eul_wid: gxq-aa
Ἀποσπάσματα περὶ τῆς Μακεδονικῆς ἹστορίαςFragments on Macedonian History
Aretades of Cnidus Fragments on Macedonian History PDF
| t1 | ΜΑΚΕΔΟΝΙΚΑ. E LIBRO TERTIO. Plutarch. |
| 1 [5] | Par. m. c. 11: Δαρεῖος ὁ Πέρσης, ἐπὶ Γρανικῷ πολεμήσας Ἀλεξάνδρῳ, καὶ ἑπτὰ σατράπας ἀποβαλὼν, καὶ ἅρματα δρεπανηφόρα δύο καὶ πεντακόσια, συμβαλεῖν ἔμελλε τῇ ἑξῆς. Ἀριοβαρζάνης δὲ ὁ υἱὸς, συμπαθῶς διακείμενος πρὸς Ἀλέξανδρον, ὑπισχνεῖτο τὸν πατέρα προδώσειν. Ἀγανακτήσας δὲ ὁ πατὴρ ἐτραχηλοκόπησεν· ὡς Ἀρητάδης Κνίδιος ἐν τρίτῳ Μακεδονικῶν. ΦΡΥΓΙΑΚΑ. |
| 2 [5] | Idem De fluv. c. 12, 2: Γεννᾶται δ’ ἐν αὐτῷ λίθος, αὐτόγλυφος καλούμενος· εὑρίσκεται γὰρ τετυπωμένην ἔχων τὴν μητέρα τῶν θεῶν. Τοῦτον τὸν λίθον ἐὰν εὕρῃ τις, σπανίως εὑρισκόμενον, τῶν ὑποτεμνομένων οὐ ξενίζεται, ἀλλ’ εὐψύχως φέρει τῆς παρὰ φύσιν πράξεως τὴν ὄψιν· καθὼς ἱστορεῖ Ἀρετάζης (sic) ἐν τοῖς Φρυγιακοῖς. ΝΗΣΙΩΤΙΚΑ. |
| t3 | E LIBRO SECUNDO. Idem Par. |
| 3 [5] | m. c. 27: Τελαμὼν ὁ Αἰακοῦ καὶ Ἐνδηΐδος, ἐλθὼν εἰς Εὔβοιαν *** νυκτὸς ἔφυγεν. Ὁ δὲ πατὴρ αἰσθόμενος καὶ τῶν πολιτῶν τινα ὑποπτεύσας, ἔδωκε τὴν κόρην καταποντωθῆναί τινι τῶν δορυφόρων. Ὁ δ’ ἐλεήσας ἀπημπόλησε· προσσχούσης δὲ τῆς νεὼς Σαλαμῖνι, Τελαμὼν ὠνήσατο· ἡ δ’ ἔτεκεν Αἴαντα· ὡς Ἀρητάδης Κνίδιος ἐν δευτέρῳ Νησιωτικῶν. |