Preparations and SiegecraftΠροπαρασκευαὶ καὶ πολιορκητικά
Philo of Byzantium Preparations and Siegecraft PDF
Preparations and Siegecraft is a technical military treatise by the Hellenistic engineer Philo of Byzantium, composed around 200 BCE. It constitutes the fifth book of his comprehensive encyclopedia, the Mechanike Syntaxis, or Mechanical Collection. The work is a systematic and practical manual dedicated to the art of siege warfare, addressing both defensive preparations and offensive operations. Its thirty chapters methodically cover the construction of city walls, towers, and defensive ditches, alongside detailed instructions for building and deploying offensive artillery such as catapults, battering rams, and mobile protective shelters. The treatise also provides guidance on counter-siege measures, including the use of incendiary materials against enemy assaults.
While the text survives to the present day, it is not preserved in its complete original form. The primary extant version is an abridged summary transmitted through later medieval manuscripts. Modern scholarship regards the treatise as a pinnacle of Hellenistic military engineering, likely compiled for the use of military commanders and royal patrons during a period of intense conflict between the Greek successor kingdoms. It encapsulates the advanced technical knowledge of its era and was designed as a comprehensive, actionable guide for the practical realities of siegecraft. The work proved highly influential, serving as a crucial source for subsequent Roman and Byzantine military writers, most notably the architect Vitruvius.
| 79 (T) [5] | I. Φίλων Ἀρίστωνι χαίρειν. (1) Πρῶτον μὲν δεῖ τοὺς οἰκοδομοῦντας πύργους ὀρύξαντας μέχρι πέτρας ἢ ὕδατος ἤ τινος ἐδάφους ἀσφαλοῦς τοῦτον ἀποστερεώσαντας τὸν τόπον ὡς μάλιστα τιθέναι τοὺς θεμελίους ἐν γύψῳ, ἵνα μὴ ἔνδον τῶν θεμεδίων οἱ τοῖχοι ῥηγνύωνται μηδ’ ὑπορύττηται τὰ τείχη· (2) δεύτερον δὲ τοὺς πύργους οἰκοδομεῖν κατὰ τοὺς ἁρμόττοντας τόπους, τοὺς μὲν [ἀντὶ τῶν στρογγύλων] ἔξωθεν περιφερεῖς, ἔνδον δ’ ἔχοντας ἐπιφάνειαν οἵα γένοιτ’ ἂν κυλίνδρου τμηθέντος κατὰ τὴν βάσιν δίχα· (3) τοὺς δὲ ἑξαγώνους καὶ πενταγώνους καὶ τετραγώνους κατασκευάζοντας ἐκτιθέντας κατὰ μίαν γωνίαν, ἵνα ἀλλήλοις ἀμύνωσιν ἐκ τῶν πλαγίων [Omitted graphic marker] ἀφιεμένων τῶν βελῶν εἰς τὰ προσαγόμενα μηχανήματα καὶ ἵνα μήθ’ ὑπὸ τῶν κριῶν μήθ’ ὑπὸ τῶν πετροβόλων τυπτόμενοι μηδὲν πάσχωσιν· (4) αἱ μὲν γὰρ γινόμεναι κατὰ τὰς πλευρὰς καταφοραὶ τῶν πληγῶν ἰσχυραί, αἱ δὲ περὶ τὴν ἐκκειμένην γωνίαν περικλώμεναι παντελῶς ἀσθενεῖς ἔσονται. (5) ἁρμόσει δέ πως τοὺς περιφερεῖς καὶ τοὺς τετραγώνους ὥσπερ νῦν οἰκοδομοῦνται τίθεσθαι· (6) τοὺς δὲ κατὰ τοὺς πυλεῶνας ἑξαγώνους δεῖ συντελεῖν, ἵν’ αἵ τε γωνίαι ἧττον θραύωνται καὶ μὴ παραπίπτοντα τὰ βέλη καὶ συμφερόμενα ἅπαντα πρὸς τὰς ἐξόδους συντρίβῃ τὰς πύλας καὶ δυσεκπορεύτους κατασκευάζῃ, τάς τε ἐπιτάσεις τῶν βελῶν ἔχῃς πανταχόθεν. (7) ἐὰν δὲ πλινθίνους οἰκοδομῇς, τετραγώνους δεῖ ποιεῖν καὶ προεκτιθέναι μικρὸν κατ’ ὀξεῖαν γωνίαν, κατὰ κύκλου τμῆμα συνάπτοντας τοῖς μεσοπυρ[Omitted graphic marker] γίοις, ὥστε ἀπαρτίζειν αὐτῶν τὴν βάσιν τῷ πέρατι τῶν μεταπυργίων. |
