Στράβων κρήνην ἐν τῷ Ἡρακλείῳ τῷ ἐν Γαδείροις εἶναι, βαθμῶν ὀλίγων κατάβασιν ἔχουσαν εἰς τὸ ὕδωρ, πότιμον δὲ εἶναι· ἣν ταῖς παλιρροίαις τῆς θαλάσσης ἀντιπαθεῖν, κατὰ μὲν τὰς πλήμας ἐκλείπουσαν, κατὰ δὲ τὰς ἀμπώτεις πληρουμένην. Ἀρτεμίδωρος δὲ ἀντειπὼν τούτῳ, καὶ ἅμα παρʼ αὑτοῦ τινα θεὶς αἰτίαν, μνησθεὶς δὲ καὶ τῆς Σιλανοῦ δόξης τοῦ συγγραφέως, οὔ μοι δοκεῖ μνήμης ἄξια εἰπεῖν, ὡς ἂν ἰδιώτης περὶ ταῦτα, καὶ αὐτὸς καὶ Σιλανός.
ΙΣΤΟΡΙΑΙ.
Λαέρτιος Διογένης : Φησὶ δὲ Σειληνὸς ἐν τῇ πρώτῃ τῶν Ἱστοριῶν, ἐπὶ ἄρχοντος Λυσ … μύλου λίθον ἐξ οὐρανοῦ πεσεῖν· τὸν δὲ Ἀναξαγόραν εἰπεῖν, ὡς ὅλος ὁ οὐρανὸς ἐκ λίθων συγκέοιτο· τῇ σφοδρᾷ δὲ περιδινήσει συνεστάναι, καὶ ἀνεθέντα κατενεχθήσεσθαι.
ΣΙΚΕΛΙΚΑ.
Στέφανος ὁ Βυζάντιος : Παλικὴ, πόλις Σικελίας. Θεόφιλος δʼ ἐν ἑνδεκάτῳ Περιηγήσεως Σικελίας Παλικίνην κρήνην φησὶν εἶναι. Πλησίον δὲ αὐτῆς ἱερὸν Παλικῶν, οἵ εἰσι δαίμονές τινες, οὓς Αἰσχύλος ἐν Αἰτνείαις γενεαλογεῖ Διὸς καὶ Θαλείας τῆς Ἡφαίστου, Σειληνὸς δὲ ἐν δευτέρῳ, Αἴτνης τῆς Ὠκεανοῦ καὶ Ἡφαίστου, κληθῆναι δὲ αὐτοὺς Παλικοὺς διὰ τὸ ἀποθανόντας πάλιν εἰς ἀνθρώπους ἱκέσθαι.
Ἀθήναιος : Σειληνὸς δʼ ὁ Καλλατιανὸς ἐν τρίτῳ Σικελικῶν περὶ Συρακούσας φησὶ κῆπον εἶναι πολυτελῶς κατεσκευασμένον, ὃν καλεῖσθαι Μῦθον, ἐν ᾧ χρηματίζειν Ἱέρωνα τὸν βασιλέα.
Φώτιος : Σαρδόνιος γέλως ... Σειληνὸς δὲ ἐν δʹ τῶν Περὶ Συρακόσσας, λάχανον εἶναι παρὰ Σαρδωνίοις ἡδὺ, σελίνῳ ἐμφερές· οὗ τοὺς γευσαμένους τάς τε σιαγόνας καὶ τὰς σάρκας αὑτῶν ἀποδάκνειν.