ΠΕΡΙ ΤΗΣ ΤΑΞΕΩΣ ΤΩΝ ΙΔΕΩΝ
Τὸν πολιτικὸν λόγον δεῖ καὶ τὸ δυνατὸν ἔχειν καὶ τὸ ἡδύ. τὸ μὲν οὖν δυνατὸν ἀπὸ τῆς γνώσεως τῶν κεφαλαίων τῶν καθʼ ἑκάστην στάσιν γίνεται, τὸ δὲ ἡδὺ ἐκ τῆς τῶν σχημάτων ποικιλίας καὶ τῆς τῶν ἰδεῶν γνώσεως.
Αὗται δὲ ἤτοι ἀπὸ τοῦ λεγομένου ἐμφαίνονται ἢ ἀπὸ τοῦ λέγοντος. καὶ πρῶται μὲν αἱ ἀπὸ τοῦ λεγομένου, ὡς τούτου τὸ κῦρος ἔχοντος ἐν τῷ λόγῳ· ἕνεκα γὰρ τούτου καὶ τἆλλα· ἔπειτα δὲ αἱ ἀπὸ τοῦ λέγοντος. Εἰσὶ δὲ αἱ μὲν ἀπὸ τοῦ λεγομένου σαφήνεια, μέγεθος, κάλλος, γοργότης· αἱ δὲ ἀπὸ τοῦ λέγοντος ἀλήθεια, ἦθος, δεινότης.
Πασῶν δὲ προτέτακται ἡ σαφήνεια, διότι καὶ παντὶ λόγῳ ταύτης μάλιστα δεῖ· εἰ γὰρ τὸ ἀντικείμενον αὐτῇ κακίζομεν καὶ φεύγομεν, τὴν ἀσάφειαν, φροντιστέον ἄρα τῆς σαφηνείας. ἀλλʼ ἵνα μὴ παντελῶς ἐκκλίνωμεν εἰς τὸ εὐτελὲς καὶ χαμαιπετῆ τὸν λόγον ποιήσωμεν, καταφεύγειν εὐθὺς ἐπὶ τὸ μέγεθος δεῖ· τούτῳ γὰρ χρησάμενοι δευτέρῳ καὶ τῶν ἰδιωτῶν ἂν δόξωμεν διενεγκεῖν καὶ τῆς χρείας ἀντέχεσθαι. ἀλλʼ ἐπειδὴ τὰ μεγάλα εἶναι δεῖ καὶ ἡδέα—τάχα γὰρ ἂν τοσοῦτον λυπήσουσιν, ὅταν μὴ προσηνῆ τυγχάνωσιν, ὅσον κατὰ μέγεθος ὑπερβάλλουσι—, διὰ ταύτην τὴν αἰτίαν τὸ κάλλος ἕπεται τῷ μεγέθει. μεθʼ ὃ ἡ γοργότης, ὅπως τὸ κεκαλλωπισμένον μέγεθος εὐκίνητον ποιήσῃ κατὰ τὸ ἐνδεχόμενον. Ταῦτα μὲν ἀπὸ τοῦ λεγομένου.
Δεῖ δὲ καὶ τὸν λέγοντα τὴν ἑαυτοῦ φύσιν ἐμφαίνειν καὶ κινεῖσθαι πρὸς τὴν ὑποκειμένην ὑπόθεσιν. ἀλλʼ ὅταν μὲν προσφάτως δόξῃ κινεῖσθαι καὶ κατά τινα περίστασιν, ποιεῖ τὸ ἀληθές. ὅταν δὲ τὴν ἐνυπάρχουσαν ἕξιν καὶ χρονίαν ἐνδείξασθαι βουληθείη, ποιεῖ τὸ ἦθος. ἐπὶ τούτοις ἡ δεινότης, καὶ μάλα εἰκότως· τὰ γὰρ προειρημένα τῷ ῥήτορι διαχειρίζειν σπουδή.