| 80 [45] | (8) ἵνα δὲ μὴ λαμβάνωσιν κατάκρουσιν μηδ’ ἡντιναοῦν ἐκ πληγῆς μηδ’ ἡστινοσοῦν, ἐν μολίβῳ καὶ σιδήρῳ καὶ γύψῳ τῶν ἐσχάτων λίθων πρὸς ἀλλήλους δεθέντων. 〈...〉 πρὸς τὸ τοὺς πετροβόλους παραφόρους γινομένους μὴ δύνασθαι τὰς ἐπάλξεις ἀποκόπτειν. (9) τὰ δὲ μεταπύργια ἐπικαμπίους ἔχοντα ἐκ τῶν πλαγίων τοίχους, οἳ ἀπὸ μέσων τῶν πύργων ἀχθέντες τὸ μὲν πλάτος ἐχέτωσαν δίπηχυ, ἵνα μὴ οἱ ἐκπορευόμενοι τιτρώσκωνται μηδὲ κατὰ τὰς διόδους τὰ βέλη φερόμενα τὰς πυλίδας ἐκκόπτῃ. [Omitted graphic marker] (10) ἀπεχέτω δὲ τὸ τεῖχος ἀπὸ τῶν οἰκῶν ἑξήκοντα πήχεις, ἵνα ῥᾳδίως ᾗ παραφέρειν τοὺς λίθους καὶ πάροδον ἔχῃς τοῖς βοηθοῦσιν καὶ ταφρείαν ἔνδοθεν ἱκανήν, ἐάν τι δέῃ. (11) τὰ δὲ πλάτη ποιητέον τῶν τοίχων οὐκ ἔλαττον ἢ δέκα πηχῶν, τιθέντας καὶ τοὺς λίθους ὀρθίους ἐν γύψῳ, μάλιστα μὲν ἐκ κραταιοῦ λίθου τὰ ἐπικαιρότατα τῶν μεταπυργίων συντελοῦντας, εἰ δὲ μή, ὀξεῖς· ὡς ἥκιστα γὰρ πείσεται ὑπὸ τῶν λιθοβόλων. (12) μὴ ἐλάσσω δὲ τῷ ὕψει οἰκοδομείσθω ἢ εἰκοσιπήχη, ἵνα αἱ πρὸς αὐτὰ κλίμακες προσαγόμεναι μὴ ἐξικνῶνται [τοῖς τείχεσιν]. (13) ἐμβλητέον δέ ἐστιν εἰς τὰ τείχη καὶ τοὺς πύργους ξύλα δρύινα διὰ τέλους συνεχῆ διὰ τεττάρων πηχῶν, ἵνα ὑπὸ τῶν λιθοβόλων ἐὰν κατά τι πονέσῃ, ῥᾳδίως ἐπισκευάζωμεν αὐτά. (14) ποιεῖται δὲ τὰ μὲν κατάστεγα καὶ ἐπάλξεις ἔχοντα, οἷα ἂν συμφέρῃ. (15) τινὰ δὲ τῶν μεταπυργίων συντελεῖται ἐν τοῖς ἁρμόζουσι τόποις ἐπάλξεις μὲν ἔχοντα, παρόδους δὲ οὔ, ἀλλ’ ἀπὸ τῶν ἐνῳκοδομημένων ἰκρίων τοῖς τοίχοις ἐπιβολὰς ξύλοις καὶ σανίσιν ἔχοντα, ἵνα κατὰ τὰς γινομένας πολιορκίας λαμβάνωνται 〈καὶ〉 ὅταν δέῃ ἐ[Omitted graphic marker] φοδεύειν ἢ διακινδυνεύειν ἐπ’ αὐτῶν μηδὲν ἡμᾶς κωλύῃ, καὶ πάλιν ἀφελοῦσι τὰ ξύλα ὅταν ἁρμόττῃ, βραχεῖά τις φυλακὴ καταλείπηται· (16) κυριεύσαντες γὰρ αὐτῶν οἱ πολέμιοι ἢ πάλιν ἀπίασιν, οὐ δυνάμενοι εἰς τὴν πόλιν παρεμπεσεῖν, ἢ βραχύν τινα χρόνον ἐπὰν μείνωσιν, ὑπὸ τῶν βελῶν τυπτόμενοι ἀπολοῦνται. (17) τινὰ δὲ καθάπερ ἐν Ῥόδῳ εἰς ψαλίδας συγκλειόμενα 〈...〉 πλάτη τε ἔχουσιν αἱ πάροδοι ἑπταπήχη καὶ κάτωθεν φυλακτήρια ἑπτάκλινα, ὧν οἱ τοῖχοι οἱ μὲν ὀρθοὶ ἔσονται δεκαπήχεις τῷ τε μήκει καὶ τῷ πάχει· (18) οἱ δὲ πλάγιοι μῆκος μὲν ἔχουσιν τὸ ἴσον τοῖς ὀρθοῖς, πλάτος δὲ τρίπηχυ. |
| 80 (50) [5] | (19) οὕτω δὲ καὶ οἰκοδομηθέντων τό τε ἀνάλωμα ἔλαττον ἔσται, καὶ οἱ μὲν δεκαπήχεις ὑπὸ τῶν λιθοβόλων οὐθὲν πείσονται, οἱ δὲ τριπήχεις τὸ πάχος ὄντες ἐάν τι πάσχωσιν ὑπὸ τῶν πληγῶν, ταχὺ ἀποστερεώσομεν τὸ φυλακτήριον τοῦτο. |
| 81 [47] | (20) ὡσαύτως δὲ καὶ τοὺς πύργους οἰκοδομήσομεν ἐκ λίθων οἵων εἰρήκαμεν, τιθέντες ὀρθίους αὐτοὺς ἐν γύψῳ καὶ τὰ πλάτη τῶν τοίχων οὐκ ἐλάττω ποιοῦντες ἢ δεκαπήχη καὶ καταλιπόντες θυρίδας ἐκ τῶν πλαγίων τοίχων ἔξωθεν στενὰς καὶ ἔσωθεν εὐρείας, ἐκ δὲ τοῦ μέ[Omitted graphic marker] σου στενὰς καὶ καταξύρους ἐκ τοῦ κάτωθεν μέρους, ἵνα μὴ τιτρώσκωνται οἱ ἔνδον καὶ παρα〈φόρων〉 γινομένων 〈τῶν〉 βελῶν ἀφιῶσι τούς τε καταπάλτας καὶ τοὺς πετροβόλους οὖ προαιροῦνται. (21) δεῖ 〈δὲ〉 εἶναι τὰς θυρίδας τοῖς ἀφιεμένοις καταπάλταις καὶ πετροβόλοις ἐν 〈τοῖς τοίχοισ〉 τῶν πύργων, ἐν οἷς αἱ βελοστάσεις ἐκ τοῦ ἐδάφους κατασκευασθήσονται, ἵνα τὰ προσαγόμενα μηχανήματα ἐάν τε πρός τινα τῶν 〈μετα‐〉 πυργίων ἐξ ἐναντίας προσάγηται, ἐάν τε ἐπί τινα τῶν ἐκκειμένων πύργων ἐπιστρέφῃ, συνεργοῦντες ἀλλήλοις 〈ἀμύνωσιν〉 οἱ πύργοι φερομένων τῶν λιθοβόλων ἐκ τῶν πλαγίων τοίχων [καὶ τῶν μεταπυργίων], ἐν οἷς αἱ θυρίδες κατασκευάζονται οἵας εἰρήκαμεν. (22) 〈...〉 