόμεναι πραγμάτων, καὶ τούτων μεγάλων καὶ ἐνδόξων. ἀλλὰ τὰς μὲν πρώτας τῆς σεμνότητος ἐννοίας τὰς περὶ θεῶν, ὡς περὶ θεῶν, οὐκ ἂν εὕροις ἐν πολιτικῷ λόγῳ. διὰ τί οὖν, φησὶ, τὰς μὴ συντελούσας τῶν ἄλλων προέταξεν, ἐπειδὴ νῦν περὶ πολιτικοῦ λόγου σκοπὸς αὐτῷ διαλαβεῖν, ὃν παραστῆσαι χωρὶς τῶν ποιούντων ἀδύνατον· ἀλλʼ ὥσπερ ἐπὶ τοῦ πολιτικοῦ τὰς ἰδέας εἰδέναι χρὴ, τὸν αὐτὸν κἀπὶ τῶν ποιούντων τρόπον πάντως τὰ ἀποτελοῦντα τὰς ἰδέας παραλαμβάνειν χρὴ, κἂν ἔννοιαι τούτων μὴ συντελῶσι πρὸς τὸν σκοπὸν, καὶ πρὸς αὐτὸ ζητούμενον. οὕτως οὖν κἀνταῦθα παραδίδωσι περὶ ἐννοιῶν, αἳ συντελοῦσι πρὸς σεμνότητα, κἂν παρὰ Πλάτωνί εἰσι, παρὰ δὲ τοῖς ῥήτορσιν ἥκιστα. ἴσως καὶ κατὰ ἑκάτερον λόγον αὐτοὺς παραδίδωσιν, ὅπως εἰδότες αὐτὰς παραιτησόμεθα, καὶ μὴ χρησάμενοι τὸ ὅλον ἀφανίσωμεν, παρατραπέντες τῆς ὑποκειμένης ὑποθέσεως· τὸ δὲ αἴτιον τοῦ μὴ καὶ τοὺς ῥήτορας χρῆσθαι ταῖς τοιαύταις ἐννοίαις· οἱ περὶ θεῶν φιλόσοφοι γράψαντες καὶ οἱ διαδεξάμενοι τοὺς τῷ δοκεῖν ἱεροὺς λόγους, ἐν ἀπορρήτῳ αὐτοὺς φυλάξαντες οὐ μεταδεδώκασι τοῖς πολλοῖς, ὅπως, φασὶν, μὴ ὁ περὶ τούτων εὐκαταφρόνητος γίνηται λόγος. ὁ δὲ ῥήτωρ ἐκεῖνα σπουδάζει λέγειν, ἃ τὴν ἀρχὴν ὁ πολὺς οἶδεν ἄνθρωπος· διὰ δὴ καὶ τὰς θεῶν ὡς περὶ θεῶν σεμνὰς ἐννοίας παρίησιν· ὁ γὰρ ἀκροατὴς ἀγνοῶν οὐδὲ συνιέναι δυνήσεται τὸν περὶ αὐτῶν λόγον. εὕροις δʼ ἂν παρὰ Πλάτωνι τοιαύτας ἐννοίας πολλάς· «οὐ γὰρ δεῖ,» φησὶ, «λαμβάνειν τὰς ποιητικὰς, ἀλλὰ φεύγειν αὐτὰς ἀνθρωποπαθεῖς οὔσας καὶ μυθικάς.» οἷον τό· Ἦ ῥα καὶ ἀγκὰς ἔμαρπτε Κρόνου παῖς ἣν παράκοιτιν· πόρρω μέν ἐστι σεμνότητος, μετέχει δὲ καὶ ἡδονῆς καὶ γλυκύτητος, ἅτε ποιητικὸν ὄν. τὰς δὲ περὶ θεῶν ὡς θεῶν εἰ βούλει σεμνὰς ἐννοίας λαβεῖν, ἐξέτασον τὸν Τίμαιον Πλάτωνος, οἷον· «ἀγαθὸς ἦν, ἀγαθῷ δὲ οὐδεὶς περὶ οὐδενὸς οὐδέποτε γίνεται φθόνος,» καὶ ἑξῆς· παρὰ δὲ ῥήτορσιν ἥκιστα διὰ τὴν προλεχθεῖσαν αἰτίαν, ἣν ὁ τεχνικὸς ἀπεσιώπησε, πάρεργον ἡγησάμενος ἐπὶ τοῦ παρόντος περὶ τῶν τοιούτων πολυπραγμονεῖν· τὰς δὲ μετʼ αὐτὰς, ἃ δευτέραν καὶ τρίτην καὶ τὴν ἐσχάτην τάξιν ἐπέχουσιν, εὕροις ἂν παρὰ Δημοσθένει καὶ παρὰ τοῖς ἄλλοις.
δʹ. Καὶ ἁπλῶς ἔχει, ὅσα κατὰ φύσιν εἰσὶν, οἷον τὴν τοῦ παντὸς περιφέρειαν, τὴν κίνησιν τῆς γῆς καὶ θαλάττης, καὶ ὅσα τούτοις ἀδελφὰ, καὶ κατὰ φύσιν ἔχει τὴν γένεσιν· ὅτι δὲ ἐκφεύγει τὰ τοιαῦτα τὸν πολιτικὸν χαρακτῆρα, λαβὲ μοὶ πρὸς πίστιν τὸν Ἡρόδοτον, μᾶλλον δὲ τὸν σοφώτατον Πλάτωνα· πῶς γὰρ ἂν εἴη πολιτικὸν τό· ὁ ἥλιος ἀπελαυνόμενος τὴν χειμερινὴν ὥραν, καὶ τὰ ἑξῆς, ὅσα ὁ τεχνικὸς παρατίθεται· ὁ δὲ ῥήτωρ τὰς αἰτίας τούτων πολυπραγμονῶν ἐκπέσοι τοῦ εἶναι πολιτικὸς, οἷον, κίνησιν γῆς, ὑδάτων ἐπίκλυσιν καὶ ὑπονόστησιν, σκηπτῶν φορὰς, τὴν τοῦ παντὸς κύκλου περίοδον· τὰς γὰρ αἰτίας αὐτῶν ζητῶν σεμνὸν μὲν, οὐ μὴν Δημοσθενικὸν ποιήσει τὸν λόγον.
εʹ. Τὴν δευτέραν ἔννοιαν εἰπὼν τῆς σεμνότητος μετακεχειρίσθαι τὸν Δημοσθένην ὥσπερ ἐπιδιορθούμενος ἐπιδιαιρεῖ καί φησιν, ὡς μετὰ μὲν τὰς ἐννοίας ἢ αἰτίας ἡ δευτέρα ἔννοια τῆς σεμνότητος ἁρμόττει τοῖς φυσικοῖς καὶ φιλοσόφοις· ἄνευ δὲ αἰτίας τοῖς ῥήτορσιν, ὅταν κατὰ ἔκφρασιν ὅλως προφέρηται, ὥσπερ Ἀριστείδης σκηπτὸς ἦν καὶ τὰ ἑξῆς. Σημείωσαι, πότε κατὰ φιλοσόφους τὰ τοιαῦτα ζητήματα, καὶ πότε κατὰ ῥήτορας, ὅτι, εἰ μὲν αἱ αἰτίαι ζητοῦνται, φιλόσοφά εἰσι θεωρήματα· εἰ δὲ ἐκφράζονται μόνον, ῥητορικά.
ϛʹ. Εἰπὼν ὑποπιπτόντων φύσει, εἰ λέγει διατυπώσεις φεύγων τὰς αἰτίας, σεμνὸν ἅμα καὶ πολιτικὸν ποιήσει τὸν λόγον· καθὰ καὶ ὁ Ἀριστείδης ἀντιλέγων τῷ Καλλιξένῳ πεποίηκεν· ἐκφράζει γὰρ τὸν χειμῶνα πρὸς ἀπολογίαν τῶν δέκα στρατηγῶν· τὴν γὰρ αἰτίαν ἀφεὶς αὐτὸν ἐξέφρασε τὸν χειμῶνα, τὸν κατʼ ἐκεῖνο συμβάντα καιροῦ, εἰπὼν οὕτως· σκηπτὸς ἦν, ὦ Καλλίξενε, σκηπτὸς οὔτε λόγῳ ῥητὸς οὔτε ἔργῳ φορητός. δεῖ γὰρ μὴ πολυπραγμονεῖν ἐπὶ τῶν τοιούτων τὴν αἰτίαν, ὅπως σεμνὸν ἅμα καὶ πολιτικὸν τὸν λόγον ποιήσωμεν· ἡ δὲ αἰτία τῆς κατὰ τῶν στρατηγῶν ψήφου ἔστιν αὕτη, ὅτι τοὺς ἀναιρεθέντας ἐν τῷ πολέμῳ ἀτάφους κατέλιπον.
ζʹ. Τὰ καθολικῶς, φησὶ, καὶ γενικῶς λεγόμενα σεμνὰς ποιεῖ τὰς ἐννοίας, καὶ μάλιστα ὅταν μὴ τελευτήσῃς ἐπὶ τὰ μερικά· προσλαβὼν γὰρ τὸ κατʼ εἶδος ἄλλο τι ποιήσεις τὸν λόγον. περιβεβλημένος γὰρ ὁ τοιοῦτος, οὐ μὴν σεμνὸς γίνεται λόγος.
ηʹ. Τετάρτην, φησὶν, ἱστορίαν ἔχουσιν αἱ περὶ ἀνθρωπίνων πραγμάτων κατὰ μόνας λεγόμεναι, οἷον τῆς ἐν Μαραθῶνι μάχης, τῆς ἐν Σαλαμῖνι. τὰ δὲ μυθικὰ ἑτέρου ἂν εἴη λόγου.
θʹ. Ὅλως ἔνθα ἂν ἡ ἀφήγησις προσλάβῃ τὴν ἀπόφασιν, σεμνὸν τὸν λόγον ποιεῖ· αὕτη γὰρ καθʼ ἑαυτὴν λεγομένη μέθοδος εὑρίσκεται τῆς καθαρότητος, διὰ δὴ καὶ ἐν ταῖς ἄλλαις ἰδέαις ἐμπίπτουσα μετρίως πως ἐμφαίνει τὸ ἴδιον. ὅταν οὖν φροντίσωμεν τῆς διαρκοῦς σεμνότητος, ἀλλὰ μὴ ἄλλου τινὸς, οἷον πολιτικοῦ λόγου ἢ ποιητικοῦ κατὰ ἀπόφανσιν δεῖ προφέρειν, ὅπως μὴ ἐκπεσόντες τῆς καθολικῆς εἰς τοιάνδε ἢ τοιάνδε κατενεχθῶμεν· ἐπεὶ καὶ τὸ, εἴθʼ ἥρωες ἦσαν εἴτε θεοὶ, σεμνὸν ὂν, πλεῖον ἔχει τοῦ πολιτικοῦ καὶ πιθανοῦ διὰ τὴν ἐνδοίασιν, εἰ θέλεις ἐμμεῖναι τῇ διαρκεῖ σεμνότητι.
ιαʹ. Κυρίως μὲν τὸ εὔζωνον κεῖται ἐπʼ ἀνδρῶν τῶν μὴ πολλὰ σκεύη ἐπιφερομένων, μηδὲ πολλοὺς ἑπομένους ἐχόντων, ὡς καὶ ὁ συγγραφεύς φησιν ἀνδρὶ εὐζώνῳ· καὶ αὐτὸς δὲ τὸ εὐτελὲς ἐπενεγκὼν ἐπεξηγεῖται τὴν λέξιν· εὐτελεῖς δὲ ἀλληγορίαι εἰσὶν, οἷον Ἀριστοφάνης κ. τ. λ.
ιβʹ. Ὅταν διαρκοῖεν, φησὶ, μέχρι τέλους αἱ ἀλληγορίαι, καὶ μὴ εἰς τὸ εὐτελὲς καὶ τὸ εὔζωνον κατενεχθῶσι, ποιοῦσι τὸν λόγον σεμνὸν, ὡς ἐν τῷ· «ὁ μὲν δὴ μέγας ἐν οὐρανῷ Ζεὺς πτηνὸν ἅρμα ἐλαύνων φέρεται·» καὶ ὅλως αἱ ἀλληγορίαι σεμνὸν ποιοῦσι τὸν λόγον, εἰ μήτις αὐτὰς εἰς τὸ εὐτελὲς κατενέγκοι καὶ εὔζωνον· τότε γὰρ μεταπίπτει εἰς τὸ ἐναντίον καὶ γίνεται σχεδὸν εὐτελής.
ιγʹ. Διὰ τοῦ ἐπαγαγεῖν τὸ εὐτελῶν ἐδήλωσεν, ὅτι καὶ τὸ εὐζώνων, ταὐτόν ἐστιν· ἢ εὐζώνων μὲν, συντόμων καὶ γοργῶν, εὐτελῶν δὲ, τῶν πᾶσι κοινῶν· ἅπερ κατὰ τὴν συνήθειαν τῶν πολλῶν προάγεται, μηδεμίαν ἐναλλαγὴν ἔχοντα· διορθοῦνται δὲ τὴν εὐτέλειαν κ. τ. λ.
ιδʹ. Ὥστε καὶ ἀποσιώπησις ἔστιν ὅτε καὶ μέθοδος εὑρίσκεται τῆς σεμνότητος, οἷον, οἶδα μὲν, ἀλλʼ οὐκ ἐθέλω λέγειν, διὰ τὸ τῶν πραγμάτων μέγεθος· ἐνδεικνύμεθα γὰρ μέγεθος καὶ σεμνότητα ἐννοίας.
ιεʹ. Ἀνέπτυξε τὴν μέθοδον, ἀντὶ τοῦ ἐσαφήνισε καὶ ἐξηγήσατο· καὶ μῦθον ἀναπτύξαι φαμὲν τὸ διασαφῆσαι τὴν κεκρυμμένην αὐτοῦ διάνοιαν.
Ἢ αὐξήσεως τοῦ ὑπονοουμένου, ὡς παρὰ τῷ ῥήτορι, «οἱ δὲ συνειπόντες ὁτουδήποτε ἕνεκεν, — ἐῶ γὰρ τοῦτό γε, —» ἢ ἀτύπου ἐπικρύψεως, οἷον, «οὐ βούλομαι δὲ δυσχερὲς εἰπεῖν ἀρχόμενος τοῦ λόγου.»
ηʹ. Ὅλως εἰ τῇ φυσικῇ ἐννοίᾳ μὴ προσενέγκαις διαρκῆ μέθοδον σεμνότητος, ἀφανίζεις τὴν διάνοιαν, ἤγουν τὴν ἔννοιαν, ἄλλο γὰρ εἶναί τι δόξει, τῆς μεθόδου βιασαμένης τῆς φύσεως, ἐπεὶ καὶ τὸ «εἴτε ἥρωες ἦσαν, εἴτε θεοὶ» σεμνὸν ὂν, οὐ μετέπεσεν εἰς τὸ ἠθικὸν διὰ τὸν ἐνδοιασμόν· πολλῆς οὖν παραφυλακῆς δεόμεθα καὶ εἰς τὰς κατὰ φύσιν σεμνὰς ἐννοίας καὶ τὰς μεθόδους· ἥδε μὲν πολλάκις ἡ μέθοδος ἁρμόζει τῇ κατὰ φύσιν ἐννοίᾳ, ἥδε δὲ τῇ δευτέρᾳ· καὶ δῆλον ἐντεῦθεν, ὡς καὶ ἡ τάξις τῶν ἐννοιῶν, καθὰ δεδήλωται, γέγονε κατὰ φύσιν. καὶ πρώτην μὲν ἡ ἐρριμμένη περὶ τὴν φύσιν τάξιν ἐπέχει, ὥσπερ καὶ ἡ παντελῶς ἐξασθενοῦσα τὴν ἐσχάτην· μέσαι δὲ τούτων, ὧν ἡ φύσις οὐδὲ πρὸς τὸ ἔσχατον νένευκεν, οὐδὲ πάλιν ἐφικνεῖται τῶν ἄκρων.
κʹ. Στομφάζειν ἐστὶ τὸ κομπάζειν καὶ ἀλαζονεύεσθαι, καὶ τὸ στομφῶδες τὸ σκληρόν· τὸ οὖν στομφάζειν τραχὺ ὂν κατὰ τὴν σύνθεσιν τῶν στοιχείων καὶ αὐτῇ τῇ προφορᾷ διογκοῖ τὸ στόμα.
καʹ. Τὸ στόμα διανοίγειν καὶ ἦχον ἀποτελεῖν ἀπό τε τοῦ στόματος καὶ τοῦ ὄμφακος· φησὶ δὲ Λογγῖνος ἐν καʹ τῶν φιλολόγων ὁμιλιῶν περὶ λέξεως στομφώδους· τὸ δὲ στόμφαξ Ἀριστοφάνης ἐν Νεφέλαις ὡς συνθέτῳ χρῆται τῇ λέξει ἀπό τε τοῦ στόματος καὶ τοῦ ὄμφακος, ἵνα λέγῃ, ὄμφακα ἔχων τὸ στόμα, τουτέστιν ἄχρηστον καὶ ἀνωφελές· εἴρηται δὲ ἐπὶ Αἰσχύλου· Ψόφου πλέων, ἀξύστατον, στόμφακα, κρημνοποιόν. ὡς τῶν ῥημάτων τοῦ Αἰσχύλου φαντασίαν μὲν ἐχόντων, μηδεμίαν δὲ σύστασιν μηδὲ κρότησιν· λέγει δὲ ταῦτα ὁ πρεσβύτης Στρεψιάδης, ὡς τοῦ παιδὸς αὐτοῦ Φειδιππίδου σκώπτοντος Αἰσχύλον.
κβʹ. Τὸν ἦχον αὐτὸν κυρίως σημᾶναι βουλόμενος ἐμφαντικῇ ἐχρήσατο λέξει, τῷ στομφάζειν, ὥσπερ καὶ ὁ ποιητὴς τὸν ἦχον τῶν τόξων ἐξ αὐτῆς σχεδὸν ὑπεσήμανε τῆς λέξεως· οἷον λίγξε βιός· οὕτως οὖν τῇ πλατείᾳ δεῖ χρῆσθαι λέξει· καὶ ὅπερ ἐπιτηδεύουσί τινες διογκοῦντες τὸ στόμα, τὸ δὲ λεγόμενον, καὶ λαρυγγίζοντες, τοῦτο σὺ ποίει τῇ φύσει τῶν λέξεων αὐτῶν.
κγʹ. Οἰωνιστικὴν τὴν ὀρνιθοσκοπικήν· ἰστέον δὲ, ὅτι φησὶν ὁ Πλάτων οἰονοηστικὴν αὐτὴν πρότερον κεκλῆσθαι ἐν τῷ Φαίδρῳ· καὶ γνωστέον, ὥς εἰσι πολλὰ τῶν στοιχείων, ἃ διογκοῖ τὸ στόμα καὶ πλατύνει τὴν ἐκφορὰν, ὡς τὰ φωνήεντα, πλὴν τοῦ ι καὶ ε· τούτων δʼ αὖ πάλιν ἐξαιρέτως τὸ α καὶ τὸ ω σεμνὸν ποιοῦσι τὸν λόγον. ἀλλὰ περὶ μὲν στοιχείου ἄριστα παραδίδωσιν ὁ Διονύσιος ἐν τῷ περὶ συνθήκης ὀνομάτων συγγράμματι· λέγει γὰρ, τί συμβέβηκεν ἑκάστῳ τῶν στοιχείων, καὶ ποίαν μὲν δύναμιν ἔχει τὰ φωνήεντα, ποίαν δὲ τὰ σύμφωνα, καὶ πάλιν αὖ τὰ ἡμίφωνα· πλὴν ἵνα τι καὶ θαυμάσωμεν τὸν ἄνδρα τῆς δεξιότητος, αὐτὴν παραθώμεθα τὴν λέξιν· «ἀρχαὶ μὲν οὖν,» φησὶν, «εἰσὶν τῆς ἀνθρωπίνης φωνῆς καὶ ἐνάρθρου αἱ μηκέτι δεχόμεναι διαίρεσιν, ἃ καλοῦμεν στοιχεῖα καὶ γράμματα· γράμματα μὲν, ὅτι γραμμαῖς τισι σημαίνεται· στοιχεῖα δὲ, ὅτι πᾶσα φωνὴ τὴν γένεσιν ἐκ τούτων λαμβάνει πρῶτον, καὶ τὴν διάλυσιν εἰς ταῦτα ποιεῖται τελευταῖον.» τῶν δὴ στοιχείων τε καὶ γραμμάτων οὐ μία πάντων φύσις, διαφοραὶ δὲ αὐτῶν, πρώτη μὲν, ὡς Ἀριστόξενος ὁ μουσικὸς ἀποφαίνεται, καθʼ ἣν τὰ μὲν φωνὰς ἀποτελεῖ, τὰ δὲ ψόφους· φωνὰς μὲν τὰ λεγόμενα φωνήεντα, ψόφους δὲ τὰ λοιπὰ πάντα. δευτέρα δὲ, καθʼ ἣν τῶν μὴ φωνηέντων, ἃ μὲν καθʼ ἑαυτὰ ψόφους ὁποιουσδήποτέ τινας ἀποτελεῖν πέφυκεν, ῥοῖζον ἢ μυγμὸν ἢ συριγμὸν, ἢ τοιούτων τινῶν ἄλλων ἤχων δηλωτικούς· ἃ δέ ἐστιν ἄμοιρα πάσης φωνῆς καὶ ψόφου καὶ οὐχ οἷά τε ἠχεῖσθαι καθʼ ἑαυτά· διὸ δὴ ταῦτα μὲν ἄφωνά τινες ἐκάλεσαν, θάτερα δὲ ἡμίφωνα· οἱ δὲ τριχῆ νείμαντές τε τὰς πρώτας καὶ στοιχειώδεις τῆς φωνῆς δυνάμεις φωνήεντα μὲν ἐκάλεσαν, ὅσα καὶ καθʼ ἑαυτὰ ἐκφωνεῖται καὶ μεθʼ ἑτέρων, καὶ ἔστιν αὐτοτελῆ· ἡμίφωνα δὲ, ὅσα μετὰ μὲν τῶν φωνηέντων αὐτὰ ἑαυτῶν κρεῖττον ἐκφέρεται, καθʼ ἑαυτὰ δὲ χεῖρόν τε καὶ οὐκ αὐτοτελῶς· ἄφωνα δὲ, ὅσα οὔτε τὰς τελείας, οὔτε τὰς ἡμιτελεῖς φωνὰς ἔχει καθʼ αὑτὰ, μεθʼ ἑτέρων δὲ ἐκφωνεῖται. Ἀριθμὸς αὐτῶν ὅστις ἐστὶν, οὐ ῥᾴδιον εἰπεῖν ἀκριβῶς, ἐπεὶ πολλοῖς παρέσχε καὶ τοῖς πρὸ ἡμῶν ἀπορίαν τὸ πρᾶγμα· οἱ μὲν γὰρ ᾠήθησαν εἶναι ιγʹ. πάντα τῆς φωνῆς στοιχεῖα, κατεσκευάσθαι δὲ τὰ λοιπὰ ἐκ τούτων· οἱ δὲ καὶ τῶν κδʹ., οἷς χρώμεθα νῦν, πλείω. ἡ μὲν οὖν ὑπὲρ τούτων θεωρία γραμματικῆς τε καὶ μετρικῆς, εἰ δὲ βούλεταί τις, καὶ φιλοσοφίας οἰκειοτέρα· ἡμῖν δὲ ἀπόχρη μὴ ἐλάττους τῶν κδʹ, μήτε πλείους ὑποθεμένους εἶναι τὰς τῆς φωνῆς ἀρχὰς τὰ συμβεβηκότα αὐτοῖς λέγειν τὴν ἀρχὴν ἀπὸ τοῦ φωνήεντος ποιησαμένοις. ἔστιν δὲ ταῦτα τὸν ἀριθμὸν ἑπτὰ, δύο μὲν βραχέα, τὸ ε καὶ τὸ ο, δύο δὲ μακρὰ, τὸ η καὶ τὸ ω, τρία δὲ δίχρονα, τὸ α, τὸ ι καὶ τὸ υ· καὶ γὰρ ἐκτείνεται ταῦτα καὶ συστέλλεται, καὶ αὐτὰ οἱ μὲν ἤδη δίχρονα, ὥσπερ ἔφην, οἱ δὲ μεταπτωτικὰ καλοῦσι· φωνεῖται γὰρ ταῦτα πάντα τῆς ἀρτηρίας συνηχούσης τῷ πνεύματι· καὶ τοῦ σώματος ἁπλῶς σχηματισθέντος, τῆς δὲ γλώσσης οὐδὲν πραγματευομένης, ἀλλʼ ἠρεμούσης· πλὴν καὶ τὰ μὲν μακρὰ καὶ τῶν διχρόνων ἃ μακρῶς λέγεται, τεταγμένον λαμβάνει διηνεκῆ τὸν αὐλὸν τοῦ πνεύματος· τὰ δὲ βραχέα ἢ βραχέως λεγόμενα ἐξ ἀποκοπῆς καὶ μιᾷ πληγῇ πνεύματος καὶ τῆς ἀρτηρίας ἐπὶ βραχὺ κινηθείσης ἐκφέρει· τούτων δὲ κράτιστα μέν ἐστι καὶ φωνὴν ἡδίστην ἀποτελεῖ τά τε μακρὰ καὶ τῶν διχρόνων καὶ τῶν ὅσα μηκύνεται κατὰ τὴν ἐκφορὰν, ὅτι πολὺν ἠχεῖται χρόνον καὶ τοῦ πνεύματος οὐκ ἀποκόπτει τόνον· χείρω δὲ τὰ βραχέα ἢ βραχέως λεγόμενα, ὅτι μικρόφωνά τε ἐστι, καὶ σπαδονίζει τὸν ἦχον· αὐτῶν δὲ τῶν μακρῶν πάλιν εὐφωνότατον τὸ α, ὅταν ἐκτείνηται, λέγεται γὰρ ἀνοιγομένου τε τοῦ στόματος ἐπὶ πλεῖστον, καὶ τοῦ πνεύματος ἄνω φερομένου πρὸς τὸν οὐρανόν· δεύτερον δὲ τὸ η, διότι τε κάτω περὶ τὴν βάσιν τῆς γλώσσης ἐρείδει τὸν ἦχον, ἀλλʼ οὐκ ἄνω καὶ μετρίως ἀνοιγομένου τοῦ στόματος· τρίτον δὲ τὸ ω, στρογγυλίζεται γὰρ ἐν αὐτῷ τὸ στόμα καὶ περιστέλλεται τὰ χείλη· τὴν δὲ πληγὴν τὸ πνεῦμα περὶ τὸ ἀκροστόμιον ποιεῖται· ἔτι δὲ ἧττον τούτου τὸ ε, περὶ γὰρ αὐτὰ τὰ χείλη συστολῆς γινομένης ἀξιολόγου πνίγεται καὶ στενὸς ἐκπίπτει ὁ ἦχος· ἔσχατον δὲ πάντων τὸ ι περὶ τοὺς ὀδόντας τε καὶ ἡ κροῦσις τοῦ πνεύματος γίνεται, μικρὸν ἀνοιγομένου τοῦ στόματος, καὶ οὐκ ἐπιλαμπρυνόντων τῶν χειλῶν τὸν ἦχον. τῶν δὲ βραχέων οὐδέτερον μὲν εὔμορφον, ἧττον δὲ δυσειδὲς τὸ ε, διίστησι γὰρ τὸ στόμα κρεῖττον θατέρου, καὶ τὴν πληγὴν λαμβάνει περὶ τὴν ἀρτηρίαν μᾶλλον. Φωνηέντων μὲν οὖν γραμμάτων αὕτη φύσις· ἡμιφώνων δὲ τοιάδε· ὀκτὼ τὸν ἀριθμὸν ὄντων αὐτῶν, πέντε μέν εἰσιν ἁπλᾶ, τό τε λ καὶ τὸ μ καὶ τὸ ν καὶ τὸ ρ καὶ τὸ σ· διπλᾶ δὲ τρία· τὸ ζ καὶ τὸ ξ καὶ ψ· διπλᾶ δὲ λέγουσιν αὐτὰ ἤτοι διὰ τὸ σύνθετα αὐτὰ εἶναι, τὸ μὲν ζ, διὰ τοῦ δ καὶ τοῦ σ, τὸ ξ διὰ τοῦ κ καὶ τοῦ σ, τὸ δὲ ψ διὰ τοῦ π καὶ σ, συνεφθαρμένων ἀλλήλοις ἰδίαν φωνὴν λαμβάνοντα, ἢ διὰ τὸ χώραν ἐπέχειν δυοῖν γραμμάτων, ἐν ταῖς συλλαβαῖς παραλαμβανόμενον ἕκαστον τούτων· κρείττω μέν ἐστι τὰ διπλᾶ τῶν ἁπλῶν, ἐπειδὴ μείζονά ἐστι τῶν ἑτέρων, καὶ μᾶλλον ἐγγίζειν δοκεῖ τοῖς τελείοις· ἧττον δὲ τὰ ἁπλᾶ διὰ τὸ εἰς βαρυτέρους τόπους συνάγεσθαι τὸν ἦχον· φωνεῖται δʼ αὐτῶν ἕκαστον τοιόνδε τινὰ τρόπον, τὸ μὲν λ τῆς γλώττης πρὸς τὸν οὐρανὸν ἱσταμένης, καὶ τῆς ἀρτηρίας συνηχούσης, τὸ δὲ μ, τοῦ μὲν στόματος τοῖς χείλεσι πιεσθέντος, τοῦ δὲ πνεύματος διὰ τῶν ῥωθώνων μεριζομένου, τὸ δὲ ω τῆς γλώττης τὴν φορὰν τοῦ πνεύματος ἀποκλειούσης, καὶ μεταφερούσης ἐπὶ τοὺς ῥώθωνας τὸν ἦχον· τὸ δὲ ρ τῆς γλώττης ἄκρως ἀπορριπτιζούσης τὸ πνεῦμα καὶ πρὸς τὸν οὐρανὸν ἐγγὺς τῶν ὀδόντων ἀνισταμένης· τὸ δὲ σ τῆς μὲν γλώττης προσαγομένης ἄνω πρὸς τὸν οὐρανὸν ὅλης, τοῦ δὲ πνεύματος διὰ μέσων αὐτῶν φερομένου καὶ περὶ τοὺς ὀδόντας λεπτὸν καὶ στενὸν ἐξωθοῦντος τὸ σύριγμα· τρία δὲ τὰ λοιπὰ ἡμίφωνα μικτὸν λαμβάνει τὸν ψόφον τῶν ἡμιφώνων ἐξ ἑνὸς μὲν τῶν ἡμιφώνων τοῦ σ, τριῶν δὲ ἀφώνων, τοῦ τε δ καὶ τοῦ κ καὶ π. Οὗτοι σχηματισμοὶ γραμμάτων ἡμιφώνων· δύναται δὲ οὐχ ὁμοίως κινεῖν τὴν ἀκοὴν ἅπαντα· ἡδύνει μὲν γὰρ αὐτὴν τὸ λ καὶ ἔστι τῶν ἡμιφώνων γλυκύτατον· τραχύνει δὲ τὸ ρ, καὶ ἔστι τῶν ὁμογενῶν γενναιότατον· μέσως δέ πως διατίθησι τὰ διὰ τῶν ῥωθώνων συνηχούμενα, τὸ μ καὶ τὸ ν κερατοειδεῖς ἀποτελοῦντα τοὺς ἤχους· ἄχαρι δὲ καὶ ἀειδὲς τὸ σ καὶ πλεονάσαν σφόδρα λυπεῖ· θηριώδους γὰρ καὶ ἀλόγου μᾶλλον ἢ λογικῆς ἐφάπτεσθαι φωνῆς δοκεῖ ὁ συριγμός· τῶν γοῦν παλαιῶν τινες σπανίως ἐχρῶντο αὐτῷ καὶ πεφυλαγμένως· εἰσὶ δὲ οἳ καὶ ἀσίγμους ὅλας αὐδὰς ἐποιοῦντο. τριῶν δὲ τῶν ἄλλων γραμμάτων, ἃ διπλᾶ καλεῖται, τὸ ζ μᾶλλον ἡδύνει τὴν ἀκοὴν τῶν ἑτέρων, τὸ μὲν ξ διὰ τοῦ κ, καὶ τὸ ψ διὰ τοῦ π συριγμὸν ἀποδίδωσιν, ψιλῶν ὄντων ἀμφοτέρων· τοῦτο δὲ ἡσυχῆ τῷ πνεύματι δασύνεται, καὶ ἔστι τῶν ὁμογενῶν γενναιότατον. καὶ περὶ μὲν τῶν ἡμιφώνων τοσαῦτα· τῶν δὲ καλουμένων ἀφώνων ἐννέα ὄντων, τρία μέν εἰσι ψιλὰ, τρία δὲ δασέα, τρία δὲ μεταξὺ τούτων· ψιλὰ μὲν τὸ κ καὶ τὸ π καὶ τὸ τ· δασέα δὲ τὸ θ καὶ τὸ φ καὶ τὸ χ· κοινὰ δὲ ἀμφοῖν τὸ β καὶ τὸ γ καὶ τὸ δ· φωνεῖται δὲ αὐτῶν ἕκαστον τρόπον τόνδε· τρία μὲν ἀπὸ τῶν χειλῶν ἄκρων, ὅταν τοῦ στόματος πιεσθέντος τὸ προβαλλόμενον ἐκ τῆς ἀρτηρίας πνεῦμα λύσῃ τὸν θεσμὸν αὐτοῦ, καὶ ψιλῶν μὲν αὐτῶν ἐστι τὸ π, δασὺ δὲ τὸ φ, μέσον δὲ ἀμφοῖν τὸ β· τοῦ μὲν γὰρ ψιλώτερόν ἐστι, τοῦ δὲ δασύτερον. μία μὲν αὕτη συζυγία τριῶν ἀφώνων γραμμάτων ὁμοίῳ σχήματι λεγομένων· ψιλότητι δὲ καὶ δασύτητι διαφερόντων· τρία δὲ ἄκρα ἄλλα λέγεται, τῆς γλώττης ἄκρῳ τῷ στόματι προσερειδομένης κατὰ τοὺς μετεώρους ὀδόντας· ἔπειτα ὑπὸ τοῦ πνεύματος ἀπορριπιζομένου καὶ τὴν διέξοδον κάτω περὶ τοὺς ὀδόντας ἀποδιδούσης· διαλλάττει δὲ ταῦτα δασύτητι καὶ ψιλότητι· ψιλῶν μὲν γὰρ αὐτῶν ἐστι τὸ τ· δασὺ δὲ τό θ, μέσον δὲ καὶ ἐπίκοινον τὸ δ· αὕτη δευτέρα συζυγία τριῶν γραμμάτων ἀφώνων, τρία δὲ τὰ λοιπὰ τῶν ἀφώνων λέγεται μὲν τῆς γλώττης ἀνισταμένης πρὸς τὸν οὐρανὸν ἐγγὺς τοῦ φάρυγγος καὶ τῆς ἀρτηρίας ὑπηχούσης τῷ πνεύματι, οὐδὲν δὲ οὐδὲ ταῦτα διαφέροντα τῷ σχήματι ἀλλήλων, πλὴν ὅτι τὸ μὲν κ ψιλῶς λέγεται, τὸ δὲ χ δασέως, τὸ δὲ γ μετρίως, καὶ μεταξὺ ἀμφοῖν τούτοιν· κράτιστα μὲν οὖν ἐστιν, ὅσα τῷ πνεύματι πολλῷ λέγεται, δεύτερα δὲ ὅσα μέσα, κάκιστα δὲ ὅσα ψιλῶς· ταῦτα μὲν γὰρ τὴν αὐτῶν δύναμιν ἔχει· τὰ δὲ δασέα καὶ τὴν τοῦ πνεύματος προσθήκην, ὥστʼ ἐγγύς που τελειότερα εἶναι ἐκεῖνα· καὶ ταῦτα μὲν ὁ Διονύσιος, οἷς προσέχων οὐκ ἂν διαμάρτοις τοῦ προσήκοντος· εἰ γὰρ σεμνὸν ποιεῖν ἐθέλοις τὸν λόγον, ἐκλεξάμενος τὰ μακρὰ καὶ ὅσα τεταγμένον λαμβάνει καὶ διηνεκῆ τὸν αὐτὸν τοῦ πνεύματος λάμβανε, φεῦγε δὲ τὰ βραχέως ἐξ ἀποκοπῆς τε λεγόμενα καὶ μιᾷ πληγῇ πνεύματος καὶ τῆς ἀρτηρίας ἐπὶ βραχὺ κινηθείσης ἐκφερόμενα, τὰ γὰρ μακρὰ τῶν φωνηέντων τῷ σεμνῷ μᾶλλον ἁρμόττει, ἅτε μηκυνόμενα κατὰ τὴν ἐκφορὰν καὶ πολὺν ἠχοῦντα χρόνον· ἀνοίκεια δὲ τὰ βραχέως λεγόμενα καὶ σπανίζοντα τὸν ἦχον· ἀλλʼ οὐχ ἁπλῶς οὔτε τὰ μακρὰ δεῖ λαμβάνειν, ἀλλὰ τὰ κατὰ τὴν ἐκφορὰν διογκοῦντα τὸ στόμα· καὶ ὅσα λέγεται τοῦ στόματος ἐπὶ πλεῖστον ἀνοιγομένου καὶ τοῦ πνεύματος ἄνω φερομένου πρὸς τὸν οὐρανόν· ἢ ὅσα περιστέλλει τὰ χείλη καὶ τὸ πνεῦμα ποιεῖ περὶ τὸ ἀκροστόμιον. ὥστε δεῖ μάλιστα χρῆσθαι ταῖς λέξεσιν, ὅσαι πλεονάζουσι τῷ τε α, καὶ τῷ ω, ὅθεν καὶ ὁ σοφώτατος Πλάτων φησὶ τὴν οἰωνιστικὴν ὀνομάσαι τινὰς ᾠωνιστικὴν, ἀποσεμνύνοντος τὸ ω· ἐκ γὰρ τοῦ στοχάζεσθαι τὸ μέλλον ἐλέχθη οἰονοϊστικὴ καὶ παρῆκται ἐκ τοῦ οἷον, τοῦτο γὰρ στοχαστικόν· οἱ δὲ σεμνὴν βουλόμενοι ποιῆσαι τὴν λέξιν ἔτρεψαν τὸ ο εἰς τὸ ω. καὶ ταῦτα μετρίως πως ἰσομοιροῦντος τοῦ στοιχείου κατὰ τὸν ἦχον τῆς φωνῆς, πλατύνει δὲ μάλιστα τὸ α, καὶ ὀγκοῖ τὸ στόμα κατὰ τὴν ἐκφοράν·
κδʹ. Ἐν γὰρ Συρακουσίαις ἢ ἀδωνιαζούσαις δύο γυναικῶν πολλὰ πρὸς ἀλλήλας λεγομένων δωριστὶ καὶ πολλῷ τῷ α χρωμένων οἷον· Θᾶσαι θᾶσαι, Πραξινόα, θᾶσαι φίλα. καὶ Γραιᾶν ἀποτίλματα πηρᾶν, καὶ, Ἦλθε φέρων ἅλας ἄμμιν ἀνὴρ τρισκαιδεκάπηχυς· ἔφη τις ἀκούσας αὐτῶν, ὡς πλατειάσδουσαι ἅπαντα, ὅ ἐστιν πλατέως λαλοῦσαι· καὶ τῶν κωμικῶν τις κ. τ. λ.
