Ὁ Μινουκιανὸς ὡρίσατο τὴν στάσιν «στάσις ἐστὶ τὸ ἐκ τῶν πρώτων προτάσεων συνιστάμενον ζήτημα», ὡς τὸ παρίστατό τις νεοσφαγεῖ· εἰσὶ τοίνυν ἐνταῦθα πρῶται προτάσεις τὸ «ἐφόνευσας» καὶ τὸ «οὐκ ἐφόνευσα», αἱ δὲ λοιπαὶ προτάσεις πρὸς κατασκευὴν τῶν πρώτων εἰσίν, οἷον ἡ δευτέρα πρότασις πρὸς κατασκευὴν τοῦ «ἐφόνευσας» λαμβάνεται «παρίστασο γάρ», ὁμοίως καὶ τοῦ «οὐκ ἐφόνευσα» πρὸς κατασκευὴν λαμβάνεται τὸ «παριστάμην ἐλεῶν καὶ θάψαι βουλόμενος». —Διαφέρει πρότασις φάσεως πρῶτον μέν, ὅτι ἡ πρότασις ἐξ ὀνόματός ἐστι καὶ ῥήματος, οἷον Σωκράτης περιπατεῖ, ἡ δὲ φάσις ἢ ὄνομα μόνον ἐστὶν ἢ ῥῆμα καθʼ αὑτό, οἷον Σωκράτης, Πλάτων, γράφει, περιπατεῖ· δεύτερον δέ, ὅτι ἡ μὲν πρώτη πρότασις ἀληθεύει, ἡ δευτέρα δὲ ψεύδεται, ἡ δὲ φάσις οὔτε ἀληθεύει οὔτε ψεύδεται. — Ὅτι κακῶς ἐζήτησαν διαφορὰν ζητήματος καὶ ζητήσεως καὶ στάσεως· ὃ γὰρ ζήτημα, τοῦτο καὶ στάσις, καὶ ὃ στάσις, τοῦτο καὶ ζήτημα· καὶ ἐπὶ τῆς ζητήσεως τὸ αὐτό, τὸ γὰρ ζητεῖν ἐν τῇ ἰατρικῇ, εἰ τὸ ῥόδον θερμὸν ἢ ψυχρόν, τοῦτο στάσις ἐστὶ καὶ ζήτημα καὶ ζήτησις.

Ὅτι ὁ Ἑρμαγόρας φησὶ «στάσις ἐστὶ φάσις, καθʼ ἣν ἀντιλαμβανόμεθα τοῦ ὑποκειμένου πράγματος, ἐν ᾧ ἐστι τὸ ζήτημα, καθʼ ὅ ἐστιν ἡ ἀμφισβήτησις». —Ὅτι ταὐτόν τί ἐστιν ζήτησις καὶ ἀμφισβήτησις.

Σιρίκιος δέ φησι «στάσις ἐστὶ ζήτησις πολιτική, ἐφʼ ἣν αἱ κατὰ μέρος πίστεις ἀνάγονται τῶν ἐν τῷ ζητήματι κειμένων».

Ὁ Τύραννός φησι «στάσις ἐστὶ πρότασις ἁπλῆ ῥητορικὴ πρὸς ἀπόδειξιν κομιζομένη μιᾶς φάσεως τῶν ἐν τῷ πολιτικῷ ζητήματι κειμένων, καθʼ ἣν ἡ διαίρεσις γίνεται τῶν κεφαλαίων τῶν εἰς πίστιν κομιζομένων». «μιᾶς φάσεως» τουτέστι προτάσεως. —Ὅτι φάσις ἐστὶν ἡ τοῦ φεύγοντος φωνὴ ἡ ποιοῦσα τὴν ἀμφισβήτησιν, καὶ ὡς ἂν ὁ φεύγων ἀπολογήσηται, ἀναφαίνεται ἡ στάσις· εἰ μὲν γὰρ ἀρνήσεται τὸ ἐπιφερόμενον ἔγκλημα, ποιεῖ στοχασμόν, εἰ δʼ ἐπιχειρήσει ὁρίζεσθαι, ποιεῖ ὅρον, εἰ δʼ ἐξουσίας ἀντιλάβοιτο, ἀντίληψιν. καὶ ἁπλῶς πᾶσα στάσις ἐκ τοῦ φεύγοντος ὠνόμασται ἄνευ τῆς μεταλήψεως καὶ τοῦ κατὰ σύλληψιν ὅρου.