καὶ τοξικαὶ αἱ μὲν πλάγιαι αἱ δὲ ὀρθαὶ ἔξω τὰ στενὰ ἔχουσαι, ὅπως ἂν τούς τε πλησιάζοντας τραυματίζωσι καὶ καταγνύωσι τὰς προστιθεμένας δοκίδας καὶ τὰ μηχανήματα, αὐτοὶ δὲ μηδὲν δεινὸν πάσχωσι· (23) σεσιδηρωμένας γὰρ καὶ ἀμφιπλεύρους τὰς θυρίδας αὐτῶν ποιήσομεν, ἵνα μὴ συντρίβωνται ὑπὸ τῶν λιθοβόλων· (24) ἔτι δὲ οὐ ῥᾳδίως τὰ τῶν ἐναντίων βέλη εἰς τὰ πλάγια τὴν ἔφιξιν ποιήσονται. (25) τοιαύτης δ’ οὔσης τῆς τοιχοποιίας τῶν πύργων τὰς διόδους ὡς μεγίστας καὶ ψαλιδοειδεῖς ποιήσομεν πρὸς τὸ ῥᾳδίως τοὺς πετροβόλους εἰσφέρειν καὶ μεταφέρειν ὅταν δέῃ. (26) δεῖ δὲ τοὺς μὲν κατὰ τὰς εἰσαγωγὰς πύργους τῶν μηχανημάτων ὑψηλοὺς καὶ ἰσχυροὺς οἰκοδομεῖν, τοὺς δὲ ἄλλους ὄσον κλίμακι 〈μὴ〉 προσικέσθαι· (27) οἱ γὰρ ἄγαν ὑψηλοὶ δυσχρηστότεροί εἰσιν καὶ θᾶσσον ὑπὸ τῶν πετροβόλων τυπτόμενοι καταπίπτουσιν οὐ δυνάμενοι τὰ βάρη φέρειν. (28) ὥστε μᾶλλον σπουδαστέον ἐστὶν αὐτῶν τοὺς τοίχους. παχυτέρους [ποιεῖν] καὶ αὐτοὺς ποιεῖν καὶ τὴν εἰς τὰ ὕψη δαπάνην γινομένην εἰς ταῦτα ἀναλίσκειν. (29) ἐν δὲ τοῖς μεταπυργίοις πᾶσι καὶ τοῖς πύργοις καθ’ ὃ ἂν αἱ πληγαὶ μάλιστα γίνωνται τῶν λιθοβόλων, λίθοι ὡς σκληρότατοι ἐκτίθενται προέχοντες ὅσον σπιθαμὴν καὶ διεστηκότες ἀπ’ ἀλλήλων τοσοῦτον, ὥστε εἰς τὴν ἀνὰ μέσον χώραν ταλαντιαῖον πετροβόλον μὴ παραδέχεσθαι, ἵνα μὴ ὑπ’ αὐτῶν τὰ τείχη μηδὲν πάσχῃ. |
| 82 [45] | (30) τῶν δὲ τειχέων ἁπάντων αἱ ἐκθέσεις καὶ ἐγκλίσεις καὶ τὰ ἐπικάμπια καὶ αἱ 〈εὐρυχω〉ρίαι ἁρμοττόντως τοῖς ὑπάρχουσι τόποις λαμβάνονται· (31) 〈...〉 καὶ λίθοι ἀργομέτωποι πεπελεκημένοι ἐπὶ μῆκος τίθενται. (32) καὶ κάτωθεν τῶν τειχῶν καὶ τῶν προτειχισμάτων ὡς μεγίστοις καὶ πλείστοις βέλεσιν αἱ βελοστάσεις κατασκευάζονται, αἱ μὲν [ὀρυκταὶ] ἐπίπεδοι [καὶ κατώρυχοι], αἱ δὲ ὑπόγειοι πρὸς τὸ εὐρυχωρίαν ἔχειν πολλὴν καὶ τοὺς ἀφιέντας μὴ τιτρώσκεσθαι καὶ αὐτοὺς ἀδήλους τοὺς ἐναντίους τραυματίζειν, καὶ ὅταν οἱ πολέμιοι πλησιάζωσι, μὴ ἀχρείους γίνεσθαι τοὺς καταπελταφέτας ἀδυνατοῦντας καταστρέφειν. (33) ἔτι δὲ πυλίδες πολλαὶ καταλείπονται ἐκ τῶν πλαγίων πρὸς τὸ ῥᾳδίως ἐπεξέρχεσθαι [ἢ] καὶ πάλιν ἀποχωροῦντας γυμνὰ μὴ φαίνειν ἐπ’ ἀσπίδα ποιουμένους τὴν μεταστροφήν, καὶ τὸν ἐξεληλυθότα λόχον κατὰ τὴν πρώτην πυλίδα κατὰ τὴν δευτέραν συντελοῦντα τὴν εἴσοδον, ὁμοίως δὲ καὶ τοὺς ἄλλους πάντας οὕτω ποιουμένους τὰς ἀποχωρήσεις. (34) τῶν δὲ πυλίδων αἱ μὲν σκολιαί, αἱ δὲ κλίσιν ποιοῦνται. (35) πρὸ πασῶν δὲ αὐτῶν οἰκοδομήματα κατασκευάζεται, ἵνα δυσέμπρηστοί τε ὦσι καὶ ὑπὸ τῶν πετροβόλων μὴ συντρίβωνται καὶ οἱ πολέμιοι μὴ πλησιάσωσιν αὐταῖς, ἐκ δὲ τῆς πόλεως ὅταν μέλλωσιν ἐπεξιέναι τινές, μὴ συμφανὲς ᾖ τοῖς πολεμίοις. (36) αἱ δὲ ὀρυττόμεναι τάφροι, ἐὰν μὴ ὕπομβρος ᾖ ὁ τόπος, κατάξηροί τε καὶ ὑπόνομοι κατὰ τοὺς ἁρμόττοντας τόπους γίνονται, ἵνα ὅταν συγχύνωνται, πάντα τὰ ἐμβαλλόμενα μεθ’ ἡμέραν [τὰ δὲ] νυκτὸς ὑπεξάγηται πάλιν ὑπὸ τῶν ἔνδον πολιορκουμένων. (37) αἱ δὲ χαρακώσεις ἔξω τῆς 〈τάφρου τῆσ〉 προσ〈εχῶς τὴν παρέκτασιν παρὰ〉 τὸ τείχισμα λαμβανούσης ὄρθιαι πᾶσαι συντελοῦνται παρὰ 〈...... πρὸσ〉 τὸ τὸν χάρακα δυσυπέρβατον καὶ δυσδιάσπαστον γενέσθαι· δυσυπέρβατον μὲν διὰ τὸ μηδαμῶς μήτε 〈κλίμαξιν μήτε〉 ὑπέρβασιν ἔχειν τοῖς σκέλεσι· δυσδιάσπαστον