κεʹ. Εἰδύλλιόν ἐστι Θεοκρίτου, ὃ ἐπιγέγραπται Συρακόσιαι ἢ ἀδωνιάζουσαι, ἐν ᾧ τινα εἰσάγει δυσχεραίνοντα πρὸς τὰς δωριζούσας γυναῖκας· τὰ δὲ ἔπη· Παύσασθʼ, ὦ δύστανοι, ἀνάνυτα κωτίλλουσαι. εἶτα ἐπιφέρει ὡς πρὸς ἕτερον λέγων· Τρυγόνες ἐκκναισεῦντι πλατειάσδοισαι ἅπαντα. τὸ δʼ ἐκκναισεῦντι ἀντὶ τοῦ διαφθείρουσιν ὡς τρυγόνες φλυαροῦσαι, αἱ δὲ πρὸς τὸν νεανίαν φασίν· Ὡς εἰδῇς καὶ τοῦτο, Κορίνθιαι εἰμὲς ἄνωθεν, Ὡς καὶ ὁ Βελλεροφῶν· Πελοποννασιστὶ λαλεῦμες.
κϛʹ. Διὰ τὸ πλατύνειν τὴν φωνὴν χρωμένας τῷ α ἐπὶ πολύ· ἴσμεν γὰρ, ὅτι ἀεὶ οἱ Δωριεῖς τὸ η εἰς α ἀμείβουσιν.
κζʹ. Τὸ γὰρ α καὶ τὸ ω στοιχεῖον καὶ ἡ εὐθεῖα διαφορὰ κατὰ τὰς τελευταίας ἐμπεσούσας συλλαβὰς σεμνὸν καὶ ἐπηρμένον τὸν λόγον ἐποίησε.
κηʹ. Ἀντὶ τοῦ μὴ συμπλεκόμεναι τῷ ι καὶ τῷ υ· ἐτελεύτησε γὰρ εἰς τὸ η μακρὸν, καὶ τὸν ἦχον ἐρεῖδον κάτω περὶ τὴν βάσιν τῆς γλώττης, συνελάβετο δὲ πρὸς τὸν ὄγκον τῆς λέξεως καὶ τὸ ο στοιχεῖον ἐν τῇ ἀρχῇ κείμενον, ὃ κἄν ἐστι βραχὺ, πλὴν ἅτε μικτὸν τοῦ ω, σεμνὴν οὐδὲν ἧττον τὴν λέξιν ποιεῖ καὶ ὅλως πάντα τὰ φωνήεντα, πλὴν τοῦ ι καὶ τοῦ ε, τοῖς σεμνοῖς συμβάλλεται λόγοις. ταυτὶ γὰρ τὰ δύο δυσειδῆ τέ εἰσι καὶ σεσηρέναι ποιεῖ· διὸ δὴ καὶ πᾶσα μὲν δίφθογγος πλεονάζουσα συμβάλλεται τῇ σεμνότητι, ἡ δὲ τούτων πρὸς ἄλληλα κρᾶσις ἥκιστά γε τὸν λόγον ὑψοῖ.
κθʹ. Ὡς ἐν τῷ· Ἕκτωρ ἶφι βίῃφι ἴει ἔριδι χωρὶς τοῦ ε ἀντὶ τοῦ, οὐ μόνον ἡ ει δίφθογγος ἀλλοτρία σεμνότητος, ἀλλὰ καὶ αὐτὸ, φησὶ, καθʼ ἑαυτὸ τὸ ι.
λʹ. Ποιοῦσι, φησὶ, σεμνότητα καὶ αἱ τροπικαὶ λέξεις, εἰ μὴ λίαν ἐκκλίνουσιν εἰς τὸ εὐτελὲς διὰ τὴν ἀβελτερίαν τῶν χρωμένων· δεῖ γὰρ αὐτὰς λαμβάνειν ἢ ἐκ τοῦ σύνεγγυς ἢ ἐκ τοῦ πόρρω ἢ ἐκ τοῦ πορρωτέρω· τὸ γὰρ ἐπὶ πλέον κακίζεται· κίνδυνος γὰρ οὐ μικρὸς περὶ τὴν χρῆσιν· πόσον γὰρ ἀφέστηκεν ἥδε ἡ τροπικὴ λέξις τῆσδε τῆς λέξεως οὐ ῥᾴδιον εἰπεῖν, τοῦ δʼ ἐπιστήμονος ἔργον, μὴ τὰς λίαν ἀφεστηκυίας λαμβάνειν, ἀλλὰ τὰς ἐκ τοῦ σύνεγγυς κειμένας καὶ σχεδὸν μηδὲ ἐμφαινούσας τὸν τρόπον, ὥσπερ ἔχει τὸ, «τὴν ἀγαθὴν προβαλλομένους ἐλπίδα.» ἡ γὰρ λέξις μετρίως ἐμφαίνουσα τὴν τροπικὴν σεμνὸν ἐποίησε τὸν λόγον.
λγʹ. Παχύτερον, ἀνοητότερον· παχεῖς γὰρ ἐκάλουν τοὺς ἀναισθήτους καὶ ὑώδεις, ὥσπερ λεπτοὺς τοὺς ἀκριβεῖς τε καὶ ὀξεῖς· καὶ λόγος οὖν παχύτερος ὁ ἀκύρως τε καὶ μὴ ἐναργῶς συγκείμενος· τὸ δὲ εὐτελέστερον ἀντὶ τοῦ ἰδιωτικὸν, ἄμεινον δὲ ἀσαφέστερον.
λδʹ. Ὑπόξυλα κυρίως ἀγάλματα καλεῖται, ὅσα ἀκρόλιθα ὄντα ἔμφασιν μὲν παρέχει τοῖς πόρρωθεν ὁρῶσιν, ὡς λίθινα ὄντα, ἔστιν δὲ πλὴν τῶν ἄκρων ξύλινα· εἰκότως οὖν καὶ τοὺς ταῖς ψυχροτέραις τροπαῖς χρωμένους ὑποξύλους ἐκάλεσεν, ὡς δοκοῦντας μὲν σεμνόν τι λέγειν, πόρρω δὲ σεμνότητος τῆς κατὰ λέξιν ἑστῶτας.
λεʹ. Φρύνιχος ἐν τῇ σοφιστικῇ παρασκευῇ παρατίθεται τὸ ὑπὸ ξύλου ῥήτωρ καὶ ποιητής· εἴρηται δὲ, φησὶν, μεταφορικῶς ἀπὸ τῶν ἐκ ξύλων σκευῶν, οἷς ἐπιπολῆς ἐπελήλαται ἄργυρος· κεῖται δὲ κ. τ. λ.
λϛʹ. Τὸ παράδειγμα τῆς τοιαύτης λέξεως παραθέσθαι βουλόμενος ἐπὶ τοὺς ὑποξύλους κατʼ αὐτὸν φάναι τὸν τεχνικὸν ἐτράπη σοφιστάς. Δημοσθενικὸν γὰρ ἐπὶ τῶν τοιούτων οὐκ ἂν λάβοις παράδειγμα.
λθʹ. Ὡς ἀπὸ τοῦ τολμᾷν τόλμα, οἷον ὡς παρὰ Θουκυδίδῃ, ἀπὸ ῥημάτων γίνεται ὀνόματα, ἀπὸ τοῦ μέλλειν κ. τ. λ. τὸ δὲ καὶ τῶν τοιούτων, διότι καὶ ἀπὸ ἐπιρρημάτων ὀνόματα, ὡς ἀπὸ τοῦ δικαίως δικαίωσις καὶ ἀπὸ τοῦ ἀξίως ἀξίωσις· ἅτε γὰρ πολλῆς τῆς σεμνότητος ὁ συγγραφεὺς προνοῶν, ἐλάχιστα μὲν τοῖς ῥήμασι, τὰ δὲ πλεῖστα τοῖς ὀνόμασι καταχρήσεται. οἷον ἔν τε τῇ δημηγορίᾳ τοῦ Κερκυραίου, «δίκαιον, ὦ Ἀθηναῖοι, τοὺς μήτε εὐεργεσίας μεγάλης, μήτε ξυμμαχίας προὐφειλομένης ἥκοντας πρὸς τοὺς πέλας,» καὶ ἐν τῷ ἐπιταφίῳ «οἱ μὲν πολλοὶ τῶν ἐνθάδε ἤδη εἰρηκότων καὶ ἐπαινοῦσι τὸν προθέντα τὸν λόγον τόνδε,» καὶ ἐν τῷ Ἀρχιδάμῳ. «καὶ αὐτὸς πολλῶν ἤδη πολέμων ἔμπειρός εἰμι, ὦ Λακεδαιμόνιοι,» καὶ μυρία ἄν τις εὕροι τῆς ὀνομαστικῆς φράσεως παρὰ Θουκυδίδῃ τὰ παραδείγματα.
μʹ. Ἐπειδὴ ἐπετήδευσεν ὁ συγγραφεὺς τὸν αὐστηρὸν χαρακτῆρα, διὰ τοῦτο ἐνιαχοῦ καὶ ποιητικαῖς καὶ τραχείαις καὶ σκληραῖς κέχρηται λέξεσιν, ἵνα ἁδρὸν ποιῇ τὸν λόγον· καὶ τραχεῖαι μὲν λέξεις αἱ τροπικαὶ, σκληραὶ δὲ αἱ καὶ πλέον τετραμμέναι καὶ ἔχουσαι τὸ τραχὺ ἀφʼ ἑαυτῶν, ὡς τὸ ἐκνενευρισμένοι· ἐνταῦθα τοίνυν, καθὸ μὲν ὀνόματα καὶ ὀνομαστικὰ κεῖται, σεμνότης γίνεται, καθὸ δὲ οὐκ ἐπὶ προσώπου κεῖται τὸ ἀλόγιστος καὶ φιλέταιρος, ἀλλʼ ἐπὶ τῆς τόλμης καὶ τῆς ἀνδρείας, τέτραπται, καὶ ἔστι τραχέα, καὶ τὸ προμηθὲς σκληρὸν ἅμα ἀφʼ ἑαυτοῦ καὶ τροπικόν.
μαʹ. Ὀνοματικῇ τῇ λέξει κεχρημένος· φησὶ γὰρ ὁ ῥήτωρ ἐν τῷ περὶ στεφάνου περὶ Αἰσχίνου λέγων. «καὶ ἀκούσεσθε» κ. τ. λ. ἀντὶ μὲν οὖν τοῦ τάδε Φίλιππον εἰπεῖν τὰ ῥήματα ἔφη, ἀντὶ δὲ τοῦ οἰκείως ἔχειν πρὸς ὑμᾶς, τὰς οἰκειότητας εἶπε, καὶ διὰ τῆς ἐπικρίσεως αὐτὸς ὁ ῥήτωρ ἐπεσημήνατο, ὅτι ἡ ὀνομαστικὴ τάξις ἀεὶ σεμνότητός ἐστι ποιητική· ἐπίκρισις δέ ἐστιν τὸ «μάλα σεμνῶς ὀνομάζων.»
μβʹ. Ὅρα πῶς ὁ ῥήτωρ δαιμονίως τὸ παρʼ Αἰσχίνου ῥηθὲν θεωρήσας διέβαλεν, ὡς διὰ τῶν ὀνομάτων τὴν σεμνότητα ποιησάμενος, εἰπὼν γὰρ, οὐ γὰρ τὰ ῥήματα τὰς οἰκειότητας ἔφη βεβαιοῦν, εὐθὺς τὴν δωρεὰν θαυμασίαν ἐπήνεγκεν «τὸ μάλα σεμνῶς ὀνομάζων.»
μδʹ. Καθὸ μὲν γὰρ οὐκ ἐν ἄλλοις σχήμασιν ἔχει τὸ εἶναι, σχῆμα ἂν εἴη. καθὸ δὲ πάλιν οἰκεῖον ἔχει νόημα, ἐφʼ ᾧ καὶ γίνεται, ἐπὶ τὴν ἔννοιαν ἀναφέρεται· τὰ μὲν γὰρ ἄλλα τῶν σχημάτων οὐδὲν βλάπτει, κἂν ἀφαιρεθῇ τοῦ λόγου τὴν ἔννοιαν, πλὴν εἰ μὴ λέγοι τις, ὅτι τὸ κάλλος λυμαίνονται, ἡ δὲ ἐπίκρισις ἀφανισθεῖσα συναφαιρεῖται μέρος τῆς ἐννοίας, μᾶλλον δὲ καὶ τέλειον, ἅτε μὴ κατὰ τὸν αὐτὸν τρόπον τοῖς ἄλλοις γινομένη σχήμασιν, ἀλλʼ οἰκείαν τὴν ἀρχὴν καὶ ὁλόκληρον ἔννοιαν συνεισφέρουσα, διὸ δὲ καὶ ἀφανιζομένη τὴν μὲν πρὸ αὐτῆς ἔννοιαν οὐ βλάπτει· ἐφʼ ᾗ δὲ γέγονεν, ἐκείνην ἀναιρεῖ, καὶ οὐκ ἀνάγκη ταύτης ἀφανισθείσης ἑτέραν ἀντεισφέρειν ἔννοιαν, ὥσπερ ἐπὶ τῆς μεθόδου· ἐκεῖσε γὰρ ἀντεισενεγκεῖν ἀνάγκη τῇ ἐκβαλλομένῃ μεθόδῳ ἑτέραν ἰσοδυναμοῦσαν μέθοδον, ὅπως μὴ φανείη χωλεύων ὁ λόγος· ἐπὶ δὲ τῆς ἐπικρίσεως οὐδὲν βλάψεις τὴν πρὸ αὐτῆς ἔννοιαν· διὸ καὶ ἀφανιζομένης αὐτῆς ἀντεισενεγκεῖν ἑτέραν περίεργον. ὥστε κἂν σχῆμα καλέσῃς τὴν ἐπίκρισιν, κἂν ἔννοιαν, οὐκ ἂν διαμάρτοις· οὔτε γὰρ ἐν ἑτέροις σχήμασιν ἔχει τὸ εἶναι, καθὰ δεδηλώκαμεν, οὐδʼ αὖ πάλιν τοιουτοτρόπως ἐκείνοις γίνεται, τὰ μὲν γὰρ εὐσχημάτιστον μόνον ποιεῖ τὸν λόγον, καὶ τοσοῦτον αὐτῷ παρέχουσιν, ὅσον τὸ κάλλος τοῖς σώμασιν. ὥσπερ γὰρ ταῦτα μένουσι, κἂν ἀφανισθῇ τὸ κάλλος ἐξ οἱασδήποτε περιστάσεως, τὸν αὐτὸν τρόπον καὶ ἡ ἔννοια τῶν ἄλλων σχημάτων ἀφανισθέντων, ἡ δὲ ἐπίκρισις, ἅτε οἰκεῖα τὴν ἀρχὴν ἔχουσα νοήματα καὶ τὴν ἔννοιαν, ἀναιρεῖ, ἐφʼ ᾗ καὶ γίνεται.
μεʹ. Τοῦτο ἔννοιαν εἶπεν εὐκρινείας· τὸ γὰρ βούλομαι τόδε εἰπεῖν καὶ εἰς ἀρχὴν ἀνάγειν τὸν λόγον, καταστατικόν ἐστιν, ἔλεγε δὲ εὐκρινείας ἐννοίας εἶναι τὰς καταστατικάς.
μϛʹ. Τὰ γὰρ γνωμικὰ καθόλου ἄνευ ἀποστροφῆς ἢ ὑποστροφῆς ὄντα σεμνότερον καὶ καθαρώτερον ἀπεργάζεται τὸν λόγον· τῆς μὲν οὖν ὑποστροφῆς αὐτὸς ἐδίδαξε τὸ παράδειγμα, τῆς δὲ ἀποστροφῆς λάβοι τις ἂν ἐκ τοῦ κατὰ Ἀνδροτίωνος ἐκεῖνο· «ὁποίους γὰρ ἄν τινας φαίνησθε ἀγαπῶντες καὶ σώζοντες, τούτοις ὅμοιοι δόξετε εἶναι.» ἀποστρέψας γὰρ πρὸς τὸν ἀκροατὴν τὸν λόγον, ἧττον αὐτὸν σεμνὸν ἔδειξεν, ἢ εἴπερ αὐτὸ καθʼ αὑτὸ ὑπῆρχεν ἄνευ ἀποστροφῆς εἰρημένον· ὁποίους γὰρ ἄν τις ἀγαπῶν φαίνηται καὶ σώζων, τούτοις ὅμοιος εἶναι δόξει. ὑποστροφὴ δὲ καλεῖται τὸ πρᾷον σχῆμα, διότι ἀρξάμενος τῆς πρώτης ἐννοίας οὐκ ἐπήνεγκεν εὐθὺς τὴν ἑπομένην, ἀλλʼ ἐπὶ τὴν πρώτην εὐθὺς ὑπέστρεψε. τὸ γὰρ «κἂν μεγάλην πόλιν οἰκῶσιν κἂν μικρὰν,» περὶ τῶν ἀνθρώπων εἴρηται, δηλονότι τῶν ἐν τῇ προτέρᾳ προτάσει κειμένων.
Ὑποστροφὴ καὶ ἀποστροφὴ διαφέρει, ἡ μὲν ἀποστροφὴ ἀπὸ προσώπου εἰς πρόσωπον, οἷον σὺ δὲ τί λέγεις; τί νομοθετεῖς; ἡ δὲ ὑποστροφὴ ἐπὶ πραγμάτων γίνεται τότε, ὅταν ἐγχειρήσω μὲν τὴν ἔννοιαν, εἶτα περικόψας διʼ ἐπεμβολῆς τινος, ὑποστρέψας ἀναλάβω αὐτὴν, ὡς καὶ ὁ θεολόγος, καὶ οὐδʼ ὑπʼ αἰσχύνης τὰς πανηγύρεις φεύγουσιν, εἶτά τινα εἰπὼν μεταξὺ ἐπιστρέφων ἐπάγει· ταύτας δὲ λέγω, ἃς ἡμεῖς ἐπὶ θεραπείᾳ ψυχῆς εὕρομεν· οὐδέτερον τοίνυν τούτων σεμνότητος σχῆμα, ἀλλὰ γοργότητος, οἷον καὶ τὸ, «ἅπας ὁ τῶν ἀνθρώπων βίος φύσει καὶ νόμοις διοικεῖται,» χωρὶς τοῦ· «κἂν μεγάλην πόλιν οἰκῶσιν·» ἐὰν γὰρ ἔχῃ τὴν ἐπεμβολὴν, γοργότητός ἐστιν.
μζʹ. Ἀποστροφή ἐστιν, κ. τ. λ. ἡ ὑποστροφὴ δὲ καλεῖται ὑπʼ ἐνίων καὶ ἐπεμβολὴ, ὡς ἐν τῷ περὶ τοῦ στεφάνου, «τοῦ γὰρ Φωκικοῦ συστάντος πολέμου,» εἶτα ἡ ὑποστροφὴ, «οὐ διʼ ἐμὲ, οὐ γὰρ ἔγωγʼ ἐπολιτευόμην πω τότε»· τὸ γὰρ ἑξῆς ἦν, τοῦ γὰρ Φωκικοῦ συστάντος πολέμου, πρῶτον μὲν ὑμεῖς οὕτω διέκεισθε καὶ τὰ ἑξῆς· καὶ πάλιν· ἅπας ὁ τῶν ἀνθρώπων βίος· εἶτα ἡ ὑποστροφὴ τὸ, κἂν μεγάλην πόλιν οἰκῶσιν κἂν μικράν· τὸ γὰρ ἑξῆς, ἅπας ὁ τῶν ἀνθρώπων βίος φύσει καὶ νόμοις διοικεῖται· γίνεται δὲ ἡ ἀποστροφὴ μὲν πρὸς πρόσωπον, ἡ ὑποστροφὴ δὲ πρὸς πρᾶγμα.
μθʹ. Μακρότερον τῶν κομματικῶν, ὅτε γνωμικόν ἐστιν, οἷον «πέρας μὲν γὰρ ἅπασίν ἐστιν ἀνθρώποις τοῦ βίου ὁ θάνατος, κἂν ἐν οἰκίσκῳ τις ἑαυτὸν καθείρξας τηρῇ· ὑπερβαίνει γὰρ τὸ μέτρον τοῦ κώλου, ἐπειδὴ γοργὸν καὶ τραχὺν ποιεῖ τὸν λόγον· ἐναντία δὲ σεμνότητος γοργότης. διὰ τοῦτο, φησὶν, ἔστιν ὅτε, ἀντὶ τοῦ, ὅτε δεῖ ποικίλλειν τὸν λόγον. Ἐπειδὴ συνθήκην εἶπεν εἶναι καθαρότητος καὶ εὐκρινείας, τὴν περὶ συγκρίσεως μὲν μηδαμῶς φροντίζουσαν, ἰαμβικὴν δὲ καὶ τροχαϊκὴν ἐπὶ πολὺ, διὰ τοῦτο νῦν φησιν, ὅτι κοινωνείτω μὲν ἡ συνθήκη τῆς σεμνότητος τῇ τῆς καθαρότητος κατὰ τὴν σύγκρισιν, διαφερέτω δὲ κατὰ τοὺς πόδας· ἐνταῦθα γὰρ δεῖ μὴ ἰαμβικοὺς καὶ τροχαϊκοὺς πλεονάζειν, ἀλλὰ τοὺς ἄλλους.
ναʹ. Διονύσιος μὲν ἐν τῷ περὶ συνθέσεως ὀνομάτων φησὶν, ὅτι ὁ δάκτυλος πάνυ ἐστὶ σεμνὸς, διὸ καὶ τὸ ἡρωικὸν μέτρον ὑπὸ τούτου κοσμεῖται ὡς ἐπὶ τὸ πολὺ, καὶ ὁ ἀνάπαιστος σεμνότητα ἔχει πολλὴν, ὁ δὲ ἴαμβος, φησὶν, οὐκ ἀγεννὴς, ὁ δὲ τροχαῖος μαλακώτερος καὶ ἀγεννέστερος τούτων ὡς πρὸς σεμνότητα καὶ ἀξίωμα λόγου, καίτοι τρεῖς βραχείας ἕκαστος ἔχει παίων, ἀλλʼ ἐπειδὴ τοὺς παιᾶνας ᾄδοντες ἐχρῶντο αὐτῷ οἱ παλαιοὶ, σεμνοὶ δὲ οὗτοι εἰς θεοὺς ᾀδόμενοι, διὰ τοῦτο καὶ χρήσιμοι· σπονδειακαί τε εἶπεν, ὅτι σεμνὴ ἡ λέξις ἡ διὰ τῶν μακρῶν.
νβʹ. Τέσσαρές εἰσιν οἱ παίωνες ἐκ μακρᾶς καὶ τριῶν βραχειῶν συνεστῶτες, τῆς μακρᾶς ποτε πρώτης, ποτὲ δευτέρας, ποτὲ δὲ τρίτης καὶ τετάρτης γινομένης, καὶ οὕτω τοὺς πόδας ἀποτελούσης, ὥσπερ ἀπὸ ἐναντίων οἱ ἐπίτριτοι, τέσσαρες ὄντες, ἐκ μιᾶς βραχείας καὶ τριῶν μακρῶν συνεστήκασι, πάλιν τῆς βραχείας διὰ τῶν τριῶν μακρῶν πλεκομένης. εἰ δὲ ἡ σπονδειακὴ συνθήκη μᾶλλον ἐπιτρέπει τῇ σεμνότητι διὰ τὸ πλῆθος τῶν μακρῶν, δηλονότι αἱ τροχαϊκαί τε καὶ ἄμφω αἱ παιωνικαὶ διὰ τὴν συνέχειαν τῶν βραχειῶν ἀνεπιτήδειοι. εἰ γὰρ αἱ δακτυλικαί τε καὶ ἀναπαιστικαὶ πλείονας ἔχουσι βραχείας, ἀλλʼ οὖν διὰ τοῦ φάναι, σπονδειακαὶ δὲ μᾶλλον, ἐδήλωσεν, ὡς ἐπʼ ὀλίγον ἐκείναις χρηστέον, καὶ τοῦτο βεβαιότερον ἐποίησε προσθεὶς, ὡς αἱ ἐξ ἐπιτρίτων ἁρμόδιοι τῷ σεμνῷ λόγῳ, ἐν οἷς μία βραχεῖα διὰ τριῶν ἐστι πλεκομένη μακρῶν.
νγʹ. Ἄξιον ζητῆσαι, τί δήποτε τὰς ἰωνικὰς καὶ τροχαϊκὰς συνθήκας, καίτοι πλείονας ἐχούσας μακρὰς, ἀνεπιτηδειοτέρας ἔφησεν εἶναι τῶν παιωνικῶν τῶν πολλὰς βραχείας ἐχουσῶν· φαμὲν οὖν, ὅτι ἡ παράθεσις τῶν ἴσων μακρῶν καὶ βραχειῶν ἐν ταῖς ἰωνικαῖς καὶ τροχαϊκαῖς πλέον κλᾷ τὸν ῥυθμὸν, ἤπερ ἡ τῶν πλειόνων βραχειῶν ὁμόχρονος συνθήκη· ὁ μὲν γὰρ ἀπὸ μείζονος ἰωνικὸς ἐκ δύο μακρῶν καὶ δύο βραχειῶν συνίσταται, ὁ δὲ ἀπʼ ἐλάσσονος ἰωνικὸς ἐκ δύο βραχειῶν καὶ δύο μακρῶν. καὶ γὰρ οὐχ οὕτως τὸ ἐναντίον καθʼ ἑαυτό πως ὂν ἐπίδηλόν ἐστιν, ὥσπερ ὅταν ἔχῃ παρακείμενον τὸ ἐναντίον· τὸ γάρ τοι πικρὸν ἢ τὸ μέλαν τοῦ γλυκέος καὶ λευκοῦ παρακειμένου μᾶλλον γνωρίζομεν, εἴπερ, εἰ καθʼ ἑαυτὸ ἑκάτερον θεωροῖτο, καὶ τὰς ἰαμβικὰς δὲ μᾶλλον τῶν τροχαϊκῶν ἐν σεμνῷ λόγῳ ἀποδέχεται, ὡς σεμνοτέραν ἐχούσας τὴν βάσιν ἐκείνων· ἡ γάρ τοι εἰς μακρὰν κατάληξις σεμνοτέρα τῆς εἰς βραχεῖαν.
νδʹ. Ἁβρότεροι ἐξ ἀρχαίου οἱ Ἴωνες ὡς Βακχυλίδης τε ὁ λυρικός φησιν, ὁ Σιμωνίδου τοῦ μελοποιοῦ ἀδελφιδοῦς, τῶν ἁβρ. κ. τ. λ. κεκλασμένον καὶ σεμνότητος ἐναντίον φησίν. συγγενὲς δὲ αὐτῷ καλεῖ τὸ τροχαϊκὸν, διότι τῶν ἰωνικῶν ἀμφοτέρων, ὡς ἔφαμεν, ἐκ δύο μακρῶν καὶ δύο βραχειῶν συνεστώτων ἐναλλὰξ ἀλλήλοις τὸ τροχαϊκὸν ἐκ διαιρέσεως αὐτῶν συνίσταται, καὶ ὁμοίως καὶ τοῦτο εὐτελῆ τὴν βάσιν ἔχει.
νεʹ. Ὁ τροχαῖος τροχαλὸν ποιεῖ τὸν λόγον, διὸ τροχαῖος καλεῖται ὁ τρεχόντων ῥυθμὸς, ὥς φησιν Λογγῖνος ὁ φιλολόγος, ὅθεν καὶ ἴαμβος καλεῖται ἀπὸ τοῦ ἰαμβίζειν, ὅ ἐστι λοιδορεῖν· τοῦτο δὲ ποιοῦσιν οἱ κωμικοὶ, οἱ τῷ ἰάμβῳ χρησάμενοι· ἐπεὶ οὖν καὶ οἱ τρέχοντες καὶ ὑβρίζοντες σπουδῇ τοῦτο ποιοῦσιν, οὐ δεῖ ἐν σεμνότητι χρῆσθαι τούτοις, τροχαίῳ καὶ τῷ συγγενεῖ αὐτῷ ἰωνικῷ οὐδὲ ἰαμβικῷ ἐπιπολύ.
νϛʹ. Περὶ τῶν ποδῶν σμικρολογεῖσθαι γραμματικῆς ἐρεσχελίας ἔργον. διὸ καὶ παραιτούμεθα τοῦτο ποιεῖν, ἀρκούμενοι τοῖς τοῦ τεχνικοῦ παρακελεύσμασι· καὶ αὐτὸς γὰρ παραιτησάμενος περὶ τῶν τοιούτων ῥαψῳδεῖν, ἅπερ συντελεῖ τῇ πραγματείᾳ, ταῦτα παρέλαβεν· οὐ γὰρ λέγει, πόσας μὲν ἔχει μακρὰς, πόσας δὲ βραχείας ὁ παίων ἢ ὁ ἐπίτριτος, ὡς γὰρ πρὸς εἰδότας διαλέγεται, καὶ τῆς τῶν γραμματικῶν ἀπαλλαγέντας ἐνοχλήσεως· λέγει δὲ τόνδε καὶ τόνδε συντελεῖν πρὸς τὴν σεμνὴν συνθήκην, καὶ τοῦτο δῆλον πεποίηκεν ἐκ τῆς τῶν στίχων παραθέσεως οἷον· Σείων Πηλιάδα μελίαν κατὰ δεξιὸν ὦμον. διέφθειρε γὰρ τὸ ἔπος ἀπὸ τῆς ἐναλλαγῆς τῶν λέξεων ὁ ἀπὸ τοῦ δακτυλικοῦ πρὸς ἰωνικόν τε καὶ τὸ συγγενὲς τῷ ἰωνικῷ τροχαϊκῷ αὐτὸ μεθαρμόσας, οἷον· Σείων μελίην Πηλιάδα δεξιὸν κατʼ ὦμον. δύο γάρ εἰσιν ἐνταῦθα ἰωνικαὶ συζυγίαι, καὶ μετὰ ταῦτα καὶ τὸ ἰθύφαλλον καλούμενον μέτρον, ἐκ τριῶν συγκείμενον τροχαίων, διʼ ὧν κέκλασται πᾶς ὁ ῥυθμὸς βιασθεὶς πρὸς τὸ ἐναντίον ἐλθεῖν δακτυλικοῦ καὶ σεμνότητος.
νζʹ. Ἐν τῷ περὶ μέτρων φησὶν ὀ Ἡφαιστίων, ὅτι συγγένεια γίνεται μέτρου πρὸς μέτρον τριχῶς, κατὰ ἀφαίρεσιν, κατὰ πρόσθεσιν, οἷον ἐὰν ἀφέλῃς τοῦ, μῆνιν ἄειδε θεὰ, τὴν πρώτην συλλαβὴν, ποιεῖς ἀντὶ δακτυλικοῦ μέτρου ἀναπαιστικόν· οὕτως οὖν καὶ τὸ ἰωνικὸν ἀπὸ μείζονος συγγενές ἐστι τῷ τροχαϊκῷ κατὰ μετάθεσιν· τοῦ γὰρ ἰωνικοῦ ἀπὸ μείζονος ἐκ μακρῶν δύο καὶ βραχειῶν ὄντος, ἔξεστι μεταθεῖναι καὶ ποιῆσαι διτροχαῖον ἐκ μακρᾶς καὶ βραχείας καὶ μακρᾶς καὶ βραχείας ἰωνικοὶ δὲ καλοῦνται, ἐπειδὴ Ἰώνων εἰσὶν εὕρημα μαλακὸν τὸ μέτρον καὶ τρυφερώτατον, ᾧ καὶ Σωτάδης ἐχρήσατο, ὥς φησιν Λογγῖνος.
νηʹ. Τὸ τροχαϊκὸν μέτρον οὕτως ὠνόμασται διὰ τὸ πρὸς Διονυσιακάς τινας ἁρμόδιον εἶναι χορείας, ᾧπερ ὁ ἰθύφαλλος ἀνεῖται, συμβολικῶς τὴν γόνιμον περὶ πάντα μέρη τοῦ κόσμου δημιουργίαν τοῦ θεοῦ σημαίνων· καὶ μέλη δέ τινα ἐκάλουν ἰθυφαλλικὰ εὐφημίας περιέχοντα τοῦ θεοῦ, οἷα καὶ Ἀρχίλοχος γεγράφηκεν.
νθʹ. Ἐπίμικτον καλεῖ τὸ ἐκ τροχαίου καὶ ἰάμβου πεπλεγμένον· τοιοῦτόν ἐστι τὸ Αἱματοέσσης κόνιος δεδραγμένος, βεβρυχώς· κἀκεῖνο δὲ, ὅπερ Διονύσιος ἐν τῷ περὶ συνθέσεως ὀνομάτων διαλύσας φησίν· Ἀλλʼ ἔχον, ὥστε γυνὴ χερνῆτις τάλαντʼ ἀληθὴς, Ἥ τις εἰρίον ἀμφὶ καὶ σταθμὸν ἔχουσʼ ἀνέλκει, Ἰσάζουσʼ ἵνα παισὶν ἀεικέα ἄροιτο μισθόν. ἐπί τινος τῶν οἰκείων ποδῶν τῇ σεμνότητι, δακτύλου, σπονδείου, ἐπιτρίτου.
ξαʹ. Ἰστέον, ὅτι καθὸ μὲν ἐπίμικτον τροχαϊκὸν εἶπεν, ἥμαρτεν Ἑρμογένης· οὐ γὰρ ἐνδέχεται τοῦτο γενέσθαι· καθὸ δὲ τροχαϊκὸν, σαφῶς δηλοῖ, ὡς γραφικὸν γέγονε πταῖσμα, συγκέχυται γὰρ τὸ μέτρον· δεῖ οὖν ἄνευ προσθήκης καὶ ἀφαιρέσεως μεθαρμόσαι τὰ ἔπη οὕτως· Ὡς ὁ πρόσθʼ ἵππων τανυσθεὶς κεῖτο καὶ δίφρου. ὁ δὲ δεύτερος κατὰ μὲν Λογγῖνόν ἐστι χοριαμβικὸς, ὡς καὶ ἐνταῦθα κεῖται· καὶ τοῦτο δὲ γραφικόν ἐστι πταῖσμα· δεῖ οὖν οὕτως μεθαρμόσαι· Αἱματοέσσης κόνιος δεδραγμένος βεβρυχώς. ἔστι γὰρ τροχαϊκὸν τρίμετρον ἀκατάληκτον, καὶ ἡρωικὸς δέ ἐστιν ὁ στίχος· ταῦτα Σωτάδου φησὶ Διονύσιος εἶναι, καὶ ἰωνικὰ δὲ λέγεται αὐτά· ἀλλὰ τιθεὶς ὁ Ἑρμογένης πρὸς τὸ χρήσιμον ἴσως ἑαυτῷ διέφθειρε καὶ τὸ μέτρον καὶ τὴν φράσιν· ἀλλὰ καὶ ἐν πᾶσι τοῖς βιβλίοις ἡ χρῆσις συγκέχυται· οὕτως οὖν ἀκουστέον· Οἱ μὲν ἐπʼ ἄκραις πυραῖσι νέκυες ἔκειντο γῆς ἐπὶ ξένης. τροχαϊκόν· τετράμετρος δʼ ἐστὶ βραχυκατάληκτος οὗτος· Ὀρφανὰ τείχεα προλιπόντες, καὶ ἐρατεινὴν ἥβην, λείπει γὰρ ὅλος ποῦς· ὁ δὲ στίχος ὁ τρίτος τροχαϊκὸς ἀκατάληκτος οὗτος· Καὶ καλὸν ἡλίου πρόσωπον.
ξβʹ. Τίς μὲν ἡ ἐν τοῖς μέτροις κατάληξίς ἐστι, καὶ ἀνωτέρω εἴρηται· καταληκτικὰ δὲ καλοῦσιν οἱ τεχνικοὶ μέτρα τὰ μὴ εἰς τελείους καταλήγοντα, ὧν ἐπώνυμον τὸ μέτρον ἐστὶν, ἢ τελείας συζυγίας ποδῶν, ἐξ ὧν ἐκεῖνο τὸ μέτρον συνέστηκεν· ὅθεν καὶ τὸ ἡρωικὸν μέτρον καταληκτικὸν καλοῦσιν, ὅταν εἰς τροχαῖον καταλήγῃ, ὃς βραχείᾳ μιᾷ ἐλάττων ἐστὶ τοῦ δακτύλου· ὅταν μέντοι εἰς δάκτυλον καταλήγῃ, ὡς τό· “οὓς τέκετο Ῥέα,” καὶ “ἀνδρόμεα κρέα,” τότε ἀκατάληκτον αὐτὸ προσαγορεύουσιν· ὁμοίως δὲ καὶ ἐπὶ τῶν κατὰ συζυγίαν ἢ διποδίαν ποδιζομένων μέτρων, ὅταν ἡ τελευταία συζυγία τῶν ποδῶν εἰς ἕνα πόδα καὶ συλλαβὴν ἀντὶ δύο ποδῶν καταλήγῃ, καταληκτικόν φασιν· ὅταν δὲ εἰς τοὺς δύο τελείους ἀπαρτίζῃ πόδας, ἢ τετράμετρον ἢ τρίμετρον ἢ δίμετρον ἀκατάληκτον καλοῦσιν.
ξγʹ. Βεβηκότα λέγει ῥυθμὸν, ὅταν ἡ τελευταία λέξις τρισύλλαβος ᾖ καὶ μακρὰς ἔχῃ δύο ἢ τρεῖς· ἀπηρτίσθη γὰρ εἰς τὸν ἀγῶνα ἡ βάσις καὶ οὐκ ἐπερίττευσε συλλαβή.