Στάσις κέκληται διχῶς, ἢ ἀπὸ τοῦ ἕλκειν καὶ ἀνθέλκειν εἰς ἀλλήλους τὸ πρᾶγμα ἢ ἀπὸ τοῦ στασιάζειν τὰ ἀγωνιζόμενα πρόσωπα.

Τί ἐστι τῆς ῥητορικῆς ἡ στάσις; καὶ λέγομεν, ὅτι συμβέβηκε τῷ λόγῳ τῷ ῥητορικῷ ἡ στάσις καὶ δύναμιν ἔχει συμβεβηκότος· ταύτης δὲ τῆς δόξης καὶ Λολλιανός ἐστι καὶ Κορνοῦτος.

Ὁ οὖν Μινουκιανὸς ἐκ τριῶν λέγει συντάσσεσθαι τὸ ζήτημα, αἰτίου, συνέχοντος καὶ κρινομένου, αἴτιον λαμβάνων τὴν τοῦ κατηγόρου αἰτίαν, συνέχον δὲ τὴν τοῦ φεύγοντος φωνήν, καὶ κρινόμενον τὸ ὑποκείμενον πρᾶγμα καὶ ἐξεταζόμενον. —Ὁ δὲ Λολλιανὸς ἕτερόν τι λέγει ζήτημα καὶ ἕτερον συνέχον καὶ ἄλλο στάσιν. καὶ ζήτημα μέν φησιν ὥσπερ σῶμα ὕλης, συνέχον δὲ ὥσπερ εἶδος ἐν σώματι, στάσιν δὲ τὸ σχῆμα καὶ τὸ χρῶμα τοῦ εἴδους· καὶ ἀχώριστόν φησιν εἶναι τὴν στάσιν τοῦ συνέχοντος, οὐ ταὐτὸν δέ, ἀλλʼ ὥσπερ, φησί, τὸ ἐν σώματι εἶδος ἐν τῷ χρώματι.

Νόμος τὸν καταλαβόντα μοιχὸν ἐξεῖναι ἀποκτεῖναι, τρισαριστέα τις μοιχόν· τὸ μὲν οὖν πρῶτον πρόβλημά ἐστιν ἀντιλήψεως, τὸ δὲ δεύτερον ὅρου, καὶ ἡ διάφορος ποιότης τοῦ προσώπου διάφορον εἰσήγαγε στάσιν καὶ ὁ λόγος ὁ ῥητορικὸς οὐκ ἀνῃρέθη, ἀλλὰ διάφορον ἐδέξατο στάσιν, φυλαχθέντος καὶ ἐνταῦθα τοῦ ἰδίου τοῦ συμβεβηκότος. ὥστε φανερῶς δέδεικται, ὡς οὐδαμῶς τάξιν ἔχει συμβεβηκότος ἡ στάσις ἐν τοῖς ῥητορικοῖς λόγοις. ἀναιρουμένη ἄρα ἡ στάσις οὐ συναναιρεῖ τὸν λόγον, ἀλλὰ εἰσάγεται ἀντὶ ταύτης ἑτέρα.

Ὅτι τὰ κεφάλαια οὐ λέγομεν εἶναι στάσεις, ἀλλὰ τοῦ στοχασμοῦ λέγομεν εἶναι κεφάλαια βούλησιν, δύναμιν, τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους καὶ τὰ τοιαῦτα.

Ὅτι ἐν τοῖς ὁμωνύμοις διαφόρων ὄντων τῶν πραγμάτων ἡ κοινωνία κατὰ τὴν φωνήν.

Ὅτι τὸ κεφάλαιον διχῶς νοεῖται καὶ λέγεται· λέγεται γὰρ τὸ ὄργανον καὶ ἡ μέθοδος ἡ διδάσκουσα ἡμᾶς τὸ πῶς δεῖ ἀποτελεῖν καὶ ἐργάζεσθαι τὰ ἐν τοῖς λόγοις κεφάλαια· οἷον ὁ λόγος καὶ ἡ μέθοδος ἡ διδάσκουσα ἡμᾶς, ὅτι κατὰ τέσσαρας τρόπους τυχὸν γίνεται τὸ παραγραφικόν, τοῦτο ὄργανόν ἐστι. καὶ πάλιν τὸ ἐν τῷ Κατʼ Αἰσχίνου ἐκτεθὲν καὶ ἀποτελεσθὲν παραγραφικὸν καὶ τοῦτο κεφάλαιόν ἐστι. καὶ ταύτην ἔχουσι τὴν διαφοράν, ὅτι τὸ μὲν ποιεῖ καὶ ἀποτελεῖ, τὸ δὲ ἀποτελεῖται. Ὅτι πρὸς μὲν τὸν ὅλον λόγον μέρη εἰσὶ τὰ κεφάλαια, πρὸς δὲ τὸ πεῖσαι ὄργανα.

Εὕρεσίς ἐστιν ἐπίνοια νοημάτων προσηκόντων καὶ ἁρμοδίων τῷ ὑποκειμένῳ καὶ ζητουμένῳ πράγματι.

Ὅτι τῶν γενικωτάτων καὶ τῶν εἰδικωτάτων οὐκ ἔστιν ὅρον ἀποδοῦναι. Ὅτι τοῦ γενικωτάτου οὐκ ἔστι γένος. Ὅτι, ἐὰν ὁρίζῃ τὸν Σωκράτην, ἀλλʼ ὡς ἄνθρωπον ὁρίζου· ἐὰν γὰρ αὐτοῦ τὴν οὐσίαν σκοπήσῃς, ὅτι σιμὸς ἦν ἢ προκοίλιος, ὅρον οὐκ ἀποδίδως ἀλλʼ ὑπογραφήν. Ὅτι εἰδικώτατόν ἐστιν ἡ βούλησις καὶ τὰ λοιπὰ κεφάλαια. Ὅτι οὐκ ἠδύνατο οὕτω σαφῶς ἀποδοῦναι ἡμῖν διʼ ὅρων τὰ κεφάλαια ὡς διὰ τῆς εὑρέσεως αὐτῶν τῶν νοημάτων καὶ τῶν ἐνθυμημάτων.

Ὅτι κοινωνοῦσι τὸ κεφάλαιον καὶ ἡ εὕρεσις κατὰ τὸ φέρεσθαι κατὰ τῶν αὐτῶν πραγμάτων τὰ δύο. ἐξ ἀνάγκης γὰρ τῷ κεφαλαίῳ ἡ εὕρεσις ἕπεται ὡς ἐπὶ τοῦ παρισταμένου τῷ νεοσφαγεῖ· ὁ γὰρ κατήγορος κέχρηται τῷ ἀπʼ ἀρχῆς ἄχρι τέλους ὅτι «διὰ τοῦτο ἐφόνευσας, ἐπειδὴ παρίστασο», εἶτα ὁ φεύγων τῇ μεταθέσει φησὶν ὅτι «παριστάμην ἐλεῶν καὶ θάψαι βουλόμενος»· τοῦτο γὰρ εὕρεσίς ἐστιν ὁρωμένη ἐν τῷ κεφαλαίῳ· οἷον ἐπὶ προδότου ὅτι «τοῖς πολεμίοις συνῆς», καὶ κεφάλαιον τυχὸν ὅτι «οὐ δίκαιον ἐποίεις» καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως.