δὲ διὰ τὸ καὶ ἑλκόμενον στάσιν ἔχειν καὶ ὑπὸ τῶν γινομένων τοῖς καλῳδίοις ἐνάψεων πρότερον ἂν συντριβῆναι τὸν κάλων, ὅπερ γένοιτο ἄν, ἢ ἑλκυσθῆναι τὸν σκόλοπα τελέως. (38) τίθενται δὲ [καὶ] εἰς τὸ στάδιον οἱ μέσοι τοῖς μεγέθεσιν ὄντες χάρακες ͵ αχ . (39) ἑτέρα δέ τίς ἐστιν πυργοποιία ταύτης οὐθὲν χείρων ἐκ τῶν ἡμικυκλίων συνισταμένη, ὡς τὰ κοῖλα πρὸς τοὺς πολεμίους φαίνεσθαι· (40) ἐν ᾗ τὰ πέρατα τῶν τμημάτων δεῖ συνάπτειν τοῖς πύργοις, ὥστε ἀπαρτίζειν ταῖς γωνίαις αὐτῶν καὶ λαμβάνειν ἀπ’ ἀλλήλων διάστημα τῆς ἔξω περιφερείας ὅσον ἂν ᾖ τὸ πλάτος τοῦ ἔσω τοίχου τῆς βάσεως. |
| 82 (50) | (41) ἁπάντων δὲ τὰς δοκοὺς ἐπὶ τοὺς ὀρθοὺς τοίχους ἐπιθετέον ἐστίν, ἵνα ἐάνπερ ὁ πρὸς τοὺς πολεμίους καθήκων τοῖχος τυπτόμενος πέσῃ, μένωσιν αἱ ὀροφαὶ καὶ δυνώμεθα πάλιν οἰκοδομεῖν αὐτούς. |
| 83 [47] | (42) ποιητέον δὲ καὶ 〈παρα〉θυρίδας παρ’ αὐτούς, ὥστε μήτε ψιλὰ τοὺς ἐκπορευομένους φαίνειν μήτε ὑπὸ τῶν λιθοβόλων αὐτὰς ἐκκόπτεσθαι. (43) τὴν δὲ ἄλλην οἰκοδομίαν ἀκολούθως τοῖς πρότερον δεδηλωμένοις κατασκευαστέον· (44) ταύτῃ δὲ 〈ἡ〉 πριονωτὴ παραπλήσιος οὖσα τυγχάνει, ἣν Πολύειδόν φασιν εὑρεῖν τὸν μηχανοποιὸν ἐν τῇ Με〈γαλοπόλεως περιτειχίσει· μάλιστα δὲ αὐτῇ χρῆσθαι δεῖ κα〉τά τινας τῶν ἐπικαίρων τόπων, παρ’ οἷς καὶ πύργους οἰκοδομεῖν πενταγώνους κατὰ τὰ διαλείμματα τῶν μεσοπυργίων, ἀφ’ ὧν, καθάπερ εἴρηται πρότερον, δοκῶν ἐπιβληθεισῶν ταῦτα τὰ κατασκευάσματα ἔσται. (45) παρὰ δὲ ταύτην ἄλλην τινὲς τειχοποιίαν δοκιμάζουσιν, ἐν ᾗ μικρὸν ἐκκλίνοντα τὰ μεταπύργια ᾠκοδόμηται ἑκατὸν πηχῶν τὸ μῆκος, τὸ δὲ πάχος ιβ , τὸ δὲ ὕψος ἓξ ὀργυιῶν· (46) τὸ δὲ πρὸς τοὺς πολεμίους καθῆκον τοιχόκρανον δεῖ μείουρον διπλοῦν κατασκευάζειν, ἵνα ὑπὸ τῶν λιθοβόλων τυπτόμενον μηδὲν πάσχῃ, ἀπέχον θάτερον θατέρου πήχεις ὀκτώ, ἐπ’ ἔλαττον δὲ δώδεκα· (47) 〈τῶν δ’〉 ἄνωθεν εἰς ψαλίδας συγκλεισθέντων ἢ δοκῶν ἐπιτεθεισῶν οἰκοδομεῖται φυλακτήρια· ἐπὶ δὲ τῶν διεξόδων πυλίδες ἐπιτίθενται. (48) κατὰ δὲ τὸ μέσον αὐτῶν πύργοι [βάρεις] οἰκοδομοῦνται κατὰ τοὺς ἐπικαίρους τόπους πεντάγωνοι. (49) συμβαίνει οὖν τῇ μὲν γίνεσθαι διπλοῦν 〈τὸ〉 τεῖχος, τῇ δὲ πύργοις πεφυλαγμένον, ὥστε μηδὲν δεινὸν πάσχειν· (50) τάς τε γὰρ προστιθεμένας δοκίδας καὶ τὰ προσαγόμενα μηχανήματα καὶ τὰς προσῳκοδομημένας στοὰς ἐκ τοῦ πλαγίου τυπτομένας τοῖς λιθοβόλοις καὶ κριοῖς τὰς μὲν συντρίβειν, τὰς δὲ ῥᾳδίως καταβάλλειν (51) καὶ τοὺς ὑπορύττοντας καὶ τοὺς ὑπ’ αὐτοῖς ὄντας εὐχερῶς ἀπολεῖν, ἔτι δὲ βρόχους περιβάλλοντας περὶ τοὺς κριοὺς ῥᾳδίως καθέξειν ἢ κυριεύσειν αὐτῶν· (52) τούς τε προσερχομένους εἰς τὸ τεῖχος εἰς τὰ ψιλὰ τυπτήσειν καὶ αὐτοὺς εὐχερῶς ὑπεξελεύσεσθαι καὶ πάλιν τὰς ἀποχωρήσεις ἀσφαλῶς ποιήσεσθαι μὴ διδόντας τὰ ψιλὰ τοῖς πολεμίοις. (53) ταῦτα δὲ πάντα συμβήσεται καὶ ἐν ταῖς ἄλλαις τειχοποιίαις. (54) δεῖ 〈δὲ〉 τὰ προτειχίσματα αὐτῶν ὡς ἰσχυρότατα ποιεῖν τὸν αὐτὸν τρόπον τοῖς τείχεσιν οἰκοδομοῦντας· τὰς δ’ ἄλλας οἰκοδομίας καὶ τὰς χαρακώσεις οἵας πρότερον εἰρήκαμεν ποιητέον. (55) εὐχερεστάτη δέ ἐστι τειχοποιία καὶ ἀσφάλειαν ἱκανὴν ἔχουσα, ἐν ᾗ τὰ μεταπύργια λοξὰ οἰκοδομεῖται· (56) καὶ πύργοι ἐν αὐτῇ κατασκευάζονται τὴν μὲν ὀξεῖαν, τὴν δὲ ἀμβλεῖαν γωνίαν ποιοῦντες τὰς προσηκούσας πρὸς τὸ τεῖχος· (57) οὕτω γὰρ οἰκοδομηθέντες κἂν προσαγομένων τῶν μηχανημάτων ἀλλήλοις ἀμύνειν δύναιντο. |
