eul_wid: rrg-bf

Use of Emperor Justinian
Χρῆσις Ἰουστινιανοῦ βασιλέως

Alchemist I Use of Emperor Justinian PDF

The Use of Emperor Justinian is a brief, anonymous Greek alchemical treatise pseudepigraphically ascribed to Emperor Justinian I. It is structured as a series of six distinct passages offering practical, step-by-step instructions for material processes, primarily concerning the preparation, purification, and transformation of substances. The text details specific techniques, such as grinding eggshells into a fine powder, repeated washing with natron and water, and subsequent treatments involving vinegar and solar evaporation to achieve a desired white, lead-like pigment. These procedures reflect the core alchemical preoccupation with the transmutation and perfection of materials. The work survives within medieval Byzantine manuscript compendia, such as Marcianus graecus 299, which gather alchemical, magical, and technical texts, indicating its transmission within monastic or scholarly circles dedicated to these craft traditions. Although a minor technical manual, the treatise holds significance for historians of science and esoteric knowledge. Its attribution to an emperor with no historical connection to alchemy exemplifies a common strategy in late antique and Byzantine literature: the borrowing of imperial authority to legitimize and authenticate specialized, practical knowledge within a competitive intellectual landscape.

2.385 Λαβὼν ὄστρακα ὠῶν, ἐν θυείᾳ λείωσον, καὶ σείρωσον· πλῦνον πολλάκις, καὶ πάλιν πλῦνον μετὰ νίτρου καὶ ὕδατος· καὶ γλύκαινε .
2.386 αὐτὰ μετὰ ὕδατος καὶ ὄξους κοινοῦ ἕως οὗ γένηται τὸ σύνθεμα λευκὸν ὡς ψιμμίθιον μολίβδου, καὶ ψύξας, ἔχε. Καὶ λαβὼν ἐξ αὐτοῦ τοῦ ὀστράκου λευκοῦ γεγονότος 𐆄 βʹ, καὶ λευκὰ ὠῶν 𐆄 ϛʹ, λείωσον ὁμοῦ· ἀνένεγκε τοῦτο τὰ ὕδατα δι’ ἄμβικος· τὴν οὖν σκουρίαν φύλαττε παρὰ μίαν. Ἐν τούτοις τοῖς ὕδασιν βάλλε ὄστρακα πεπλυμένα σκληρὰ, ἤγουν ξηρά· καὶ ἀπόστυφε αὐτά· καὶ ἀποσείρωσον ἀπὸ τῶν πετάλων, καὶ ἔχε ἐν ἑτοίμῳ πρὸς τὸ λευκάναι τὸ σύνθεμα. Καὶ λαβὼν τὴν ἄνω σκουρίαν τὴν ἐν τοῖς ὕδασιν λειωθεῖσαν καὶ λευκανθεῖσαν, πρινὴ τὸ ὕδωρ ἀνενεχθῆναι, τουτέστιν τὰς 𐆄 βʹ, 〈τήρησον〉 ὅπου τὸ σημεῖον τοῦ δευτέρου. Βαλὼν τὴν σκουρίαν εἰς ὀστράκινον ἢ ὑέλινον ἄγγος, φιμώσας, ὄπτα διὰ κηροτακίδος φωσικοῖς ἱεροῖς πάνυ, ἡμέραν αʹ, ἄχρις οὗ ὀσμὴν οὐκ ἔχῃ καὶ γίνηται λευκόν· ἀνελόμενος, λύε ἐν θυείᾳ ἐν ἡλίῳ· ἐπίβαλλε