Ὅτι ἐν τῷ στοχασμῷ δύο πάντως ὁρῶνται πράγματα, ἔγκλημα καὶ σημεῖον, ἐν δὲ ταῖς ἄλλαις στάσεσιν ἓν μόνον, τὸ ἔγκλημα· ἐπειδὴ γὰρ ἐν τῷ στοχασμῷ ἀφανές ἐστι τὸ ἔγκλημα, δέεται σημείου πρὸς κατασκευήν. Καὶ τοῦτο δὲ σημειωτέον, ὅτι τινὰ τῶν κεφαλαίων εἰσὶ κοινά, ὡς ἐπὶ τοῦ ἀπʼ ἀρχῆς ἄχρι τέλους ὁ κατήγορος κέχρηται αὐτῷ καὶ ὁ φεύγων, ὁμοίως καὶ τῇ μεταθέσει τῆς αἰτίας· ἔστι γὰρ ὅτε καὶ τοῦ φεύγοντος κεχρημένου τῷ ἀπʼ ἀρχῆς ἄχρι τέλους κέχρηται ὁ κατήγορος τῇ μεταθέσει τῆς αἰτίας· ἔστι δὲ ἃ μοναδικῶς εἰσιν ἑνός, ὡς καὶ τὸ παραγραφικόν, ἐν γὰρ τῷ φεύγοντι ἀεὶ ὁρᾶται.

Ὅτι διαφέρει κεφάλαιον εὑρέσεως τετραχῶς· πρῶτον μέν, ὅτι ὡρισμένα εἰσὶ τὰ κεφάλαια ἐπὶ ἑκάστης στάσεως, αἱ δὲ εὑρέσεις ἀόριστοι· δύο γὰρ ταῖς αὐταῖς ἐννοίαις ἄνδρες οὐ κέχρηνται. Δεύτερον ἀπὸ τῆς τάξεως, ὅτι ἀεὶ τὰ κεφάλαια τάξιν ἔχουσιν, οἷον τὸ νόμιμον πρῶτον, τὸ δίκαιον δεύτερον, αἱ δὲ εὑρέσεις ἤτοι τὰ ἐνθυμήματα ὡς ἕκαστος βουληθείη τίθενται· πολλάκις δὲ ἐναλλάττονται ὑπὸ τῶν ῥητόρων διʼ οἰκονομίαν καὶ δεινότητα. Τρίτον ἀπὸ τοῦ τόπου διαφέρουσιν, ὅτι ἀεὶ ἐν τοῖς ἀγῶσι τὰ κεφάλαια ἐμπίπτει, ἐν παντὶ δὲ τόπῳ εὑρέσεις εὑρίσκονται, καὶ ἐν προοιμίοις καὶ ἐν ἀγῶσι καὶ ἐν ἐπιλόγοις· εὑρίσκονται δὲ καὶ ἀγωνιστικὰ προοίμια σπερματικῶς καὶ ὡς ὕλη τις ἐμπίπτει τῷ προοιμίῳ ἢ κατὰ ἀναφώνησιν τῶν μελλόντων λεχθῆναι κεφαλαίων ἐν τῷ λόγῳ, ὥσπερ φασὶ καὶ Δημοσθένη ἐν τῷ Πρὸς Λεπτίνην ποιῆσαι εἰπόντα «μάλιστα μὲν εἵνεκα τοῦ νομίζειν συμφέρειν τῇ πόλει»· καὶ διὰ τοῦ εἰπεῖν «νομίζειν» προανεφώνησε τὸ νόμιμον, διὰ δὲ τοῦ εἰπεῖν «συμφέρειν» προανεφώνησε τὸ συμφέρον. Τέταρτον διαφέρουσιν, ὅτι τὰ κεφάλαια περιέχει τὰς εὑρέσεις, αἱ δὲ εὑρέσεις οὐ περιέχουσι τὰ κεφάλαια.