ξδʹ. Σεμνὴ γὰρ ἡ κατάληξις ἢ καὶ τροχαϊκὴ, ἐπειδὴ ἔσχεν ἐν τῷ τέλει στοιχεῖα μάλιστα κατὰ τὴν ἐκφορὰν διογκοῦντα τὸ στόμα, τὸ α καὶ τὸ ω· γένοιτο δʼ ἂν διαφερόντως κατὰ τὴν βάσιν σεμνὸς ὁ ῥυθμὸς, εἰ ἡ ἀνάπαυσις καταλήγοι τοῖς αὐτοῖς πλατέσι στοιχείοις, καθὰ καὶ ἐν τοῖς φθάσασιν ἔδειξε· δῆλον οὖν ἐντεῦθεν, ὁποῖον εἶναι δεῖ τὸν ῥυθμόν· πλὴν ἰστέον, ὅτι εἰ καὶ διʼ ὅλων ἐπιτρίτων ἢ δακτυλικῶν ἤ τινων τοιούτων ὁ λόγος συντεθείη, αἱ δὲ ἀναπαύσεις μὴ καταλήγοιεν οὕτως, ὡς καὶ τὰ ἐφεξῆς ἔχειν τοὺς οἰκείους πόδας τῇ σεμνότητι, οἱ ῥυθμοὶ οὐκέτι γίνονται σεμνοί· τοῦτο δὲ ἐπὶ πάσης δεῖ παραφυλάττειν ἰδέας, ὅπως μὴ κατὰ τὴν ἀνάπαυσιν διαμαρτόντες καὶ τοὺς ῥυθμοὺς συγχέωμεν, καὶ τὴν πᾶσαν διασκευὴν τοῦ λόγου συσκιάσωμεν, κἂν ᾖ καλῶς συντελεσθεῖσα· καθὰ γὰρ προείρηται, τῇ ἀναπαύσει παρατείνεται μόλις ἡ αἴσθησις τοῦ ἀκούοντος· τὰ γὰρ μέσα λανθάνει τὸν τοιοῦτον ῥύδην λεγόμενα.
ξεʹ. Τέσσαρες γάρ εἰσιν ἐπίτριτοι, ἕκαστος δὲ τρεῖς ἔχει μακρὰς καὶ μίαν βραχεῖαν, ἀλλʼ ὅ γε τελευταῖος ἐκ μιᾶς βραχείας καὶ τριῶν μακρῶν· οὐ δεῖ οὖν, φησὶν, εἰς βραχεῖαν καταλήγειν, διὸ παροπτέον τὸν τέταρτον ἐπίτριτον· ἐν ᾧ δὲ κεῖται πρῶτος ἐπίτριτος, καὶ σεμνὴ ἡ κατάληξις διὰ τὰς τρεῖς μακράς.
Τοῦτο τὸ, ὡς ὁ πρόσθʼ ἵππων, χοριαμβικόν ἐστι καὶ τροχαϊκόν· οὐ γὰρ γίνεται τὸ τροχαϊκὸν ἐπίμικτον· ὁ δὲ χορίαμβος σύγκειται ἐκ μακρᾶς καὶ δύο βραχειῶν καὶ μακρᾶς, ὡς ὁ δεύτερος στίχος· ἀλλὰ πρῶτον εἴπωμεν τὸν πρῶτον· Ὡς ὁ πρόσθʼ ἵππων τανυσθεὶς κεῖτο καὶ δίφρου. τετράμετρον γάρ ἐστι τὸ μέτρον τοῦτο, καὶ τέσσαρας συζυγίας ἔχει, καὶ ἡ μὲν πρώτη συζυγία χοριάμβειός ἐστι, καθὼς ἐστίξαμεν, ἡ δὲ δευτέρα τροχαϊκὸν ἐπίμικτον, ἡ τρίτη τροχαϊκὸν καὶ καθαρὸν, ἡ τετάρτη συλλαβή ἐστιν ἀντὶ ποδὸς, καὶ λέγεται κατάληξις· οὐκοῦν χοριαμβικόν ἐστι τετράμετρον καταληκτικόν· εἰ δὲ τροχαϊκὸν ἐπίμικτον, οὐδὲν ἄτοπον· τέως δὲ ἐν τῇ τέχνῃ τοῦτο οὐ μεμαθήκαμεν. Ὁ δεύτερος στίχος χοριαμβικός ἐστιν· αἱματόες, χορεῖος· σης κόνιος, ἄλλος χορεῖος· δεδραγμένος, ἐπίτριτος τρίτος, ὅτι δέχεται τὸ χοριαμβικὸν τὸν πόδα τοῦτον· βεβρυχὼς, καὶ αὕτη ἡ συζυγία ἐπίτριτός ἐστι καταληκτικὸς, συλλαβῆς λειπούσης· ἔστι δὲ τοῦτο ὁμοίως τετράμετρον καταληκτικόν.
Οἱ μὲν ἐπʼ ἄκραισι πυραῖς. Καὶ τοῦτο χοριαμβικόν ἐστιν ἐπίμικτον, μετὰ τροχαίων, λέγεται δὲ ἐπίμικτον, οὐ μὴν ἀλλὰ καὶ μικτόν· ἐπίμικτον μὲν, ὅταν στίχος ἀπὸ χοριάμβου ἐστὶ καὶ ἰαμβικῆς συζυγίας, τουτέστιν ἀντίσπαστος, ὡς Ἰώσηπος. μικτὸν δὲ, ὡς Ὠριγένης, διότι ὁ χορεῖος ὁ ποῦς μικτός ἐστιν ἐκ τροχαίου καὶ ἰάμβου· ἐπίμικτον δὲ εἶπε, διότι γίνεται καὶ καθαρόν· καθαρὸν μέν, ὡς τοῦτο, Ἐκ Κυθερείας ἐπιπνεῖτʼ ὄργια λευκωλένου. ἐπίμικτον δὲ τοῦτο· Δακρυόεσσά τε φίλησεν αἰχμήν. Τούτους τοὺς πόδας δέχεται ἡ σεμνότης· σπονδεῖον, δάκτυλον, ἀνάπαιστον, κρητικὸν, τὸν ἔχοντα τρεῖς μακρὰς, ἀμφίμακρον, ἐπίτριτον χωρὶς τοῦ τετάρτου, καὶ παίωνας ὧν οἱ κανόνες οὗτοι· πρῶτος ἐπίτριτος ἴων, δεχόμενος μίαν βραχεῖαν, καὶ τὰς ἑτέρας μακρὰς κατὰ τὴν λέξιν τῶν πολλῶν ἀλλαττομένης καὶ τῆς βραχείας, ὁ δεύτερος Ἡρακλείδης, ὁ τρίτος Δημοσθένης, ὁ τέταρτος Κωνσταντῖνος· τῶν δὲ παιώνων ὁ πρῶτος Γρηγόριος, ὁ δεύτερος Γεώργιος, ὁ τρίτος Θεόδωρος, ὁ τέταρτος Θεοφάνης· ὁ κρητικὸς Ἀτρείδης. Περὶ διαφορᾶς μέτρων.
Τρισύλλαβα ὀκτώ· ὁ δάκτυλος ἐκ μακρᾶς καὶ δύο βραχειῶν τετράχρονος, οἷον ἥλιος· ἀνάπαιστος ἐκ δύο βραχειῶν καὶ μακρᾶς τετράχρονος, οἷον πολέμῳ· ἀμφίμακρος ἐκ μακρᾶς καὶ βραχείας καὶ μακρᾶς πεντάχρονος, οἷον ἡγεμών· ἀμφίβραχυς ἐκ βραχείας καὶ μακρᾶς καὶ βραχείας τετράχρονος, οἷον βοηθός· βακχεῖος ἐκ βραχείας καὶ δύο μακρῶν πεντάχρονος· οἷον νοήμων· παλιμβάκχειος ἐκ δύο μακρῶν καὶ βραχείας πεντάχρονος, οἷον Ἥφαιστος· χορεῖος ἐκ τριῶν βραχειῶν τρίχρονος, οἷον Ἕλενος· μολοττὸς ἐκ τριῶν μακρῶν, ἑξάχρονος, οἷον Ἡρώδης. Τετρασύλλαβα ἑκκαίδεκα· προκελευσματικὸς ἐκ τεσσάρων βραχειῶν τετράχρονος, οἷον φιλόσοφος· παίων πρῶτος ἐκ μακρᾶς καὶ τριῶν βραχειῶν πεντάχρονος, οἷον Στησίχορος· παίων δεύτερος ἐκ βραχείας καὶ μακρᾶς καὶ δύο βραχειῶν πεντάχρονος, οἷον ἐπείγετε· ἰωνικὸς ἀπὸ μείζονος ἐκ δύο μακρῶν καὶ βραχειῶν δύο ἑξάχρονος, οἷον Δημήτριος· ἰωνικὸς ἀπʼ ἐλάσσονος ἐκ δύο βραχειῶν καὶ δύο μακρῶν ἑξάχρονος, οἷον Ἀλέξανδρος· διίαμβος ἐκ βραχείας καὶ μακρᾶς καὶ βραχείας καὶ μακρᾶς, ἑξάχρονος, οἷον Ἀνακρέων· διτροχαῖος ἐκ μακρᾶς καὶ βραχείας καὶ μακρᾶς καὶ βραχείας ἑξάχρονος, οἷον Ἀρχέδημος· ἐπίτριτος πρῶτος ἐκ βραχείας καὶ τριῶν βραχειῶν, ἑπτάχρονος, οἷον Ἀριστείδης· ἐπίτριτος δεύτερος ἐκ μακρᾶς καὶ βραχείας καὶ δύο μακρῶν ἑπτάχρονος, οἷον Εὐρυμήδης· ἐπίτριτος τρίτος ἐκ δύο μακρῶν καὶ βραχείας καὶ μακρᾶς ἑπτάχρονος, οἷον Δημοσθένης· ἐπίτριτος τέταρτος ἐκ τριῶν μακρῶν καὶ βραχείας ἑπτάχρονος, οἷον Καλλίξεινος· δισπόνδειος, ἐκ τεσσάρων μακρῶν ὀκτάχρονος, οἷον Ἡρακλείδης. Δισύλλαβα, σπονδεῖος ἐκ δύο μακρῶν, οἷον ἀρχή· ἴαμβος ἐκ βραχείας καὶ μακρᾶς, οἷον ἀήρ· τροχαῖος ἐκ μακρᾶς καὶ βραχείας, οἷον οὖλος· πυρρίχιος ἐκ δύο βραχειῶν, οἷον λόγος.
Πόδες εἰσὶν εἰς τὸ κῶλον ἢ τὸ κόμμα ἑπτακαίδεκα· δισύλλαβοι τρεῖς· σπονδεῖος ἐκ δύο μακρῶν, τετράχρονος, οἷον Ἥρη· ἴαμβος ἐκ βραχείας καὶ μακρᾶς, τρίχρονος, οἷον Σόλων· τροχαῖος ἐκ μακρᾶς καὶ βραχείας τρίχρονος, οἷον δῆμος. Τρισύλλαβοι ἕξ· δάκτυλος ἐκ μακρᾶς καὶ δύο βραχειῶν τετράχρονος, οἷον ἥλιος· ἀνάπαιστος ἐκ δύο βραχειῶν καὶ μακρᾶς τετράχρονος, οἷον πολέμῳ· βακχεῖος ἐκ βραχείας καὶ δύο μακρῶν πεντάχρονος, οἷον νοήμων· παλιμβάκχειος ἐκ δύο μακρῶν καὶ βραχείας πεντάχρονος, οἷον Ἥφαιστος· ἀμφίμακρος ἐκ μακρᾶς καὶ βραχείας καὶ μακρᾶς πεντάχρονος, οἷον ἡγεμών· ἀμφίβραχυς ἐκ βραχείας καὶ μακρᾶς καὶ βραχείας τετράχρονος, οἷον ὄνησις. Τετρασύλλαβοι ὀκτώ· παίων πρῶτος ἐκ μακρᾶς καὶ τριῶν βραχειῶν πεντάχρονος, οἷον Στησίχορος· παίων δεύτερος ἐκ τριῶν βραχειῶν καὶ μακρᾶς πεντάχρονος, οἷον Ἐπιγένης· ἰωνικὸς ἀπʼ ἐλάσσονος ἐκ δύο βραχειῶν καὶ δύο μακρῶν ἑξάχρονος, οἷον Διομήδης· ἐπίτριτος πρῶτος ἐκ βραχείας καὶ τριῶν μακρῶν ἑπτάχρονος, οἷον Ἀριστείδης· ἐπίτριτος δεύτερος ἐκ μακρᾶς καὶ βραχείας καὶ δύο μακρῶν ἑπτάχρονος, οἷον Εὐρυμέδων· ἐπίτριτος τρίτος ἐκ δύο μακρῶν καὶ βραχείας καὶ μακρᾶς ἑπτάχρονος, οἷον Δημοσθένης· διίαμβος ἐκ βραχείας καὶ μακρᾶς καὶ βραχείας καὶ μακρᾶς, ἑπτάχρονος, οἷον Ἀνακρέων· δισπόνδειος ἐκ τεσσάρων μακρῶν, οἷον Ἡρακλείδης.
ξϛʹ. Ὃ λέγει τοιοῦτόν ἐστι· πόδας προεῖπεν ἁρμόττοντας τῇ σεμνότητι ὑπάρχειν τοὺς ἐπιτρίτους, τὸν σπονδεῖον, τὸν δάκτυλον, καὶ τοὺς προειρημένους· δεῖ οὖν, φησὶν, εἰς τοὺς μακροκαταλήκτους ἀναπαύειν καὶ ἱστάναι τὸν λόγον καὶ μετὰ τὴν ἀνάπαυσιν τοῦ προτέρου κώλου ἄρχεσθαι καὶ ἄλλου κώλου ἐκ τῶν ἁρμοττόντων τῇ σεμνότητι ποδῶν, οἷον δακτύλων ἢ σπονδείων, ὡς Δημοσθένης ἐν τῷ κατὰ Ἀριστογείτονος εἰπών, “φύσει καὶ νόμοις διοικεῖται·” καὶ ἀναπαύσας τὸ κῶλον ἐπιτρίτῳ ποδὶ ἤρξατο ἄλλου κώλου ἀπὸ σπονδείου, οἷον· “τούτων δʼ ἡ μὲν φύσις, ἂν ᾖ πονηρὰ, πολλάκις φαῦλον βούλεται, διόπερ τοὺς τοιούτους πλεῖστα ἐξαμαρτάνοντας εὑρήσετε, οἱ δὲ τὸ δίκαιον καὶ τὸ καλὸν καὶ τὸ συμφέρον βούλονται.”
Περὶ τραχύτητος
αʹ. Μετὰ τὸν περὶ σεμνότητος λόγον ἀναγκαῖον εἰπεῖν καὶ περὶ τραχύτητος· ποιεῖ γὰρ καὶ αὕτη μέγεθος λόγου καὶ ὄγκον, ἥτις καὶ καθʼ ἑαυτὴν θεωρεῖται, καθὰ καὶ ἡ σεμνότης, πλὴν ὥσπερ καὶ ἡ λαμπρότης ἑτέρᾳ τινὶ τῶν ἰδεῶν ὑποβεβηκέναι δοκεῖ.
βʹ. Ἄξιον ζητῆσαι, διὰ ποίαν αἰτίαν δευτέραν κατὰ τάξιν τῶν ἰδεῶν τῶν ποιουσῶν τὸ μέγεθος τὴν περιβολὴν εἰπὼν οὐχὶ δευτέραν αὐτῆς καὶ τὴν διδασκαλίαν εἶπε· λέγομεν οὖν, ὅτι αὐτὸς ἀνωτέρω φησὶν, ὅτι οὐχ οἷόν τε αὐτὴν σαφῶς γνῶναι τὸν μὴ πρότερον γνόντα, τί τραχύτης καὶ τί λαμπρότης καὶ τὰ ἑξῆς.
γʹ. Ἄμφω γὰρ, ἥ τε τραχύτης καὶ ἡ λαμπρότης καὶ τὰ ἑξῆς, τὴν ἀκμὴν ἀπεργάζονται, οὐ μὴν ἅπασί γε, διʼ ὧν γίνονται, ὑποβεβήκασι, ἐννοίᾳ, μεθόδῳ, λέξει καὶ τοῖς λοιποῖς· διὰ δὴ καὶ χωρὶς ἑκάστην αὐτῶν τέθεικεν.
δʹ. Εἰ γὰρ κατὰ πάντα τῆς ἀκμῆς ἦσαν ἀπεργαστικὰ, εἰ καὶ μηδὲν εἶχον ἴδιον, τί τὸ κωλύον ὑπὸ τὴν ἀκμὴν αὐτὰς ἀγαγεῖν, καθὰ τὴν καθαρότητα καὶ τὴν εὐκρίνειαν ὑπὸ τὴν σαφήνειαν; ἀλλʼ ἐπειδὴ καὶ καθʼ ἑαυτὰς θεωροῦνται, καί τινα τὴν ἀρχὴν ἔχουσιν, ἃ τὴν ἀκμὴν οὐ ποιεῖ, διὰ τοῦτο χωρίσας αὐτὰς ἰδίᾳ περὶ ἑκάστης διδάσκει· ἐν γὰρ τῷ περὶ σαφηνείας λόγῳ οὐδὲν τῶν ποιούντων εὐκρίνειαν ἢ καθαρότητα τῆς σαφηνείας ἀλλότριον. διὰ δὴ καὶ προθεὶς αὐτὴν ἐκ τούτων ἔφη γίνεσθαι τὸν σαφῆ λόγον· ἐνταῦθα δέ τινα μὲν τῆς τραχύτητος καὶ πάλιν αὖ τῆς λαμπρότητος ποιεῖ τὴν ἀκμὴν, τινὰ δὲ οὔ· διὰ δὴ καὶ περὶ ἑκάστης ἰδίᾳ λέγειν ἀνάγκη, ἅτε μὴ κατὰ πάντα συμφερομένων τῇ ἀκμῇ· πολλὴν ποιεῖ τὴν ἀκμὴν οὐ μόνον λαμπρότης καὶ τραχύτης, ἀλλʼ ἤδη καὶ διά τινων γίνεται τῶν τῆς σφοδρότητος ἰδίων, ὡς ἐν τῷ περὶ αὐτῆς ἀποδείξομεν λόγῳ.
εʹ. Ποιεῖ, φησὶν, ἀκμὴν καὶ σφοδρότης, ἣν παραλέλοιπεν ἐν τοῖς φθάσασιν, ἅτε κατά γε ἐνίους ταὐτὸν δοκούσης εἶναι τῇ τραχύτητι, πολλὴ γὰρ αὐτῆς ἡ συγγένεια, καὶ προϊόντος τοῦ λόγου ἔσται φανερώτερον· λέξει γὰρ τὴν διάκρισιν αὐτῶν μικρῷ ὕστερον ὁ τεχνικός.
ϛʹ. Γλυκύτης καὶ ἡδονὴ, τουτέστιν ἡ ὥρα τοῦ λόγου, ἐπιτάσεις εἰσὶ τῆς ἀφελείας, ἡ δὲ ἀφέλεια ὑπὸ γενικὴν ἰδέαν ἀνάγεται, τὴν καλουμένην ἦθος, ἣν πέμπτην τάττει τῶν πασῶν ἰδεῶν οὐσῶν ἑπτά.
ηʹ. Ἡ μὲν ἐπιστολὴ περὶ ἀφέσεως ἐπιγέγραπται, ἐν ᾗ γέγραπται, ὅτε Ἀριστογείτων μὲν ἀφείθη, αὐτὸς δὲ οὔ· ἔφυγε γὰρ ἐπὶ τοῖς Ἁρπαλείοις χρήμασιν· ἐπιγράφεται δὲ καὶ περὶ τῶν Λυκούργου παίδων· ὁ δὲ νοῦς, εἰ δὲ ἐνθυμεῖσθε τὴν ἐξ Ἀρείου πάγου βουλὴν, ἀναμνησθέντες, ὅτι Ἀριστογείτονα ἐκρίνατε ἀφεθῆναι, ἐγκαλύψασθε.
θʹ. Ἐπειδὴ οὐκ εἶπεν, ὑμεῖς τὸ πρᾶγμα ποιεῖτε, ἀλλὰ καθολικῶς ἐχρήσατο τῷ ἀνθρώπων, διὰ τοῦτο ἐγένετο λεῖος ὁ λόγος, ὡς τῶν ἐχόντων τὸ εἰδικὸν μόνον ὄντων τραχέων.
ιʹ. Ἄριστος γὰρ τεχνίτης ὁ ῥήτωρ περὶ λόγων πολιτικῶν ἐπιστήμην γεγονὼς πανταχοῦ φυλάττειν ἐπείγετο τὸ μέτρον καὶ ἀκράτῳ μὲν τῇ κατʼ ἔννοιαν τραχύτητι σπανίως κέχρηται, ὑφειμένας δὲ καὶ λειοτέρας ἀεὶ τὰς τοιαύτας ἐννοίας τῇ συμπλοκῇ τῶν μεθόδων ἀπεργάζεται. —Συκοφαντουμένοις τε τοῖς Λυκούργου παισὶν ὑπὸ Μενεσαίχμου προθύμως ἐπικουρῶν καὶ τὴν ἑαυτοῦ κάθοδον πρυτανευόμενος· Ἀθηναίοις δὲ πρεσβευομένοις πρὸς Ἀργείους περὶ συμμαχίας ἄριστα συνεῖπεν, οὐδεμίαν τῶν λυπησάντων φροντίδα ποιησάμενος· ἐφʼ ᾧ δὴ καὶ θαυμάσαντες αὐτὸν Ἀθηναῖοι κατελθεῖν ἐψηφίσαντο, καὶ τὸν ἐν Πειραιεῖ τοῦ σωτῆρος Διὸς βωμὸν ἐξεμίσθωσαν αὐτῷ πεντήκοντα ταλάντων, ἅπερ ἦσαν αὐτῷ τιμήσαντες ἐπὶ τῇ φυγῇ, οὐχ ὅτι τοσούτων ἄξιον ἦν τὸ ἔργον, ἀλλὰ μεταγνόντες ἐπὶ τῷ μεγέθει τῆς ζημίας· κωμῳδεῖ δὲ αὐτὸν Τιμοκλῆς ἐπὶ τοῖς Ἁρπαλείοις λέγων· Δημοσθένης τάλαντα πεντήκοντʼ ἔχει, Μακάριος, εἴπερ μεταδίδωσι μηδενί.
ιδʹ. Διαφέρει ἡ σφοδρότης τῆς τραχύτητος, ὅτι ἡ μὲν τραχύτης ἐπὶ μειζόνων προσώπων, ἡ δὲ σφοδρότης ἐπὶ τῶν ἰσοτίμων.
ιεʹ. Αἱ γὰρ τοιαῦται ἔννοιαι, εἰ μὴ μεθοδευθῶσιν ἀπαρακαλύπτως τάχα ἂν πάντα μᾶλλον οὖσαι φανεῖεν ἢ τραχεῖαι. —Ἐστραμμένη μέν ἐστιν ἡ κατά τινα τροπὴν καὶ μεταφορὰν λεχθεῖσα· σκληρὰ δὲ, ἥτις καὶ τῇ συνθέσει τῶν στοιχείων κατὰ τὴν προφορὰν τραχύνει τὴν ἀκοὴν, ὡς τὸ δαρδάπτων. Διαφέρει δὲ τῆς τραχείας λέξεως ἡ σκληρὰ, τῷ τὴν μὲν, ὡς ἔφαμεν, καὶ κατʼ αὐτὴν τὴν προφορὰν φαίνεσθαι τοιαύτην, τὴν δὲ τραχεῖαν ἐκ μόνης τῆς μεταφορᾶς ἐμφαίνειν τὸ τραχὺ, ὡς τό· περικόπτων καὶ λωποδυτῶν τὴν Ἑλλάδα.
ιϛ. Ἡ γὰρ τοιαύτη πρὸς ἄλληλα μίξις ἐποίησε τὰς λέξεις σκληρὰς, οἷον τὸ ἀταρπός· τὸ γὰρ π καὶ τὸ ρ ἐπενεχθὲν βεβιασμένην ἐποίησε κ. τ. λ. Ἔχει δέ τι τοιοῦτον καὶ τὸ ἐκνενευρισμένοι καὶ τὸ περικόπτων, εἰ καὶ μὴ τοσοῦτον, ὅσον αἱ προειρημέναι· τὸ γὰρ περικόπτων οὐ τοσοῦτον σκληρὸν, ὅσον τὸ ἔμαρπτεν· οὐ γὰρ ἔχει τὸ ρ πρὸ τοῦ π· τὸ δὲ ἐκνενευρισμένοι μάλιστα τῷ πολλῷ μέρει φεύγει τὴν τραχύτητα διὰ τὴν τῶν φωνηέντων μεταβολήν.
ιζʹ. Τοῦ Τιμοθέου· οὐ γὰρ ἑαυτῷ περιτίθησιν ἐνταῦθα τὴν ἐρώτησιν, ἀλλὰ Τιμοθέῳ τῷ στρατηγῷ.
Ὁ Δημοσθένης παρῄνει Ἀθηναίοις, φυλάττεσθαι τὸν Φίλιππον, καὶ μὴ τοῖς λόγοις αὐτοῦ προσέχειν μάλιστα· οὗτος γὰρ ὁ Φίλιππος λόγοις εἰρήνης ἀναφανδὸν χρώμενος τὰ τοῦ πολέμου λάθρα κατειργάζετο, ὅθεν παραινῶν τοῖς Ἀθηναίοις διαναστῆναι παραδείγματι τοῖς Ὀλυνθίοις ἐχρήσατο· ἐκεῖνοι γὰρ τοῖς τοῦ Φιλίππου λόγοις πιστεύσαντες ὡς αὐτοῦ φίλοι δοκοῦντες εἶναι μικρὸν ὕστερον ὑπʼ αὐτοῦ ἀπώλοντο· τούτῳ οὖν τῷ τοῦ Δημοσθένους ὁ Ἑρμογένης ὡς τραχύτητος ἐχρήσατο παραδείγματι, καί φησιν οὕτως, ὅτι τὸ τοῦ Δημοσθένους ῥητὸν, τὸ φάσκον, οὐχ ὁρᾶτε, ὡς ἐναργὲς καὶ σαφὲς τούτων παράδειγμα οἱ ταλαίπωροι γεγόνασιν Ὀλύνθιοι, ᾧπερ ὁ Δημοσθένης εἰς τὸ διεγεῖραι τοὺς Ἀθηναίους παραδείγματι ἐχρήσατο τούτου τοῦ ῥητοῦ, εἰ καὶ τῆς ἐννοίας ἀφέλῃς τὴν μέθοδον, μέθοδος ἂν εἴη ἐννοίας ἡ πρὸς τοὺς Ἀθηναίους ἀποστροφὴ καὶ ὁ ἔλεγχος, καὶ εἰ ἀφέλῃς τὸ εἶναι παράδειγμα αὐτὸ τοῦ Δημοσθένους πρὸς τοὺς Ἀθηναίους, λογίσῃ δὲ αὐτὸν τυχὸν τὸν Δημοσθένην ἢ ἄλλον τινὰ, ὡς ἀπʼ ἄλλου προσώπου ῥηθὲν τοὺς Ἀθηναίους ἀναμιμνήσκοντα, σφόδρα ἔσται τραχύ.
ιηʹ. Ἴδια μὲν σχήματα τραχύτητος τὰ προστακτικὰ καὶ ἐλεγκτικά· οὐ μέντοι καὶ τῶν ἄλλων ἀμοιρεῖ σχημάτων, οἷον ἀποσιωπήσεως καὶ ὑποσιωπήσεως, ἀλλὰ κατὰ πρῶτον μὲν λόγον ἐξ ἐκείνου γνωρίζεται, κατὰ δεύτερον δὲ λόγον καὶ τὰ ἄλλα δέχεται· ἐνδέχεται γὰρ τραχείᾳ χρώμενον ἐννοίᾳ σχήματι χρήσασθαι ἄλλης ἰδέας.
ιθʹ. Ἀνοίκειοι καὶ ἀνακόλουθοί εἰσι πόδες οἱ μὴ συγγενεῖς ἀλλήλοις, οἷον πυρρίχιος καὶ σπονδεῖος, ἴαμβος καὶ ἰωνικὸς ἀπὸ ἐλάσσονος· οὐδεμίαν γὰρ συγγένειαν ἔχουσι πρὸς ἀλλήλους, οἵαν ἔχει δάκτυλος τυχὸν πρὸς ἀνάπαιστον, καὶ πρὸς δάκτυλον σπονδεῖος. Περὶ σφοδρότητος.
αʹ. Ἕποιτο ἂν κατὰ ἀναγκαῖον λόγον ἡ σφοδρότης τῇ τραχύτητι, ἅτε καὶ κοινωνοῦσα τῇ προεξητασμένῃ, καὶ τοσοῦτον, ὥστε κατά γε ἐνίους ταὐτὸν εἶναι δοκεῖν καὶ κατὰ μηδὲν διαλλάττειν τραχύτητος, τὴν δὲ κοινωνίαν αὐτῶν καὶ τὴν ἐξαλλαγὴν, ἔνθα μάλιστα πλατύνει τὸν περὶ αὐτῆς λόγον ὁ τεχνικὸς, ἐπʼ αὐτῆς ἤδη τῆς διδασκαλίας εἰσόμεθα.
βʹ. Διὰ τὸ κατὰ ἐλαττόνων εἶναι προσώπων καὶ καθʼ ὧν ἄν οἱ ἀκούοντες ἡδέως δέξαιντο· ἐν γὰρ τῇ τραχύτητι λειαίνειν καὶ περιστέλλειν δεῖ τὴν ἐπιτίμησιν, ἐπειδὴ κατὰ μειζόνων γίνεται προσώπων.
γʹ. Εἰ γὰρ μὴ προσδέχονται μετὰ ῥᾳστώνης, οὐκ ἔχει χώραν ἐπὶ τῆς σφοδρότητος ἡ κατὰ μειζόνων ἐπιτίμησις.
δʹ. Ἐπὶ πλεῖστον γὰρ ἣ σφοδρότης οὖσα τῆς τραχύτητος δίδωσιν ἐξουσίαν τοιαύτην τῷ λέγοντι, καθὰ καὶ ὁ ῥήτωρ πεποίηκεν· καὶ ἔστιν ἰδεῖν κατὰ τοῦτο μάλιστα τὸ μέρος τῇ τοιαύτῃ λέξει κεχρημένον αὐτὸν, ὡς τὸ ἰαμβοφάγος καὶ τὸ γραμματοκύφων
Ὁ κατὰ Ἀριστογείτονος· ὁ δὲ τοιοῦτος, ὁποῖός τις, ὦ Ἀθηναῖοι, καλοῖτʼ ἂν δικαίως; ὁ τρισκατάρατος, ὁ κοινὸς ἐχθρὸς, ὁ πᾶσι δυσμενὴς, ὅτῳ μήτε γῆ φέροι καρποὺς, μήτε ἀποθανόντα δέξαιτο;
ϛʹ. Ἀντὶ ἐπὶ τῶν ὁμολογουμένων, ὥσπερ ἐνταῦθα ὡμολόγηται, ὅτι ἐχρῆν Ἀθηναίους ἀντιστῆναι Φιλίππῳ ἀρχὴν καὶ τυραννίδα αὐτῶν κατασκευάζοντι.
ζʹ. Οὐκ ἐπὶ τῶν ἐπιδεχομένων ἀντίρρησιν παραλαμβάνεται, ἀλλʼ ἐπὶ τῶν ὁμολογουμένων, εἰ γάρ τι λέξει τοιοῦτον, ὃ λύει ταχέως ὁ ἀνταγωνιζόμενος, αὐτόθεν ἑάλωκε· χρὴ οὖν ἐπὶ τῶν τοιούτων αὐτὰ λαμβάνειν τῶν μηδεμίαν ἐπιδεχομένων ἀντίρρησιν.
θʹ. Κατὰ τί μὲν διέστηκεν ἡ σφοδρότης τῆς τραχύτητος καὶ ὅπως, ἐν τοῖς προλαβοῦσιν ἐδίδαξεν, μηδεὶς δὲ τοῦ λοιποῦ ζητείτω διαφορὰν ἐν τῷ περὶ συνθήκης ἢ ἀναπαύσεως ἢ ῥυθμῶν λόγῳ· τὸν γὰρ αὐτὸν τρόπον, ὃν ἐπὶ τῆς τραχύτητος, κἀνταῦθα δεῖ μεθοδεύειν αὐτὰ, πλὴν εἰ καὶ μὴ οὕτως εἶχε καὶ συνεφέρετο κατὰ ταῦτα τῇ τραχύτητι, ἀλλʼ οὖν ἐκ τῶν προειρημένων φανερὰ καὶ ἡ τούτων διαχείρισις. Περὶ λαμπρότητος.
αʹ. Τὸ χρήσιμον τῆς ἰδέας εὐθὺς ἡμῖν ὁ τεχνικὸς παραδίδωσιν, ὅταν ἀρχὴν ὁμολογούμενον ὂν ὑπὸ τῆς ὁμωνυμίας τῆς λαμπρότητος γέγονε λίαν ἀμυδρότατον· οὐ γὰρ ἂν φανερᾶς οὔσης τῆς λαμπρότητος ἐζήτει τι περὶ αὐτῆς, ἀλλὰ παρῆκεν ἂν τὴν τοιαύτην ζήτησιν, ὥσπερ κἀν ταῖς ἄλλαις ἰδέαις· ἔνθα γὰρ ἀμφισβητεῖται, τὴν ἀρχὴν τοῦτο ποιεῖν ἔθος αὐτῷ, τὸ πρὸ τῆς διδασκαλίας ὑποφαίνειν τὸ χρήσιμον· ἐπειδὴ οὖν τὴν ἰδέαν ταύτην ὁμωνυμία συνεκάλυπτε, διαστείλας αὐτὴν ἐκ τῶν ἄλλων ὑπʼ ὄψιν ἤγαγε τὴν ποιοῦσαν τὸν ἐπηρμένον λόγον καὶ τὸν ἀξιωματικόν· ἔστι γὰρ λαμπρότης, ἣ τῆς ἡδονῆς ἀντιποιεῖται μόνον, οὐ τῆς δοκούσης, ἀλλὰ τῆς οὔσης ἤδη γλυκύτητος καὶ ἀφελείας, ἐστὶν ἑτέρα δὲ πάλιν αὖ ἡ κατὰ ἐπιμέλειαν τὸ κάλλος ἔχουσα καὶ τὴν συνθήκην, ἣ κατὰ τὸ φαινόμενον ἡδύνει τοὺς ἀκούοντας, ὧν οὐδετέραν λέγει χρησιμεύειν, ἀλλὰ τὴν ἀληθινὴν, λέγω δὴ τὴν προφερομένην μετὰ σεμνότητος· καὶ ὅτι τοῦτο ἀληθὲς, ὅρα μοι τὴν λέξιν αὐτὴν, φαιδρότητος δὲ, οὐ τῆς ἐν ὡραϊσμῷ καὶ ἑξῆς.
γʹ. Τῆς ἀφελείας, ἥτις ὑπὸ τὸ ἦθος ἀνάγεται, ἐπίτασιν εἶναί φησιν τὴν γλυκύτητα, ἣν καλεῖ ὥραν καὶ ἡδονήν· ἐπειδὴ οὖν μέτεστι καὶ τῇ γλυκύτητι λαμπρότητος, ἀντιδιαστέλλων φησὶν, “οὐ τῆς ἐν ὡραϊσμῷ·” ἑτέρα γὰρ παρὰ τὴν λαμπρότητα ἐκείνην αὕτη· ἐκείνη μὲν γὰρ λεπτὴ καὶ ὕψος οὐκ ἔχουσα, αὕτη δὲ ἀξιωματική.
δʹ. Ἐδίδαξεν, ὅτι αἱ ἰδέαι καὶ καθʼ ἑαυτὰς δείκνυνται καὶ κεχωρισμέναι τῶν ἄλλων, καὶ πάλιν συμπλέκονται· τοῦτο οὖν ἐνταῦθά φησιν, ὅτι τῆς λαμπρότητος τῆς ἐν τῷ κάλλει οὐ δεῖται τὸ μέγεθος, ὅταν αὐτὸ καθʼ ἑαυτὸ γνωρίζηται, καὶ τῶν ἄλλων ἰδεῶν κεχωρισμένον φαίνηται, λεπτὴ μὲν γὰρ ἡ φαιδρότης ἐκείνη, ἡ δὲ τοῦ μεγέθους ἔχει δίαρμα· ἐν δὲ τῇ μίξει μετέχει δηλονότι κἀκείνης.
εʹ. Τουτέστι τῆς γοργότητος, ἥ τις οὖσα ἐναντία τῇ λαμπρότητι τοῖς κομματικοῖς χαίρει.
ϛʹ. Ἐπειδὴ ἐν τῷ περὶ σεμνότητος τετάρτην ἐπέχειν τάξιν ἔφη τὰς ἐννοίας, αἳ περὶ ἀνθρωπίνων πραγμάτων, μεγάλων δὲ καὶ ἐνδόξων, διὰ τοῦτο νῦν φησιν, ὅτι ἐπὶ τούτοις ἐστὶ καὶ ἡ λαμπρότης, οἷον τοῖς διαπρεπέσι καὶ ἐνδόξοις· διαφέρει δὲ ἡ τετάρτη κ. τ. λ.
ηʹ. Αἱ γὰρ ὑποστροφαὶ καὶ αἱ διακοπαὶ τὰς ἐννοίας οὐκ ἐῶσι φαίνεσθαι φαιδρὰς, κἂν ὦσιν ἄγαν πρὸς τῆς μεθόδου λαμπραί· ἡ γὰρ τοιαύτη μέθοδος ἀφανίζει τὴν ἔλλαμψιν κατʼ αὐτὸν φάναι τὸν Ἡρόδοτον.
ιʹ. Ἔνδοξον μὲν τὸ παράδειγμα, πλὴν ἐνδοξοτέρως λέλεκται· εἰ γὰρ μὴ ἐμεθώδευσεν αὐτὸ λαμπροτέρως, φησὶν, ἢ κατὰ τὴν ἔννοιαν, οὕτως ἂν ἔλεγεν· “καλῶς οὖν συνεβούλευσας κινδυνεύειν ὑπὲρ τῆς ἐλευθερίας τῶν Ἑλλήνων, οὕτω γὰρ ἐποίουν καὶ οἱ ἐν Μαραθῶνι προκινδυνεύσαντες·” ὁ δὲ σφόδρα θαυμασίως εἰς ὅρκον αὐτὸ ἀναγαγὼν ἐνδοξότερον αὐτὸ ἐποίησε καὶ λαμπρόν.