ἐκ τοῦ ἀνωτέρου ὕδατος καὶ ποίησον γλοιοῦ πάχος ἡμέραν αʹ· καὶ ξηράνας ἐν ἡλίῳ, καὶ ἀνελόμενος, ὄπτα τῇ κηρωτακίδι κατὰ τὴν ἄνω τάξιν φωσικοῖς ἱεροῖς πάνυ ἡμέραν αʹ· καὶ πάλιν ἀνελόμενος, λύε αὐτὸ μετὰ ὕδατος, καὶ ποιῶν γλοιοῦ πάχος ἡμέραν αʹ ἐν ἡλίῳ, καὶ ξήρανε ἐν ἡλίῳ, καὶ ὄπτα τοῦτο· καὶ ποίει πολλάκις, ἕως ἴδῃς τὸ σύνθεμα λευκὸν ὡς ψιμμίθιον. Καὶ μετὰ ταῦτα ξάνθωσον οὕτως. Ἀνενέγκας τὸ ὕδωρ κατὰ τὴν ἄνω τάξιν, οὐκέτι στύφεις αὐτὸ εἰς πέταλα ὠῶν, ἀλλ’ ἐπιβάλλεις αὐτὸ ἐν ἑνὶ ξέστῃ ξανθὰ ὠῶν ιʹ· καὶ συναναμίξας αὐτὰ εἰς τὸ ὕδωρ, ἔχε ὕδατα ξανθὰ, τούτοις δὲ τοῖς ὕδασιν λύε τὸ σύνθεμα ὡς γλοιοῦ πάχος ἡμέραν αʹ· καὶ ξηράνας ἐν ἡλίῳ, καῦσον, καὶ πάντα ποίει κατὰ τὴν ἄνω τάξιν, πλήρης ἕως οὗ ἴδῃς τὸ σύνθεμα ξανθὸν γενόμενον ὡς χρυσόν· καὶ βαλὼν αὐτὸ τὸ σύνθεμα εἰς φιάλην, ἔασον ἄπωμον· καὶ βαλὼν εἰς .
2.386 ἄγγος ὄξος δριμύτατον κοινὸν, βάλε κατὰ τὴν φιάλην τοῦ συνθέματος, καὶ ἀς ἐπιπλέει τῷ ὄξει· καὶ περιφιμώσας τὸ ἄγγος τοῦ ὄξους, εἶτα κατασκεπάσας ὁμοῦ ἡμέρας μαʹ, καὶ ἀνελόμενος τὸ σύνθεμα, βάλε εἰς θυείαν, καὶ ἐπίβαλε ὕδατα ξανθὰ, καὶ ποίει γλοιοῦ πάχος· καὶ ψύξας ἐν ἡλίῳ, ἔχε πλήρης. Τοσοῦτον κατασκευασθῆναι θέλει διὰ σήψεως καὶ ἑψήσεως, τῆς ἀσήμου παραθέρμης καὶ λειώσεως τοῦ δοιδύκι, καὶ ποτίσεως τῶν ὑγρῶν, ἄχρις ὅτου πρὸς ἁπτομένου πυρὸς οὐκ ἐκφεύξῃ, ἀλλὰ καὶ εἰσκριτικὸν γίνεται ἐν τοῖς σώμασιν ἄφευκτος μένουσα καὶ ἄκαυστος.
2.387 Τοῦτο δὲ γίνεσθαι ὀφείλει κατὰ τῆς ἀσήμου παραθέρμης πυρὸς, ἥτις αὐτῇ ἀνιοῦσα καὶ κατιοῦσα ἐν τῷ σφαιρικῷ ὀργάνῳ, δίκην ἀτμίδων ἀχλυωδῶν, ἄχρις οὗ τὴν ἄκαυστον καὶ ἄφευκτον ὅλην προσκτήσηται δύναμιν· καὶ τὴν αὐτὴν πάλιν ἔξουσιν οἰκονομίαν ἕως ἂν σαπῶσιν παντελῶς, καὶ ἐξυδατωθῶσιν τὰ ξηρία, καὶ τελείως τοῖς ὑγροῖς συμμι γῶσιν καὶ ἑνωθῶσιν, καὶ ἓν, ὡς εἰπεῖν, σῶμα γίνωνται τῇ ἀχωρίστῳ καὶ ποιητικῇ πίστει, τὰ δὲ ὑγρὰ πάλιν στυφῶσιν διὰ στυπτικῶν εἰδῶν, καὶ τελείως σαπῶσιν καὶ ἰωθῶσιν· ἕως καὶ αὐτὰ τὴν ἄφευκτον καὶ πυρίμαχον προσκτήσωνται δύναμιν· τῇ ἀχωρίστῳ ἑνώσει τῇ πρὸς τὰ ξηρία συνενωθέντα πρὸς τοῖς ὑγροῖς ὁρίοις, χρώματα καὶ δύναμιν εἰσκριτικὴν ποιοῦνται· ὡς ἡ φυσικὴ πτισάνη ὕδατι ἑψωμένη μαλθακῷ πυρὶ ἅπασα διαλύεται χρωματίζουσα τὸ ὕδωρ, καὶ ἓν μετ’ αὐτῶν γεγονυῖα τὸ πᾶν. Μετὰ οὖν τὸ παντελῶς ἀνενεχθῆναι πάντα τὰ ὑγρὰ, λαβὼν τὴν ἀπομένουσαν ξηράν τε καὶ μελανοειδῆ τρυγίαν, λεύκανον οὕτως. Ἔστω σοι οἶνος προκατασκευασμένος τῷ δι’ ἀσβέστου ὕδατι ἤτοι διεσταγ μένῳ διὰ σποδοῦ ἀλαβαστρίνου, ὡς ἡ σαπωναρικὴ στάκτη. Ἐπίβαλε .