| 84 [47] | (58) τὸν αὐτὸν δὲ τρόπον καὶ ἐν τοῖς στρατοπέδοις τειχοποιητέον ἐστίν, ἐὰν προσδέχηται πολιορκίαν τινά. (59) ἐν δὲ ταῖς ἀρχαίαις τειχοποιίαις δεῖ τοὺς πύργους προεκτιθέναι κατὰ μίαν γωνίαν, τὰ δὲ μεσοπύργια οἰκοδομεῖν καθάπερ ἐν Ῥόδῳ κατεσκεύασται. (60) τῶν δὲ ἐπάλξεων τὰς μὲν ὑποστάσεις δεῖ ποιεῖν τριῶν [Omitted graphic marker] πλινθίων, ἵνα ὑπὲρ αὐτῶν βάλλειν δύνωνται τοῖς προβόλοις οἱ φύλακες τοὺς πλησιάζοντας τῷ προτειχίσματι· αἱ δ’ ἐργωδῶς ἀποκόπτονται. (61) πρὸ δὲ τῶν τετραγώνων πύργων προοικοδομεῖν δεῖ [Omitted graphic marker] τριγώνους ἄλλους συνεχεῖς καὶ στερεοὺς ἀπὸ ἰσοπλεύρου τριγώνου, ἵνα περὶ τὴν ἐκκειμένην γωνίαν στερεὰν καὶ ἰσχυρὰν οὖσαν οἱ λιθοβόλοι παράφοροι γινόμενοι μὴ καταβάλλωσι τοὺς πύργους. (62) τοῖς δὲ πύργοις τὰ μεταπύργια οὐ δεῖ συναγαγεῖν· ἀνίσων γὰρ ὄντων τῶν βαρῶν οὐχὶ αἱ αὐταὶ ἐνδέσεις τοῖς θεμελίοις καὶ ταῖς πλίνθοις γίνονται κατά τε τοὺς πύργους καὶ 〈τὰ〉 μεταπύργια. (63) τούτων δὲ συμβαινόντων ῥήξεις ἐν τοῖς τείχεσιν ἔσονται· καὶ ἐὰν πέσῃ τῶν μεταπυργίων, ἐπισπάσεται τοὺς τοίχους τῶν πύργων. (64) ἐργάσασθαι δὲ δεῖ τοὺς λίθους τῶν ἡμικυλινδρικῶν πύργων τὴν ἔξωθεν περιφέρειαν καταμετρήσαντα καὶ πρὸς αὐτὴν ἐμβολεῖς ξυλίνους κατασκευασάμενον διαδοῦναι τοῖς λιθουργοῖς, ἵνα εὐεργῶς καὶ ταχὺ ἐργάζωνται· (65) καὶ ἔσονται οὕτως συνεχῶς οἰκοδομούμενοι μάλιστ’ ἰσχυροὶ διὰ τὸ τὴν οἰκοδομίαν αὐτῶν τοιαύτην γίνεσθαι καὶ διὰ 〈τὸ〉 τῶν πετροβόλων τὰς πληγὰς παραφόρους συμβαίνειν καὶ μὴ εἴκειν τοὺς λίθους μηθέν· ἔξωθεν γὰρ εὐρύτεροι ἢ ἔνδοθέν εἰ[Omitted graphic marker] σιν. (66) δεῖ δὲ τοὺς γωνιαίους καὶ τοὺς ἔξωθεν τιθεμένους λίθους ὡς μεγίστους καὶ παχυτάτους καὶ ἀκροτόμους εἶναι. (67) τῶν δὲ [βαρῶν καὶ τῶν] πύργων πάντων κάτωθεν παρὰ τὰς γωνίας τοίχους ἁπτομένους ἄκρων τῶν γωνιῶν προοικοδομεῖν, ἵνα ὑπόστασιν ἔχωσιν οἱ κινδυνεύοντες· (68) καὶ προτειχίσματα περὶ αὐτοὺς καὶ χάρακα κατασκευάζειν, ἵνα ἐὰν προτείχισμα πέσῃ καὶ ἐντὸς αὐτοῦ γένωνται οἱ πολέμιοι, μὴ ὑπορύττωσιν αὐτοὺς προστιθέντες τὰς δοκίδας. (69) ὀρυκτέαι δέ εἰσιν ἐν πάσαις ταῖς τειχοποιίαις οὐκ ἐλάττους τριῶν τάφρων, ὧν δεῖ τὴν μὲν πρώτην ἀπέχειν ἀπὸ τοῦ τείχους πλέθρον, τὴν δὲ δευτέραν ἀπ’ αὐτῆς πήχεις μ , τὴν δὲ τρίτην ἴσον ἀπὸ τῆς δευτέρας. (70) ἀνὰ μέσον δὲ τῶν διαστημάτων ἐπὶ εἴκοσι ὀκτὼ πήχεις τὸ πλάτος σκόλοπας καταπῆξαι καὶ ὀρύγματα ποιῆσαι καὶ παλίουρον φυτεῦσαι, ἵνα τῷ ταλαντιαίῳ πετροβόλῳ θέσιν μὴ ἔχωσιν, ἐὰν τῆς πρώτης τάφρου κρατήσωσιν οἱ πολέμιοι· (71) δώδεκα γάρ ἐστι πηχῶν τοῦ ταλαντιαίου πετροβόλου ἡ σύριγξ, ἡ δὲ σκυτάλη δ πηχῶν, ὥστε παράστασιν οὐχ ἕξει τοῖς περιάγουσι τὸν ὄνον. |
| 85 [2] | (72) ποιητέον δ’ ἐστὶ τὰς τάφρους ὡς βαθυτάτας καὶ μὴ ἔλαττον τὸ εὖρος ἑβδομήκοντα πήχεων· (73) τοσούτων καὶ τοιούτων τάφρων ὀρυχθεισῶν οὔτε χωσθήσεταί 〈τισ〉 ταχέως, ὅ τε ταλαντιαῖος πετροβόλος, ὅς ἐστι σφοδρότατος, ἢ οὐκ ἀφίξεται πρὸς τὸ τεῖχος ἢ ἔκλυτος ὢν ἀντιτυπτήσει, αἵ τε στοαὶ οὐ πλησιάσουσι τῇ πόλει, ὅ τε κριός, ἐάν τινες αὐτῶν χωσθῶσιν, οὐ δυνήσεται τύπτειν τοὺς πύργους (74) ὀρύττοντας δὲ δεῖ τὰς τάφρους τῆς μὲν πρώτης τὴν ἀναβολὴν ποιεῖσθαι τοῦ χοῦ πρὸ τοῦ τείχους, τῶν δὲ ἄλλων εἰς τὰ διαστήματα ἀνὰ μέσον, ἵνα ὅ τε χάραξ ἀσφαλῶς τίθηται καὶ ὕψος λαμβάνοντα τὰ διαστήματα ἀσφάλειαν παρέχηται τῷ προτειχίσματι καὶ τῷ τείχει· (75) θετέος δέ ἐστι πρὸ τῆς δευτέρας καὶ τῆς τρίτης ἄνευ προτειχισμάτων ὁ χάραξ, ἵνα ὑπόστασιν τοῖς ἐναντίοις μὴ ἔχῃ. (76) πρὸ δὲ τῆς ἐσχάτης τάφρου συναγαγόντας παρά τε τῶν πολιτῶν καὶ δημοσίᾳ κεράμια ὀρθὰ καὶ κενὰ δεῖ κατορύττειν, σάξαντας τὰ στόματα φύκει· ἄσηπτον γάρ ἐστι· μετὰ δὲ ταῦτα γῆν ἄνωθεν ἐπιβάλλειν, ὥστε τοὺς μὲν ἀνθρώπους μηθὲν πάσχειν δεινὸν ἐπ’ αὐτῶν βαδίζοντας, τὰς δὲ προαγομένας χελώνας καὶ μηχανήματα ἐπ’ αὐτῶν καταδύνειν. (77) πολλαχοῦ δὲ ὀρυκτέον καὶ τέλματα, περὶ ἃ παλίουρον δεῖ φυτεύειν, ἵνα ὡς μάλιστα δυσχέρεια γίνηται. (78) καταλείπειν δὲ τὰς τάφρους ὀρύσσοντας ὀρθῶς ἐχούσας ὁδοὺς ἁμαξηλάτους ἱκανάς, ἵνα κομίζειν εἰς τὴν πόλιν ὅσα προσῆκον ἐκ τῆς χώρας δυνώμεθα. (79) 〈.....〉 χρήσιμοι δέ [Omitted graphic marker] εἰσι καὶ οἱ τρίβολοι, οἷς ἀλοῶσι, καὶ αἱ ἀγκυρωτοὶ δοκίδες καὶ οἱ χηλωτοὶ κοπεῖς πρὸς τὸ κωλύειν καὶ ἐκτραχηλίζειν τὰς προστιθεμένας κλίμακας. (80) δεῖ δὲ καὶ μηχανήματα ὑπότροχα ὑπάρχειν, μάλιστα μὲν β , εἰ δὲ μή γε ἕν, ἵνα ῥᾳδίως παραγένηται οὗ ἂν αὐτῶν γίνηται χρεία 〈...〉 (81) κατασκευαστέον δὲ καὶ παρόδους καὶ διόδους ἀσφαλεῖς ἐπὶ τὰς παραβοηθείας τοῦ χάρακος, ἵνα μὴ οἱ πολέμιοι ἐπὶ τὰ χείλη στήσαντες τῆς τάφρου τοὺς πετροβόλους ἐρύματι χρῶνται 〈αὐτῇ〉 καὶ τοῖς πολεμίοις μὴ ᾖ χρήσιμος, ἡμῖν δὲ ἡ ταφρεία. (82) σπουδαστέον δ’ ἐστὶν ὡς μάλιστα περὶ τὰ προτειχίσματα καὶ τὰς τάφρους καὶ τὰς χαρακώσεις· ὑπὸ γὰρ τῶν λιθοβόλων καὶ στοῶν ῥᾳδίως ἁλίσκεται τὰ τείχη. (83) περὶ οὖν ταῦτα φιλοτιμητέον ἐστίν, ἵνα ὡς ἰσχυρότατα 〈ᾖ τὰ〉 προτειχίσματα καὶ αἱ χαρακώσεις, καὶ αἱ τάφροι ὡς πλεῖσται καὶ βαθύταται γίνωνται· τούτων γὰρ ἁρμοζομένων οὐθὲν ἂν πάθοι δεινὸν ἡ πόλις. |
| 86 [51] | (84) ὀρθῶς δ’ ἔχει τὰς τειχοποιίας ποιεῖσθαι προορῶντα τοὺς τόπους· ἄλλη γὰρ ἄλλῃ ἁρμόττει, οἷον ἡ μὲν μαιανδρώδης τῇ πεδινῇ· ἡ δὲ ἐκ τῶν ἡμικυκλίων καὶ πριονωτή, ὅταν ὁ τόπος ᾖ σκολιός, ὃν ἔσω δεῖ περιλαβεῖν· ἡ δὲ διπλῆ, ὅταν κόλπους καὶ ἀναχωρήσεις ἔχῃ, τὸ πόλισμα ὅπου δεῖ κτισθῆναι· ἡ δὲ λοξὰ τὰ μεσοπύργια ἔχουσα τοῖς τριγώνοις εἴδεσιν· ἡ δ’ ἀρχαία τοῖς περιφερέσι χωρίοις. (85) εὐλαβητέον τ’ ἐστὶν ἐν πάσαις ταῖς πυργοποιίαις, ἵνα κατὰ μηθὲν τὸ τεῖχος ἀμφίβολον οἰκοδομῆται. (86) δεῖ δὲ καὶ τῶν ἀγαθῶν ἀνδρῶν τοὺς τάφους καὶ πολυάνδρια πύργους κατασκευάζειν, ἵνα ἥ τε πόλις ἀσφαλεστέρα γίνηται καὶ οἱ μὲν δι’ ἀρετὴν 〈ἀριστεύσαντεσ〉, οἱ δ’ ὑπὲρ τῆς πατρίδος τελευτήσαντες ἐν αὐτῇ τῇ πατρίδι καλῶς ὦσι τεθαμμένοι. (87) τούτων δὲ ὧν δεδηλώκαμεν πασῶν τῶν πυργοποιιῶν ἐν αὐτῷ σοι τῷ βιβλίῳ τὰ σχήματα γέγραπται, σαφέστερον ἵνα καταμάθῃς. II. Ὀρθῶς δὲ ἔχει δημοσίᾳ καὶ κατὰ τὰς ἰδίας οἰκίας ἀποκεῖσθαι 〈καὶ〉 ἄλλα τῶν ἀσήπτων, οἷον κάχρυ καὶ τὸν ἐν τοῖς δράγμασι πυρὸν καὶ ἐρεβίνθους καὶ θέρμους καὶ ἱππάκην καὶ ὀρόβους καὶ σήσαμον καὶ μήκωνας πρὸς τὰς τῶν φαρμάκων συνθέσεις, ἔτι δὲ κέγχρον· πρὸς δὲ τοὺς φοινικικοὺς ἄρτους (2) καὶ παρὰ τοῖς εὐπόροις τῶν πολιτῶν κρέα κρεμαστὰ 〈ἢ〉 συγκείμενα ἐν οἰνηρᾷ τρυγίᾳ. ἄλλα δὲ ἡλισμένα· πρός τε γὰρ τροφὴν καὶ ἰσχὺν οὐ μικρὰν συμβαλεῖται καὶ αὐτάρκειαν παρέξεται πᾶσαν οὐδὲν ἀρτύσεως οὐδ’ ἁλὸς προσδεόμενα· (3) καὶ ἀράκους μάλιστα μὲν πεφωσμένους, εἰ δὲ μή, ὡς ἔχει. ἄλλους 〈δ’〉 ἐν ἀμόργῳ πεφυραμένους· οὕτω γὰρ ἄσηπτον γίνεται· (4) καὶ ἥπατα ἔξω τῶν ὑείων ἔχοντα