ιαʹ. Αἱ πλατεῖαι καὶ διογκοῦσαι τὸ στόμα καὶ ἐξαιρέτως τῷ α καὶ τῷ ω πλείστῳ χρώμεναι, καὶ αὖ ταῖς διφθόγγοις πλεονάζουσαι πλὴν τῆς ει, καὶ αἱ μετρίως τετραμμέναι καὶ ὀνομαστικαὶ καὶ αὐτὰ τὰ ὀνόματα.
ιβʹ. Τοῦτο γὰρ ἴδιον εἶναί φησιν εὐκρινείας, ἔννοιαν λέγω· ἰστέον δὲ, ὅτι θεώρημα λαμπρότητος κάλλιστον ἡμῖν παραδίδωσι πρὸς τὰς καταστάσεις· ὅταν γὰρ καταστατικῶς εἰσάγωμεν τὸν λόγον τῷ κατʼ ὀρθότητα καὶ ἀπόστασιν σχήματι κεχρημένοι, ἀναγκαῖον εὐθὺς ἢ πλαγιασμὸν ἢ ἄλλο τι τῶν τῆς περιβολῆς σχημάτων συμπλέκειν τῷ λόγῳ, εἴπερ τὴν λαμπρότητα βουλοίμεθα διασώζειν.
ιγʹ. Ἔτι καὶ τοῦτο δεῖγμα τοῦ δεῖν τὰ ἀξιωματικὰ τῶν ἔργων διὰ μακροτέρων μεθοδεύειν κώλων, τὸ λέγειν, ὅτι χαίρει ἡ λαμπρότης ἢ τὰ ἀξιωματικὰ τῶν ἔργων μελετώμενα τοῖς πλαγιασμοῖς· ἴδιον γὰρ τῶν πλαγιασμῶν τὸ διὰ μακροτέρων προφέρεσθαι κώλων, ἀλλὰ μὴ κομματικῶν.
ιδʹ. Τὸ γὰρ κατʼ ὀρθότητα σχῆμα προεῖπεν ἁρμόττειν καθαρότητι ἐν τῷ περὶ καθαρότητος· προεῖπε γὰρ, ὅτι τὰ ἀσύνδετα, εἰ μακρὰ εἴη, ποιεῖ λαμπρότητα.
ιεʹ. Ἀσυνδέτως γὰρ ὅλον εἰσενεχθὲν, ὃ τῆς λαμπρότητος ἴδιον ἐπὶ τὸ καθαρὸν ἐξέκλινεν διὰ τὴν ὀρθότητα· καθαρὸν γὰρ διὰ ταύτην ἔμεινε καὶ ἁπλοῦν, λαμπρὸν δὲ οὐδαμῶς· λαμπρότητα γὰρ μάλιστα χαρακτηρίζει ὁ πλαγιασμός.
ιϛʹ. Καθὸ οὐ περιβέβληται οὐδὲ χαίρει πλαγιασμοῖς, ὥσπερ ὁ λαμπρὸς, ἀλλὰ τοῖς κατʼ ὀρθότητα κώλοις, δηλοῖ δὲ, ὅτι τῷ κατʼ ἀπόστασιν σχήματι κοινωνεῖ καθαρότης τε καὶ λαμπρότης.
ιζʹ. Τὴν διαφορὰν αὐτῶν ἀρκούντως ἐδίδαξεν ὁ τεχνικὸς, ὅτι αἱ μὲν λαμπρότητες οὐ μᾶλλον πραγμάτων εἰσὶν ἀφηγήσεις, ἢ ποιότητες πραγμάτων καὶ αὐξήσεις, ἡ δὲ καθαρότης αὐτὸ τὸ πρᾶγμα διηγεῖται ψιλῶς, πλὴν κἂν ἀποστήσῃς ἐν τῇ καθαρότητι τὸν λόγον, εἰσάγῃς δὲ μετὰ ὀρθότητος διαρκοῦς, οὐδὲν ἧττον μένει καθαρὸς ὁ λόγος· ὥσπερ οὖν καὶ ὁ πλαγιασμὸς φαιδρὸν ποιεῖ τὸν λόγον, ἐναντίον γὰρ λαμπρότης καθαρότητος.
ιηʹ. Κῶλα τὰ μέλλοντα ποιῆσαι λαμπρὸν τὸν λόγον μακρότερα εἶναι δεῖ· καὶ τούτου παραδείγματα πάντα, ὅσα κἀν τῷ περὶ ἐννοιῶν λαμπρότητος εἰρήκαμεν· οἷον “οὐχὶ λίθοις ἐτείχισα τὴν πόλιν οὐδὲ πλίνθοις ἐγὼ, οὐδʼ ἐπὶ τούτοις μέγιστον τῶν ἐμαυτοῦ φρονῶ,” καὶ τὰ ἑξῆς· εἰ γὰρ καὶ τὰς ἐννοίας λάβῃς λαμπρὰς καὶ μεθοδεύσεις αὐτὰς προηγουμένως, καὶ μὴ ἐνδοιάζων, καὶ τὴν λέξιν πάλιν αὖ σεμνὴν καὶ τὰ σχήματα κατὰ ἀπόστασιν, καὶ ἁπλῶς τὰ εὐειδῆ, τὰ δὲ κῶλα μὴ ὦσι μακρὰ, ἐμποδίζεται κατὰ τοῦτο ἡ λαμπρότης καὶ εἰς ἑτέραν ἰδέαν, ὅσον γε κατὰ τοῦτο τὸ μέρος, καταφέρεται.
ιθʹ. Μακρότερον εἶναι δεῖ· ὅτι ὁ θέλων λαμπρὸν ἐργάσασθαι λόγον διὰ μακρῶν πάντως ἀπαγγέλλει κώλων καὶ τοῦτο μάλιστα λαμπρότητος ἴδιον.
καʹ. Περὶ συνθήκης φαιδρᾶς τοσοῦτον μόνον εἰρήσθω, τὸ τὴν ἀνάπαυσιν παραφυλλάττειν, ὅπως εἰς μακρὰν τελευτήσῃ, ἐπεί τοί γε ληπτέον ἐκείνας, ὅσας κἀπὶ τῆς σεμνότητος· τῆς δὲ ἀναπαύσεως σεμνῆς οὔσης, εἰ χρήσῃ ταῖς τροχαϊκαῖς κατὰ τὸ ἄλλο τῆς συνθήκης μέρος, οὐδὲν βλάψεις τοῦ λόγου τὸ λαμπρόν· τὸν γὰρ ῥυθμὸν ποιοῦσι λαμπρὸν αἱ τοιαῦται ἀναπαύσεις, μακρῶν τῶν κώλων γενομένων, κἂν ἐκ τροχαίων συγκείμενος ᾖ· τοῦτο δὲ ποιεῖν ἐπὶ τῆς σεμνότητος οὐχ οἷόν τε· τῶν γὰρ κώλων κομματικῶν ὄντων εἰ τὴν συνθήκην ποιήσεις τροχαϊκὴν, οὐ μετρίως βλάψεις τὴν σεμνότητα.
κβʹ. Σεμνὴν λέγει ἀνάπαυσιν, ὅταν ὁ λόγος στῇ ἐπί τινος τῶν οἰκείων ποδῶν τῇ σεμνότητι χωρὶς καταλήξεως· ἐκεῖ γάρ φησι δεῖν ἐκφεύγειν τοὺς τροχαίους.
κγʹ. Τὰς αὐτὰς, φησὶν, ἐννοίας ὁ ἀκμαῖος λαμβάνει λόγος, ἃς καὶ ὁ τραχὺς καὶ σφοδρὸς, κατὰ δὲ τὰ λοιπὰ, ὅσαι τῇ σεμνότητι.
Γίνεται τοίνυν λόγος λαμπρός. Τῷ μὴ σκοπουμένῳ σαφῶς δόξειεν ἂν ὁ τεχνικὸς τὴν αὐτὴν ἔννοιαν λαμβάνειν, ἣν ἐπὶ τῆς σεμνότητος ἐν τῇ τετάρτῃ τάξει τῶν ἐννοιῶν τέταχε, τὴν περὶ ἀνθρωπίνων καταμόνας πραγμάτων, μεγάλων δὲ καὶ ἐνδόξων, καὶ δοκεῖ τοῦτό πως ἀποπλανᾷν τοὺς μὴ διερευνῶντας ἀκριβῶς τῶν ἐγγεγραμμένων τὴν δύναμιν, ἐπεί τοι τῷ γε ἐπιστήμονι ῥᾷστα προφανεῖται τῆς ἀπορίας ἡ λύσις ἐκ τῆς τοῦ τεχνικοῦ πραγματείας· οὐδὲν γὰρ ἀφίησι τοιοῦτον, ὃ τῆς τῶν μεταγενεστέρων παρανοίας δεήσεται, ἀλλὰ πᾶσαν αὐτῷ διασαφηνίζει τὴν διδασκαλίαν· ὅθεν ἔνιά γε τοῦ κειμένου ζητήσαντες τὴν λέξιν τοῦ τεχνικοῦ τεθείκαμεν, μηδὲν παραλλάξαντες· ὅρα γὰρ, ὅπως αὐτὸς ἐκ τῆς σχέσεως τοῦ λέγοντος καὶ τῆς ἡδονῆς τοῦ ἀκούοντος τὴν πᾶσαν ἀπορίαν διέλυσεν. Γίνεται γὰρ, φησὶ, λαμπρὸς ὁ λόγος κατά γε τὰς ἐννοίας, ὅταν πεποίθησιν ἔχῃ τινὰ ὁ λέγων, ἐφʼ οἷς ἂν λέγῃ, ἢ διὰ τὸ ἔνδοξον εἶναι, ἢ διὰ τὸ καλῶς πεπρᾶχθαι αὐτῷ, ἢ διὰ τὸ χαίρειν τοῖς λεγομένοις τοὺς ἀκούοντας, ὧν οὐδὲν ἐπὶ τῆς σεμνῆς ἐννοίας τῆς τετάρτην ἐν τῷ περὶ αὐτῆς λόγῳ τάξιν ἐπεχούσης ἐστὶν εὑρεῖν, πλὴν ἐπὶ τοῦ διῃρημένου καὶ ἐνδόξου πράγματος· ἔνδοξον γὰρ ὁ λέγων ἐπὶ τῆς σεμνότητος ἔννοιαν ζητεῖ, κἂν μὴ πέποιθεν ἐπʼ αὐτῇ, κἂν μὴ τὸ λεχθὲν ἥδῃ τοὺς ἀκούοντας, κἂν σμικρὸν ᾖ, τῆς δὲ τῶν φιληδόνων μόνον ἀκοῆς καὶ ἀκολάστων ἀλλότριον, οὐ γὰρ ἐπὶ τοῖς τοιούτοις χρὴ τοὺς ἀκούοντας ἥδειν, οὐ γὰρ αὗταί γε ἔννοιαι λαμπρότητος, ἀλλʼ εἰ λάβοις μὴ λίαν ἐνδόξους ἐννοίας, ἥδεται δὲ τὴν ἀπαρχὴν ἐπʼ αὐταῖς ὁ ἀκούων, λαμπρὸν ποιήσεις τὸν λόγον· τούτων οὖν αὕτη ἡ ἔννοια διαφέρει τῆς σεμνότητος, καθὸ ἐκείνη μὲν κατὰ φύσιν γίνεται τοῦ πράγματος αὐτοῦ γε μόνου ἐξεταζομένου ψιλῶς· ἡ δὲ τῆς λαμπρότητος οὐ τοσαύτην ἐκ τοῦ πράγματος, ὅσην ἐκ τῶν παρακολουθούντων λαμβάνει τὴν δύναμιν· πλὴν σκόπησον, ὅπως μὴ καὶ ἡ δοκοῦσα συμφέρεσθαι ταύτῃ γε τῇ ἐννοίᾳ, κἂν τὴν ἐσχάτην ἐπὶ τῆς σεμνότητος τάξιν ἐπέχῃ, τὸν πολιτικὸν ὑπερβαίνῃ λόγον, καὶ ἁρμόττῃ κυρίως φιλοσόφοις· τοιαύτας γὰρ ἐπὶ τῆς διαρκοῦς σεμνότητος δεῖ λαμβάνειν τὰς ἐννοίας· ἐπὶ δὲ τῆς λαμπρότητος οὐ τοσοῦτον περισπούδαστον, ἐπηρμένην ἔννοιαν λαβεῖν, ὅσον τοιαύτην εὑρεῖν, ἥτις ἂν δυνηθείη κινῆσαι πρὸς ἡδονὴν τοὺς ἀκούοντας, ἢ πεποίθησιν τῷ λέγοντι παρασχεῖν, οἷον οὐχὶ λίθοις ἐτείχισα τὴν πόλιν καὶ ἑξῆς.
Τὸ ψήφισμα τοῦτο. Οἱ Θηβαῖοι τῶν Ἀθηναίων φίλοι· ἐδεξιοῦτο δώροις τοὺς Θηβαίους ὁ Φίλιππος, τῶν Ἀθηναίων ἀποστῆναι βουλόμενος· οἱ δὲ οὐκ ἐκτὸς εὐλόγου τοῦτο ποιεῖν ἐσπούδαζον προφάσεως, ὅθεν καὶ Ἀθηναίοις πολλὰ ποιεῖν αὐτοῖς προσέταττον, ὡς εἴ τινος πάντως ἀποτύχοιεν οἱ Θηβαῖοι, τότε καὶ τῶν Ἀθηναίων ἀποστῆναι ἀφορμὴν ἔχοντες· ὡσαύτως καὶ αἱ λοιπαὶ τῆς Ἀττικῆς πόλεις· τοῦτο γνοὺς ὁ ῥήτωρ ψήφισμα γέγραφε, μηδεμίαν αἴτησιν πρὸς Θηβαίων ἢ τῶν ἄλλων πόλεων τοὺς Ἀθηναίους παρακρούεσθαι, καὶ τοῦτον ἔχει σκοπὸν τό· “αὕτη τῶν περὶ Θήβας” καὶ τὰ ἑξῆς.
Προκινδυνεύσαντας τῶν προγόνων· ἐν τῷ περὶ στεφάνου· εἰ γὰρ ὡς οὐ τὰ βέλτιστα ἐμοῦ βουλευσαμένου τουδὶ καταψηφιεῖσθε, ἡμαρτηκέναι δόξετε, οὐ τῇ τῆς τύχης ἀγνωμοσύνῃ τὰ συμβάντα παθεῖν· ἀλλʼ οὐκ ἔστιν, οὐκ ἔστιν, ὅπως ἡμαρτήκατε, ἄνδρες Ἀθηναῖοι, τὸν ὑπὲρ τῆς ἁπάντων ἐλευθερίας καὶ σωτηρίας κίνδυνον ἀράμενοι, οὐ μὰ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας τῶν προγόνων, καὶ τοὺς ἐν Πλαταιαῖς παραταξαμένους, καὶ τοὺς ἐν Σαλαμῖνι ναυμαχήσαντας καὶ τοὺς ἐπʼ Ἀρτεμισίῳ, καὶ πολλοὺς ἑτέρους τοὺς ἐν τοῖς δημοσίοις μνήμασι κειμένους ἀγαθοὺς ἄνδρας, οὓς ἅπαντας ὁμοίως ἡ πόλις τῆς αὐτῆς ἀξιώσασα τιμῆς ἔθαψεν, Αἰσχίνη, οὐχὶ τοὺς κατορθώσαντας αὐτῶν, οὐδὲ τοὺς κρατήσαντας μόνους· δικαίως.
Περὶ ἀκμῆς.
βʹ. Πολλήν τινα πεποίηται τὴν κοινωνίαν ἡ ἀκμὴ πρὸς τραχύτητα καὶ σφοδρότητα καὶ λαμπρότητα, ὡς δοκεῖν ἐξ ἐκείνων συνίστασθαι· κατὰ μὲν γὰρ ἔννοιαν καὶ μέθοδον κοινωνεῖ σφοδρότητι καὶ τραχύτητι, κατὰ δὲ λέξιν τραχύτητι, σφοδρότητι, λαμπρότητι· κατὰ δὲ κῶλα, συνθήκας, ἀναπαύσεις, ῥυθμοὺς λαμπρότητι, ὥστε πῆ μὲν αὐταῖς κοινωνοῦσα, πῆ δὲ καὶ διεστῶσα εἰκότως ἴδιόν τινα κεκλήρωται τόπον.
γʹ. Τραχύτητος μὲν ἔννοιαι αἱ τῶν μειζόνων προσώπων ἐπιτίμησιν ἔχουσαι ἀπό τινος τῶν ἐλαττόνων προσώπων, μέθοδος δὲ τὸ ἀπαρακαλύπτως κατʼ ἐπιτίμησιν μὴ συμπλέκοντα τοῖς λειαίνουσιν εἰσάγειν τὰς ἐννοίας· σφοδρότητος δʼ ἔννοιαι αἱ κατʼ ἐλαττόνων προσώπων ἐπιτιμητικαὶ καὶ ἐλεγκτικαί· μέθοδος δὲ ἡ αὐτὴ τῇ τραχύτητι.
δʹ. Τὰς ἐννοίας καὶ τὰς μεθόδους τὰς αὐτὰς, φησὶν, ἐπὶ τῆς ἀκμῆς δεῖ λαμβάνειν, ἃς ἐπὶ τῆς τραχύτητος καὶ σφοδρότητος, καὶ οὐδὲν δεῖ περὶ τούτων πολυπραγμονεῖν τοὺς ἅπαξ ἐν τῷ περὶ τραχύτητος καὶ σφοδρότητος λόγῳ μεμαθηκότας.
εʹ. Ἐκ τῆς τραχύτητος καὶ σφοδρότητος, τουτέστιν αἱ τροπικαὶ καὶ σκληραὶ ἀφʼ ἑαυτῶν, λαμπραὶ δὲ λέξεις αἵ τε σκληραὶ καὶ διογκοῦσαι τὸ στόμα.
ϛʹ. Τὴν λέξιν, φησὶν, αὐτῶν τούτων τῶν ἰδεῶν δεῖ λαμβάνειν, παρεμβάλλειν δὲ καὶ τῆς λαμπρότητος, ἵνα ὦσί πως μεμιγμέναι.
ξʹ. Δίαρμα ἔχει καὶ ὄγκον, καὶ οὐ τοσοῦτον τέτραπται, ὅσον διογκοῖ τὸ στόμα· εἶπε γὰρ ἐν τῷ περὶ σεμνότητος, ὅτι αἱ λέξεις αἱ ἔχουσαι τὸ η καὶ τὸ α καὶ τὸ ω πλατεῖαί εἰσιν, ἃς καὶ λαμπρότητί φησιν ἁρμόττειν· ἔδει δὲ γράφειν διῆρται.
ηʹ. Εἰ μὲν διῄρηται ἔχει, ἀντὶ τοῦ οὐχ ὡς ἐν τραχύτητι, κομματική ἐστιν ἡ φράσις, ἀλλὰ κατὰ μείζονα κῶλα διῄρηται, ἅπερ ἔγνωμεν λαμπρότητος οἰκεῖα· εἰ δὲ διῆρται ἔχοι, ὅτι δίαρμα καὶ ὄγκον ὁ λόγος εἶχε διὰ μακροτέρων τῶν κώλων ἐξενεχθείς.
θʹ. Τὰ στοιχεῖα μάλιστα πλεονάζει τὰ κατὰ τὴν προφορὰν διογκοῦντα τὸ στόμα· ὅρα γὰρ πῶς ἐπὶ πασῶν τῶν λέξεων, πλὴν τὸ ἐμπέπτωκε, τὸ α καὶ τὸ ο στοιχεῖον ἐπὶ τελευτῆς τέθειται, ἃ μάλιστα ποιεῖ τὸν λόγον λαμπρόν· εἴρηται γὰρ, ὡς τὸ ο στοιχεῖον, εἰ καὶ βραχὺ, πλὴν τὴν αὐτὴν ἔχει δύναμιν κατὰ τὸν ἦχον τῆς φωνῆς, ἣν καὶ τὸ ω.
ιʹ. Σχήματά φησι τῆς ἀκμῆς, ἅπερ καὶ λαμπρὰ καὶ σφοδρά· καὶ τοῦτο δηλοῖ ἐκ τῶν παραδειγμάτων.
ιαʹ. Λαμπρότητος σχῆμα αἱ ἀναιρέσεις, τὰ ἀσύνδετα, αἱ ἀποστάσεις· σφοδρότητος τὰ κατὰ ἀποστροφὴν καὶ δεικτικόν.
ιβʹ. Τὸ ἦθος δηλονότι τοῦ λέγοντος ἐμφαίνουσα· δηλοῖ δὲ πῶς ἂν καὶ γένοιτο καὶ κατὰ τὸ ἦθος σφοδρότης.
ιγʹ. Ἔννοιαι μὲν τραχεῖαι καὶ σφοδραὶ ποιοῦσιν ἐννοίας ἀκμῆς, καθὰ μεμαθήκαμεν, μέθοδος δὲ αὖ πάλιν ἡ τούτων αὐτῶν τῶν ἰδεῶν τὴν ἀκμαίαν μέθοδον, τὴν λέξιν οὐ μόνον αἱ τούτων, ἀλλʼ ἤδη που καὶ τῆς λαμπρότητος· τὰ δὲ σχήματα τῆς ἀκμῆς ποιεῖ σχήματα λαμπρότητος καὶ σφοδρότητος· περὶ δὲ τῶν λοιπῶν οὐ δεῖ ζητεῖν, τὰ γὰρ ἄλλα πάντα τὰ αὐτὰ ἔχει τῇ λαμπρότητι, λέγω δὴ κῶλα, συνθήκας, ἀναπαύσεις, ῥυθμοὺς, ὥστε ἐν ἑτέροις ἔχει τὸ εἶναι, καὶ ἰδίαν ὑπόστασιν οὐκ ἔχει· διὰ δὴ τέτακται μετʼ ἐκείνας, ὑφʼ ὧν καὶ γίνεται καὶ συνέστηκεν.
ιδʹ. Ἐπειδὴ ἐννοίας εὑρεῖν ὁ τεχνικὸς, αἳ τὴν σύστασιν ἐκ λαμπρότητος ἔχουσιν καὶ ἀκμῆς, ἀπορεῖ, ποῦ δεῖ τάττειν αὐτὰς, τῆς μὲν γὰρ ἀκμῆς οὐχ οἷόν τε λέγειν αὐτὰς, ποιοῦσι γὰρ ταύτας ἔννοιαι τραχύτητος καὶ σφοδρότητος, οὐδαμῶς δὲ λαμπρότητος· πάλιν δʼ αὖ οὔκ εἰσι λαμπραί· ἔχουσι γάρ τι καὶ τῆς ἀκμῆς· ἔστι δὲ τὸ κινῆσαν τὴν ἀπορίαν χωρίον τοῦτο· “μέχρι τούτου Λασθένης φίλος ὠνομάζετο Φιλίππου, ἕως προὔδωκεν Ὄλυνθον·” καὶ πάλιν· “ἀλλʼ ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζόμενος·” ταῦτα γὰρ τί δεῖ καλεῖν ἀκμαστικὰ ἢ λαμπρὰ, ἢ τὸ συναμφότερον, ὃ καὶ μᾶλλον, εἶτα ἀντιτίθησι, φαίη γὰρ ἄν τις ἴσως, ὅτι κατὰ τὸν προειρημένον λόγον τὰ ἴδια τῆς λαμπρότητος συνῆλθεν ἐπὶ τῶν ἐννοιῶν τούτων ἀκμαστικῶν οὐσῶν· οἷον τὰ κῶλα μακρὰ ὄντα, ἡ συνθήκη δίαρμα ἔχουσα, ἡ ἀνάπαυσις σεμνὴ καὶ τὰ ἑξῆς· πολλαχοῦ δὲ καὶ τὴν λέξιν ἔφαμεν, καὶ τὸ μέγιστον, φησὶ, τὰ ἀποστατικὰ τῶν σχημάτων· ὥστε εἰ λέγοιμεν ταῦτα μεμίχθαι ἐξ ἀμφοῖν, ἔκ τε λαμπρότητος καὶ ἀκμῆς, τὸ μέχρι τούτου Λασθένης καὶ τὰ τοιαῦτα εἰς ταῦτα ἐμπίπτει· ἀκμαστικὰ γάρ εἰσιν, εἴγε ἡ ἀκμὴ πάντως ἔχει πολλὰ τῶν ἰδίων λαμπρότητος· ἔννοιαι γὰρ, φησὶ, σφοδραὶ συνελθοῦσαι μετὰ σχημάτων καὶ κώλων λαμπρῶν ἀπετέλεσαν τὴν ἀκμὴν, ὥστε παράλογον οὐδὲν, εἰ συνῆλθεν ἀκμὴ καὶ λαμπρότης, κατὰ φύσιν γὰρ τὸ ἀεὶ μεμίχθαι θέλουσι, καὶ τὸ πλεῖστον ἐκ τῆς λαμπρότητος ἡ ἀκμὴ λαμβάνει τὴν σύστασιν.
ιεʹ. Ἐνταῦθα ζητεῖ ὁ Ἑρμογένης τὸ, “μέχρι τούτου Λασθένης φίλος ὠνομάζετο Φιλίππου,” ποίας ἰδέας ἐστὶν, ἀκμῆς ἢ λαμπρότητος, καὶ ἀκμῆς ἐδείχθη, ὅτι ἔνιαι λέξεις τῶν ἰδίων τῆς λαμπρότητος καὶ τὰ πλείω σχήματα, καὶ τὰ κῶλα καὶ συνθήκη καὶ ἀνάπαυσις καὶ ῥυθμὸς ποιοῦσι τὴν ἀκμὴν, ἐννοίας δὲ καὶ μεθόδους μόνη ἔχει ἡ ἀκμὴ τὰς τῆς σφοδρότητος· ἔδει οὖν μὴ λέγειν τὰ κῶλα ταῦτα μεμίχθαι ἐκ λαμπρότητος καὶ ἀκμῆς, εἴγε ἐξ ἀνάγκης καὶ κατὰ φύσιν ὁ λαμπρὸς λόγος καὶ ἀκμαῖός ἐστιν, ἐπειδὴ ἐκ τῶν τῇ λαμπρότητι προσηκόντων, ὡς εἴρηται, ἀκμὴ γίνεται· ἀλλʼ ὅτι λαμπρά ἐστιν ἡ ἀκμαία μόνον, οὐδὲν δὲ διαφέρει, ἀλλὰ ταὐτόν ἐστι λαμπρὰ κῶλα καὶ ἀκμαῖα· λύει τοίνυν ταύτην τὴν ἔνστασιν κατωτέρω εὐθὺς, ὅπου λέγει· ἀλλʼ εἰδέναι χρὴ, ὅτι πρῶτον μὲν ἐνταῦθά φαμεν ἀκμὴν καὶ λαμπρότητα καὶ ἑξῆς.
ιϛʹ. Εἶπε γὰρ, ὅτι λέξεις ἀκμῆς αἱ τῆς τραχύτητος καὶ σφοδρότητος καὶ λαμπρότητος· τὸ γὰρ ἀποστατικὸν λαμπρότητός ἐστι καὶ ἀκμῆς.
ιζʹ. Εἰς τὸ εἶναι δηλονότι ἅμα λαμπρὰ καὶ ἀκμαῖα κατὰ κοινοῦ δὲ τό· φαίη τις ἂν εἰς ταὐτὸν ἐμπίπτειν ἡμᾶς, εἰ λέγοιμεν ταῦτα μεμίχθαι· ἡ οὖν σύνταξις οὕτως, ὥστε φαίη τις ἂν εἰς ταὐτὸν ἐμπίπτειν ἡμᾶς, εἰ λέγοιμεν ταῦτα τὰ κῶλα μεμίχθαι.
ιηʹ. Λέγει γὰρ καθʼ ὧν οἱ ἀκούοντες ἡδέως δέχονται τὰς λοιδορίας, κατὰ Φιλίππου, ὅτι λέλυκεν αὐτὸς τὴν εἰρήνην· ἀκμῆς γὰρ ἴδιαι ἔννοιαι αἱ σφοδραὶ, ὡς εἶπεν ἄνω· καὶ σχήματα δὲ τὰ ἀφηγηματικὰ καὶ ἀσύνδετα καὶ λαμπρὰ λαμπρότητα καὶ ἀκμὴν ποιεῖ· ἀντὶ τοῦ κατὰ φύσιν ἡνωμένης τῆς ἀκμῆς τῇ λαμπρότητι· ἡ λύσις οὖν τῆς ἐνστάσεως εἴρηται, ἥτις ἐστὶ τὸ κατὰ προσώπων ἀφηγηματικῶς καὶ ἀσυνδέτως.
ιθʹ. Τὰ χωρία ταῦτα ἀκμῆς μὲν μετέχει, ὅτι σφοδράς τε καὶ τραχείας ἐννοίας ἔχει μεμιγμένας· τραχείας μὲν τὰς κατὰ Φιλίππου, σφοδρὰς δὲ τὰς κατὰ προδοτῶν· μετέχει δὲ καὶ λαμπρότητος ἡ ἔννοια τῷ πεποιθέναι τὸν λέγοντα ἐφʼ οἷς λέγει· μεθώδευται δὲ λαμπρῶς, προηγουμένως γὰρ εἰσῆκται ἡ ἔννοια, καὶ οὐχὶ ἐξ ὑποβολῆς· σχηματισθὲν δὲ κατὰ ἀπόστασιν καὶ λέξιν ἔχον μὴ τροπικὴν ἀλλὰ σεμνὴν, κώλοις τε μακροτέροις ἐξαγγελθὲν, λαμπρότητος ἱκανῶς μετέχει· τραχύτητος δὲ μόνης σὺν λαμπρότητι οὐκ ἄν τις φαίη κυρίως μετέχειν· διαφέρουσι γὰρ ἀλλήλων τε αὗται κατὰ τὰς ἐννοίας καὶ λαμπρότητος, καὶ κατὰ τὰ λοιπά· ἀκμαῖος μὲν οὖν ὁ λόγος οὐκ ἂν εἴη μόνως, διότι λαμπρός ἐστι κατʼ ἔννοιαν, ὅπερ ἀλλότριον ἀκμῆς, τραχὺς δὲ καὶ σφοδρὸς οὐκ ἂν λέγοιτο, διότι τὸ ἐπιτιμητικὸν οὐκ ἔστιν ἄγαν πικρόν.
κʹ. Ἐντεῦθεν λύει τὴν ἀνωτέρω ἔνστασιν οὕτως, ἡ ἀκμὴ αὐτὴ καθʼ ἑαυτὴν οὐ συνίσταται, ἀλλʼ ἐκ τῶν μερῶν τραχύτητος καὶ σφοδρότητος καὶ λαμπρότητος γίνεται.
καʹ. Ἡ ἀκμὴ οὐχ ὑφέστηκε καθʼ ἑαυτήν· πῶς οὖν ἡ μὴ οὖσα συμπλέκοιτʼ ἂν ἑτέρᾳ συνθήκῃ ἢ ἀναπαύσει;
κβʹ. Ἔννοιαι, φησὶν, τραχεῖαι καὶ σφοδραὶ ποιοῦσιν ἐννοίας καὶ μεθόδους ἀκμαστικάς· τὰ δὲ λοιπὰ τῆς λαμπρότητος ποιεῖ τὴν ἀκμὴν, πλὴν τῆς λέξεως καὶ τῶν σχημάτων· ἐπὶ γὰρ τούτων ἀναμεμιγμένως γίνεται, πῆ μὲν ἐκ τραχύτητος καὶ λαμπρότητος, ὡς ἐπὶ τῶν λέξεων, πῆ δὲ ἐκ σφοδρότητος καὶ λαμπρότητος, ὡς ἐπὶ τῶν σχημάτων.
κγʹ. Οὐκ ἀναστρέφειν, φησὶ, δύναται ὁ λόγος. οὐ γὰρ ἔχει τι ἴδιον ἡ ἀκμὴ, ἀλλʼ αὕτη μὲν ἔχει τι λαμπρότητος, οὐ μὴν ἥ γε λαμπρότης ἔχει τι ἀκμῆς, εἰ μή τις λέγει τηνάλλως φληναφῶν, ὡς ταὐτόν ἐστιν ἀκμὴ καὶ λαμπρότης, διὰ τὸ ἐξισάζειν. οὐδὲν γὰρ μᾶλλον τὰ μακρὰ κῶλα καὶ τὰ ἀποστατικὰ σχήματα τῆς ἀκμῆς ἂν εἴη ἢ τῆς λαμπρότητος διὰ τὸ ἐπʼ ἀμφοῖν διήκειν τὸν περὶ αὐτῶν λόγον.
κδʹ. Ἔννοιαι μὲν τραχύτητος καὶ σφοδρότητος ποιοῦσιν ἀκμὴν, λέξις δὲ ἥ τε αὐτῶν τούτων καὶ ἡ τῆς λαμπρότητος καὶ σφοδρότητος, κῶλα δὲ καὶ τὰ λοιπὰ τῆς λαμπρότητος.
κεʹ. Ὁ ῥήτωρ· λέγει δὲ τὰς ἐπὶ τοῖς ἀγαθοῖς πράγμασιν· ἐν ταύταις γὰρ πεποιθότως ὁ ῥήτωρ ἀγορεύει, ὡς φθάσας Ἑρμογένης ἐτεχνολόγησεν.
κϛʹ. Σημείωσαι, ὅτι τῶν μάλιστα λαμπρῶν τοῦτο τὸ χωρίον κατὰ τὴν ἔννοιαν τὸ “μέχρι τούτου Λασθένης φίλος ὠνομάζετο Φιλίππῳ.”
κζʹ. Πάντα γὰρ ἐφεξῆς τὰ ἐν τῷ χωρίῳ τούτῳ περὶ τῶν κατὰ πόλεις προδοτῶν εἰρημένα κατὰ συζυγίαν δύο ἐννοιῶν προῆκται, λαμπρότητός τε πλείστης καὶ κάλλους μετέχει διὰ τὴν πεποίθησιν τοῦ λέγοντος. ἀποφαντικῶς γοῦν αὐτὰ προάγει· καὶ γὰρ ἁπλῆ οὖσα ἡ ἐπαναφορὰ κάλλος προσάγει τῷ λόγῳ, πόσῳ πλέον διπλῆ γενομένη· ἐπαναφορὰ δέ ἐστι τὸ παρὰ τῶν καὶ πρώην εἰρημένων ἐπαναλαβεῖν, ὁποῖόν τί ἐστι καὶ τὸ “μέχρι μὲν οὖν τούτου,” προειπὼν γὰρ ἐπανέλαβεν.
κηʹ. Συζυγία ἐστὶ κατὰ τοὺς τεχνογράφους τοὺς περὶ σχημάτων διαλαβόντας, ὅταν δύο προσθέντες ἀντικείμενα ἀλλήλοις ἑκατέρῳ τὸ προσῆκον ἐπιφέρωμεν, ὡς ἐν τῷ ἐννάτῳ τῶν Φιλιππικῶν, οἷον “ὁ δῆμος τῶν Ὠρειτῶν, ἀντὶ τοῦ τῷ μὲν βοηθεῖν, τοὺς δὲ ἀποτυμπανίσαι, τοῖς μὲν οὐκ ὠργίζετο, τὸν δὲ ἐπιτήδειον ταῦτα παθεῖν ἔφη·” οὐ γὰρ ἑκάτερον κατέλυσε καθʼ ἑαυτὸ, ἀλλὰ διʼ ἀμφοτέρων ἐχώρησεν ὁ λόγος· εἰς δὲ τὰ τῆς λέξεως σχήματα τάττει τὴν συζυγίαν καὶ ὁ Τιβέριος, ὁ δὲ Ζηνόβιος προαπόδοσιν τοῦτο καλεῖ· οὐ συμφωνεῖ δὲ τούτοις ὁ Ἑρμογένης· οὐ γὰρ ὑποπίπτει τῷ ὅρῳ τῶν τεχνογράφων τὸ παράδειγμα τῆς συζυγίας.
κθʹ. Σφοδρότητος γὰρ ἴδιον τὸ κατὰ ἀποστροφὴν καὶ τὸ ἀποδεικτικὸν, τὸ δὲ ἀφηγηματικὸν καθαρότητος, ὡς ἀνωτέρω ὁ αὐτὸς ἔφη.
λʹ. Ἀκμὴν πάλιν φησὶν, ἐπειδὴ αἱ σφοδραὶ ἔννοιαι ἁρμόττουσι καὶ τῇ ἀκμῇ, ὥστε ἡ μίξις ἐκ δύο τινῶν συνιόντων γίνεται διαφερόντως, κυρίως εἴποι ἄν τις τὰς ἐννοίας μόνας τοῦ “μέχρι τούτου Λασθένης” μεμίχθαι· τό τε γὰρ προειρημένον συνίστησιν, ὅπερ ἐστὶν λαμπρότατον, καὶ κατὰ προσώπων λέγεται, τῶν προδοτῶν, ὅπερ σφοδρότητος, τὰ δὲ λοιπὰ καθαρᾶς ἐστι λαμπρότητος.
λαʹ. Μέθοδος γὰρ λαμπρότητος, ὅταν ὡς θαρρῶν καὶ μὴ ἐνδοιάζων λέγῃ τις, ὅταν ἀφηγούμενος μὴ διακόπτῃ τὰς ἀφηγήσεις, ὅ ἐστιν ἐνταῦθα, καὶ σχῆμα δὲ τὸ ἀσύνδετον.
λβʹ. Ὁ νοῦς οὗτος, κατὰ πρῶτον λόγον λέγοιτο ἂν λαμπρὰ, ἐπειδὴ καὶ ἡ ἔννοια καὶ ἡ μέθοδος καὶ τὰ λοιπὰ λαμπρότητός εἰσι, κατὰ δὲ δεύτερον λόγον ἀκμαστικὰ, ἐπειδὴ καὶ ἡ ἀκμὴ καὶ ἀπὸ τούτων συνίσταται τῶν προσηκόντων τῇ λαμπρότητι, λέξεως, σχημάτων, κώλων, καὶ τῶν ἑξῆς.
λγʹ. Διὰ τὸ τὴν ἀκμὴν, φησὶν, ἀπὸ τούτων συνίστασθαι, μεθʼ ὧν καὶ ἄλλων συνίσταται, ἀνάγκη, φάσκειν ἐνταῦθα, κοινὰ αὐτῶν γενήσεσθαι καὶ ταῦτα. δοκεῖ γὰρ εἶναί πως ἡ ἔννοια σφοδρὰ διὰ τὰ ὑποκείμενα πρόσωπα· τοιοῦτον καὶ τό· “ἀλλʼ ὁ τὴν Εὔβοιαν ἐκεῖνος.”
λδʹ. Τοῦ Φιλίππου, ὃ σφοδρότητος μέν ἐστιν ἔννοια. ἁρμόττει δὲ καὶ τῇ ἀκμῇ.