Ὅτι χωρὶς ῥητορικῆς ἡ πόλις εἶναι οὐ δύναται.

«Εἰς τὰ λεγόμενα κεφάλαια». Ἢ κατʼ ἐξοχὴν «εἰς τὰ θρυλούμενα καὶ ᾀδόμενα» ἢ κατʼ εὐτελισμὸν «εἰς τὰ καθημαξευμένα». «Κεφάλαια» δὲ λέγονται ἐκ μεταφορᾶς τῆς κεφαλῆς, ὅτι τιμιωτάτη ἐστίν.

«Ὁ αὐτὸς τῷ περὶ εὑρέσεως». Ἐνταῦθα τὴν κοινωνίαν καὶ τὴν διαφορὰν δηλοῖ κεφαλαίου καὶ εὑρέσεως, κοινωνίαν μὲν διὰ τοῦ εἰπεῖν «ὁ αὐτός», διαφορὰν δὲ διὰ τοῦ εἰπεῖν «σχεδόν». τὸ δὲ «πλὴν ὅσον οὐ πάντα ἔχει» μείζονα καὶ ἐπιτατικωτέραν δείκνυσι διαφορὰν εὑρέσεως καὶ κεφαλαίου.

Ὅτι φιλόσοφος λόγος ἐστίν, ὅτι τὰ τῷ σκοπῷ καὶ τῇ θεωρίᾳ πρῶτα ὕστερα τῇ πράξει καὶ τῇ διδασκαλίᾳ εἰσίν, οἷον διὰ τὸν ὑετὸν θέλων στέγην ποιῆσαι πρῶτον ἐνενοήθην θεμέλια καὶ τοίχους. οὕτως καὶ Ἑρμογένης διὰ τὴν τῶν κεφαλαίων διαίρεσιν πρῶτον ὁρίζεται τὸ πολιτικὸν ζήτημα καὶ πρόσωπα καὶ ἀσύστατα.

«Ὅ τί ἐστι πολιτικὸν ζήτημα κτλ.» Ὥσπερ γάρ ἐστι μερικὸν ζήτημα καὶ καθολικὸν ζήτημα, οὕτως ἐστὶ καὶ στάσις μερικὴ καὶ στάσις καθολική, καὶ ἃ λέγεται περὶ στάσεως, ταὐτὸν καὶ περὶ ζητήματος καὶ διαφορὰν αὐτῶν οὐ γινώσκομεν.

«Ἀμφισβήτησις λογικὴ ἐπὶ μέρους». Ἔστι γὰρ καὶ διὰ χειρῶν ἀμφισβήτησις, τυχὸν τεκτονική, καὶ ἄλλων πλειόνων. «λογικὴ» δέ, διότι ἔστι καὶ ἄλογος, ὡς ἡ διὰ κιθάρας καὶ αὐλῶν. «ἐπὶ μέρους» δὲ διὰ τὴν φιλοσοφίαν· ἐκείνη γὰρ τὰ καθόλου σκοπεῖ· οὐ γάρ φησιν ὅτι «δεῖ τειχίσαι τήνδε τὴν πόλιν», ἀλλʼ ἁπλῶς «τειχιστέον».

«Ἐκ τῶν παρʼ ἑκάστοις κειμένων νόμων ἢ ἐθῶν». Ὅτι αἱ πόλεις νόμοις καὶ ἔθεσι διοικοῦνται. τί γάρ ἐστιν ἔθος, εἰ μὴ νόμος ἄγραφος; καὶ τί νόμος, εἰ μὴ ἔθος ἔγγραφον; ἔθεσι γὰρ οἱ βάρβαροι χρῶνται. —Ἐὰν γὰρ θέλῃ τις ζήτημα μελετῆσαι, δεῖ αὐτὸν ἁρμόσασθαι πρὸς τοὺς νόμους τῆς πολιτείας, καθʼ ἣν μελετᾷ τὴν ὑπόθεσιν, οἷον ὑπόθεσιν Περσικὴν κατὰ τοὺς Περσῶν μελετῆσαι νόμους.