2.387 τοίνυν ἐκ τούτου καὶ πλῦνον αὐτὴν καλῶς, ἕως οὗ μελανοειδὲς τὸ ὕδωρ γένηται. Εἶθ’ οὕτως κατάγγιζε ἐπ’ αὐτὴν ἕτερον ὕδωρ ἐπιβαλὼν, καὶ, εἰ βούλει, προκατάχωσον ἡμέρας τινάς. Καὶ εἶθ’ οὕτως ἀνιὼν πλῦναι ὁμοίως κατὰ τὴν προδηλωθεῖσάν σοι τάξιν· εἰς ὃ καταγ γίζων τὸ μελανίζον ὕδωρ, ἐπὶ τῶν ἄλλων αὖθις ἕτερον ἐπίβαλε. Εἶτα κλεῖσον αὐτὰ ἐν ἀγγείοις τὰς αὐτὰς ἡμέρας· καὶ εἶθ’ οὕτως ἔκβαλον, πλῦναι, καὶ οὕτω ποιῶν ἀναλίσκεται ἡ μελανοειδὴς ἐπιφάνεια, καὶ λευκόχροος γίνεται χρυσός. Τὰ δὲ προμελανωθέντα ὕδατα ἔμβαλε ἐν σκεύει τινὶ ὑελίνῳ, καὶ περιπηλώσας καὶ ξηράνας, κατάχωσον ἡμέρας τινὰς, τουτέστιν ἄχρις ὅτου ἐπιπλασθῇ, καὶ ἀραιωθῇ, καὶ πρὸς ἱκανὴν ἔλθῃ λεύκωσιν. Διαλύεται δὲ καὶ ἀραιοῦται· καὶ τεθεῖσα ἐπάνω τινὸς ὄξους, προσδεχομένη τὰς δριμείας αὐτοῦ ἀτμίδας, παράλυε, πωμασθέντος δηλαδὴ τοῦ ἄγγους ἀσφαλῶς. Καὶ οὕτως ὑπὸ τοῦ ὄξους δριμέως ἀτμὸν ἀερόλευκος γίνεται δίκην ψιμμιθίου τοῦ ἀπὸ κοινοῦ μολίβδου γινομένου. Δύναται γὰρ οὕτως γενέσθαι καὶ ἄσβεστος ἡμετέρα, τιθέντος δηλαδὴ τὸν ἡμέτερον λίθον ἐπάνω τῶν τοῦ ὄξους δριμέων ἀτμῶν, δίκην μολιβδικοῦ πετάλου. Εἰ δὲ ξανθὴν βούλει ταύτην κατασκευάσαι, μετὰ τὸ ἱκανῶς πλῦναι καὶ λευκανθῆναι, τότε μετὰ τοῖς ξανθοῖς σεσηπωμένοις ὕδασιν προποτισθείη, καὶ προσπλασθείη μετὰ τῶν ξανθῶν ὑδάτων, καὶ μετέπειτα ξηρανθείη.
2.387 Ἑπληρώθη ἡ χρῆσις Ἰουστινιανοῦ βασιλέως.