λεʹ. Τὰ γὰρ μακρὰ κῶλα λαμπρότητα ποιεῖ καὶ ἀκμήν.
Ἡ σφοδρότης μακροκωλίαν δέχεται, ὅπερ ἀλλότριον λαμπρότητος. Προεῖπε δὲ σφοδρότητος εἶναι τὰ μᾶλλον κόμματα, καὶ ἃ μηδὲ κόμματα, ἀλλὰ κατὰ ἓν ὄνομα λέγεται. Διὰ τοῦτό φησιν, σφοδρότητος δὲ μᾶλλον, οὐ γὰρ καθαρῶς ἐστι σφοδρὰ τῷ εἶναι κομματικὰ, ἀλλὰ μὴ βραχύτερα, ἢ οὕτως· τὰ κῶλα ταῦτα οὔτε λαμπρά ἐστιν, οὔτε ἀκμαῖα· ἐπειδὴ οὐκ ἔστι μακρὰ, σφοδρὰ μέντοι ἐστὶν, καὶ ἐπειδὴ κατά τι κοινωνεῖ ἡ σφοδρότης τῇ ἀκμῇ, ἀκμαῖος ἂν ὁ λόγος δοκοίη, καὶ μικρά ἐστι τὰ κῶλα, ὅπερ ἀπαιτεῖ ἡ ἀκμή.
λϛʹ. Διὰ τὸ τὴν ἐπιτίμησιν φέρεσθαι ἐπὶ τὸ ὑποκείμενον πρόσωπον, ἀκμαιότερόν φησιν ἢ λαμπρότερον ποιεῖν τὸν λόγον. Περὶ περιβολῆς ἐν ταὐτῷ καὶ μεστώσεως.
αʹ. Ποιεῖ καὶ ἡ περιβολὴ, καθὰ καὶ αἱ προλαβοῦσαι, τὸ μέγεθος, καὶ κοινὸν δὴ τοῦτο πάσαις ταῖς ὑποβεβηκυίαις ταύτῃ τῇ ἰδέᾳ, τὸ σπεύδειν ἀξίωμα καὶ ὄγκον περιτιθέναι τῷ λόγῳ. παράκειται γὰρ καὶ τῷ σφόδρα σαφεῖ τὸ εὐτελὲς, ὃ καὶ ἐναντίον ἐστὶ τῷ μεγέθει, διὸ καὶ ἀναγκαῖος ὁ περὶ ἀξιώματος λόγος, ἀλλʼ οὐ κατὰ τοῦτο μόνον ἀκόλουθον ἂν εἴη λέγειν περὶ περιβολῆς, ἀλλʼ ὅτι καὶ πλείονι τῶν ἄλλων ἁπασῶν ἰδεῶν, καθʼ ἃς λόγου μέγεθος γένοιτο ἂν, ὁ ῥήτωρ κέχρηται.
γʹ. Ὑπὲρ τὰς ἄλλας ἰδέας ὁ ῥήτωρ ἁπάσας πλεονάζει τῇ περιβολῇ, διότι χρὴ τὸν ἄριστον τῶν πολιτικῶν λόγων κεκρᾶσθαι μὲν ἄριστα ταῖς ἰδέαις ἁπάσαις, ταῖς μὲν ἐπὶ πλέον, ταῖς δὲ ἐπʼ ἔλαττον τοῦ τεχνίτου κατὰ τὸν προσήκοντα λόγον καιρῷ τε καὶ μέτρῳ κεχρημένου· διαφερόντως δὲ πλεονάζειν προσήκει τῇ περιβολῇ διὰ τὸ πολὺ συνεστραμμένον καὶ πυκνὸν ἐν ἅπασι τῆς ἰδέας ταύτης, διότι καὶ τὴν παρὰ τῶν ἄλλων ὑπτιότητα τῷ λόγῳ προσγινομένην ἐκθεραπεύειν ἱκανή.
δʹ. Τὴν αἰτίαν, διʼ ἣν πλεονάζει κατὰ τὴν περιβολὴν, ὕστερον ὑπερτίθεται λέγειν, μετὰ τὴν ἐπίγνωσιν αὐτῆς τῆς περιβολῆς· οὐ γὰρ ἐγχωρεῖ, φησὶ, νῦν λέγειν, πρὶν προδιορίσαι καὶ προδιδάξαι τὴν φύσιν αὐτῆς· ὅτι δὲ ἐναντίον αὐτῇ ἡ καθαρότης, οὐ μόνον ἐν τῷ περὶ σαφηνείας, ἀλλὰ καὶ ἐν τῷ περὶ ἀκμῆς λέλεκται λόγῳ.
ζʹ. Τὸ κατʼ ἄθροισιν δοκεῖ ἀκολουθεῖν τῷ ἀορίστῳ, ὡς ἐν τῷ “πολλὰ μὲν οὖν ἔγωγε ἐλαττοῦμαι·” ἕπεται γὰρ τὸ “δύο δὲ, ὦ Ἀθηναῖοι, καὶ μεγάλα·” φησὶ δὲ αὐτὸς, ὅτι ἔστιν ὅτε καὶ χωρὶς τοῦ προσληφθῆναι τὸ ἀόριστον τὸ κατʼ ἄθροισιν ποιεῖ περιβολήν· οἷον τρία γὰρ τὰ μέγιστα ὀνείδη κτᾶται.
ηʹ. Ὧν εἴρηκεν ἔμπροσθεν ἐν τῇ ἀρχῇ τῆς περιβολῆς.
θʹ. Σημείωσαι, ὅτι αἱ προσλήψεις καὶ εὐκρινείας εἰσὶν, οὐ περιβολῆς μόνον ποιητικαὶ, καὶ ἐναντία οὖσα τῇ περιβολῇ ἡ εὐκρίνεια διὰ τοῦ κατʼ ἄθροισιν κοινωνεῖν δοκεῖ, ἀμφότερα γὰρ, φησὶ, διὰ τοῦ αὐτοῦ γίνονται.
ιαʹ. Καλῶς εἶπε “δοκοῦσα.” τῆς γὰρ σαφηνείας εἰς καθαρότητα καὶ εὐκρίνειαν διαιρουμένης ἐναντιοῦσθαι ἔφη τῇ μὲν σαφηνείᾳ τὴν ἀσάφειαν, τῇ δὲ καθαρότητι τὴν περιβολὴν, τῇ δʼ εὐκρινείᾳ τὴν σύγχυσιν· διὸ νῦν εἶπεν “δοκοῦσα ἐναντιοῦσθαι·” οὐ γὰρ ἄντικρυς ἐναντιοῦται, ἀλλὰ κατὰ συγγένειαν τῆς καθαρότητος ἡ πρὸς τὴν περιβολὴν ἐναντίωσις τῆς εὐκρινείας γίνεται.
ιβʹ. Πράγματος ἀντὶ τοῦ σχήματος· ἴδιον γὰρ εὐκρινείας ἔφη σχῆμα εἶναι τὸ κατʼ ἄθροισιν. Ταῦτα γὰρ ἅτε κατὰ φύσιν ἔχοντα τὴν ἐναντιότητα οὐ δύναται συνυπάρχειν ἀλλήλοις· πῶς γὰρ ἂν συνέλθῃ ζωῇ θάνατος, ἢ τῷ ἡλίῳ τὸ σκότος; καὶ τοῦτο λέλεκται πολλάκις ἐν τοῖς φθάσασιν, ὡς οὐ κατὰ τὸν αὐτὸν ἀντίκειται τρόπον ὁ περὶ τῶν ἰδεῶν λόγος, καθʼ ὃν ἀλλήλοις ἀντίκεινται τὰ κατὰ φύσιν ἔχοντα τὴν ἐναντιότητα. τοὐναντίον γὰρ αἱ ἰδέαι πεφύκασι συνυπάρχειν ἀλλήλαις καὶ τότε μᾶλλον, ὡς ὁ τεχνικός φησι, γίνεται θαυμάσιος ὁ λόγος, ὅταν διὰ τῶν ἐναντίων ἰδεῶν εὖ κεκραμένος περαίνηται.
ιεʹ. Προεῖπεν, ὅτι ἐναντία σεμνότητι ἀφέλεια, ἣν νῦν καλεῖ λεπτὸν, καὶ ὅτι τῷ μεγέθει, ἥτις ἐστὶ γενικὴ ἰδέα, ἐναντία ἐστὶν εὐτέλεια. ἡ δὲ ὥρα, ἣν νῦν καλεῖ χάριν, ἐναντιοῦταί τισι τῶν ἰδεῶν, τῶν ὑπὸ τὸ μέγεθος ἀναγομένων. νῦν οὖν ἀντὶ τοῦ εἰπεῖν εὐτέλειαν χάριν εἶπεν, εἰδὼς ὅτι τὸ ἐναντιούμενον τοῖς εἴδεσι κατὰ συγγένειαν καὶ αὐτῷ ἐναντιοῦται τῷ γένει, τουτέστι τῷ μεγέθει.
ιϛʹ. Διὰ τί προειπὼν, ὅτι ἀντίκειται καὶ ἡ γλυκύτης τῇ σφοδρότητι καὶ ἰδίως ἡ ἐπιείκεια, ἐνταῦθα τὴν ἀφέλειαν λέγει; καί φαμεν, ὅτι ἐπειδὴ ἴσως συγγενεῖς εἰσιν ἀφέλεια καὶ ἐπιείκεια, αἵ τινες καὶ ὑπὸ τὸ ἦθος ἀνάγονται, καὶ οὐ πολὺ τούτων τὸ διάφορον, ἀλλὰ μὴν καὶ ἀφελείας εἶδος ἡ γλυκύτης.
ιζʹ. Τόλμαν καλεῖ τὸ σὺν τραχύτητι καὶ σφοδρότητι διαπλέξαι τὸν λόγον, τολμηρῶς γὰρ τηνικαῦτα πάσῃ κέχρηται καταφορᾷ κατὰ μειζόνων τε καὶ ἐλαττόνων προσώπων, ἅπαντας τοὺς ἐπιτηδείους πρὸς τοῦτο κινῶν τόπους· καὶ ἀκόσμητον μὲν λόγον καλεῖ τὸν τραχύτητος μόνης ἀνάπλεων, οἷα δὴ πολλὰ παρὰ τῷ Ἀριστογείτονί ἐστιν ἐν τῷ κατὰ Δημοσθένους, ἅμα δὲ πιθανότητι προϊόντα τὸν ἠθικόν τε καὶ ἀληθινόν· ἕτοιμον γὰρ πρὸς πειθὼ τὸ ἦθός τε καὶ ἡ ἀλήθεια οἷον τὸ, “καὶ τοῦτον οὐδʼ εἰ γέγονεν εἰδὼς οὐδὲ γιγνώσκων, ὡς μηδὲ νῦν ὤφελον,” καὶ τὸ “ἐφʼ οἷς ἔγωγε ἀποπνίγομαι.”
ιηʹ. Δοκεῖ πταῖσμα εἶναι γραφικόν· ἔδει γὰρ εἰπεῖν ἔνθα δὲ δεῖ τοῦ ἀμελοῦς· ἐναντίον γὰρ κάλλει, ὡς αὐτῷ δοκεῖ, τὸ ἀμελές· ἴσως δὲ τόλμαν ἂν λέγοι πάλιν τραχύτητα καὶ σφοδρότητα, τολμηρὸν γὰρ τὸ κατὰ μειζόνων λέγειν προσώπων, ὃ ἴδιον τραχύτητος, καὶ τὸ ἐπιτιμᾷν καὶ ἐλέγχειν, ὃ ἔχει σφοδρότης, ἄρρυθμοι δὲ αὐτῶν καὶ αἱ συνθῆκαι, διὸ δέονται κάλλους.
ιθʹ. Τῆς γὰρ λαμπρότητος τοῖς μακροτέροις τῶν κώλων ἀεὶ χαιρούσης, ἀναγκαῖον ἔσθʼ ὅπου κατά τινα καὶ διαστήματα τὴν γοργότητα συμπλέκειν τοῖς κατʼ ὄνομα κομματικοῖς, ἀγωνιστικώτερον ποιοῦσαν τὸν λόγον, οἷον “Ἀμφίπολιν, Πύδναν, Ποτίδαιαν, Μεθώνην.”
κʹ. Πάλιν τὸ πιθανὸν καὶ ἡ πιθανότης οὐκ εἰσὶν ἰδέαι, ἀλλʼ εἰσὶν ἀρεταὶ λόγου, ἃς ἐργάζονται ἀφέλεια καὶ ἀλήθεια, γλυκύτης καὶ ἐπιείκεια· οἱ γὰρ ἠθικοὶ καὶ ἐνδιάθετοι λόγοι πείθουσιν ἑτοιμότερον τοὺς ἀκούοντας· ἐπειδὴ οὖν τῇ ἀκμῇ ἐναντίον γλυκύτης καὶ ἐπιείκεια, ἀντὶ τούτων τὸ ἐξ αὐτῶν ἀποτελούμενον εἶπεν.
Πάσαις ταῖς ἰδέαις, φησὶν, εἴτε κεχωρισμέναις, τοῦτο γὰρ τὸ αὐτοῖς ἑκάστοις, εἴτε μεμιγμέναις, τοῦτο γὰρ τὸ ταῖς μίξεσιν αὐτῶν εἰ μέλλοι τις εὐκαίρως καὶ προσηκόντως χρῆσθαι.
καʹ. Μικρότατον καὶ οὐ μέγα, εἰ εὐκρίνεια καταμίγνυται περιβολῇ, ὅπου γε καθαρότης ἡ ἄντικρυς ἐναντία περιβολῇ μίγνυται αὐτῇ, ὅ ἐστι θαυμαστὸν καὶ μεῖζον ἐκείνου.
κβʹ. Καλῶς προσέθηκε τὸ σχεδὸν, ἡ μὲν γὰρ τῇ καθαρότητι ἐναντία, αὕτη δὲ διορθωτικὴ τῆς καθαρότητος δοκεῖ καὶ τῆς εὐκρινείας εἶναι, καὶ οὐκ ἔστιν ἐναντία, ἀλλὰ καὶ ἀναγκαία, δεῖ γὰρ τοῖς περιβλητικοῖς πᾶσιν, ὅτε αὐξηθεῖεν καὶ μεστὸν ποιοῖεν τὸν λόγον, παρεῖναί τι τῶν εὐκρινούντων, ὡς ἂν μὴ συγχέοιντο, ἀλλʼ εὐκρινὴς ὁ λόγος γίγνοιτο.
κγʹ. Σημείωσαι, ὅτι ἀνάγκη τοῖς περιβλητικοῖς παρεῖναι τὴν εὐκρίνειαν, ἵνα μὴ ἡ σύγχυσις καὶ ἡ ἀσάφεια βλάπτῃ τὸν λόγον.
κδʹ. Ἐκεῖ γὰρ εἶπεν, ὅτι ὅταν κατὰ ἀνάγκην τινὰ κινδυνεύῃ εἰς τὸ ἐναντίον τῇ σαφηνείᾳ πίπτειν ὁ λόγος, διορθοῦται ἡ εὐκρίνεια.
κεʹ. Ἕκαστον γὰρ τῶν περιστατικῶν μορίων, εἴ τις διὰ πλειόνων τόπων ἐξεργάζεσθαι βούλοιτο, πολλὴν πλατύτητα ποιεῖ τῷ λόγῳ.
κϛʹ. Ἴσως τοῦτό ἐστιν, ὃ καλεῖ Ἀψίνης ἀπὸ τῆς ὁμοιώσεως, οἷαί εἰσιν αἱ παραβολαὶ, ὡς Δημοσθένης ἐν δευτέρῳ Φιλιππικῶν· “ὥσπερ γὰρ οἰκίας, οἶμαι, καὶ πλοίου καὶ τῶν ἄλλων τῶν τοιούτων τὰ κάτωθεν ἰσχυρότερα εἶναι δεῖ, οὕτως καὶ τῶν πράξεων τὰς ἀρχὰς καὶ τὰς ὑποθέσεις ἀληθεῖς καὶ δικαίας εἶναι προσήκει·” τὸ δὲ ὅμοιον διαφέρει τοῦ ἴσου· τὸ μὲν γὰρ ὅμοιον ποιότητος, τὸ δὲ ἴσον πηλικότητος· καὶ Μινουκιανὸς ἐν τῷ περὶ τῶν στάσεων δευτέρῳ ὡς εἴδη διάφορα τίθησι τό τε ἀπὸ τοῦ ὁμοίου καὶ τὸ ἀπὸ τοῦ ἴσου ἐν τῷ συλλογισμῷ.
κζʹ. Ὡς ἐν τῷ πρὸς Λεπτίνην, “καὶ γὰρ ἂν ἄλογον εἴη, εἰ μίαν μὲν πόλιν ἀπώλεσεν ἢ ναῦς δέκα, περὶ προδοσίας ἂν εἰσήγγελλον αὐτὸν οὗτοι· ἐπεὶ δὲ τοὐναντίον ἑπτακαίδεκα μὲν πόλεις εἷλεν, ἑβδομήκοντα δὲ τριήρεις ἀπώλεσεν ἢ ἔλαβε·” τῷ γὰρ προσκτήσασθαι ἐναντίον τὸ ἀπολέσαι, διαφέρει δὲ τὸ ἐναντίον τοῦ ἀντικειμένου, ὅτι ἐν μὲν τῷ ἀντικειμένῳ ἔνεστι πρᾶγμα γεγονὸς ἢ μὴ γεγονός· οἷον ἠρίστευσεν, οὐκ ἠρίστευσεν· ἐν δὲ τῷ ἐναντίῳ δύο, λελοιπέναι τὴν τάξιν καὶ ἠριστευκέναι.
κηʹ. Πάντων μὲν ἄμεινον καὶ τελεώτατον ὁ φιλόσοφος Ἀριστοτέλης παραδίδωσι τὰ περὶ τόπων ἐν τοῖς οὕτως ἐπιγραφομένοις τοπικοῖς βιβλίοις, καὶ Βασιλικὸς δὲ ὁ σοφιστὴς ἐν τῷ περὶ τόπων μονοβιβλίῳ τούτους τε ἀπαριθμεῖται τοὺς τόπους, καὶ ἄλλους ἀμφὶ τοὺς εἴκοσι, διʼ ὧν πλατύτερον τῶν πραγμάτων οἷόν τε ποιεῖσθαι τὰς ἐργασίας.
κθʹ. Ὡς ἐν τῷ πρὸς Λεπτίνην, “οὐ γὰρ εἰ μὴ χρήματα ἀπόλλυτε μόνον σκεπτέον, ἀλλʼ εἰ καὶ δόξαν χρηστὴν, περὶ ἧς μᾶλλον σπουδάζετε ἢ περὶ χρημάτων.”
λʹ. Εἶτα οὐκ αἰσχύνεσθε, εἰ μηδʼ ἃ πάθοιτʼ ἂν, εἰ δύναιτʼ ἐκεῖνος, ταῦτα ποιῆσαι καιρὸν ἔχοντες οὐ τολμήσετε; ἐν Ὀλυνθιακῷ πρώτῳ· ἰστέον δὲ, ὅτι τὸ ὅμοιον ποιότητός ἐστι, τὸ δὲ ἴσον πηλικότητος· διαφέρουσιν οὖν ἀλλήλων ταύτῃ.
λαʹ. Ὡς ἐν τῷ κατὰ Μειδίου, κ. τ. λ.
λγʹ. Ἡ γὰρ περιβολὴ ἐκ τῶν παρακολουθούντων γίνεται τῷ πράγματι, ταῦτα δὲ αὔξησίς ἐστι τῶν περὶ τὸ πρᾶγμα, διὰ δὴ καὶ οὐ προσῆκε τῶν τοιούτων ἐν τῷ περὶ ἰδεῶν διαλαβεῖν, ἀλλʼ ἐν τῷ περὶ πίστεως· οὐ γὰρ ἔννοιαι ταῦτα περιβολῆς, ἀλλʼ ἐπιχειρήματα καὶ αὔξησις τῶν ποιούντων περιβολήν.
λεʹ. Διὰ τὸν Αἰσχίνην λέγει, ὅτι ἀφεὶς εἰπεῖν τὰ τῆς πρεσβείας ἄλλα εἶπε, διʼ ὧν ἐμισθώθη.
λϛʹ. Ὡς ὁ ποιητὴς ἀπὸ τῆς ὀργῆς Ἀχιλλέως ἤρξατο, ὃ δεύτερον ἦν, εἶτα ἐπήγαγε τὴν αἰτίαν τῆς ὀργῆς, ὃ ἦν πρῶτον.
λζʹ. Μέθοδος περιβολῆς τὸ κεχρῆσθαι τῷ κατʼ ἐπεμβολὴν σχήματι ἀνατρέψαντα τῶν πραγμάτων τὴν τάξιν.
ληʹ. Τῷ γὰρ ἐνταῦθα ἐγίνοντο οἱ ὅρκοι ἀκόλουθόν ἐστι τὸ, ὅτε δεῦρο ἤδη τὸ στράτευμα ἄγων ἐβάδιζε Φίλιππος.
λθʹ. Ἕτερον ἀντὶ τοῦ σεμνὸν, σεμνότητος γὰρ σχῆμα εἶναι τὴν ἐπίκρισίν φησι τὸ αἰσχρῶς, ὦ Ἀθηναῖοι, καὶ ἀναξίως ὑμῶν.
μʹ. Πρότασις, ὅτι συμφέρων ὁ νόμος ἐστὶ, κατασκευὴ, οὐ γὰρ οἱ πένητες ἀδικηθήσονται, οὐκέτι γὰρ ἀπὸ μικρῶν ἀναλωμάτων ἀτελεῖς ἔσονται οἱ πλούσιοι, οὐκέτι ὑστερήσει τῶν καιρῶν ἡ πόλις.
μαʹ. Σημείωσαι, ὅτι ἐν τῷ τετάρτῳ τῶν Φιλιππικῶν τὰς κατασκευὰς τοῦ προοιμίου προτάττει τῆς προτάσεως, ὁ δὲ σοφιστὴς Ἀσκληπιὸς κατασκευὴν εἶναι λέγει ἄνευ προτάσεως, καὶ ἐοικέναι φησὶ τῷ πρώτῳ προοιμίῳ τοῦ Ἀρχιδάμου Ἰσοκράτους, Ἑρμογένους λέγοντος ἐναντίον εἶναι.
μβʹ. Ὅπως μὲν κατὰ ἐννοίας καὶ μεθόδους περιβάλλεται ὁ λόγος, ἱκανῶς ἐν τοῖς προλαβοῦσιν ἐδίδαξε, λέξιν· δὲ ἰδίαν περιβολῆς οὐκ εἶναί φησιν.
μγʹ. Ἀντὶ τοῦ λίαν ἀμαθῶς, οὐδὲν γὰρ ἐξετάσαντες ἀβασανίστως οὑτωσί πως τὸ δόξαν αὐτοῖς ἐνομοθέτησαν.
μδʹ. Ἐν τῷ περὶ δεινότητός φησιν, ὅτι ἐστὶ λόγος μὴ ὢν μὲν δεινὸς, δοκῶν δὲ εἶναι· καὶ πάλιν ὢν μὲν δεινὸς, οὐ δοκῶν δὲ, καὶ ἄλλος ὁ δοκῶν καὶ ὢν δεινὸς, ὥστε εἶναι εἴδη τρία. λέγει οὖν νῦν δεινότητα τὴν κατὰ μέθοδον τὴν οὖσαν καὶ δοκοῦσαν, τὸ ταῖς ἰδέαις ἁπάσαις τοῦ λόγου καὶ πάσαις ἐννοίαις εἰδέναι, πότε δεῖ, καὶ ποῦ, καὶ πῶς χρήσασθαι, καὶ μὴ μόνον εἰδέναι, ἀλλὰ καὶ δύνασθαι. Σημείωσαι, ὅτι λέξις ἰδία περιβολῆς οὔποτʼ ἂν εὑρεθείη.
μεʹ. Ὅπερ ἐστὶ μέθοδος δεινότητος· μέθοδος δὲ περιβολῆς καὶ ἡ ἐπιμονὴ, ἣν ὁ Τιβέριος ἐν τοῖς σχήμασι κ. τ. λ.
μϛʹ. Διὰ τὸ ἐπιμεῖναι τῇ ἐρωτήσει, ὅταν ἰσχύωμεν τῷ πράγματι.
μζʹ. Σημείωσαι, ὅτι ἐοικότα σχήματα λέγει τῇ ἀπαριθμήσει τό τε ἀπαριθμητικὸν καὶ τὸ κατὰ προτίμησιν· τί δὲ διαφέρει ἀπαρίθμησις ἀπαριθμητικοῦ δηλοῖ τὰ ἐνταῦθα λεγόμενα.
μηʹ. Οὐ γὰρ μόνον κατὰ πλαγιασμὸν ἐξενήνεκται τὸ χωρίον, ἀλλὰ καὶ σὺν τοῖς περιστατικοῖς διαπέπλεκται, πράγμασι, προσώποις, αἰτίαις, ὅπερ ἐστὶν ἔννοια περιβολῆς· ἔτι γε μὴν ἐν πολλοῖς μέρεσι τοῦ χωρίου καὶ τὰς κατασκευὰς λέγει πρὸ τῶν προτάσεων, ὅπερ ἔστι μέθοδος περιβολῆς, οἷον· “ταῦτα δὲ ὁρῶν Φίλιππος, οὐ γὰρ ἦν ἀφανῆ, καὶ τοῖς παρʼ ἑκάστοις προδόταις χρήματα ἀναλίσκων πάντα συνέκρουε καὶ πρὸς ἀλλήλους ἐτάραττε·” τοῦ γὰρ πάντα συγκρούειν προτάσεως οὔσης κατασκευή ἐστι τὸ χρήματα ἀναλίσκειν τοῖς ἑκασταχοῦ προδόταις.
ναʹ. Τὸ κέχρηται συμφορᾷ, καθὸ μὲν μικρόν ἐστι καὶ κομματικὸν καὶ καθʼ ἑαυτὸ τὴν διάνοιαν ἀπήρτισε, καθαρόν ἐστι, καθὸ δὲ κατʼ αὔξησιν εἴρηται, περιβλητικόν ἐστι κατʼ ἔννοιαν· τὴν γὰρ ἀτιμίαν αὔξων συμφορὰν ἐκάλεσεν, ὥστε τὸ μὲν κῶλον καθαρὸν, ἡ δὲ ἔννοια περιβλητική.
νβʹ. Ἡ μὲν λαμπρότης οὐχ ἁρμόττει, διότι παρὰ τοῖς ἰδιώταις οὐχ οἷόν τε ἔδοξε πράγματα γίνεσθαι. ἡ δὲ τραχύτης οὐ παραληπτέα, διότι κατὰ μειζόνων προσώπων οὐκ ἂν χρήσαιτο καταφορᾷ ἰδιώτης, ὅπερ τραχύτητος ἴδιον. διὰ τὰ αὐτὰ δὲ οὐδὲ τῇ ἀκμῇ χρηστέον ἐν ἰδιωτικοῖς, ἀπὸ γὰρ τῆς μίξεως τῶν προειρημένων γίνεται. σφοδρότης δὲ ἁρμόδιος ἰδιώταις· εὑρίσκεται γὰρ ἐν αὐτοῖς τὰ μὲν μείζονα, τὰ δὲ καταδεέστερα πρόσωπα· ἔγνωμεν δὲ, ὡς αἱ τῶν καταδεεστέρων προσώπων ἐπιτιμήσεις ἴδιαι σφοδρότητος, καὶ ταύτην δὲ οὐ καθαράν φησιν εὑρίσκεσθαι ἀντὶ τοῦ οὐχὶ ἄκρατον, πρῶτον μὲν γὰρ οὐ πάντως καὶ πεποιημέναις χρήσεται λέξεσιν ὁ ἰδιώτης ἐπιτιμῶν, οἷόν ἐστι τὸ ἰαμβοφάγος καὶ γραμματοκύφων, αὗται γὰρ τραχύτητος ἴδιαι, ἔπειτα δὲ τῷ ἤθει συμπλέξει τὴν τραχύτητα, ὅπως ἂν ἰδιώτῃ πρέπων μᾶλλον ὁ λόγος φαίνηται.
νγʹ. Ἀντὶ τοῦ κατὰ τραχύτητος καὶ σφοδρότητος καὶ λαμπρότητος προάγειν τὸν λόγον· ἡ γὰρ ἀκμὴ ἐκ τῶν τριῶν τούτων γίνεται·
Ἐπιτρέχον ἐστὶ σχῆμα τὸ διʼ ἑνὸς κώλου ἀπαρτίζον ἔννοιαν καὶ εὐθὺς μεταβαῖνον εἰς ἑτέραν καὶ αὐτὴν διʼ ἑνὸς κώλου πληρουμένην, καὶ μεταπηδῶν εὐθὺς εἰς ἄλλην ὁμοίως, οἷον θεραπεύειν τὸν πρόεδρον, λύειν τὴν ὑποψίαν, ἕλκειν τὴν ἐκκλησίαν ἐφʼ ἑαυτόν· περισυναπτικὸν δὲ ἐκεῖνο τὸ εὐθὺς ἐπάγον τῇ προτάσει τὴν ἀπόδοσιν, ὡς τοῦτο· πρότασις μὲν, τὸ ἐπειδὴ ἐκκλησία μὲν οὐκέτʼ ἦν ὑπόλοιπος οὐδεμία, ἀπόδοσις δὲ διὰ τὸ προκατακεχρῆσθαι. Τὸ ἐπιτρέχον ἐπιτροχασμός ἐστι, τὸ παρακείμενον σχῆμα τῷ συναθροισμῷ καὶ τῇ ἐπιμονῇ· διαφέρει δὲ ἐκείνων, ὅτι τὰ πολὺ διεστηκότα συνάπτει, ὡς ἐν τῷ ἐννάτῳ τῶν Φιλιππικῶν· “ἀλλʼ ἐφʼ Ἑλλήσποντον οἴχεται πρότερον, ἧκεν ἐπʼ Ἀμβρακίαν, καὶ ἐπέχει τηλικαύτην πόλιν ἐν Πελοποννήσῳ, Μεγαρεῖς ἐπεβούλευσαν πρῴην·” ἰστέον δὲ, ὅτι τὸ ἐπιτρέχον σχῆμα τὸ αὐτό ἐστι τῷ κατʼ ἐπιδρομὴν, οὗ μέμνηται Οὐλπιανὸς, οἷον, “ἐπειδὴ γὰρ οὐ καθεστηκότος χορηγοῦ.” Πλαγιασμὸν δὲ ἀνωτέρω τοῦτο Ἑρμογένης φησίν· ἐν δὲ τῷ περὶ γοργότητος ἐπιτρέχον, καὶ πάλιν· “ἐπειδὴ γὰρ εἷλεν Ὄλυνθον Φίλιππος, Ὀλύμπια ἐποίει·” τάχους γὰρ τὸ σχῆμα ποιητικόν· ἐπιτροχασμὸς δὲ καὶ τὸ, “ὡς Πρόξενον οὐχ ὑπεδέξαντο, ὡς ἀσεβεῖς εἰσιν, ὡς ὅ τι ἂν δήποτε αὐτῶν κατηγορῇ·” ἔστι δὲ ἐπιτρέχον σχῆμα διὰ τὸ τὰς ἐννοίας ἔχειν ὥσπερ ἐν δρόμῳ ἠρτημένας ἀλλήλων.
νζʹ. Ἐκ τοῦ τὰ διεστηκότα συνάγειν καὶ συνάπτειν ἕτερα ἑτέροις προειρημένοις, τοῦτο δὲ τὸ ἐπιτρέχον σχῆμα ἐργάζεται.
νηʹ. Ὑποστάσεις καλοῦνται τὰ σχήματα ταῦτα, οἱονεὶ ὑποστῆσαι καὶ δεῖξαι τὸ πρᾶγμα δυνάμενα· τίς γὰρ ἐναργέστερον τοῦτο δείξειε τοῦ καὶ τοὺς ἀντιδίκους ὁμολογοῦντας παρεχομένου; ἢ πάλιν πῶς οὐκ ἐναργὲς ταῦτα παρὰ θεῶν αἰτεῖν, ὅσα τῇ πόλει καὶ τοῖς ἐνοικοῦσιν εὐχόμεθα προσεῖναι;
ξʹ. Τὸ παλαιὸν περὶ τοὺς βωμοὺς χοροὺς ἱστάντες ᾖδον μέλη τινὰ ἐπινίκια, ὧν ὕμνοι θεῶν ἦν τὸ προοίμιον· κρατοῦντες δὲ τὰς ἀλλήλων χεῖρας ἐστρέφοντο ἅμα τῷ ᾄδειν περὶ τὸν βωμὸν, καὶ τοῦτο ἐκαλεῖτο στροφὴ, εἶτα εἰς τὸ ἐναντίον ἐστρέφοντο, καὶ τοῦτο ἐκαλεῖτο ἀντιστροφή· μετὰ τοῦτο ἱστάμενοι ᾖδον, καὶ τοῦτο ἐκαλεῖτο ἐπῳδός· ταῦτα δὲ ἐποίουν εἰς μίμησιν καὶ σύμβολον τοῦ παντός· αἱ μὲν γὰρ τῶν πλανωμένων σφαῖραι κινοῦνται ἐκ δυσμῶν ἐπὶ ἀνατολὰς, αἱ δὲ ἀπλανεῖς τοὐναντίον, ἥ τε γῆ ἐν μέσῳ ἵσταται. ἰστέον δὲ, ὅτι τῇ τάξει μόνῃ διαφέρει ἡ ἀντιστροφὴ τῆς στροφῆς, οἷον τῷ εἶναι δευτέρα· ἐπεὶ καὶ τῷ ἀριθμῷ τῶν κώλων καὶ τῷ μέτρῳ κοινωνεῖ· ἡ δὲ ἐπῳδὸς καὶ τάξει καὶ μέτρῳ καὶ ἀριθμῷ διαφέρει αὐτῶν.
ξαʹ. Ἡ παρίσωσις κ. τ. λ. τῆς δὲ κατὰ τὸ τέλος παρισώσεως τὸ μέν ἐστιν ὁμοιόπτωτον· τὸ δὲ ὁμοιοτέλευτον· ὁμοιοτέλευτον μὲν, οἷον τὸ Ἰσοκράτους ἐν Ἑλένῃ· “τοῦ μὲν ἐπίπονον καὶ φιλοκίνδυνον τὸν βίον ἐποίησε, τῆς δὲ περίβλεπτον καὶ περιμάχητον τὴν φύσιν κατέστησε·” τὸ γὰρ ἐποίησε καὶ κατέστησεν ἰσοσύλλαβον καὶ ὅμοιον τῷ τόνῳ· ὁμοιόπτωτον δὲ, ὅταν εἰς τὰς αὐτὰς πτώσεις λήγωσιν αἱ περίοδοι ἢ τὰ κῶλα, οἷον τὸ Ἰσοκράτους· “τῆς ὑπὸ μὲν Ἀθηναίων ἢ Λακεδαιμονίων στρατηγουμένης, ὑπὲρ δὲ τῆς τῶν Ἑλλήνων ἐλευθερίας ἀθροιζομένης.” Περὶ ἐπιμελείας καὶ κάλλους.
δʹ. Κάτω ἡ ἀπόδοσις εἰς τὸ, “ἐπεὶ δὲ ἔστι τινὰ,” ἃ δὴ σαφῶς ἐκτρέπων τῶν ἄλλων, πολλὰ γὰρ εἰπὼν ἐπαναλαμβάνει εἰπών· “κάλλος γὰρ λόγου κυρίως μὲν,” ὃ προείρηται· αὐτοῦ δὲ τοῦ λόγου κυρίως κάλλος ἐστὶ τὸ σύμμετρον καὶ εὐειδὲς ἐκ πάσης καὶ ἑκάστης ἰδέας κεκραμένον.
εʹ. Κυρίως καὶ κατὰ πρῶτον λόγον καὶ προηγουμένως κάλλος εἶναι λέγει τὴν ἐξ αὐτῆς ἰδέας καὶ μέρους ἑκάστου συμμετρίαν· κατὰ δεύτερον δὲ λόγον κάλλος, φησὶν, ἐστὶ λόγου τὸ εὐαρμόστως χρήσασθαι ταῖς ἐννοίαις καὶ τεταγμένως, ἀλλὰ μὴ χύδην.
ϛʹ. Καὶ ἔστι περιληπτικώτερον μὲν τὸ μέλος, οἷον κεφαλὴ, χεὶρ, πούς· περιεχόμενον δὲ τὸ μέρος, οἷον ὀφθαλμοὶ, ὦτα, δάκτυλοι, ἀναλογοῦσι δὲ ἐν τοῖς λόγοις τοῖς μὲν μέλεσιν αἱ ἰδέαι, τοῖς δὲ μέρεσι τὰ ὀκτὼ ἑκάστης ἰδέας ποιητικά· καὶ τί ἐστι κάλλος καθολικόν; συμμετρία, ὅ ἐστιν εὐαρμοστία καὶ ἡ ἐπανθοῦσα χροιά.
ζʹ. Δεῖ, φησὶ, τὴν ποιότητα τοῦ λέγοντος καὶ τὸ ἦθος ἐκλάμπειν διʼ ὅλου τοῦ λόγου, καθάπερ ἐν τοῖς σώμασιν τὸ καλούμενον χρῶμα· τὸ γὰρ φαινόμενον τοῦτο κάλλος ἐφελκτικὸν μέν ἐστιν, ἅτε κομμωτικὸν, τὴν δὲ ποιότητα οὐκ ἐμφαίνει τοῦ λέγοντος, εἴτε περὶ τὴν λέξιν ἔχον τὴν σύστασιν· ὡρίσαντο δέ τινες τὸ ἐν σώματι κάλλος ἀληθὲς οὕτως κ. τ. λ.
θʹ. Οἷον τὴν οἰκονομίαν αὐτοῦ ἐμέμψατο καὶ τὴν ἀταξίαν, ἀλλʼ οὐ κατὰ τὰ ἐνθυμήματα· κἂν γὰρ ἡ ἔννοια καὶ ἡ λέξις εὖ ἔχοι, ἀναρμοστία δὲ τούτων φαίνεται, οὐ καλὸς ὁ λόγος.