τὴν χολὴν ἡλισμένα καὶ ἐξηραμμένα ἐν σκιᾷ· ἀπαθέστερα γὰρ οὕτω διαμένει. (5) συνάγειν δὲ ταῦτα δεῖ παρὰ τῶν μαγείρων καὶ τῶν ἰδιωτῶν ψηφίσματι περιβάλλοντας. (6) τὰς δὲ κριθὰς δεῖ καὶ τοὺς πυροὺς 〈φυλάσσειν〉 ὡς βέλτιστα καθάραντας καὶ σιροὺς ὡς βαθυτάτους ὑπαιθρίους ὀρύξαντας καὶ τούτων τὸ ἔδαφος ἀλείψαντας ὅσον ἐπὶ [Omitted graphic marker] τέσσαρας δακτύλους τὸ βάθος πηλῷ διειργασμένῳ καὶ ἠχυρωμένῳ καὶ κύκλῳ περιαλείψαντας ἀμόργῳ· (7) ἔστω δὲ τὰ μὲν δύο μέρη χνοῦ, τὸ δὲ ἓν ἄμμου εἰς τὸν πηλὸν ἐμβεβλημένα (8) ἐν τούτοις καλῶς ἔχει θησαυρίζειν, ἂν ὡς μάλιστα ξηρανθῶσιν. (9) ἐμβληθέντος δὲ τοῦ σίτου δεῖ ὄξους κεράμιον ὡς δριμυτάτου εἰς τὸν μέσον ἄχρι τοῦ τραχήλου κατορύξαι· καὶ περιβαλόντα ἄνωθεν 〈ἐν〉 κωνοειδεῖ σχήματι πλίνθους καταλεῖψαι πηλῷ· οὕτω γὰρ ἄσηπτος γίνεται. |
| 87 [45] | (10) τίθεται δὲ καὶ ἄλλον τρόπον ἐν ὑπερῴοις διαληλειμμένοις ἐν ἀμόργῳ τοὺς τοίχους καὶ τὸ ἔδαφος, καὶ τὰς θυρίδας ἔχουσι καὶ διεκπνοὰς πλείους ἐστραμμένας πρὸς βορρᾶν καὶ πεφραγμένας δικτύοις, ἵνα μήθ’ ὑπὸ τῶν ὀρνίθων κατεσθίηται μήτε θηρία ἐγγίγνηται· ὁ πυρὸς 〈δ’ οὐ〉 σήπεται τεθέντος ὡσαύτως ὄξους. (11) ἐὰν δὲ ξύλων σπανίζωμεν, δεῖ τοὺς σιτοβο[Omitted graphic marker] λῶνας οἰκοδομεῖν οὕτως· ὅταν ὑποβαλώμεθα τοὺς θεμελίους τοῦ οἰκοδομουμένου οἴκου, λαβεῖν τὸ ἥμισυ τοῦ πλάτους 〈καὶ〉 τοσούτου ὕψους ἡμικύκλιον ποιῆσαι (12) καὶ πρὸς τοῦτο δεῖ 〈διὰ〉 τριῶν πηχῶν οἰκοδομεῖν ἐφ’ ἑκατέρου τοῦ τοίχου ἁψῖδας πλινθίνας· ἔστω δὲ πλάτη αὐτῶν 〈...〉 δύο πλίνθων ἐπιτεθεισῶν ἐπὶ τῶν θεμελίων τὰς ἁψῖδας ἐξῆχθαι δεῖ ὅσον πῆχυν τῷ μήκει· 〈...〉 τῷ δὲ πλάτει δίπηχυ ποιητέον. (13) τοῦτο δὲ ἔστω ξεστῶν λίθων ἢ συγκρουστῶν ὡς μεγίστων, ἵνα δύνηται τὰ βάρη φέρειν. (14) ὅταν δὲ συναχθῶσιν αἱ ἁψῖδες, ἐπὶ τῶν θεμελίων ὀρθοὺς οἰκοδομῆσαι τοίχους· (15) τὸ δ’ ἀνὰ μέσον διάστημα τῶν τοίχων καὶ ἁψίδων πλίνθοις ἀποπληρῶσαι, ὥστε τετράγωνον γενέσθαι τὸ οἰκοδόμημα ἴσον τὸ ὕψος ταῖς ἁψῖσιν ἔχον. (16) εἶτα εἰς τὰ ἀνὰ μέσον τῶν ἁψίδων διαστήματα στρωτῆρας ἐπιβαλεῖν τοὺς ἰσχυροτάτους καὶ ἄνωθεν κάλαμον καὶ καταλεῖψαι ὡς βέλτιστα· (17) καὶ ἐπὶ τούτοις ἐάν τε βούλῃ σιτοβολῶνα οἰκοδομῆσαι, τὴν ἄνω ὀροφὴν δοκοὺς διαθεὶς καὶ στρωτῆρας ἐπιβαλὼν κεράμωσον καὶ κατάλειψον ὡς βέλτιστα· (18) ἂν δὲ μὴ οἰκοδομῇς, συνεχῆ τὴν οἰκοδομίαν ὤσπερ καμάρας ποιεῖν καὶ οὐθὲν στρωτήρων προσδεήσεται. (19) ἵνα δέ σοι εὔρυθμα γίνηται τὰ οἰκοδομήματα ἔχοντα σύμμετρον τὸ ὕψος τῷ μεγέθει, τοὺς θεμελίους ὑποβαλόμενος ὁπηλίκους ἂν βουληθῇς, [τούτοις ἴσον] λάμβανε τὸ ὕψος τῶν ἁψίδων ἀπὸ τῶν θεμελίων ὅσον εἰρήκαμεν (20) 〈...〉 ἐὰν δὲ προέλῃ μήτε μονόλιθον εἶναι τὸ ὑπέρθυρον μήτε ξύλινον, μὴ ἐμπρησθῇ, ποιήσας τὴν εἴσοδον ὁπηλίκην βούλει ἐξοικο[Omitted graphic marker] δόμησον πλίνθοις· (21) εἶτ’ ἄνωθεν τιθεὶς ξεστοὺς λίθους ἔγκλισιν ἔχοντας τοὺς μὲν εἰς ἀριστερὰ τοὺς δὲ εἰς δεξιά, ἔπειτα ἐκ τοῦ μέσου κατάκλεισον ἄνωθεν μὲν λίθῳ εὐρεῖ, κάτωθεν δὲ στενῷ ἐναρμόσας ὥσπερ σφῆνα· (22) τοῦτο δὲ ποιήσας ἔξελε τὰς εἰς τὴν δίοδον ἐμβληθείσας πλίνθους· μενεῖ γὰρ ἀσφαλῶς. (23) χρήσιμον δὲ τοῦτο καὶ ἐν ταῖς πυργοποιίαις, ἀντὶ τῶν ψαλίδων ἐάν τις βούληται οὕτως κατασκευάζειν τὰς πυλίδας. (24) τοὺς μὲν οὖν σιτοβολῶνας οὕτω κατασκευαστέον ἐστίν. |