«Παρʼ ἑκάστοις». Οὔτι δεῖ τὸν ῥήτορα οὐ μόνον τοὺς ἰδικοὺς νόμους γινώσκειν ἀλλὰ καὶ τοὺς ἀλλοτρίους καὶ μεμνῆσθαι τούτων καὶ παραφέρειν αὐτούς.

«Νομισθέντος» εἶπεν ἀντὶ τοῦ κριθέντος καὶ νομοθετηθέντος καὶ δόξαντος. οἱ μὲν γὰρ φιλόσοφοι τὸ φύσει δίκαιον ζητοῦσιν, οἱ δὲ ῥήτορες τὸ κριθὲν καὶ νομοθετηθὲν δίκαιον· τοῦτο δὲ παρʼ ἄλλοις ἄλλο ἐστίν, ὥσπερ καὶ οἱ νόμοι διάφοροι. ὁμοίως καὶ τὸ καλὸν καὶ τὸ συμφέρον πρὸς τοὺς τρόπους διάφορόν ἐστιν.

«Καὶ πάντων ἅμα». Ἐπειδὴ δυνατόν ἐστι καὶ ὑφʼ ἓν πάντα ἐμπεσεῖν καὶ τινὰ ἐξ αὐτῶν καὶ κατὰ μέρος πάλιν.

Ὅτι οὐ δεῖ ἐκ τῶν ἐπιλογικῶν κεφαλαίων χαρακτηρίζειν τὰς στάσεις ἀλλὰ μᾶλλον ἐκ τῶν ἀγωνιστικῶν.

Ὅτι ἡ περὶ οὐσίας καὶ ἰδιότητος ζήτησις ὁ στοχασμός εἰσι καὶ ὁ ὅρος. Ὅτι ὑπὸ τὴν ποιότητα ἀνάγονται αἱ λοιπαὶ ιαʹ στάσεις. Ὅτι οὐ δεῖ ἐκ τῶν ἰδεῶν χαρακτηρίζειν τὰς ὑποθέσεις ἀλλʼ ἐκ τῶν κυρίως εἰδῶν. Ὅτι ὁ ὅρος τοῦ τεχνογράφου, εἰ κατανοήσομεν ἀκριβῶς τὰ στασιαζόμενα πάντα, συμπεριλαμβάνει μετὰ τῶν ἄλλων καὶ τὸν στοχασμὸν καὶ τὸν ὅρον· τὸ γὰρ δίκαιον, ὃ λέγει κατὰ τὴν ποιότητα ἐξετάζεσθαι, οὐ μόνον κατʼ αὐτὴν ἀλλὰ καὶ κατὰ τὸν στοχασμὸν καὶ τὸν ὅρον ζητεῖται· ὁ γὰρ δικαστὴς ὁ ζητῶν ἐν τῷ στοχασμῷ, εἰ φονεύς ἐστιν ὁ τῷ νεοσφαγεῖ παριστάμενος σώματι, οὐκ ἄνευ τοῦ δικαίου τοῦτο ζητεῖ ἀλλὰ σὺν τῷ δικαίῳ, καὶ εἰ περὶ οὐσίας γίνεται ἡ ζήτησις καὶ εἰ περὶ ἰδιότητος, εἰ δίκαιόν ἐστι τὸν ἐξ ἱεροῦ ἰδιωτικὰ εἰληφότα χρήματα κλέπτην ἢ ἱερόσυλον ὀνομάσαι. καὶ τοσοῦτον ὁ λόγος ἀληθής, ὅτι ὁ στοχασμὸς καὶ ὁ ὅρος ὑπὸ τὸ δικανικὸν εἶδος ἀνάγονται.