Οὐκ αἰτιᾶται τὰς ἐννοίας ὁ Πλάτων, ἀλλὰ τὴν τάξιν καὶ τὴν συνθήκην αὐτῶν, ἤγουν διὰ τὸ μὴ θεῖναι τὰ πρῶτα ὡς πρῶτα κατὰ τὴν τέχνην, ἀλλὰ ἄλλην ἄλλως καὶ ὡς ἔτυχεν. Ἔξωθεν κομμωτικός. Ἰστέον, ὅτι διαβάλλοντες οἱ αἱρετικοὶ ὡς πλεονάζον ἐν τῷ λόγῳ τοῦ θεολόγου πορνικὸν εἰρήκασιν, ὡς ἐκεῖνος ἐπεσημήνατο ἐν τῷ συντακτηρίῳ γράψας· οὐδὲ τῶν πορνικῶν, ὡς ἄν τις ἔφη διασύρων ἡμᾶς, τῶν πόρνων καὶ λόγον καὶ τρόπον· ὑπόκειται δὲ τοῦτο ἐκείνῳ τῷ ῥητῷ· οὗτοι τῶν ἐμῶν λόγων ἔργον, οὐχ οὓς ἐρρίψαμεν, ἀλλʼ οὓς ἠγαπήσαμεν.
ιαʹ. Τῷ ἔξωθεν κόσμῳ κομμωτικῷ, ὁ δὲ κόσμος ὁ ἐπικείμενος ἔξωθεν κομμωτικὸς περὶ τὴν λέξιν μόνον ἐστὶ καὶ τὰ ἑπόμενα τῇ λέξει· ἔστι δὲ καὶ ἕτερον κάλλος, ὃ καὶ ὡραῖον καλεῖται, τὸ ἐν γλυκύτητι, ὡς ὑποκατιὼν αὐτός φησιν ἢ μᾶλλον ἐρεῖ.
ιβʹ. Ἔννοιαι, φησὶν, ἢ μέθοδοι τούτου τοῦ κάλλους οὐκ εἰσὶ, πλὴν εἴ τις λέγοι τὴν δριμύτητα, ἥντινα προσήκειν ἀφελείᾳ ἐρεῖ· ἧς ἀφελείας ἐπίτασις ἡ γλυκύτης, ἀνάγεται δὲ ὑπὸ τὸ ἦθος ἡ ἀφέλεια.
ιγʹ. Δριμεῖαι ἔννοιαί εἰσιν αἱ τροπικῶς καὶ ἐμφαντικῶς εἰρημέναι, ὡς ἐπὶ κυνῶν ἡ φιλανθρωπία, καὶ ἐπὶ Ἑρμιόνης ἡ φιλανδρία, καὶ ἐπὶ χαλινοῦ τὸ ἱππόδαμος· αἱ δὲ τοιαῦται τῶν ἐννοιῶν καὶ κάλλος οὐ μικρὸν προσάγουσι τῷ λόγῳ, ὡς εὐθὺς κινεῖν τὸν ἀκροατὴν, πολλῷ δὴ μᾶλλον ἢ τοὺς ἐρωτικοὺς τὰ λίαν εὐειδῆ τῶν προσώπων.
ιδʹ. Τῆς ἐννοίας, φησὶν, ἐπὶ τοῦ τοιούτου κάλλους, λέγω δὴ τοῦ προφαινομένου καὶ κομμωτικοῦ καὶ τῆς μεθόδου μὴ εὑρισκομένης ἀκόλουθον ἂν εἴη περὶ λέξεως πρῶτον εἰπεῖν.
ιεʹ. Ἐναργεῖς, ἀντὶ τοῦ σημαντικώτεραι, τὸ δὲ ἄλλο τι ἔφη ἀντὶ τοῦ ὄγκον ἔχουσαι καὶ δίαρμα καὶ ὕψος· ὡς ἐν τῷ περὶ λέξεως καθαρότητος ἔφη.
ιϛʹ. Ἀντὶ τοῦ καὶ σφοδραί· πολλὴ γὰρ ἡ συγγένεια τῇ τραχύτητι πρὸς τὴν σφοδρότητα.
ιζʹ. Κομμωτικῷ τῷ περὶ λέξιν, ὃ καὶ ἐπίθετον κόσμον καλεῖ, ὥσπερ καὶ Διονύσιος ὁ Ἁλικαρνασεὺς, ἐν τῷ περὶ χαρακτήρων τῶν ῥητόρων· ἔστι γὰρ καὶ ἕτερον κάλλος, ὃ καὶ ὡραῖον καλεῖ, τὸ ἐν γλυκύτητι, ὡς ὑποκατιὼν αὐτὸς ἐρεῖ.
ιηʹ. Ἀντὶ τοῦ, ὡς ἐν τῷ ἰδιάζοντι καὶ οἰκείῳ τῆς τοῦ κάλλους ἰδέας· διπλοῦν γὰρ τὸ κάλλος, ὡς ἀνωτέρω ἔφη· τὸ μὲν διʼ ὅλου τοῦ λόγου διῆκον ἐκ τῆς ἐναρμονίου κράσεως τῶν ἰδεῶν, τὸ δὲ διὰ μόνων τῶν ποιούντων τὴν τοῦ κάλλους ἰδέαν προερχόμενον.
ιθʹ. Αἱ γὰρ παρισώσεις κατὰ τούτους γίνονται τοὺς δύο τρόπους, ἢ κατὰ τὸ ποσὸν τῶν συλλαβῶν, ἃ κατὰ τὸν τεχνικὸν παρὰ τῷ ῥήτορι σπάνιον εὑρεῖν· καὶ δὴ καὶ ἄντικρυς ἂν ἀπεφηνάμεθα, μηδὲ εὑρεθῆναί ποτε παρὰ τῷ ῥήτορι τὴν τοιαύτην παρίσωσιν, εἰ μὴ ἓν ἡμᾶς ἐβιάζετο παράδειγμα τὸ, καὶ τῇ πόλει βοηθεῖν οἴεται δεῖν καὶ δίκην ὑπὲρ αὑτοῦ λαβεῖν, τοῦτο κἀγὼ πειράσομαι ποιεῖν.» Τὸ γὰρ βοηθεῖν καὶ λαβεῖν ἐστι παρίσωσις, τὸ θεῖν καὶ βεῖν, καὶ οὐχ ἁπλῶς παρίσωσις, ἀλλὰ καὶ τὸ καθʼ ἑαυτὴν ἀκριβές.
κʹ. Εἴθε περισώζεσθαι καὶ τὴν θεωρίαν ταύτην ἐνῆν, ὅπως ἐντεῦθεν ἡμῖν περιεγένετο καὶ τὴν Δημοσθενικὴν καταλαβεῖν ἀκριβῶς· ἀφανισθείσης γὰρ αὐτῆς οὐκ οἶδα, εἴ τις ἠδυνήθη τοῦ προλεχθέντος ἀνδρὸς γνῶναι δεόντως τὴν περὶ τοὺς λόγους διοίκησιν· ταύτην οἱ δεινοὶ σοφισταὶ καὶ μέγα φρονοῦντες ἐπὶ τῇ τοιαύτῃ προσηγορίᾳ, ἅτε μηδὲν ἔχοντος σοφιστοῦ πλὴν τοῦ ὀνόματος· παράλογον γὰρ ὡς ἀληθῶς πεποίηκεν ὁ ῥήτωρ ἐν τοῖς προκαταρκτικοῖς τῇ τοιαύτῃ παρισώσει χρησάμενος, ὃ μηδαμοῦ φαίνεται πεποιηκέναι· ἀλλὰ καὶ αὐτὸς Ἰσοκράτης, ὁ χαίρων ἐν τοῖς τοιούτοις σχήμασι, φεύγει τὴν τοιαύτην ἐν τοῖς προοιμίοις παρίσωσιν· ἀλλὰ καὶ τοῦτο σφόδρα Δημοσθενικὸν φαίνεται τῷ καταλαβόντι τὴν αἰτίαν· χαίρειν γὰρ ὡς ἐπὶ τὸ πλεῖστον εἰώθαμεν, ὅταν τις τῶν δοκούντων εἶναι σοφῶν ἀπέλθοι νικηθεὶς ὑπὸ τοῦ τυχόντος ἀνδρὸς, καὶ ᾧ τὴν ἀρχὴν πάρεργον ἡ τοιαύτη σπουδή· διὰ τοῦτο καὶ Σωκράτη τὸν φιλόσοφον λέγουσιν ἀγαπᾶσθαι παρὰ τῶν ἰδιωτῶν τοσοῦτον, ὅσον μισεῖσθαι παρὰ τῶν ἀντιτέχνων· φρόνημα γὰρ ἔχων μέτριον καὶ οἷον ὁ πολὺς ἄνθρωπος ἐξήλεγχε συνδιαιτώμενος τοὺς ἀεροβατοῦντας κατὰ τὴν κωμῳδίαν καὶ πεφυσιωμένους, καὶ οὐ μόνων αὐτῶν τὸ φρόνημα συνέστελλεν, ἀλλὰ καὶ αὐτὸς ἰδιώτην ἑαυτὸν ἔλεγεν· οὕτως οὖν καὶ Δημοσθένης ἰδὼν τὸν Ἀνδροτίωνα τοῖς τοιούτοις μάλιστα σχήμασι χαίροντα, ἅτε καὶ ἀκροατὴν ὄντα τοῦ Ἰσοκράτους, εὐθὺς ἐν τοῖς προκαταρκτικοῖς ἐχρήσατο τῇ παρισώσει, ὅπως καὶ τοὺς δικαστὰς ἐπισπάσηται, καὶ ὁ πάντα τὸν βίον ἐπὶ τῇ τοιαύτῃ διαχειρίσει τῶν λόγων καταναλώσας ὑπὸ ἰδιώτου καὶ τοῦ τυχόντος ἀνδρὸς ἀπέλθῃ νικώμενος· ἀνάγκη γὰρ ἦν ἢ παραιτήσασθαι τὸν Ἀνδροτίωνα τὴν τοιαύτην παρίσωσιν, ἢ χρησάμενον μηδὲν μέγα ποιεῖν, ὅπου γε καὶ Διόδωρος τῶν τοιούτων σχημάτων ἐπιστήμων ἦν, ὁ περὶ τοὺς λόγους ἔχων ἀπόρως, καὶ πάντα μᾶλλον ἢ λέγειν εἰδὼς, ὅθεν οὐκέτι κέχρηται τῇ τοιαύτῃ παρισώσει· παρὰ γὰρ τὴν ἀρχὴν ἐνδειξάμενος εὐκατάληπτον οὖσαν τὴν τοιαύτην ἐπιστήμην ἀπηλλάγη τοῦ τοιούτου σχήματος, ἄτοπον ἡγησάμενος αὖθις ἐπιβουλεῦσαι καὶ προσκορῆ ποιῆσαι τὸν λόγον.
καʹ. Πρὸς Ἀνδροτίωνα ἦν αὐτῷ τὸν Ἄνδρωνος ὁ ἀγὼν, ἄνδρα τῶν Ἰσοκράτους ἄριστον μαθητῶν καὶ πρὸς ῥητορείαν κάλλιστα γεγυμνασμένον, διὸ παρευθὺς ἐκ προοιμίων τοιαύτῃ κέχρηται παρισώσει, οἵαν ἀλλαχοῦ φαίνεται διακόπτων, ὅπως ἂν τὸ κομμωτικὸν διαφύγοι κάλλος· ἰσοσύλλαβα γάρ πώς εἰσι τὰ τρία κῶλα καὶ ὁμοιοκατάληκτα, λέξει τε καθαρᾷ κεχρημένα καὶ συνθήκῃ περικαλλεῖ τῇ ἄνευ παντὸς συγκρουσμοῦ, αἵ τε ἀναπαύσεις τῶν κώλων εἰς μικρότερα μόρια λήγουσαι λίαν εὐειδεῖς εἶναι δοκοῦσιν.
κηʹ. Ἐν παραβύστῳ γὰρ καθήμενος κάλλους μᾶλλον ἀντεποιεῖτο, ψυχαγωγεῖν ἐντεῦθεν σπεύδων τοὺς ἀκροατὰς, οὐδὲν γὰρ ἐβλάπτετο μὴ προσούσης πιθανότητος διὰ τὸ μὴ εἶναι τὸν λόγον ἐναγώνιον, ὁ δὲ Δημοσθένης οὐ τέρπειν, ἀλλὰ πείθειν σπουδάζων φεύγει τοιουτοτρόπως καλλωπίζειν τὸν λόγον, ὅπως μὴ παντελῶς ἐκπέσῃ τοῦ ζητουμένου.
κθʹ. Ὅτι οἱ ἐπιτηδεύοντες καλλωπίζειν τὸν λόγον ὑποπτεύονται ὡς δεινοὶ, καὶ δυνάμει λόγων πείθειν τοὺς δικαστὰς παρεσκευασμένοι, ἀλλʼ οὐ τῷ λέγειν τὴν ἀλήθειαν· ὁ τοίνυν Ἰσοκράτης, φησὶ, μᾶλλον καλλωπισμῶν φροντίζων ἐχρήσατο παρισώσεσι πολλαῖς, ἐπειδὴ σοφιστὴς ὢν καὶ διδάσκαλος ῥητορικῆς ἐθηρᾶτο τὸν ἐκ τῆς ἀκοῆς ἔπαινον· ὁ γὰρ ῥήτωρ μᾶλλον τοῦ πείθειν τοὺς δικαστὰς καὶ δοκεῖν ἀληθεύειν ἐφρόντισε, διόπερ οὐδὲ ἐκαλλώπισεν, ἵνα μὴ τῇ ὑποψίᾳ ἀπίθανος γένηται.
λʹ. Σημείωσαι, ὅτι αἱ καθʼ ὅλον κῶλον παρισώσεις Δημοσθενικαὶ μάλιστα· καλοῦνται γὰρ καὶ γοργαὶ καὶ μάλιστα, εἰ ἀποστροφὴν ἔχοιεν.
λαʹ. Ἴσα λέγει τὰ κῶλα, ἐπειδὴ τῶν τριῶν ἕκαστον συλλαβῶν ἐστιν ἐννέα, τὸ μὲν πρῶτον ἄχρι τοῦ διδόμενα, τὸ δὲ δεύτερον ἄχρι τοῦ εἶναι, τὸ δὲ τρίτον ἄχρι τοῦ ἀποδοῦναι.
λβʹ. Σχῆμα ποῖον τῆς ἐπαναφορᾶς, ἡ μὲν γὰρ κατὰ κῶλόν ἐστιν, ἡ δὲ κατὰ κόμμα· αὗται μὲν οὖν ὅλων λέξεών εἰσιν ἐπαναλήψεις, ἡ δὲ παρίσωσις καὶ ἐν μιᾷ πολλάκις ἢ δευτέρᾳ συλλαβῇ θεωρεῖται, ὡς τὸ Παυσανίου δὲ παυσαμένου· ἡ δὲ ἀντιστροφὴ ἐναντία ἐστὶ τῇ ἐπαναφορᾷ, ὅτι τὴν παρίσωσιν οὐκ ἐπὶ τῆς ἀρχῆς, ὡς ἡ ἐπαναφορὰ, δέχεται, ἀλλὰ πρὸς τὸ τέλος· οἷον «ταξιάρχους παρʼ ὑμῶν, ἄρχοντας παρʼ ὑμῶν.» Σημείωσαι δὲ, ὅτι ἡ παρίσωσις ἐπί τε ἀντιστροφῆς καὶ ἐπαναφορᾶς λέγεται, ἀλλʼ ἡ μὲν κατὰ τὴν ἀρχὴν ταύτην δέχεται, ἡ δὲ κατὰ τὸ τέλος, εἴτουν ἡ ἀντιστροφὴ, ὡς ἡ τῶν παραδειγμάτων ἔκθεσις διδάσκει.
λγʹ. Ἡ μὲν γὰρ ἐπαναφορὰ περιέχει τὴν παρίσωσιν, ἡ δὲ παρίσωσις, ἅτε μὴ οὖσα λόγου μέρος ὁλόκληρον, οὐκέτι τὴν ἀναφορὰν, ὥστε ἡ ἀναφορὰ καὶ παρίσωσίς ἐστιν, οὐχὶ δὲ ἡ παρίσωσις καὶ ἐπαναφορά.
λδʹ. Ὅτι λαμπρότης κάλλους συγγενής· διὰ τοῦτο δὲ καὶ τῇ ἀκμῇ· εἶπε γὰρ τὴν ἀκμὴν γίνεσθαι ἐκ πλειόνων ἁρμοττόντων τῇ λαμπρότητι, ὅθεν καὶ τὰ λαμπρὰ τῶν σωμάτων πάντως καλά.
λεʹ. Σημείωσαι, ὅτι ἡ ἀντιστροφὴ ἐναντία τῇ ἐπαναφορᾷ, ἡ μὲν γὰρ ἐπαναφορὰ ἐν ἀρχῇ ἔχει τὴν παρίσωσιν, ἡ δὲ ἀντιστροφὴ ἐν τέλει.
λζʹ. Τὸ ἄγαν καταγίνεσθαι περὶ τὸν καλλωπισμὸν τοῦ λόγου ἐπιβεβουλευμένον τε καὶ διαπρεπῶς τετιμημένον καὶ ἐπιτετηδευμένον αὐτὸν ἀποδείκνυσιν· εἰκότως δὲ λόγου ἐπιβουλὴν τὸ κομμωτικόν φησι κάλλος, ἀπὸ μεταφορᾶς τῶν ἀτόπων μειρακίων, ὅσα τῷ φαινομένῳ κάλλει τὰς ἄφρονας δελεάζοντα τῶν γυναικῶν ἐπιβουλεύει τῇ σωφροσύνῃ· καὶ γὰρ ἐκ τοῦ ἐναντίου σώφρων μὲν λόγος ὁ σεμνὸς, ὁ δὲ τὸ ἐκπρεπὲς κάλλος ἐπιτηδεύων ἐπίβουλος, ὅτε ἐπιτηδεύων τις χρήσαιτο, ἀλλʼ οὐκ εἰκῆ φράζων.
ληʹ. Τοιαύτην γὰρ εἶναι δεῖ τὴν ἀναστροφὴν, ὥστε μίαν εἶναι μεσεμβολὴν, οὐκοῦν οὐκ ἔστιν ἀναστροφὴ, κἂν οἱ γραμματικοὶ διαρρήγνυνται τηνάλλως ληροῦντες, οὐ γὰρ ἴσασι τὸ ἴδιον τοῦ τοιούτου σχήματος.
λθʹ. Καὶ γοργὸν εἶπεν, ἐπειδὴ καὶ διὰ τοὺς μερισμοὺς ἐμπερίβολος γίνεται ὁ λόγος· ὁ γὰρ μερισμὸς περιβάλλει· εἰ καὶ τὸ εὐειδὲς καὶ αἱ ἀναιρέσεις μὴ ἦσαν ἴδια κάλλους,
μʹ. Τὴν ἀρίστην παρὰ τῷ ῥήτορι τῶν ἰδεῶν ἕνωσίν τε καὶ σύγκρασιν ἐκάλεσε σύμφθαρσιν ἀπὸ μεταφορᾶς τῶν διαφόρων σιτίων, ἅπερ ἐν τῇ γαστρὶ πρότερον ἀλλοιοῦνται καὶ τὴν οἰκείαν μεταβάλλει ποιότητα, εἶθʼ οὕτως ἕνα χυμὸν κατʼ ἐπικράτειαν γεννῶσιν, θρεπτικόν τε καὶ σωτήριον τοῦ σώματος.
μαʹ. Οἷον τὸ παρὰ μὲν γὰρ τὰς τῶν χορηγιῶν δαπάνας, καὶ τὸ, ὁ μὲν γὰρ Φίλιππος ὅσῳ πλεῖον, ἐν ἑκατέρῳ γὰρ τῶν χωρίων ἀνὰ δύο ἴσαι συζυγίαι κώλων.
Παρὰ μὲν γὰρ τὰς τῶν χορηγιῶν δαπάνας μικρὸν ἡμέρας μέρος καὶ τὰ ἑξῆς, ἃ τέθεικεν ἀνωτέρω.
μγʹ. Πολύπτωτόν ἐστι τὸ μεταβάσεις ἔχον ἀπὸ πτώσεως εἰς πτῶσιν, ἡ γὰρ μεταβολὴ καὶ ἐξαλλαγὴ τῆς φράσεως κάλλος καὶ ἡδονὴν ἐργάζεται· ὥσπερ καὶ τὴν γραφὴν, φασὶν, τὴν ἐκ ποικίλων καὶ διαφόρων χρωμάτων καλὴν καὶ ἡδεῖαν εἶναι συμβαίνει, τὸ δὲ πολύπτωτον ἔνιοί φασιν ὅμοιον εἶναι τῇ μεταφορᾷ, μεταβάλλεσθαι δὲ ταῖς πτώσεσιν, ὡς ἐν τῷ περὶ τοῦ στεφάνου. «οὗτοι γὰρ ἡγοῦνται, τούτοις πείθεσθε ὑμεῖς, ὑπὸ τούτων δέος ἐστὶ μὴ παρακρουσθῆτε.»
μδʹ. Τὰς εἰσφορὰς ἐκ πολλῶν συνηγμένας. τὸ δὲ τούτῳ πλείστῳ χρήσεται τῷ λόγῳ τοῦ αὐτοῦ παραδείγματός ἐστιν.
μεʹ. Εἶπε γὰρ ἀνωτέρω, ὅτι ὑπέρβατόν ἐστι τοῦτο, κατὰ παρέκθεσιν ἐξ ἐπεμβολῆς, ὃ οὐχ ἁρμόττει κάλλει, ἀλλὰ γοργότητι καὶ περιβολῇ· τὸ δὲ καθʼ ὑπέρθεσιν ὑπερβατὸν ἁρμόττει κάλλει, καθὸ δὲ ὅλως ὑπερβατόν ἐστιν, ἔχει τι ἐπιμελείας.
μζʹ. Διὰ τί ὁ περὶ τῆς ἀτελείας σχεδὸν ἅπας κεκαλλώπισται; ἐπειδὴ καὶ ὁ Λεπτίνης εἷς ἦν τῶν Ἰσοκρατικῶν, ἢ ὃ καὶ μᾶλλον, ὅτι ὁ Φορμίωνος χαρακτὴρ τοιοῦτος ἦν, καὶ ἐπετήδευσε Δημοσθένης ζηλῶσαι αὐτὸν, τὴν δευτερολογίαν ἔχων, ὥσπερ καὶ τὸν Λυκούργου χαρακτῆρα ἐμιμήσατο, τροπαῖς καὶ γνώμαις χρώμενος ἐν τῷ κατὰ Ἀριστογείτονος.
μηʹ. Ἐπειδὴ τῇ τοιαύτῃ θεωρίᾳ περιτυχεῖν οὐκ ἔνεστιν, οὐκ οἶδα, κατὰ ποίαν φύσιν μοχθηρὰν τῶν ἀνθρώπων ἢ τύχην ἀναγκαῖον ἡμᾶς εἰπεῖν, καὶ δὴ λέξομεν τοσοῦτον μόνον ὑπειπόντες, ὡς δεῖ τὸν περὶ ἀτελείας μὴ οὕτω κεκαλλωπίσθαι νομίζειν, ὡς τοὺς Ἰσοκρατικοὺς λόγους· οἱ μὲν γὰρ διὰ τὴν τοῦ σοφιστοῦ περὶ τὰ τοιαῦτα σπουδὴν ἐκπρεπὲς ἔχουσι τὸ κάλλος, μηδεμιᾶς ἐπιβουλῆς περὶ αὐτὸν γεγενημένης, ὁ δὲ περὶ ἀτελείας κεκαλλώπισται μὲν ἀλλʼ οὐ κατὰ πρῶτον λόγον, ὑφειμένως δὲ καὶ οὐ μάλα τι κομματικῶς· ἡ δὲ αἰτία, διʼ ἣν τοῦτον τὸν λόγον ὁ Δημοσθένης διαφερόντως ἐκαλλώπισε καὶ διὰ τί τοιοῦτον αὐτῷ κάλλος ἐπέθηκεν, ἐντεῦθέν ἐστι κατάδηλος· δευτερολογία ὁ λόγος, καὶ τοὺς δικαστὰς εἶχεν ἤδη κεκμηκότας περὶ τὴν προτέραν ἀκρόασιν καὶ μὴ δυναμένους συνιέναι συνεστραμμένων λόγων, διὸ δὴ καὶ μάλα δαιμονίως ὁ ῥήτωρ ἐκαλλώπισε μὲν τὸν λόγον, ἀλλὰ μετρίως, καὶ οὐ κατὰ τὸν πρῶτον τρόπον τὸν Ἰσοκρατικὸν, ἀλλὰ κατὰ τὸν δεύτερον, ὅς ἐστιν ὑφειμένος καὶ οὐ τοσοῦτον κομμωτικός· τοῦτο μὲν, ὅπως ἀνακτήσεται τοὺς ἀκροατάς· τοῦτο δὲ πάλιν, ὅπως μὴ λίαν ἐπιβουλεύσῃ τῷ λόγῳ καὶ τὴν ἀρχὴν τελείως ἐκπέσῃ τῆς καθαρότητος, διαφερόντως καλλωπίσας αὐτόν· ὥστε τὸ μὲν καλλωπίσαι τὸν λόγον ὁ ὑποκείμενος ἀκροατὴς παρεσκεύασε κεκμηκὼς ἐπὶ τῇ προτέρᾳ ἀκροάσει, τὸ δὲ μὴ οὕτως, ὥσπερ ὁ Ἰσοκράτης, ἡ πιθανότης, ἐξέπιπτε γὰρ ἂν αὐτῆς ἐπιμελῶς καὶ μὴ κατὰ δεύτερον αὐτὸν καλλωπίσας λόγον· εἰ δέ τις λέγοι, τί δήποτε μὴ καὶ ἐν τῷ κατʼ Ἀνδροτίωνος ἐφρόντισε κάλλους, σκοπήσοι τὸ ὑποκείμενον πρόσωπον· Διόδωρος γὰρ ἦν ἄνθρωπος ἰδιώτης, καὶ σπεύδων φεύγειν τὸ νομίζεσθαι λέγειν ἔμπειρος καὶ τὸ δοκεῖν εἶναι δεινός· διὰ τί δὲ, φησὶ, μὴ καὶ τοὺς κατὰ Ἀριστογείτονος ἐκαλλώπισεν, ἀλλʼ οὐκ οἶδα, ὅπως ἀπολογήσομαι, πρῶτον μὲν γὰρ παρʼ ἐνίων νοθεύονται, πλὴν ἵνα καὶ συγχωρήσωμεν εἶναι τοῦ ῥήτορος, οὐκ ἠδύνατο παθαινόμενος καλλωπίζειν αὐτοὺς, ἐξέπιπτε γὰρ τοῦ πάθους, εἰ τοιαύτης συνθήκης ἐφρόντισεν.
μθʹ. Ζητεῖται, διὰ τί ἐν τῷ περὶ συνθήκης τῆς καθαρότητος εἰπὼν, τίνες εἰσὶ πόδες ἁρμόττοντες τῇ ἰδέᾳ, καὶ πάλιν ἐν τῷ περὶ συνθήκης σεμνότητος, καὶ ὁμοίως καθʼ ἑκάστην ἰδέαν ἐν τῷ περὶ τῶν οἰκείων ποδῶν διδάσκων ἐνταῦθα τοῦτο παρέλιπε, καὶ ταῦτα βουλόμενος ἐγγίζειν μέτρῳ τὸν κεκαλλωπισμένον λόγον· φαμὲν, ὅτι εἶπε καὶ ἐνταῦθα· τί γὰρ, φησὶ, καὶ μέτρου γε τοῦ οἰκείου κατὰ τοὺς πόδας τῷ λόγῳ καὶ τῷ εἴδει τοῦ λόγου, ὃ ἂν ἐργαζώμεθα· οἷον εἰ σεμνότητα ἐργαζόμεθα, μέλει δὲ ἡμῖν κάλλους, τὴν συνθήκην τῆς σεμνότητος ἐγγὺς δεῖ εἶναι, καὶ τὴν λέξιν, οἵαν εἶπε τοῦ κάλλους, καὶ τὰ σχήματα, ἐννοίας γὰρ ἢ μέθοδον οὐκ ἔχει τὸ κάλλος ἰδίως.
νʹ. Ὥστε ἰαμβόκροτά τε εἶναί τινα πολλὰ καὶ ἑφθημιμερῆ καὶ ἐπῶν ἀκροτελεύτια, ἅπερ παρά τε Ἰσοκράτει καὶ Δημοσθένει φαίνονται πάμπολλα τοῖς ἀκριβῶς ἐπισκοπουμένοις, ἡμεῖς δὲ διεξιόντες τοὺς λόγους πλῆθος ἰάμβων ἐσημειωσάμεθα. —Ἰσοκράτης τε, ὡς καὶ ἀνωτέρω ἔφημεν, ἐν τῇ τέχνῃ φησὶν, «ὅλως δὲ ὁ λόγος μὴ λόγος ἔστω, ξηρὸν γὰρ, ἀλλὰ μεμίχθω παντὶ ῥυθμῷ μάλιστα.»
νθʹ. Ὡς ἀκριβέστατος κανὼν τῶν πολιτικῶν λόγων ὁ Δημοσθένης τὸ κομμωτικὸν οὐ προσίεται κάλλος.
ξʹ. Διόλου γὰρ ἂν ἐκαλλώπισε τὸν λόγον, εἶτα ἐξ ἐπιπλοκῆς βραχέα κῶλα εἰσάγων, ὡς ἀνωτέρω ἔφη, κρεμαμένην εἰργάσατο τὴν ἀνάπαυσιν.
ξαʹ. Ἔσπευσε γὰρ μήτε παντελῶς ἐπιβουλεῦσαι τῷ λόγῳ καὶ τὸν ἀκροατὴν ψυχαγωγῆσαι διὰ τοῦ τοιούτου κάλλους.
ξβʹ. Τὸ σαφὲς καὶ ἀκόλουθον οὕτως· ἔχει τι τοῦ περικαλλοῦς· εἰς γὰρ βραχύτερόν τι μέρος λόγου κατέληξεν· ἴδιον δὲ ῥυθμοῦ κάλλους τὸ καταλήγειν τὰ κῶλα εἰς δισύλλαβον λέξιν ἢ μονοσύλλαβον· τοῦτο γὰρ λέγει μὴ βεβηκότα ῥυθμὸν, ὃς προσήκει τῷ κάλλει· ὥστε καθὸ μὲν ἡ ἔννοια βέβηκεν, ὥς φασιν, βέβηκεν ὁ ῥυθμός· καθὸ δὲ δισύλλαβος ἡ τελευταία λέξις, οὐ βέβηκεν.
ξγʹ. Εἶπε γὰρ ἐν τῷ περὶ ἀναπαύσεως σεμνότητος, ὅτι σεμνὴν διαφερόντως ἔχει τὴν βάσιν ὁ ῥυθμὸς, εἰ ἡ ἀνάπαυσις καταλήγοι ἢ παραλήγοι στοιχείῳ τινὶ πλατεῖ, τουτέστι τῷ α ἢ τῷ η ἢ τῷ ω.
ξδʹ. Καλῶς προσέθηκε τὸ τελέως, ἔστι γὰρ τῇ μὲν ἐννοίᾳ βεβηκέναι τὸν ῥυθμὸν, οὐκ ἔτι δὲ τῇ λέξει, ὡς προείρηται.
ξεʹ. Κεκαλλωπίσθαι γὰρ ἔφη τὸν πρὸς Λεπτίνην, διὸ ῥυθμοῖς ἐχρήσατο οὐ βεβηκόσι, καλλωπισμοῦ γὰρ, ὡς ἔφη, τὸ μὴ βεβηκέναι τὴν ἀνάπαυσιν.
ξϛʹ. Τοῦτο ἐπέμιξε καὶ ταῖς μὲν βραχείαις, ταῖς δὲ μακραῖς ἐχρήσατο καταλήξεσι, προσκορὲς γὰρ τὸ ὅμοιον· ταῦτα πάντα γὰρ ῥυθμοί τινές εἰσιν. ἐν τούτοις κώλοις καὶ αἱ καταλήξεις εἰς βραχέα μέρη λόγου καὶ δισύλλαβα γεγόνασιν, οὔ πω πεπληρωμένης τῆς διανοίας καὶ βραχεῖα ἡ τελευταία συλλαβὴ, τουτέστι καὶ αἱ παραλήγουσαι βραχεῖαι τοῦ λέγει καὶ τοῦ ἐρεῖ.
ξηʹ. Τῷ Διονυσίῳ. Ἐκεῖνος γὰρ ἐν τῷ περὶ συνθέσεως ὀνομάτων τὰς μὲν διὰ τῶν μακρῶν φωνηέντων ἐξαγομένας λέξεις σεμνοτέρας εἶναί φησι καὶ τοῦ βεβηκότος οἰκείας ῥυθμοῦ, τὰς δὲ διὰ τῶν βραχέων εὐτελεστέρας τε καὶ τοῦ κρεμαμένου· ἐπειδὴ δὲ τὸ συνειπεῖν διὰ τῆς ει διφθόγγου ἀμφοτέρας ἔχει τὰς ἐπὶ τέλους συλλαβὰς ἐξαγομένας, ἥτις εἰ καὶ μακρά ἐστιν, ἐντελέστερον ποιεῖ τὸν ῥυθμὸν διὰ τὸ παρεοικέναι τῇ τοῦ ι ἐκφωνήσει, ὅπερ συστέλλει καὶ σεσηρέναι ποιεῖ τὸ στόμα, ὡς καὐτὸς ἀνωτέρω φησὶν ἐν τῷ περὶ λέξεως σεμνῆς, εἰκότως ὡς διαμφιβάλλων ἔφη, εἴτε βεβηκὼς, εἴτε μὴ ὁ τοιοῦτος εἴη ῥυθμός· καθὸ μὲν γὰρ εἰς δυὸ μακρὰς ἔληξε, βέβηκε, καθὸ δὲ διὰ τῆς ει διφθόγγου ἐξαγομένας, εὐτελής ἐστι.
ξθʹ. Τὸν Ἁλικαρνασσέα λέγει Διονύσιον, ὃς περὶ χαρακτῆρος διέλαβε Λυσίου, Δημοσθένους, Ἰσοκράτους, Ὑπερίδου, Θουκυδίδου· καὶ περὶ λέξεως ἐδίδαξεν ἐν τῷ Δημοσθένους μάλιστα λόγῳ, ὅτι τρεῖς εἰσι λέξεως χαρακτῆρες, ἡ μὲν γάρ ἐστιν ἐξηλλαγμένη καὶ περιττὴ καὶ ἐγκατάσκευος, καὶ τοῖς ἐπιθέτοις κόσμοις ἅπασι συμπεπληρωμένη, ἡ δὲ ἀφελὴς, ἣν ἐτελείωσεν ὁ Λυσίας· ἡ δὲ τρίτη μικτὴ καὶ σύνθετος ἐκ τούτοιν τοῖν δυοῖν, ἣν ἐπετήδευσεν Ἰσοκράτης καὶ Πλάτων· ὁ τοίνυν Δημοσθένης ἐξ ἁπάντων τὸ χρήσιμον ἐκλεξάμενος μίαν ἐκ πολλῶν διάλεκτον ἀπετέλεσε, ποικίλην καὶ μικτὴν ἐξ ἑκάστης ἰδέας, ἀλλὰ καὶ ἐν τῷ περὶ συνθέσεως ὀνομάτων περὶ λέξεως διαλαμβάνων λέγει, «ὅτι περὶ μὲν τὰς τῶν γραμμάτων συμπλοκὰς ἡ τῶν συλλαβῶν γίνεται δύναμις ποικίλη, περὶ δὲ τὰς τῶν συλλαβῶν θέσεις ἡ τῶν ὀνομάτων φύσις παντοδαπὴ, περὶ δὲ τὰς τῶν ὀνομάτων ἁρμονίας πολύμορφος λόγος, ὥστε πολλὴ ἀνάγκη, καλὴν μὲν εἶναι λέξιν, ἐν ᾗ καλά ἐστιν ὀνόματα· κάλλους δὲ ὀνομάτων συλλαβαί τε καὶ γράμματα καλὰ αἴτια·» διὰ τοῦτο κάλλους ἴδιον ὁ ῥυθμὸς, εἴτε βέβηκεν εἴτε μή· ἐπειδὴ κατὰ Διονύσιον ἡδύνει τὴν ἀκοὴν καὶ ποικίλλει, καὶ μὴ ἄρχεσθαι ἀπὸ τῶν αὐτῶν, μηδὲ λήγειν εἰς αὐτὰ, ἀλλὰ τὸ ἐξ ἁπάντων καλῶν ῥυθμῶν, τουτέστι ποδῶν, συγκεῖσθαι τὸν λόγον· ἀνάγκη γὰρ αὐτὸν οὕτω καλὸν εἶναι· τάττει δὲ τὸν σπονδεῖον μετʼ αὐτῶν.
οʹ. Εἰ γὰρ ἡ δισύλλαβος λέξις καλλωπίζει, βραχὺ μέρος οὖσα λόγου, πολλῷ πλέον καλλωπίσει ἡ μονοσύλλαβος βραχύτερον οὖσα μέρος λόγου.
οαʹ. Ἐπίθετον κάλλος λέγει· διὰ τοῦτο ἐν τῷ περὶ ἐπιμελείας καὶ κάλλους φησὶν, ὅτι τὸ τοιοῦτον κάλλος περὶ τὴν λέξιν καὶ τὰ σχήματά ἐστι καὶ ἑξῆς· ἔννοιαι δὲ καὶ μέθοδοι τοῦ τοιούτου κάλλους οὐκ εἰσὶν, ἐν δὲ τῷ περὶ γλυκύτητος, διʼ ἧς φησι τὸν ὡραῖον γίνεσθαι λόγον, τὸ ἐκεῖ κάλλος δείκνυσι γινόμενον καὶ κατὰ ἐννοίας τὰς μυθικὰς, καὶ μεθόδους τὰς τῆς καθαρότητος· ἐπίθετον κάλλος φησὶ τὸ ἔξωθεν ἐπιτιθέμενον διὰ τῆς λέξεως καὶ τῶν σχημάτων καὶ τῶν ἄλλων ἰδεῶν ἐννοίαις καὶ μεθόδοις. ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ ΠΕΡΙ ΓΟΡΓΟΤΗΤΟΣ.
αʹ. Τοῖς μὲν ἀκριβῶς τὰ ἐν τῷ προτέρῳ βιβλίῳ ἐπεσκεμμένοις ῥᾴδιον ἤδη καὶ τοῖς ἐν τῷ δευτέρῳ παρακολουθῆσαι καὶ χωρίς τινος ὑπομνήσεως· ἐπεὶ δὲ πρὸς τὴν ἀκριβεστέραν ἀνάγνωσιν τοῦ βιβλίου οἶμαι κἀνταῦθα χρῄζειν τινὰ σαφηνείας, ἐπειράθην καὶ τοῦτο ὡς οἷόν τε διὰ συντόμων ἐπεξελθεῖν, Ἑρμῆς δὲ καὶ Μοῦσαι καὶ νῦν ἡγεμόνες ἡμῖν τῆς ἐπὶ τὸ βέλτιστον καὶ φιλομαθέστατον ὁδοῦ κατασταῖεν.
