eul_wid: mmg-bf
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Roman Chronicle by Anonymous Historians (FGrH)

The Roman Chronicle is an anonymous Greek historical compilation preserved in two fragmentary passages. Its title indicates a focus on Roman history arranged in a chronicle format, suggesting a work structured as a chronological listing of events. The surviving fragments concern pivotal events and figures from the late Roman Republic, including the Mithradatic Wars, the civil conflicts between Sulla and Marius, and the subsequent political settlements in the eastern provinces. As a chronicle, the work emphasizes sequential recording, anchoring events with phrases like "from which time" and noting the elapsed years, a method typical of annalistic historiography. The text survives only as excerpts, indicating transmission via a damaged manuscript or preservation within other works. It belongs to the broader tradition of Greek-language historiography about Rome, a common genre in late antique and Byzantine writing often used for reference or as a source for other compilers. Its specific influence and original scope remain unassessable due to its fragmentary state and the lack of identifiable references in standard historical sources.

ἀφʼ οὗ Σύλλας ἐπὶ Μιθραδατικὸν πόλεμον ἐξῆλθεν, καὶ Σωτὴρ ὁ Φύσκων παρακληθεὶς τὸ δεύτερον καὶ κατελθὼν εἰς Αἴγυπτον ἐβασίλευσεν, ἀφʼ οὗ ἔτη ργ.

ἀφʼ οὗ Μάριος Ὠστίαν καταλαβόμενος καὶ ἀναγκάσας συνθέσθαι οὐκ ἐμμείνας τῆι πίστει Ὀκταούιον ἀπέκτεινεν, Σύλλας δʼ ἐπὶ τῆς Ἀττικῆς Ἀθήνας ἐξεπολιόρκησεν, ἔτη ρβ.

ἀφʼ οὗ Φιμβρίας Μιθραδάτου στρατόπεδον περὶ Κύζικον ἐνίκησεν καὶ Ἴλιον ἐξεπολιόρκησεν καὶ ὑπὸ Σύλλα συσχεθεὶς ἑαυτὸν ἀνεῖλεν, καὶ Μιθραδάτης πρὸς Σύλλαν συνθήκας ἐποιήσατο, καὶ Φιλοπάτωρ τὸ δεύτερον εἰς Βιθυνίαν κατελθὼν ἐβασίλευσεν, καὶ Ἀριοβαρζάνης εἰς Καππαδοκίαν κατήχθη, ἀφʼ οὗ ἔτη ρ.

ἀφʼ οὗ Σύλλας Νωρβανὸν νικᾶι περὶ Καπύην καὶ Μάριον τὸν ὕπατον ἐν Πραινεστῶι συνκλείσας διαδράσκοντα ἀπέκτεινεν, ἀφʼ οὗ ἔτη ϙη.

ἀφʼ οὗ Σύλλας δικτάτωρ ἐγένετο, ἔτη μέχρι τοῦδε ϙζ.

ἀφʼ οὗ Σωτὴρ ὁ Φύσκων ἐπικληθεὶς ἀπέθανεν ϙϛ.

ἀφʼ οὗ ........το …

ἀφʼ οὗ Σόλων Ἀθηναίων ἦρξεν καὶ νόμους αὐτοῖς ἔθηκεν, καὶ Ἀνάχαρσις ὁ Σκύθης εἰς Ἀθήνας παρεγένετο, ἀφʼ οὗ ἔτη …

ἀφʼ οὗ Κροῖσος Λυδῶν ἐβασίλευσεν, ἔτη …

ἀφʼ οὗ οἱ σοφοὶ ὠνομάσθησαν, ἔτη …

ἀφʼ οὗ Πεισίστρατος ἐτυράννευσεν ἐν Ἀθήναις, καὶ Αἴσωπος ὑπὸ Δελφῶν κατεκρημνίσθη, ἔτη φοθ.

ἀφʼ οὗ Κροῖσος Κύρωι ὑποχείριος ἐγένετο, ἔτη …

ἀφʼ οὗ Καμβύσης Αἴγυπτον κατεστρέψατο καὶ Πυθαγόρας ἑάλω, ἔτη φμ.

ἀφʼ οὗ Ἁρμόδιος καὶ Ἀριστογείτων Ἵππαρχον τὸν τύραννον ἀνεῖλον, καὶ Δαρεῖος ἐπὶ Σκύθας διέβη, ζεύξας τὸν Κιμμέριον Βώσπορον, ἔτη φκη.

ἀφʼ οὗ Ξέρξης κατὰ Ἄβυδον ζεύξας τὸν Ἑλλήσποντον διέβη, καὶ Θεμιστοκλῆς ναυμαχίαι τοὺς βαρβάρους ἐνίκα, ἀφʼ οὗ ἔτη υϙ …

ἀφʼ οὗ Σωκράτης ὁ φιλόσοφος καὶ Ἡράκλειτος ὁ Ἐφέσιος καὶ Ἀναξαγόρας καὶ Παρμενίδης καὶ Ζήνων, ἔτη …

ἀφʼ οὗ ὁ Πελοποννησιακὸς πόλεμος ἐνέστη, καὶ Θουκυδίδης ἦν, ἔτη …

ἀφʼ οὗ Γαλάται Ῥωμαίους νικήσαντες ἔσχον Ῥώμην, ἔτη υα.