βʹ. Ἡ γοργότης τὸ πλεῖστον ἐπέχει περὶ τὰ σχήματα καὶ τὴν συνθήκην καὶ τὰ λοιπὰ, μέσως δέ πως περὶ τὴν λέξιν καὶ μέθοδον, καὶ ἁπλῶς εἰπεῖν ἐν πᾶσι θεωρεῖται τοῖς ποιοῦσι τὰς ἰδέας πλὴν τοῖς ἐννοίας, ἔννοια γὰρ οὐκ ἔστιν γοργότητος.
γʹ. Ὡς φιλανθρωπίαν ἐπὶ κυνῶν καὶ φιλανδρείαν ἐπὶ ἀκόσμων γυναικῶν· ἰστέον δὲ, ὅτι ἡ ὀξύτης ἡ αὐτή ἐστι τῇ δριμύτητι.
δʹ. Ἡ δριμύτης μερική ἐστιν ἰδέα, ἣν καὶ ὀξύτητα καλεῖ, προσήκει δὲ τῇ ἀφελείᾳ, ἥτις ὑπὸ τὸ ἦθος ἀνάγεται.
εʹ. Κατὰ κοινοῦ τὰ βραχέα ἀντὶ τοῦ ὀλίγον συμβάλλεται ἢ ἐναντιοῦται, εἴτε διὰ μακρῶν φωνηέντων ἡ λέξις ἐκφέροιτο, εἴτε διὰ βραχέων· ἡ μὲν γὰρ διὰ βραχέων συμβάλλεται τῇ γοργότητι, οἷον λόγος, ἡ δὲ διὰ μακρῶν ἐναντιοῦται, οἷον πολλάς.
ζʹ. Μέθοδον μίαν ἡμῖν ἐπὶ τῆς γοργότητος παραδίδωσιν, οὐδὲ γὰρ ἂν εὕροις ἑτέραν πλὴν τῆς λεχθησομένης.
θʹ. Τὸ ἑξῆς σχῆμα μὲν, φησὶ, διανοίας εἶναι δοκεῖ· ἐγὼ δὲ νομίζω λέξεως εἶναι σχῆμα τὴν ἀποστροφήν.
ιαʹ. Ὥσπερ εἶπεν, ὅτι σαφήνειαν μὲν ἐργάζεται καθαρότης, εἰ δέ τι ἐναντίον συμπέσοι, τοῦτο διορθοῦται ἡ εὐκρίνεια, οὕτω κἀνταῦθα, φησὶ, τινὰ τῶν σχημάτων τὴν ὑπτιότητα διορθοῦται.
ιβʹ. Ὥσπερ ἐπὶ τῆς σαφηνείας προηγουμένως μέν ἐστιν ἡ καθαρότης, κατὰ δεύτερον δὲ λόγον ἡ εὐκρίνεια, τὸν αὐτὸν τρόπον κἀπὶ τῆς προκειμένης ἰδέας τὰ μὲν αὐτῆς ἕνεκα λαμβάνεται τῆς γοργότητος, τὰ δὲ τὸ συμβὰν ἁμάρτημα κατά τινα περίστασιν ἐπανορθοῖ τῇ γοργότητι, πλὴν οὐ τὴν αὐτὴν ἐπὶ τῆς σαφηνείας κἀνταῦθα τάξιν ἐφύλαξεν· ἐκεῖ μὲν γὰρ τὴν ποιοῦσαν κυρίως προέταξε τὴν σαφήνειαν, ἐν δευτέρῳ δὲ τέταχε τὴν ἐν παρέργῳ λαμβανομένην· ἐνταῦθα δὲ τὰ σχήματα τὰ κατὰ δεύτερον λαμβανόμενα λόγον τέταχεν· ἐπειδὴ ταῦτα μάλιστα ἐξαιρεῖ τὴν ὑπτιότητα, ἥτις καὶ ἐναντία τῇ γοργότητι, καθὰ καὶ πρὸ μικροῦ μεμαθήκαμεν.
ιγʹ. Ταχεῖαι συμπλοκαὶ αἱ διὰ ἐλαχίστων γινόμεναι κώλων. ἴσμεν δὲ ὅτι συμπλεκτικὸς κατʼ ἐξαίρετον σύνδεσμος ὁ καί. διὸ καὶ τὸ σχῆμα ἐκ τοῦ συνεχῶς ἐν ἀρχῇ τῶν κώλων τὸν καὶ ἔχειν συμπλοκὴ καλεῖται.
Ἰστέον μέντοι, ὡς τοῦτο τὸ χωρίον ἔμφασιν ἔχει τμητικοῦ λόγου καὶ γοργότητος καὶ περιβολῆς. γένη γὰρ εἴδεσι, καὶ ὅλα μέρεσι καὶ ἀόριστα ὡρισμένοις καὶ ἕτερα ἄττα περιβλητικὰ προσλαμβάνει· ἀναγκαῖον δὲ ὅλον παραθέντας τὸ παράδειγμα οὕτω ποιήσασθαι τὴν ἐξήγησιν· ἔχει δὲ οὕτως· «ἀλλʼ ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζόμενος καὶ κατασκευάζων ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικὴν, καὶ Μεγάροις ἐπιχειρῶν, καὶ καταλαμβάνων Ὠρεὸν, καὶ κατασκάπτων Πορθμὸν, καὶ καθιστὰς ἐν μὲν Ὠρεῷ Φιλιστίδην τύραννον, ἐν δὲ Ἐρετρίᾳ Κλείταρχον, καὶ τὸν Ἑλλήσποντον ὑφʼ αὑτῷ ποιούμενος, καὶ Βυζάντιον πολιορκῶν καὶ πόλεις Ἑλληνίδας ἃς μὲν αἱρῶν, εἰς ἃς δὲ τοὺς φυγάδας κατάγων, πότερον ταῦτα πάντα ποιῶν ἠδίκει καὶ παρεσπόνδει καὶ ἔλυε τὴν εἰρήνην ἢ οὔ·» ἐνταῦθα γένος μὲν περιβάλλει, τὸν Φίλιππον ἀδικεῖν ἀποφαίνων· γένος μὲν γὰρ ἡ ἀδικία, κ. τ. λ.
ιεʹ. Πάνυ κἀνταῦθα καὶ τοῖς ἑπομένοις ὁ τεχνογράφος ἐξυμνεῖ τὴν δεινότητα, ὡς τῷ πολιτικῷ λόγῳ τὰ μέγιστα συμβαλλομένην, καὶ τὴν εὔκαιρον χρῆσιν τῶν ἰδεῶν τῷ τεχνίτῃ χορηγοῦσαν· αὕτη γὰρ ἡμᾶς διδάσκει τόν τε καιρὸν, πηνίκα ταῖσδε ἢ ταῖσδε τῶν ἰδεῶν χρηστέον, ὅπερ τὸ πότε δηλοῖ· τὸ δὲ ποῦ, ἐν ποίῳ τῆς ῥητορικῆς εἴδει· ἢ ἐν ποίοις μέρεσι τοῦ λόγου, τὸ δὲ πρὸς ὅντινα, πρὸς ὑπερέχοντα πρόσωπα, ἢ ἴσα ἢ καταδεέστερα, ἔνδοξά τε ἢ ἄδοξα ἢ ἀμφίδοξα, τὸ δὲ πῶς, διὰ ποίων ἐπιχειρημάτων τὰς κατασκευὰς ἐργαστέον. Βραχεῖαν καὶ βραχεῖαν εἰπὼν διὰ μὲν τῆς πρώτης τὴν μονοσύλλαβον ἐδήλωσεν, ἢ τρισύλλαβον, διὰ τῆς δευτέρας δὲ τὴν διὰ βραχέων φωνηέντων συνισταμένην, ἣν καὶ μᾶλλόν φησιν ἐπιτηδειοτέραν εἶναι πρὸς γοργότητα τῆς ἁπλῶς διʼ ὀλίγων συλλαβῶν συνισταμένης· τί γὰρ εἰ ἐκείνη σπονδειακή ἐστιν, ὡς ἥρως, αὕτη δὲ πυρριχιακὴ, ὡς λόγος, νόμος καὶ τὰ τοιάδε.
ιζʹ. Δῆλον ἐκ τῶν σχημάτων, ὡς τὴν λέξιν εἶναι δεῖ βραχεῖαν, ὁποία γάρ ποτε ἂν ᾖ, βραχεῖα δὲ μόνον, συντελεῖ πρὸς γοργότητα, ἢ τὸ ἀνάπαλιν ἐναντιοῦται· εἰ δὲ λέξις τοιαύτη ἁρμόττει τῷ τοιούτῳ εἴδει, πολλῷ μᾶλλον καὶ κῶλα βραχέα.
ιθʹ. Τὸ βεβηκέναι καὶ ἱστάναι οὐκ ἔστι τάχους, ἀλλὰ τὸ σπεύδοντα προσιέναι, ὡς ἐπʼ ἀνθρώπου βαδίζοντος· διὸ τὸ μὲν βεβηκέναι σεμνότητος, τὸ δὲ τρέχειν καὶ μὴ ἑστάναι γοργότητος. Περὶ ἤθους.
αʹ. Ἔστιν ἦθος οὐ μόνον τοῦτο δὴ τὸ παρὰ τοῖς ῥήτορσι καλούμενον ἠθικὸν, ἀλλʼ ἤδη που καὶ τὸ ὑπερβαῖνον πολιτικὴν ζήτησιν, καὶ τῆς τῶν φιλοσόφων ἀγχινοίας δεόμενον, ὃ κατὰ ἐπιστήμην γινόμενον πρὸς τὸν λέγοντα μόνον ὁρᾷ, καὶ περὶ τὸ πρόσωπον ἔχει τὴν πᾶσαν ὑπόστασιν· ἀλλὰ περὶ τούτου μὲν, ὅπερ ἔφην, ἐπιστημονικοῖς ἀνδράσιν προσήκει ζητεῖν, οὐ πολιτικοῖς· τὸ γὰρ ἁρμόττον τῇ ὑποκειμένῃ πραγματείᾳ ἐκ τῶν λεγομένων γίνεται καὶ τὸ τοιόνδε ἦθος αὐτῷ ὁ λόγος παρατίθησι, κἂν δοκῇ πως ὁ φιλάργυρος καὶ ὁ λίχνος ἐκ πάλαι μεμελετηκότες ἔχειν τὴν τοιαύτην ὑπόληψιν, ἄλλως τε καὶ τὰ ὑποκείμενα πρόσωπα τοῖς ῥήτορσι διαβεβλημένα πώς εἰσι καὶ γελώμενα. τὰ δὲ τοῖς φιλοσόφοις σεμνὰ καὶ πλεῖστον ἀφεστῶτα τοῦ γέλωτος· ἀλλʼ ἐπανιτέον ἐπὶ τὸ προκείμενον. Τοῦτο τὸ ἦθος τὸ ὑποκείμενον ταῖς πολιτικαῖς ζητήσεσι διπλοῦν ἐστιν· ἢ γὰρ ἐπὶ παντὸς διήκει τοῦ λόγου, καθάπερ ἐν σώματι χρῶμα, ἢ πλεονάζει καθὰ ἡ σεμνότης καὶ αἱ λοιπαὶ τῶν ἰδεῶν· εἰ δὲ μὴ πλεονάζοι, μερικῶς που γίνεται χρήσιμον· ἀλλὰ περὶ μὲν τοῦ ἤθους τοῦ διήκοντος μέχρι παντὸς τοῦ λόγου νῦν μὲν ὑπερτίθεται λέγειν· περὶ δὲ τοῦ ἐγκαταμιγνυμένου πανταχοῦ παραδίδωσιν, ὃ τριχῶς γίνεσθαί φησιν· ἢ γὰρ μειοῦμεν κ. τ. λ. καὶ τοῦτο προϊόντος τοῦ λόγου ἔσται φανερώτερον· ποιεῖ δὲ καὶ ἡ ἀλήθεια τὸ ἦθος, καθὰ δεδηλώκαμεν· ἣν ἐν μὲν τῇ ἀπαριθμήσει τῶν ἰδεῶν καθʼ ἑαυτὴν τέταχεν ὡς ἀντιδιαστελλομένην ταῖς ἄλλαις ἰδέαις· ἐπὶ δὲ τοῦ παρόντος ὡς συμπληρωτικὴν αὐτὴν λαμβάνει τοῦ ἤθους, καθὰ τὴν ἀφέλειαν καὶ τὴν ἐπιείκειαν καὶ ταῦτα μηδεὶς θαυμαζέτω· ἐν γὰρ τῇ ἀπαριθμήσει τῶν ἰδεῶν τῇ συνηθείᾳ τῶν πολλῶν ἠκολούθησεν, ἅτε μὴ ποιούμενος ἀκριβῆ περὶ αὐτῶν διδασκαλίαν· ἐναντίον γάρ πως εἶναι παρὰ τοῖς πολλοῖς τῷ ἤθει τὸ πάθος, ὅπερ οὐκ ἔστιν· ἦθος γὰρ καὶ τὸ πάθος αὐτό· καὶ τοῦτο σαφέστερον ἐν τῷ ἀληθινῷ δειχθήσεται λόγῳ· διὰ τοῦτο τοίνυν ὁ τεχνικὸς ἐν τῇ ἀπαριθμήσει τῶν ἰδεῶν ἐπακολουθήσας τῇ συνηθείᾳ καθʼ ἑαυτὴν τέταχε τὴν ἀλήθειαν· ἐνταῦθα δὲ τὴν προσήκουσαν ἀποδέδωκε τάξιν καὶ ὑπὸ τὸ ἦθος αὐτὴν ἀνήγαγεν, ἅτε καὶ ἀκριβεστέραν ἐπὶ τῆς διδασκαλίας τὴν ἀκολουθίαν ποιούμενος.
γʹ. Τὸ ἦθος γενικόν ἐστιν ὄνομα κατηγορούμενον κατὰ διαφόρων, ἁρμόττον τῷ πρὸ αὐτοῦ. Χρησιμώτατόν ἐστι τὸ εἰδέναι, ὅπως γίνεται τὸ ἦθος, καὶ χρησιμώτατον πάλιν τὸ τὸν δυνάμενον ῥήτορα ποιεῖν καὶ ἐργάζεσθαι τὸ ἦθος, καὶ ποτὲ μὲν τέλειον λόγον ἠθικὸν συγγράφειν, ποτὲ δὲ συμπλέκειν ταῖς προειρημέναις ἰδέαις αὐτό.
δʹ. Ἀφελὲς ἢ ἐπιεικὲς ἢ ἀληθὲς ἢ βαρύ. εἰς ταῦτα γὰρ διαιρεῖται τὸ ἦθος, ἢ ὅλῳ τῷ λόγῳ. ἀντὶ τοῦ δημηγορίᾳ Ἀλκιβιάδου ἢ Περικλέους· οὐ γὰρ ὁμοίως λεκτέον, ἐπειδὴ διάφορα τῶν ἀνθρώπων τὰ ἤθη.
ϛʹ. Πάλιν καταχρηστικώτερον ἐνταῦθα τὰς ἰδέας εἴδη καλεῖ. στρατηγοῖς μὲν γὰρ ἢ πρεσβευταῖς σεμνότης ἁρμόττουσα φανήσεται, ἰδιώταις δὲ ἀφέλεια.
ζʹ. Τὸν λόγον λέγει, ἠθικὸν γὰρ κ. τ. λ. διὰ τί δὲ ἐν ἀρχῇ τοῦ πρώτου βιβλίου τὴν ἀλήθειαν μὲν μίαν ἰδέαν εἶναι τελείαν δηλῶν, καὶ συναριθμήσας αὐτὴν ταῖς ἄλλαις ἓξ ἰδέαις, ἐνταῦθα ὑπὸ τὸ ἦθος αὐτὴν τάττει, ὁμοίως τῇ ἀφελείᾳ καὶ τῇ ἐπιεικείᾳ, καὶ ταῦτα ἰσόρροπον δοκοῦσαν εἶναι τῷ ἤθει, ὅσον ἐκ τοῦ ἐν ἀρχῇ καταλόγου τῶν ἰδεῶν· ἔδει γὰρ ἢ τὰς ἰδέας ἓξ εἰπεῖν τὰς πάσας ἐν ἀρχῇ, ἢ, εἰ ἠβούλετο καὶ τὰ εἴδη συναριθμεῖν τοῖς γένεσιν, μνησθῆναι ὤφειλεν ἐπιεικείας καὶ ἀφελείας καὶ βαρύτητος καὶ τῶν τῆς σαφηνείας καὶ μεγέθους εἰδῶν. ἀπορῆσαι οὖν ἄξιον.
ηʹ. Εἴρηται ἐν τῷ πρώτῳ, ὅτι ἦθος διαιρεῖται εἰς ἀφέλειαν, εἰς ἐπιείκειαν, εἰς βαρύτητα· ἡ τοίνυν μίξις τῶν ἰδεῶν τούτων προσλαβοῦσα καὶ τὴν ἀλήθειαν τὸν ἠθικὸν ἀπεργάζεται λόγον. αἱ γὰρ ἐπιεικεῖς κ. τ. λ. Περὶ ἀφελείας.
αʹ. Ὥς φησιν αὐτὸς, τοῦ ἤθους τέσσαρά ἐστιν εἴδη, ἐπιείκεια, ἀφέλεια, τὸ ἀληθὲς καὶ ἐνδιάθετον, βαρύτης. διδάσκει δὲ πρῶτον περὶ ἀφελείας, εἶτα περὶ γλυκύτητος, ἐπίτασις γὰρ ἀφελείας ἡ γλυκύτης, ὡς αὐτός φησιν, ἐπάγει δὲ μετὰ ταῦτα καὶ τὸν περὶ δριμύτητος λόγον· προσήκει γὰρ καὶ αὕτη τῇ ἀφελείᾳ· προεῖπε δὲ, ὅτι σεμνότητι ἐναντίον ἐστὶν ἀφέλεια. διὰ τί δέ φαμεν, ὅτι ἐναντίον ἀκρίβεια; καὶ ζήτησις τῶν ὀνομάτων τῇ ἁπλότητι διὰ σύνθεσιν, καὶ τὰ θεῖα ζητοῦμεν. ἐν δὲ ἀφελείᾳ οὐδὲ τὰ ἀνθρώπινα παντελῶς, περὶ ἀφελείας δὲ καὶ τῶν αὐτῇ προσηκουσῶν διαλέγεται πρῶτον, γλυκύτητος λέγω καὶ δριμύτητος· ἐπειδὴ μακρότερος ὁ περὶ αὐτῆς λόγος διαιρουμένης εἰς εἴδη δύο, εἶτα περὶ ἐπιεικείας, καὶ πάλιν περὶ τοῦ ἐνδιαθέτου.
βʹ. Ποιεῖ τὸ ἦθος καὶ ἡ ἀφέλεια, καθὰ καὶ πρὸ μικροῦ δεδηλώκαμεν, ἥτις γίνεται, ὅταν τοῖς εὐτελέσι πράγμασιν ἴσους ἀποδώσομεν καὶ τοὺ, λόγους, μηδὲν ὑποβάλλοντες κατὰ τὸ νόημα, τούτῳ γὰρ τῷ τρόπῳ φυλάττεται τὸ τοιοῦτον εἶδος, τὸ γὰρ περινενοημένον ἐναντίον αὐτῇ, καὶ τὸ βίαιον, καὶ ἁπλῶς ὅσα ἀντίκεινται ταύτῃ, τὰ αὐτὰ καὶ τῇ ἀφελείᾳ ἀντιπίπτει.
γʹ. Τῶν οὐ πάντη ἀνοήτων, ἀλλὰ κουφοτέρων καὶ ἃ χρὴ λέγειν ἢ μὴ, κρίνειν οὐκ εἰδότων· τοιοῦτον γὰρ ὡς ἐπίπαν μὲν οἱ παῖδες, ἤδη δὲ καὶ τῶν ἀνδρῶν ἔνιοι διὰ ἀβελτηρίαν.
δʹ. Ἀνάγκη, φησὶ, πλέον εἰπεῖν περὶ τῶν ἀφελῶν ἐννοιῶν, τὰ γὰρ παραδείγματα ἐν τῇ καθαρότητι λεχθέντα πολιτικώτερα μᾶλλόν εἰσι καὶ αἱ καθαραὶ ἔννοιαι παρὰ τὰς ἀφελεῖς, καὶ τοῦτο μὲν ἔφη, ποῖαι δὲ οὔ· φησὶ τοίνυν τὰς μὲν μᾶλλον ἁρμόττειν τῷ πολιτικῷ λόγῳ, τὰς δὲ οὐδόλως, ἃς καὶ ἰδίας λέγει τῆς ἀφελείας.
εʹ. Ὅτι τῶν ἀφελῶν ἐννοιῶν αἱ μὲν μᾶλλον ἁρμόττουσι τῷ πολιτικῷ, αἱ δὲ ἧττον, αἱ δὲ οὐδέτερον, ἃς καὶ μᾶλλον εἴποι τις ἂν προσήκειν ἀφελείᾳ.
ϛʹ. Τὰς τῶν ἀπλάστων ἠθῶν καὶ νηπίων, ἃς ἐξαιρέτως ἔχει ἡ ἀφέλεια, ἃς οὐδὲ ὅλως προσήκειν λόγω πολιτικῷ φησι.
θʹ. Ἀνάγκη γὰρ τὸν περὶ εὐτελῶν διαλεγόμενον πραγμάτων εὐτελέσι κεχρῆσθαι ἐννοίαις, ὡς καὶ ἐν τῷ κατὰ Κόνωνος ὁ Δημοσθένης φησί. φήσαντες γὰρ καπνίζειν αὐτοὺς ὀψοποιουμένους ἔτυπτον καὶ τὰς ἀμίδας κατεσκεδάννυον καὶ προσούρουν· καὶ μετʼ ὀλίγον φησὶ περὶ Κόνωνος καὶ τοῦ υἱέος αὐτοῦ, ὡς μετὰ τὸ τυπτῆσαι αὐτὸν εἶδε τοὺς ἀλεκτρυόνας μιμουμένους τοὺς νενικηκότας. οἱ δὲ κροτεῖν τοῖς ἀγνῶσιν αὐτῶν ἠξίουν ἀντὶ πτερύγων τὰς πλευράς.
ιδʹ. Εἰρήκαμεν, ὡς ἡ ἀφέλεια ποιεῖ τὴν γλυκύτητα μετὰ ἐπιτάσεως προφερομένη, διὸ καὶ πλεονάζει παρὰ τοῖς ποιηταῖς.
ιεʹ. Τὸ τοιοῦτον ἔσται, φησὶν, οὐκ ἀφελὲς, ἀλλὰ ἄλλο τι ἀντὶ τοῦ ἔνδοξον παράδειγμα.
ιϛʹ. Λαμπρότητος γὰρ ἔννοια, ὅταν θαρρῶν τις λέγῃ· διὰ τὸ ἔνδοξα εἶναι τὰ πράγματα καὶ χαίρειν τοῖς λεγομένοις τοὺς ἀκούοντας.
ιζʹ. Εἶπε γὰρ ἐν τῷ περὶ καθαρότητος, ὅτι φαινόμενός τις λόγος καθαρὸς, οὐ μήν γε ὡς ἀληθῶς.
καʹ. Ψιλὸν λέγει μηδενὸς ἔξωθεν συνεφελκομένου, ὥσπερ ἐν περιβολῇ· γράφεται δὲ οὕτως, ἀλλʼ ἢ τὸ ψιλὸν ἀντὶ τοῦ οὐδὲν διαφέρει ἢ τούτῳ τῷ ψιλὸν εἶναι, ἀσαφέστερον δέ· ἐξ ἐπιβολῆς δὲ εἶπε κατʼ ἐνίους, καίτοι ἐπιβολῆς οὐ προεμνήσθη, ἀλλά φαμεν, ὅτι ὅπερ εἶπεν ἀνωτέρω, ὅτι ἐπιπόλαιός ἐστι βαθύτης, τοῦτο ἐνταῦθα ἐπιβολὴν ἐκάλεσεν, εἴπερ ἄρα ἐπιβολὴν ἔγραψε καὶ οὐκ ἐπιπολήν· τὸ αὐτὸ γάρ ἐστι σημαινόμενον, ἐπιπόλαιον γὰρ λέγομεν τὸ ἄνωθεν ἐπικείμενον καὶ ὑπερέχον, καὶ ἐπιβολὴν τὸ ἑτέροις ἐπιβαλλόμενον καὶ ἐπιφαινόμενον ἄνωθεν, ἀντὶ τοῦ πρώτην αἴσθησιν, γράφεται οὖν ἐξ ἐπιπολῆς. —Ἡ γὰρ ὀξύτης ποτὲ μὲν ἀπαντᾷ λόγῳ τινὶ, οἷον σὺ δὲ, ὁ δὲ ἀδελφὸς ὁ σός· καὶ ὁ θεολόγος· «ἐγὼ δὲ ὑμῖν, ὅτι αἰσχύνεσθε·» ποτὲ δὲ ἁπλῶς ὀξέως ἐκφέρεται, οἷον μή μοι ταῦτα λέγε· καὶ τίς μοι νόμος ἡ Ναυάτου μισανθρωπία· ὡσὰν δὲ ἔχοι, ἐναντία ἐστὶ τῇ ἀφελείᾳ, φησὶν, ἀλλὰ τῷ ψιλὸν καὶ ἐξ ἐπιπολῆς εἰσάγεσθαι τὸ νόημα, καὶ ἀκατασκευάστως ἐκφέρεσθαι, καίπερ ὂν βαθὺ, ἀφελὲς εἶναι ἔδοξεν. —Ἡ ὀξύτης καὶ δριμύτης οὐδὲν ἀλλʼ ἢ ἐπιπόλαιός ἐστι βαθύτης, ἣν μέθοδον ἀλλʼ οὐκ ἔννοιαν λέγει δριμύτητος ἐν τῷ περὶ αὐτῆς λόγῳ.
κβʹ. Αἱ ἴδιαι τῆς ἀφελείας καὶ ἠθικαὶ, γλυκύτητα δὲ λέγει ἀντὶ τοῦ ὥραν καὶ ἡδονὴν καὶ ἁβρότητα.
κγʹ. Περὶ τῆς δριμύτητος, ἐν δὲ τῷ περὶ γλυκύτητος διατὶ εἶπε, καίτοι ἐν αὐτῷ περὶ γλυκύτητος μὴ λέγων, ἀλλὰ μετὰ τὴν ὅλην περὶ αὐτῆς διδασκαλίαν· λέγομεν οὖν, ὅτι διὰ τούτου δείκνυσιν, ὅτι κ. τ. λ.
κδʹ. Σεμνῆς γὰρ ἀναπαύσεως ἴδιον τὸ βεβηκέναι τὰ κῶλα, καὶ μὴ περιττεύειν συλλαβῇ· ἐκεῖ γὰρ εἶπεν, ὅτι ὁ μὴ βεβηκὼς ῥυθμὸς κάλλους ἴδιος. Σημείωσαι, ὅτι ἡ γλυκύτης κάλλος ἐστὶ τῆς ἀφελείας.
Περὶ γλυκύτητος.
αʹ. Οὐ μόνον ἡ ἀφέλεια, καθὰ δεδηλώκαμεν, ποιεῖ τὸ ἦθος τὸ πλεονάζον διʼ ὅλου τοῦ λόγου, ἢ ἄλλως πως μερικῶς γιγνόμενον χρήσιμον, ἀλλὰ καὶ ἄλλαι συντελοῦσι πρὸς ἀναπλήρωσιν τῆς τοιαύτης ἰδέας, ὧν ἐστι μία καὶ ἡ γλυκύτης κατʼ ἐπίτασιν γιγνομένη τῆς ἀφελείας· περὶ ἧς ἤδη λεκτέον μετὰ τὸν περὶ τῆς ἀφελείας λόγον· ἐξ ἧς καὶ γίνεσθαι πέφυκε, διὸ καὶ προσηκόντως μετὰ τὸ παραστῆσαι τὸν ἀφελῆ λόγον ἐπὶ τὴν γλυκύτητα μέτεισιν.
γʹ. Ὥσπερ ἐπὶ τῆς σεμνότητος καὶ τῶν ἄλλων ἰδεῶν τὰς μάλιστα συντελούσας αὐτῇ τῇ ἰδέᾳ προτάττει ἐννοίας, τὸν ἀυτὸν τρόπον κἀπὶ τῆς γλυκύτητος ποιεῖ· τὰς γὰρ μυθικὰς πάσας ἐννοίας λέγει τὸ πλέον ἔχειν τῆς ἡδονῆς καὶ τῆς γλυκύτητος.
δʹ. Τό τε γὰρ ἀφηγηματικὸν καὶ τὸ μυθῶδες πολλὴν ὑπτιότητα παρέχει τῷ λόγῳ, ὅπερ διὰ τῆς γοργότητος ἰάσατο δεόντως, ταχέως τε ἀφʼ ἑκάστου ἀπαλλαττόμενος, καὶ κομματικώτερα τὰ κῶλα ποιῶν· καὶ τῶν μερισμῶν τὰς ἀποδόσεις ἐπιταχύνων, ὡς ἐν τούτῳ· «λαβεῖν μὲν ὑπὲρ Ἁλιρροθίου τοῦ υἱοῦ παρὰ Ἄρεος, δικάσαι δὲ Εὐμενίσι καὶ Ὀρέστῃ οἱ δώδεκα θεοί.»
εʹ. Παρέσχε χώραν τῷ ῥήτορι χρήσασθαι τοῖς μυθικοῖς ἐν τῷ κατὰ Ἀριστοκράτους ἡ πίστις καὶ ἡ δόξα τῶν ἀνθρώπων· οὐ γὰρ ἄλλως ἐδόξαζον ἢ οὕτως, τὸ κριθῆναι μὲν τοὺς θεοὺς ἐν τῷ Ἀρείῳ πάγῳ, καὶ πάλιν τὸν Ὀρέστην καὶ τὰς Εὐμενίδας, ἀλλὰ καὶ τούτων οὕτως ἐχόντων οὐκ ἔμεινεν ὁ ῥήτωρ ἐν τοῖς μυθικοῖς, ὑπτιότητα γὰρ ἐν τῷ πολιτικῷ λόγῳ ταῦτα ποιεῖ· διὸ καὶ ἐκ τῶν ἰδίων, φησὶ, τῆς γοργότητος τὸ λίαν ὕπτιον παρεμυθήσατο. Τεμὼν, ἀντὶ τῷ τμητικῷ χρησάμενος εἴδει· ἐδίδαξε γὰρ ἐν τῷ περὶ γοργότητος, ὅτι τῶν χρημάτων τὰ μέν ἐστι ποιοῦντα γοργότητα, τὰ τμητικὰ, τὰ δὲ ὀρθὴν τὴν γενομένην ἐν τῷ λόγῳ ὑπτιότητα, καὶ ὅτι ὁ τμητικὸς λόγος ἐν τοῖς σχήμασι καὶ τοῖς ῥυθμοῖς θεωρεῖται· ἔτεμεν οὖν ὁ ῥήτωρ τὰ πράγματα οὕτως.
ζʹ. Ὅτι γλυκύτητος ἐννοιῶν εἴδη τρία, πρῶτον αἱ μυθικαὶ, δεύτερον αἱ διηγηματικαὶ καὶ μύθων οὖσαι ἐγγὺς, τρίτον αἱ ὀλίγον τοῦ μυθικοῦ κοινωνοῦσαι· ἕτερα δὲ εἴδη παρὰ τὰ τρία λέγει δύο, οἷς οὐκ ἀπονέμει τάξιν ἰδίαν διὰ τὸ συμπλέκεσθαι τοῖς τρισίν. —Λέγουσι τὸν Πᾶνα σκιαζόμενον ὑπὸ τῆς ἀσπίδος ἐν τῷ καιρῷ τῆς ναυμαχίας, καὶ τὸν Διόνυσον χορεύοντα ἐν τῷ πολέμῳ ὑπερμαχεῖν Ἀθηναίοις.
θʹ. Ὑπερβάλλει τὴν πρώτην ἔννοιαν, ὅτε ἐγκωμιάζεται· ἥδεται γὰρ πλέον, ἢ εἰ μύθους ἀκούοι, ὡς ὑποκατιὼν ἐρεῖ.
ιʹ. Τοῦτο σαφέστερον ἐκ τῶν ἑξῆς γίνεται· ἐρεῖ γὰρ, ὅτι τῶν κατὰ ἀπόλαυσιν ἡδονῶν αἱ μέν εἰσιν αἰσχραὶ, αἱ δὲ οὔ, ὅσαι οὖν αἰσχραὶ, ἐοικυῖαν ἔχουσιν αὐταῖς καὶ τὴν διὰ τῆς ἀκοῆς τέρψιν· τότε τοίνυν ἐλάττων ἡδονὴ γίνεται τοῖς ἀκροαταῖς τῆς ἐκ τῶν διηγημάτων τῆς τρίτης ἐννοίας, τῶν ἐπʼ ὀλίγον ἐχόντων τοῦ μυθικοῦ· οὐ γὰρ ὅμοιον εἰς ἡδονὴν τὸ περὶ τοῦ Πανὸς διήγημα Ἡροδότου ἐν τῇ ἕκτῃ, καὶ τὰ ἐν τῇ Ἀριστοφάνους κωμῳδίᾳ, οἷον ἐν Πλούτῳ, Βδέουσα δριμύτερον γαλῆς·
ιβʹ. Καθὰ καὶ ἐπὶ τῶν σεμνῶν ἐννοιῶν· ἀλλʼ ἐκεῖ μὲν σεμνὰ ὑπόκειται καὶ καθολικὰ πράγματα, ἐνταῦθα δὲ αἰσχρὰ μὲν ὡς ἐπὶ τὸ πλεῖστον, πλὴν εἰ καὶ μὴ οὕτως ἔχει, ἀλλʼ οὖν εὐτελῆ· ἐκφράσεις οὖν κάλλος χωρίου καὶ φυτείας διαφόρους καὶ ῥευμάτων ποικιλίας καὶ ὅσα τοιαῦτα.
ιδʹ. Τροπικὴ γάρ ἐστιν ἡ λέξις ἀπὸ τῆς ἀνθρωπικῆς πρὸς τὰ ἐρωτικὰ πτοίας ἐπὶ τὴν τοῦ θείου ἀπάθειαν μετενηνεγμένη, τραχέα δὲ τὰ τροπικὰ, σκληρὰ δὲ διὰ τὸ δύσφωνον τῆς συνθέσεως τοῦ ἔμαρπτε· καὶ μεγέθους δὲ μετέχειν αὐτάς φησιν, διότι ὑπὸ τὸ μέγεθος τραχύτης τε καὶ σφοδρότης ἀνάγεται·
ιεʹ. Τὴν γὰρ ὄψιν εὐφραίνει τὰ τοιαῦτα· εἴρηται δὲ καὶ ἀνωτέρω, ὅτι ὅσα προσφιλῆ ταῖς αἰσθήσεσιν ἡμῶν ἐστιν, ταῦτα ἐκφραζόμενα πολλὴν παρέχει τὴν γλυκύτητα τῷ λόγῳ.
ιϛʹ. Τὰς ἐρωτικὰς ἐννοίας οὐ λογίζομαι, φησὶν, εἰς τετάρτην τάξιν, οὐδὲ ἀπονέμω αὐταῖς ἴδιόν τινα τόπον, ἐπειδὴ ὡς ἐπὶ τὸ πλεῖστον οὐ κατὰ μόνας οὐδὲ καθʼ ἑαυτὰς θεωροῦνται, ἀλλὰ συμπλέκονται τοῖς προειρημένοις τρισὶν εἴδεσιν τῶν ἐννοιῶν τῆς γλυκύτητος. τῆς τετάρτης οὖν ἐννοίας τάξιν ἰδίαν αὐτὸς οὐκ ἀπονέμει, ἐπειδὴ συμπλέκεται ταῖς ἄλλαις.
ιζʹ. Καὶ γὰρ ἡ ἔννοια πολλῆς γέμει τῆς γλυκύτητος μεταφορικῶς προενεχθεῖσα, ὡς περὶ ἀνθρώπων γὰρ ἔφη τῶν δένδρων τὸ θέλει, καὶ ἡ λέξις πολλὴν ἐνδείκνυται τὴν ἀφέλειαν.
ιηʹ. Οὐ γὰρ οὕτως ἄν τις εἴποι τροπικὸν εἶναι τῷ ζωὴν ἔχοντι φυσικὴν τῷ δένδρῳ προαίρεσιν περιθεῖναι, ἥτις διὰ τοῦ ἐθέλει δηλοῦται, ἢ τῇ προϊούσῃ φωνῇ τὴν τοῦ ῥεύματος ἐπιθεῖναι μεταφορὰν, καὶ τῷ ἀψύχῳ τὴν ζῶσαν εἰκάσαι φωνὴν, καὶ τῷ ἀναρμόστῳ δὲ τὸ ἐναρμόνιον, καὶ τῷ ἀτάκτως μετὰ ῥοίζου προχεομένῳ τὴν μετὰ τάξεως καὶ λειότητος ἤχου προϊοῦσαν.
ιθʹ. Τὸ τοῖς ἀπροαιρέτοις προαιρετικόν τι περιτιθέναι καὶ εἰσάγειν αὐτὰ δυνάμενα εἰδέναι τὸ πρακτέον.
κʹ. Περιττὸν ἡγήσατο περὶ τῶν αὐτῶν αὖθις διδάσκειν ἅπαξ εἰσηγησάμενος ἐν τῷ περὶ καθαρότητος καὶ ἀφελείας λόγῳ· δεῖ γὰρ τὰς αὐτὰς ἐπὶ τῆς γλυκύτητος μεθόδους λαμβάνειν, ἃς ἐπὶ τῆς καθαρότητος καὶ τῆς ἀφελείας περιελάβομεν.
καʹ. Εἶπε γὰρ ἐν τῷ περὶ λέξεως ἀφελείας, ὅτι εἰσί τινες καὶ ὥσπερ ἴδιαι τῆς ἀφελείας, οἷον τὸ ἀδελφίζειν παρὰ Ἰσοκράτει, καὶ ὁ κλαυσίγελως παρὰ τῷ Ξενοφῶντι.
κβʹ. Ἐννοίαις μὲν ταῖς τὴν πρώτην τάξιν ἐπεχούσαις, οἷον τοῖς διηγήμασιν τοῖς ἐπʼ ὀλίγον τοῦ μυθικοῦ κοινωνοῦσι, μεθόδοις δὲ ταῖς καθαραῖς· ἄρχεται γὰρ ἀπʼ αὐτοῦ ψιλοῦ τοῦ πράγματος, ὅπερ ἴδιον καθαρότητος.
κδʹ. Αἱ ἐξεναλλαγαὶ, φησὶ, τῶν διαλέκτων πολλὴν ἡδύτητα χορηγοῦσι ταῖς ἀκοαῖς, διόπερ καὶ αἱ κολλήσεις τῶν ἐπῶν ἐν τῷ πεζῷ λόγῳ τοὺς ἀκροωμένους εὐφραίνουσιν, εἰ κατὰ σύνθεσιν ἐξαγγέλλοιντο δεόντως, ἀλλὰ μὴ κατὰ παράθεσιν.
κεʹ. Ἰδίων μὲν, ὡς ἐν Φαίδρῳ καὶ συμποσίῳ, ἀλλοτρίων δὲ, ὡς ἐν πέμπτῳ τῆς πολιτείας. —Ὥσπερ οἱ νόμοι· τοῦτο λέγει, ὅτι ταῦτα οὐ ποιοῦσι παραπλοκὴν, ἀλλὰ οὕτως εἰσὶ χρήσεις ἁπλῶς, ὥσπερ λέγεις τὴν σὴν ἔννοιαν, εἶτα λέγεις, ὅτι καὶ ὁ νόμος ταῦτά φησι καὶ τὸ ψήφισμα ὡσαύτως. Περὶ δριμύτητος καὶ τοῦ ὀξέως λέγειν, ὡραίου τε καὶ ἁβροῦ καὶ ἡδονὴν ἔχοντος λόγου.
αʹ. Ἡ δριμύτης ταὐτόν ἐστι τῇ ὀξύτητι, ὡς αὐτὸς προεῖπε, παρακολουθεῖ δὲ τῇ γλυκύτητι καὶ τῇ ἀφελείᾳ προσήκουσα αὐταῖς, γίνεται δὲ, ὅταν τὰ βαθέα νοήματα ἁπλῶς καὶ ὡς ἔτυχε γίνεσθαι λέγωμεν.
βʹ. Ἐν τῷ περὶ μεθόδου ἀφελείας ἔφη, ὅτι ἡ δριμύτης καὶ ἡ ὀξύτης ἡ αὐτὴ οὖσα ἰδέα ἐπιπόλαιός ἐστι βαθύτης καὶ τῷ μὲν ἀφελεῖ λόγῳ ἐναντίαι πως εἶναι δοκοῦσι, καίτοι ὑπὸ τὴν ἀφέλειαν τελοῦσαι, δεινότητος δὲ μᾶλλόν εἰσιν οἰκεῖαι. τὰς γοῦν ταχείας ἀπαντήσεις οὐ πολὺ τὸ περινενοημένον ἐχούσας εἶδος εἶναι δριμύτητός φησιν, οἷον «κακοδαιμονοῦσι μὲν Βυζάντιοι σφόδρα γε, ἀλλʼ ὅμως αὐτοὺς δεῖ σῶς εἶναι, συμφέρει γὰρ τῇ πόλει·» πάλιν δὲ κἀν τῷ περὶ μεθόδου γοργότητος τὸ παράδειγμα τοῦτο σὺν ἑτέροις θεὶς ἐπήνεγκε. ταῦτα γάρ πώς εἰσιν ὀξέα, τουτέστιν ὑπὸ τὴν ὀξύτητα καὶ δριμύτητα τελοῦντα.
γʹ. Ὅτι μέθοδος ἀφελείας τὸ μὴ περινενοημένως λέγειν, ἀλλʼ ἀνειμένως τὰ περινενοημένα. Διὰ τί δὲ ὥσπερ περὶ ἑκάστης τῶν ἄλλων ἰδεῶν ἐννοίας λέγει καὶ τὰ ἑξῆς, οὐχ οὕτως καὶ ἐπὶ τῆς δριμύτητος ἐκτίθεται; φαμὲν, ὅτι ἀμφισβητεῖται, πότερον ἡ δριμύτης περὶ λέξιν γίνεται, ἢ περὶ τὰς ἐννοίας· περὶ οὖν τῶν ἀμφισβητουμένων οὐκ ἠδύνατο ἀφωρισμένως καὶ κατὰ μέρος ὁμοίως ἐν τοῖς ἄλλοις διδάσκειν.
δʹ. Ὑπέρβατόν ἐστιν, ἡ γὰρ λέξις, φησὶν, ἡ ποιοῦσα τὴν δριμύτητα αὐτὴν καθʼ ἑαυτὴν οὐδὲν ἔχει δριμύ, εἰ μόνον αὐτὴν χωρίσειέ τις τῶν πρὸ αὐτῆς ῥηθέντων τῆς ἐννοίας.
εʹ. Ἐπὶ τοῦ τὸν ἄνδρα τὸν ἴδιον φιλεῖν ἑκάστην γυναῖκα, ὁ δὲ Ἀθηναῖος ἐν τοῖς Δειπνοσοφισταῖς πολλῶν τοιούτων μέμνηται, φάσκων Διονύσιον τὸν Σικελίας τύραννον τούτοις χαίρειν.
ζʹ. Αὐστηρὰν ἐκάλεσε τροπὴν, οἷαι ἦσαν αἱ προειρημέναι καὶ τὸ καταρρεῖ· τὸ δὲ ἤνθησε τροπικὸν μὲν, ἡ γὰρ αἴσθησις οὐ πόρρω τῆς τῶν πραγμάτων ἀκμῆς βαίνουσα τυγχάνει· καὶ γὰρ τὰ φυτὰ καὶ πάντα ἐφʼ ὧν τὸ ἀνθεῖν τάττεται κυρίως, ὅταν ἀκμάζῃ τῷ γονίμῳ, χωρεῖ πρὸς τὴν ἄνθησιν.
ηʹ. Ἐπειδὴ τὸ οἰκῶν καὶ ἡρμήνευσε κυρίως ἐπὶ ἀνθρώπου λέγεται, διὰ τοῦτο, εἰ τὸ οἰκῶν χωρὶς τοῦ ἡρμήνευσεν ἔκειτο, σκληρὸν ἂν ἦν· νῦν δὲ τὸ ἡρμήνευσεν ἀκόλουθον ὂν τῷ οἰκῶν, — ἐπὶ γὰρ ἀνθρώπων ἄμφω εἴρηται — παρεμυθήσατο τὸ πρότερον· εἰ καὶ ἐπὶ ὀρνέου κεῖται.
Εἰ μὲν γὰρ ἐκ γῆς εἰς θάλασσαν· ἀντὶ τοῦ εἰ ὁ ἀμφίβιος ὄρνις εἰωθὼς εἰς γῆν πέτεσθαι ἐκ θαλάσσης καὶ ἐκ γῆς εἰς θάλασσαν, κατοικῶν δὲ ἐν ὕδασιν. — Τὸ ἡρμήνευσέν ἐστιν ἡ δριμύτης, ἡ γὰρ ἑρμηνεία κυρίως ἐπὶ ἀνθρώπων ἐστίν· ἐνταῦθα δὲ τὸ ἐδήλωσε σημαίνει, ἡ πρώτη οὖν τροπὴ τὸ ὁ κύματα οἰκῶν, τὸ γὰρ οἰκεῖν οὐ κυρίως λέγοιτʼ ἂν ἐπὶ κυμάτων, ἡ δευτέρα δὲ καὶ σκληροτέρα τὸ ἡρμήνευσεν, ὅπερ οὐ δοκεῖ τῷ παρακεῖσθαι τῷ οἰκῶν. —Τῶν ἄλλων τι· οἷον μυθικὸν κ. τ. λ. Περὶ ἐπιεικείας.
αʹ. Διδάξας περὶ ἀφελείας καὶ τῶν προσηκουσῶν αὐτῇ, λέγω τῆς γλυκύτητος καὶ τῆς δριμύτητος, διαλαμβάνει καὶ περὶ τῆς ἐπιεικείας, τῆς ὁμοίως τῇ ἀφελείᾳ ἀναγομένης ὑπὸ τὸ ἦθος.
βʹ. Μεμαθήκαμεν ἐν τοῖς φθάσασιν, ὡς ἀποτελεστικὴ τοῦ ἤθους ἐστὶ καὶ ἡ ἐπιείκεια, ἣν καὶ πρώτην ἐν τῇ ἀπαριθμήσει τέταχεν ὁ τεχνικὸς, καὶ ἴσως παρά τισιν ἂν φανείη τοῦτο ζητήσεως ἄξιον, πλὴν παραδραμοῦμεν αὐτὸ διὰ τὸ ὑπόψυχρον τῆς ἀπορίας, ἀλλʼ ἤδη σκοπήσωμεν, ποίας λέγει μᾶλλον ἁρμόττειν ἐννοίας τῷ ἠθικῷ λόγῳ, πλὴν διέστηκεν, ἡ μὲν γὰρ ἐκ τοῦ προσώπου, ἡ δὲ ἐκ τοῦ πράγματος γίνεται.
γʹ. Καὶ τοῦτο τῆς Δημοσθενικῆς δεινότητος ἄξιον, τὸ τοῦτο δοκεῖν χαρίζεσθαι τῷ ἐχθρῷ, διʼ οὗ μάλιστα παρανομωτάτην ἀποδείκνυσι τὴν γεγραμμένην αὐτῷ δωρεάν. νόμῳ γὰρ αὐτὸν κ. τ. λ.
δʹ. Σημείωσαι, τίνες ἠθικοὶ ῥήτορες, καὶ ὅτι εἰσὶ μὲν καὶ κατʼ ἔννοιαν ἠθικώτεροι, πολλῷ δὲ πλέον ταῖς μεθόδοις.
εʹ. Τῷ γὰρ ἑκόντα φαίνεσθαι τὸ πολὺ τῆς ἀξίας ἔλαττον ἀγαπῶντα, σύμφωνός ἐστιν ἥ τε τῶν οἰκείων πλεονεκτημάτων μείωσις καὶ τοῖς κατὰ τῶν ἐχθρῶν λόγοις ὑφειμένη τῶν ἐλαττωμάτων μνήμη, καὶ ἔτι κατὰ παράλειψιν ἐφʼ ἑκατέρου μέθοδος.
ϛʹ. Τὸ ψιλὰ τὰ πράγματά φησιν ἀφηγεῖσθαι, μηδὲν αὐτοῖς τῶν ἔξωθεν συνεπιπλέκοντα, καὶ γὰρ ἀνωτέρω τὰς αὐτὰς ἔφη μεθόδους ἀφελείας τε καὶ καθαρότητος εἶναι. Περὶ ἀληθινοῦ λόγου.
αʹ. Καὶ ἐν τῇ ἀρχῇ τῆς περὶ ἤθους διδασκαλίας ἠπόρησεν, διὰ τί κατὰ τὴν ἀρχὴν τοῦ βιβλίου τὸ πρῶτον ἰδέας ἑπτὰ εἰπὼν εἶναι, ὧν τὰς μὲν τρεῖς γενικὰς, τὰς δὲ τέσσαρας ἐφʼ ἑαυτῶν ἵστασθαι ἀδιαιρέτους εἰδικὰς οὔσας, καὶ συναριθμήσας τὴν ἀλήθειαν ταῖς ἄλλαις ἓξ ἰδέαις, ἐνταῦθα φαίνεται τὴν ἀλήθειαν ἀναγαγὼν ὑπὸ τὸ ἦθος, ἀλλʼ οὐχ ὡς περὶ τελείας ἰδέας αὐτῆς διαλεγόμενος· ἀλλὰ λέγομεν, ὅτι εἰκὸς, τὸν Ἑρμογένην ἰδέας ἓξ εἶναι δοξάζοντα, ὑπὸ τὸ ἦθος τὴν ἀλήθειαν ἀναγαγεῖν, ὥσπερ καὶ τὴν ἐπιείκειαν καὶ τὴν ἀφέλειαν καὶ τὴν βαρύτητα, καὶ οὕτως ἐν ἀρχῇ καταριθμήσασθαι, χωρὶς τῆς ἀληθείας ἓξ, οἷον σαφήνειαν, μέγεθος, κάλλος, γοργότητα, ἦθος, δεινότητα, τοὺς δὲ γραφέας προσθεῖναι κατὰ πλάνην τὴν ἀλήθειαν τῷ καταλόγῳ τῶν γενικῶν ἰδεῶν, οὐκ οὖσαν εἰδικὴν, ἀλλʼ οὐδὲ γενικήν.
βʹ. Τοῦ λόγου τὸ μὲν ἐνδιάθετον, τὸ δὲ προφορικόν· προφορικὸς μὲν οὖν ἐστιν ὁ κατὰ φωνὴν, ἐνδιάθετος δὲ ὁ ἐν τῇ διανοίᾳ καὶ ψυχῇ λόγος, ὃν ἀληθινὸν καλεῖ.
γʹ. Καὶ πάλιν ἐν τῷ κατὰ Ἀριστοκράτους· τὸ μισθοφόρου καὶ θεράποντος ἐκείνων ἔργον ἡ πόλις ἡμῶν διεπράττετο· ἐφρούρει Χαρίδημον οἴμοι· τῆς γὰρ ἐννοίας ἐπʼ ἀμφοτέρων καθαρᾶς οὔσης ἡ τοῦ σχετλιασμοῦ μέθοδος σὺν ἐπαναλήψει προελθοῦσα πεποίηκε τὸ ὅλον δοκεῖν πως φαίνεσθαι σχετλιαστικόν· ἐπὶ δὲ τοῦ δευτέρου τὸ πολὺ τοῦ πράγματος ἄδοξον τρόπον τινὰ ὀδύρεται, εἴγε τὸν στρατιώτην τὸν πρώην ἄλλως ἀγαπητῶς δορυφοροῦντα ἡ τῶν Ἀθηναίων πόλις φρουρεῖν ψηφίζεται. — Εἰδέναι χρὴ, ὅτι τῇ ἐννοίᾳ μόνῃ ἡ μέθοδος ἀκολουθεῖ· τῇ δὲ λέξει τὰ ἕτερα πέντε μέρη, ἐν αὐτῇ γὰρ θεωροῦνται, καὶ περὶ αὐτὴν καταγίνονται. —Ἰστέον, ὅτι πολλοὶ καὶ τῶν ἐλλογίμων τοῦτο· ὦ Ζεῦ, καὶ τό· Ἀνδροτίων, ὦ γῆ καὶ θεοὶ, ὀξύνουσιν ὡς σχετλιαστικὰ τῷ τῶν γραμματικῶν ἑπόμενοι κανόνι, ἀλλʼ οἱ πλείους καὶ ἀξιολογώτεροι περισπῶσιν ἄμφω ὡς κλητικῶς.
εʹ. Ὅταν ὡς ἀληθῶς σχετλιάζῃ τις, ἔννοια γίνεται τοῦ ἐμψύχου λόγου, ὡς τὸ Χαρίδημον οἴμοι, ὅταν δὲ τῷ δοκεῖν, ἀλλὰ μὴ φύσει, μέθοδος· σχηματίζεται γὰρ καὶ πλάττεται τὰ μὴ ὄντα, σχήματα δὲ ἐννοίας ἡ μέθοδος αὐτῶν δοκεῖ.
ϛʹ. Εὐτελὲς γὰρ καὶ λίαν εὐκαταφρόνητον πρᾶγμα κεκίνηκε τὸν ῥήτορα πρὸς σχετλιασμόν.
ζʹ. Μέθοδος τὸ μὴ προσλέγειν, ὡς ὄμνυσί τις ἢ εὔξεται καὶ τὸ θαυμάζειν μὴ προλέγοντα.
ηʹ. Ἡ δὲ αἰτία σαφὴς καὶ τῷ μετρίως ἔχοντί πως περὶ τοὺς λόγους αἰσθήσεως· πῶς γὰρ ἠδύνατο παθαίνεσθαι, μηδενὸς ὑπόντος τοῦ κινοῦντος αὐτόν; —Τὴν ἐπιμονὴν ἐκάλεσε πάνυ πολὺ, οἷον τὸ ἐπιμεῖναι τὸ πάνυ πολύ ἐστιν, ὅπερ ἐν τῷ ἡγουμένῳ ῥητῷ κεῖται, εἰ προλαβὼν ἀργύριον πάνυ πολύ.
θʹ. Καθὰ καὶ ἡ ἀφέλεια καὶ ὁ ἐνδιάθετος ὑπὸ τὸ ἦθος ἀνάγεται· λέγει οὖν, ὅτι κοινωνεῖ ἀλλήλοις κατὰ τὸ γένος.
ιʹ. Καταστήσει μὲν γὰρ τὸν ἀντιθετικὸν λόγον ὁ πειρώμενος οὕτως λέγειν, ἀπήγγελτο τοίνυν ἐμοί τις, καὶ τοιοῦτόν τι παρεσκευάσθαι λέγειν αὐτόν· τόδε ἢ τόδε, ἢ πάλιν· οἶδα τοίνυν, ὡς ἐκείνῳ πολλῷ χρήσεται τῷ λόγῳ· ἄνευ δὲ καταστάσεως ἀντιθήσει ὁ ψιλὸν τὸν ἀντιθετικὸν λόγον εἰσάγων, ὡς ἐν οἷς αὐτὸς τίθησι παραδείγμασι· καὶ ὅλως ἰστέον, ὅτι ἡ πρότασίς ἐστιν ἡ κατάστασις· ἡ δὲ ὑποστροφὴ ψιλή ἐστι, τὸ ἄνευ καταστάσεως λέγειν· φησὶ δὲ, ὅτι κἂν εἰ λύοι τις τὰς ἀντιθέσεις ἐξ ἐπεμβολῆς ἄνευ καταστάσεως, πεποιθότως λέγει.
ιαʹ. Ἰστέον, ὅτι περὶ πολλῶν καλῶν ἐν τῷ περὶ μεθόδου δεινότητος διαλαμβάνων ὁ τεχνογράφος οὐδέν τι περὶ συνδρομῆς ἤτοι περὶ συγχωρήσεως, ἐπιλαθόμενος ὡς ἔοικεν, ἔφη· χρησόμεθα δὲ τῇ συνδρομῇ, ἢ ὅταν κ. τ. λ.
ιδʹ. Ἧττον λυπεῖ, φησὶν, ὁ τῇ λοιδορίᾳ χρώμενος, ὅταν ἐξαίφνης λοιδορήσεται, ἐμφαίνει γὰρ ὅτι ἐξ ὀργῆς ἡ λοιδορία οὐ προαιρέσεως, ἐνδιακειμένως δὲ κατὰ διάθεσιν καὶ πάθος ψυχῆς.
ιηʹ. Ὁ Ἀβραδάτης εἰς πόλεμον τέθνηκε, καὶ ἔκοψαν τὴν χεῖρα αὐτοῦ, καὶ ἡ γυνὴ ἐκράτει τῆς χειρὸς αὐτοῦ καταφιλοῦσα, καὶ ἠκολούθει ἡ χεὶρ αὐτοῦ.
ιθʹ. Ἐπιφοράν φησιν τὴν καταφορὰν, οἱ δὲ καταφορικοὶ τῶν λόγων σφοδρότητος οἰκεῖοι.
κʹ. Ἡ μετὰ ἐρωτήσεως ἀποστροφὴ διαφέρει τῆς ἀποστροφῆς, ὅτι ἡ μὲν ὡς ἐξ ἀποφάσεως κ. τ. λ. —Τί γὰρ δήποτʼ Εὔβουλε· ἐν τῷ παραπρεσβείας· «νῦν δʼ ἤδη περιερχόμεθα ἡμεῖς, τί δέδοκται τοῖς ἄλλοις σκοποῦντες καὶ ὠτακουστοῦντες, τί τὰ τῶν Ἀρκάδων, τί τὰ τῶν Ἀμφικτυόνων ποιεῖ, πάρεισι Φίλιππος, ζῇ ἢ τέθνηκεν, οὐ τοιαῦτα ζητοῦμεν; ἐγὼ δὲ οὐ δέδοικα, εἰ Φίλιππος ζῇ, ἀλλʼ εἰ τῆς πόλεως τέθνηκε τὸ τοὺς ἀδικοῦντας μισεῖν καὶ τιμωρεῖσθαι,» καὶ τὰ ἑξῆς. —Κατὰ τὴν μέθοδον· ἐκ τούτου γνωστέον, ὡς οὐκ ἔστι διαφορὰ παρὰ τῷ τεχνικῷ σχήματος καὶ μεθόδου, ἀλλʼ ἢ μόνον, ὅτι τὴν μέθοδον ἐπὶ τῆς ἐννοίας τάττει, τὸ δὲ σχῆμα ἐπὶ τοῦ λόγου· ὅπερ οὖν σχῆμα ἐν λόγῳ, τοῦτο μέθοδος ἐπʼ ἐννοίας· εἰσὶ δὲ ἄμφω ὑπαλλαγαὶ καὶ μεθαρμόσεις καὶ οἷον κινήσεις καὶ ἐργασίαι πρὸς τὸ δέον.
καʹ. Κἀντεῦθεν δῆλον, ὅτι ἡ περὶ σχημάτων διδασκαλία συγκέχυται παρʼ αὐτῷ· ἡ γὰρ διαπόρησις σχῆμά ἐστι διανοίας οὐ λέξεως, ὡς αὐτὸς οἴεται.
κβʹ. Περὶ τοῦ «μὲν» συνδέσμου τοῦ ἐν τῷ κατὰ Τιμοκράτους προοιμίῳ, ὅτι κατὰ τὸ ἀπόλυτον εἴργασται καὶ οὐ δεῖται τοῦ ἀνταποδοτικοῦ «δὲ,» διὰ τούτων τῶν Ἑρμογένους λόγων μανθάνομεν.
κγʹ. Πολλαχοῦ τῶν λόγων ὁ Δημοσθένης τά τε ζητούμενα ὡς ὁμολογούμενα λαμβάνει· δεινότητι πρὸς τὸ δοκοῦν ἑκάστοτε τὸν ἀκροατὴν μετάγων καὶ τῷ ἀπολύτῳ μερισμῷ χρώμενος οὐκ ἀξιοῖ ἀνταποδιδόναι τὸν δέ. Τοῦ Τιμοκράτους τοίνυν θρυλοῦντος, ὡς διʼ ἔχθραν ὁ Διόδωρος τῶν παρανόμων ἀπενήνοχεν κατʼ αὐτοῦ τὴν γραφὴν, εὐθὺς ὁ ῥήτωρ τὴν πρώτην τοῦ προοιμίου πρότασιν κατὰ ἀπόλυτον εἰσήνεγκε μερικὸν, ἀξιοπίστως τὴν αἰτίαν ἔχθρας ἀπολυόμενος, καὶ Τιμοκράτην παραίτιον ἑαυτῷ τῆς κατηγορίας ἀποφαίνων· καὶ διὰ τοῦτο τῷ «μὲν» οὐκ ἀποδέδωκε τὸν «δὲ,» ὥσπερ καὶ τὸ ἐγὼ μὲν ἡγοῦμαι. —Σχήματα ἐν ταῖς ἐπιφοραῖς τὰ σφοδρὰ καὶ αἱ ἀποστροφαὶ καὶ τὸ δεικτικὸν, καὶ ἡ διαπόρησις καὶ αἱ ἐπικρίσεις ἄνευ ἐνδοιασμοῦ, καὶ ἡ ἐπιδιόρθωσις, καὶ ὁ ἀπόλυτος μερισμός. Περὶ βαρύτητος.
αʹ. Εἰπὼν, ὅτι τὸ ἦθος διαιρεῖται εἰς ἐπιείκειαν καὶ ἀφέλειαν, καὶ εἰς τὸ ἀληθὲς καὶ ἐνδιάθετον καὶ εἰς βαρύτητα, διδάξας περὶ τῶν ἄλλων ἐπὶ τὴν λειπομένην τῶν ἠθικῶν ἐννοιῶν ἔρχεται, τὴν βαρύτητα.
βʹ. Ὅτι ἡ μὲν βαρύτης ὑπόκειται τῷ ἠθικῷ λόγῳ, καὶ αὐτὴ καθʼ ἑαυτὴν οὐ συνέστηκεν, οὐδὲ συμπληροῖ γε αὐτὸν, ὥσπερ ἡ ἀφέλεια καὶ ἡ ἐπιείκεια καὶ τὸ ἐνδιάθετον καὶ ἀληθὲς, ἱκανῶς ἐν τοῖς φθάσασι μεμαθήκαμεν, διὰ δὴ καὶ τελευταίαν αὐτὴν τέταχεν· εἰ γὰρ ἐξ ἄλλων γίνεσθαι πέφυκε, πῶς οἷόν τε πρὸ ἐκείνων τάττειν αὐτὴν, ἥτις καθʼ ἑαυτὴν οὐδὲ συνέστηκε τὴν ἀρχὴν, ἀλλʼ ἤδη περὶ αὐτῆς λεκτέον. Ὑπερωρίσθη γὰρ παρὰ τῶν Ἀθηναίων ὁ ῥήτωρ καὶ ἠξίου ἐπανελθεῖν.
Πλεονεκτεῖν τῷ ἐχθρῷ· οἷον ἵνα εἴπῃς οὕτω κατʼ εἰρωνείαν· μείζων γάρ ἐστιν οὗτος εὐεργεσίαις, ἤπερ ἐγὼ καὶ ὁ θεολόγος· καὶ Παῦλος τοῦτο ἐτόλμησεν, οὗ σὺ δηλαδὴ διδάσκαλος· τοῦτο εἰρωνείας ἐστὶ μετὰ βαρύτητος.
Εἰ γὰρ μὴ εἰρων. κ. τ. λ.
Κοθωκίδης ἐστὶν ὁ δῆμος, ἐν ᾧ κατέμεινεν Αἰσχίνης, Οἰνόμαος δὲ λέγεται ὁ Αἰσχίνης κ. τ. λ.
Ποῖά εἰσι τὰ ἐσχηματισμένα προβλήματα, ἔμαθες ἐν τῷ τρισκαιδεκάτῳ κεφαλαίῳ τοῦ τετάρτου τόμου τῶν εὑρέσεων, ἐκεῖσε γὰρ περὶ τούτων διδάσκει διʼ ἄλλων τε οὐκ ὀλίγων παραδειγμάτων καὶ διὰ τοῦ κατὰ τὸν Περικλέα.
δʹ. Ἀπέδειξεν, ὡς ἡ εἰρωνεία μέθοδός ἐστί τις ποιοῦσα τὴν βαρύτητα, τοῦτο δὲ σαφῶς κἀν τοῖς φθάσασι μεμαθήκαμεν.
εʹ. Τοσαῦτα τοίνυν ὁ Θεμιστοκλῆς λέξει ἐν τῇ προσαγγελίᾳ, ἃ τῷ θέλοντι προσέχειν ἀκριβῶς ἀρκεῖ πρὸς ὅλην τοῦ λόγου τὴν κατασκευήν· σφόδρα γὰρ δαιμονίως ἡμῖν ὁ τεχνικὸς τὰ σπέρματα σχεδὸν ὑπέδειξε τῆς ὑποθέσεως.
ϛʹ. Ταῦτα μετὰ τὴν μέθοδον, τὴν λέξιν λέγω καὶ τὰ ἑπόμενα τῇ λέξει, ληπτέον, ὅσα ταῖς ἠθικαῖς ἰδέαις ἥρμοσεν. οὐ γὰρ ἂν εὕροις ἴδιόν τι τούτων τῆς βαρύτητος· ἐδίδαξε γὰρ κ. τ. λ. Περὶ δεινότητος.
βʹ. Τῆς δεινότητος καὶ τὸ ὄνομα πολλὴν παρέσχετο ζήτησιν, ἐπὶ γὰρ τῶν ἄλλων οὐκ ἐδεήθη τῆς τοιαύτης ἀπορίας, διὰ τὸ εἶναι σαφῆ τὴν διδασκαλίαν αὐτῶν· ἐνταῦθα δὲ πολλὴ τὴν ἀρχὴν ἡ ἀμφισβήτησις γέγονεν, ἐπὶ ποίου σημαινομένου δεῖ λαμβάνειν τὴν δεινότητα, καὶ τοῦτο σαφῶς ἐξ αὐτῆς εἰσόμεθα τῆς λέξεως· οὐδὲ γὰρ σαφέστερον ἔνεστιν διεξελθεῖν τὰ τοῦ τεχνικοῦ, καθὰ πολλάκις διεμαρτυράμην, ἀλλʼ ἐκεῖνοι διαφερόντως εὐδοκιμήκασιν. ὅσοι γε τὴν ἀρχὴν εἵποντο τῷ τεχνικῷ, μηδὲν τῶν αὐτοῦ παραλλάξαντες· ἀλλʼ ἐπανιτέον, ὄθεν ἐξέβημεν, καὶ σκοπήσωμεν, ὅπως λέγει. —Τοῦτο λέγει, τὸ εἰδέναι χρῆσθαι κατὰ τὸ προσῆκον τοῖς προσώποις καὶ τοῖς πράγμασιν, ἐννοίας, λέξεις, σχήματα, κῶλα, κεφάλαια, ἐπιχειρήματα, ἐργασίας, ἐνθυμήματα καὶ πάντα, ἐξ ὧν συνέστηκε λόγος, καὶ ὅτι ἄλλως ἀπαντᾷ τις τῷ ῥήτορι εἰς τὰς ἀντιθέσεις αὐτοῦ καὶ ἄλλως τῷ ἰδιώτῃ καὶ ἄλλως τῷ βασιλεῖ, καὶ τοῖς ἑξῆς ὁμοίως. —Προκαταρκτικὰς κ. τ. λ. —Τὰ εἴδη τοῦ λόγου καὶ τὰ μέρη αὐτοῦ. εἴδη μὲν τὰς ἰδέας, μέρη δὲ τὰ ὀκτὼ, οἷον τὰ σχήματα, ἡ μέθοδος, ἡ λέξις καὶ τὰ λοιπά.
γʹ. Εἰδῶν μὲν πάλιν καταχρηστικῶς τῶν ἰδεῶν λέγει, ἐναντίων δὲ τῶν ἀντικειμένων ἑκάστῃ ἰδέᾳ, ὡς τῇ σαφηνείᾳ ἡ ἀσάφεια, τῷ μεγέθει ἡ ταπεινότης, τῇ γοργότητι τὸ μῆκος τῶν λόγων, τὰ δὲ ἕτερα, διʼ ὧν σῶμα λόγου γίνεται· ἔτι τὰ τρία τῆς ῥητορικῆς εἴδη· αἱ στάσεις, τὰ πέντε μέρη τοῦ πολιτικοῦ λόγου ταῦτα γὰρ εἰς ταὐτὸν ἅπαντα συνελθόντα σῶμά τε κάλλιστον δημιουργοῦσι τῷ λόγῳ, καὶ κατὰ Πλάτωνα ζώῳ τελείῳ παραπλήσιον αὐτὸν ἀπεργάζονται.
δʹ. Τὸ μὲν πότε ἐν ποίῳ καιρῷ· οὐ γὰρ κ. τ. λ. τὸ δὲ ποῦ ἐν ποίῳ μέρει τοῦ λόγου, πότερον ἐν ἀρχαῖς ἢ μέσοις, ἢ τελευταίοις πολλὰ γὰρ καὶ καλῶς νοηθέντα καὶ μετρίας τυχόντα φράσεως διὰ τὴν ἀπειρίαν τῆς τάξεως ἔβλαψε μᾶλλον, ἤπερ ὠφέλησε τοὺς ῥητορεύοντας· τὸ δὲ μέχρι πόσου, πότερον ἐπὶ πολὺ ἢ πρὸς ὀλίγον· τὸ δὲ πρὸς ὅντινα, ὅπως ἂν καὶ τῆς τοῦ προσώπου ποιότητος ἐστοχασμένως ποιώμεθα τοὺς λόγους· τὸ δὲ πῶς, διὰ ποίων ἐπιχειρημάτων· τὸ δὲ διότι, τίνες αἱ αἰτίαι τῆς τοιᾶσδε τοῦ λόγου μεταχειρίσεως.
εʹ. Ἰστέον, ὅτι ἐν τοῖς νῦν φαινομένοις Θεοκριτείοις, εἰ μὴ θεῖος ἀοιδὸς γέγραπται, πολὺ δὲ καὶ τὸ δεινὸς οἰκειότατον· πάσης γὰρ ἐπιστήμων ὁ ἀνὴρ ποιητικῆς τε καὶ μουσικῆς ὑπῆρχεν κ. τ. λ.
ϛʹ. Ἀλλʼ ὥσπερ ἐγὼ εἶπον, ὅτι δεινὸς ὁ ῥήτωρ ὁ εἰδὼς καὶ δυνάμενος πᾶσι λόγων εἴδεσι χρῆσθαι δεόντως καὶ κατὰ καιρόν· ὁ γὰρ βαθείαις κ. τ. λ.
ζʹ. Τοῦ ἐν τῇ πρεσβείᾳ ῥηθέντος αὐτῷ, ἡνίκα σὺν Μενελάῳ πρὸς τοὺς Τρῶας ἐπρέσβευεν Ἑλένην ἀπαιτῶν.
θʹ. Δημοσίους ἐκάλεσε τοὺς Φιλιππικοὺς, ἐπειδὴ συμβουλευτικοί εἰσι πρὸς τὴν πόλιν· πλὴν ἕπεται ταῖς ἐπιγραφαῖς τῶν λόγων, καὶ τοὺς μὲν συμβουλευτικοὺς, τοὺς δὲ Φιλιππικοὺς ἐκάλεσε τοῦ αὐτοῦ εἴδους ὄντας.
ιϛʹ. Τὸ μὲν πότε δηλοῖ πανηγυρίζοντα, βουλευόμενον, δικαζόμενον, τὸ δὲ ποῦ ἐν ἀρχαῖς ἢ μέσοις ἢ πρὸς τῷ τέλει τοῦ λόγου, τὸ δὲ πρὸς ὅντινα, πρὸς ἔνδοξον ἢ ἄδοξον, πρὸς ἄρχοντα ἢ ἰδιώτην, τὸ δὲ πῶς, διὰ ποίων ἐπιχειρημάτων· τὸ δὲ ἐφʼ οἷς ἐπὶ ποίοις πράγμασι, δημοσίοις, ἰδιωτικοῖς, λαμπροῖς, εὐτελέσιν.
ιζʹ. Τὴν περὶ μεθόδου δεινότητος διδασκαλίαν ἕπεσθαί φησι τῷ περὶ ἰδεῶν λόγῳ, τὸν δὲ περὶ τῶν ἰδεῶν λόγον τῷ περὶ εὑρέσεως· κἀν τῇ ἀρχῇ δὲ τῆς περὶ τῶν στάσεων τέχνης ὁ Ἑρμογένης τὸν περὶ τῶν πολιτικῶν ζητημάτων διαιρέσεως λόγον εἰς τὰ κεφάλαια τὸν αὐτὸν ἔφη σχεδὸν εἶναι τῷ περὶ εὑρέσεως, πλὴν ὅσον οὐ πάντα ἔχει τὸν περὶ εὑρέσεως· ἐροῦμεν οὖν κἀνταῦθα, ὅπερ καὶ τὴν τέχνην ἔφημεν ἐξηγούμενοι, ὅτι ἡ εὕρεσις ἐπὶ πλέον ἐστὶ τῆς διαιρέσεως· ὁ μὲν γὰρ τὰ προσήκοντα πάντα περὶ τὸ προκείμενον εὑρίσκων καὶ διέλοι ἂν ἀκριβῶς καὶ τοὺς οἰκείους ἑκάστῳ τόπους ἀπονεῖμαι δύναιτο· ὁ δὲ τὴν εἰς τὰ κεφάλαια τῶν ζητημάτων διαίρεσιν εἰδὼς οὐ πάντως καὶ τοὺς ἁρμοδίους ἑκάστῳ τόπους καὶ τὰ ἐπιχειρήματα, διʼ ὧν ἕκαστος κατασκευάζεται εὑρεῖν ἱκανός· ἡ μὲν γὰρ εἰς τὰ κεφάλαια διαίρεσίς ἐστιν ὡρισμένη, ἡ δὲ τῶν ἁρμοδίων νοημάτων εὕρεσις ἀόριστος καὶ τῆς φύσεως ἑκάστου τῶν ῥητορευόντων ἰδία· τῆς γὰρ αὐτῆς προκειμένης ὑποθέσεως, ἄλλως μὲν ὁ ὀξύς τε καὶ ἀγχίνους εὐπορήσει τῶν νοημάτων, ἄλλως δὲ ὁ βραδύς τε καὶ ἁπλούστερος· εἰκότως οὖν καὶ τὸν περὶ τῶν ἰδεῶν λόγον ὑπὸ τὸν περὶ τῆς εὑρέσεως ἀνάγει· εἰ γὰρ καὶ ὡρισμένοι εἰσὶν ἑκάστης τῶν ἰδεῶν οἱ τόποι, ἀλλʼ ἡ πολυπλήθεια τῶν εἰς αὐτὰ συντελούντων ἐπιχειρημάτων ἀόριστος, καὶ κατʼ ἄνδρα ἰδία· τὰς γοῦν αὐτὰς σχεδὸν ἰδέας τοῦ λόγου μεταδιώξαντες οἱ ῥήτορες καινοτέραν ἴσχουσιν πρὸς ἀλλήλους τὴν διαφορὰν, ὅθεν καὶ ὁ φιλόσοφος Πορφύριος πρὸς τὰ τοιαῦτα καλῶς ἀποβλέψας ἔφη λίαν νουνεχόντως, ὅτι δὴ τοῦ λόγου ψυχὴν δοκοῦντος καὶ σῶμα ἔχειν, ἡ μὲν τῶν νοημάτων εὕρεσις δικαίως ἂν ψυχὴ τοῦ λόγου νομίζοιτο, ἡ δὲ ἑρμηνεία σῶμα· Πορφύριος οὖν φησι ψυχὴν καὶ σῶμα ἔχειν τὸν λόγον, καὶ καλῶς ἀποφαίνεται.
καʹ. Πολλαχοῦ πάνυ τῆς πραγματείας ταύτης τὸ περὶ μεθόδου δεινότητος ἀνυμνεῖ καὶ περὶ πολλῶν ἐν ταύτῃ ἐρεῖν ἐπαγγέλλεται, διόπερ καὶ μετὰ τοῦτο γέγραφεν εὐθέως ἐκεῖνο, τὰ δὲ λοιπὰ περὶ τῶν καθόλου πολιτικῶν λόγων, δικανικοῦ τε καὶ συμβουλευτικοῦ καὶ πανηγυρικοῦ τοῦ ἀρίστου λεχθέντα, ἔτι περὶ τῶν καθʼ ἕκαστον εὐδοκιμησάντων ῥητόρων, λογογράφων, ἱστορικῶν, πρόδηλα τοῖς ἀκριβῶς τὰ πρὸ τούτων ἐπεσκεμμένοις.