| 87 (50) [51] | (25) τυγχάνει δὲ τοῦ σίτου ἀπαθέστερος ὁ σπαρεὶς καλῶς εἰς κατειργασμένην γῆν καὶ θερισθεὶς ξηρὸς καὶ μείνας ἐν τοῖς δράγμασιν ὡς πλεῖστον χρόνον. |
| 88 [5] | (26) γίνεται δὲ καὶ ἄλλως ἄσηπτος, ἐὰν ἐκ τῆς καλάμης ὠλένας ποιήσας κύκλῳ περὶ τοὺς σιροὺς περιτείνῃς αὐτούς, εἶτ’ ἀργιλώδει πηλῷ διαπάττων ἐμβάλῃς τὸν σῖτον 〈ἢ〉 ἥπατα ἐλάφου ξηρὰ κατατεμὼν μικρὰ ἐμβάλῃς· (27) μάλιστα δὲ ἄσηπτον διαφυλάττει τὸν πυρὸν καὶ κριθὴν καὶ τὰ ὄσπρια, ἐὰν συγκόψας τὸν τῆς τήλεως καρπὸν διὰ πετρῶν εἰς τοὺς σιροὺς ἀποτιθῇ τοὺς εἰρημένους καρπούς, ἢ τὴν κόνυζαν ἢ τὴν ὀρίγανον ὡς ἔχει διαμίσγων ἐν τοῖς σιροῖς θησαυρίζῃς τὰ ὄσπρια· (28) κἂν οὔρῳ ἔξωθεν ἐπιρρύτους ποιήσῃς τοὺς σιτοβολῶνας, διαφυλάττουσιν ἀφθάρτους τοὺς καρπούς. (29) δεῖ δὲ τὰ τοιαῦτα οἰκοδομήματα καὶ χώνας ἔχειν ἐν μέσαις ταῖς ὀροφαῖς, ἵνα ἐὰν βουλώμεθα, βάλληται καὶ κατακομίζηται ῥᾳδίως καταρρέων ὁ σῖτος εἰς τὸ κάτω οἴκημα. (30) τίθεσθαι δὲ προσήκει μὴ ἔλαττον εἰς ἐνιαυτὸν τὸν σῖτον τὴν πόλιν· ἀγοράζειν δὲ δεῖ ὅταν εὐωνότατος ᾖ καὶ διελθόντος τοῦ χρόνου τὸν μὲν παλαιὸν ἀναλίσκειν, νέον δὲ ἄλλον τίθεσθαι πρὸς τὰς γινομένας πολιορκίας καὶ τὰς συμβαινούσας σιτοδείας. (31) χρήσιμον δέ ἐστι καὶ σκίλλας καὶ βολβοὺς ἐν ταῖς οἰκίαις ἀποτίθεσθαι καὶ φυτεύειν ἐν τῇ πόλει καὶ κύκλῳ περὶ τὸ τεῖχος, ἵνα κατασκευαζομένου τοῦ Ἐπιμενιδείου φαρμάκου μηθὲν ἡμῶν πάσχωσιν οἱ πολῖται κατὰ τὰς συμβαινούσας σιτοδείας. (32) συντίθεται δὲ τὸ λελεγμένον φάρμακον κατὰ τρόπον ἀφεψηθείσης 〈σκίλλης καὶ πλυθείσης ὕδατι καὶ ξηρανθείσησ〉 κατακοπείσης 〈τε〉 ὡς λεπτότατα καὶ μετὰ ταῦτα παραμιχθέντος εἰς αὐτὴν σησάμου μὲν τοῦ πέμπτου μέρους, μήκωνος ὡς πεντεκαιδεκάτου· καὶ πάντων τούτων λεανθέντων ἐν τῷ αὐτῷ, ὡς βελτίστῳ μέλιτι φυράσαντα διελεῖν ὅσον εἰς ἐλαίας τὰς μεγίστας γινομένας· (33) καὶ τούτων ἓν μὲν περὶ δευτέραν ὥραν, ἓν δὲ περὶ δεκάτην ἀναλίσκων τις οὐθὲν ἀπὸ λιμοῦ πάθοι ἂν δεινόν. (34) ἔστι δὲ καὶ ἄλλο παραπλήσιόν τι τούτῳ φάρμακον, ὃ δεῖ συντιθέναι τοῦτον τὸν τρόπον· (35) λαβεῖν σησάμου Ἀττικὸν ἡμίεκτον καὶ μέλιτος ἡμίχουν καὶ ἐλαίου κοτύλην καὶ χοίνικα ἀμυγδάλων γλυκέων λελεπισμένων, φρύξαντα τὸν σήσαμον καὶ τὰ ἀμύγδαλα καταλέσαι καὶ σεῖσαι· (36) εἶτα τὰς σκίλλας περιλεπίσαντα καὶ τὰς ῥίζας καὶ τὰ πέταλα ἀποτεμόντα καὶ διελόντα μικρὰ εἰς θυίαν ἐμβαλόντα τρῖψαι ὡς λειότατα· (37) μετὰ δὲ ταῦτα τῶν τετριμμένων σκιλλῶν 〈ἴσον〉 τῷ μέλιτι τρῖψαι ὁμαλῶς ἅμα τῷ ἐλαίῳ καὶ ἐγχέαντας εἰς χύτραν ἑψεῖν ἐπιθέντας ἐπ’ ἀνθρακιᾶς· (38) ὅταν δὲ ἄρξηται ζεῖν παρεμβαλόντα τοῦ σησάμου καὶ τῶν ἀμυγδάλων ἅμα ξύλῳ διακινεῖν μέχρις ἂν ἅπαντα ἐμβληθῇ· (39) ὅταν δὲ γένηται στερεὸν ἰσχυρῶς, ἀφελόντα διελεῖν ὅσον εἰς ψωμοὺς μικρούς, καὶ ἕνα πρωί, ἕνα δείλης ἀναλίσκων ἄν τις ἱκανὴν ἔχοι τροφήν. |
| 89 [46] | (40) τυγχάνει δὲ καὶ πρὸς τὰς στρατιὰς ἱκανὸν τοῦτο 〈τὸ〉 φάρμακον· ἡδὺ γάρ ἐστι καὶ πλήσμιον καὶ δίψαν οὐκ ἐμποιεῖ. (41) συντίθεται δὲ βρῶμα καὶ ἐκ τοῦ τῆς μολόχης καὶ ἐκ τοῦ τῆς σκίλλης καρποῦ, ἴσων μιχθέντων τούτων καὶ ἐν ὅλμῳ κοπέντων καὶ μετὰ ταῦτα καὶ μέλιτι ἑφθῷ φυραθέντων, καὶ τῶν ἴσων ψωμῶν τοῖς εἰρημένοις διδομένων τροφὴν ἱκανὴν παρέχεται τοῖς πολιορκουμένοις. (42) ἐσθίεται δὲ καὶ ἡ σκίλλα καὶ ἀφεψηθεῖσα καὶ ὁμοίως τῷ βολβῷ σκευασθεῖσα καὶ ἐγκρυφθεῖσα καὶ ὀπτηθεῖσα καλῶς, εἶτα 〈...〉 περιληφθεῖσα· καὶ σὺν τῷ ὀροβίνῳ ἀλεύρῳ ἐν τῷ αὐτῷ κοπεῖσα πίνεται ἐν οἴνῳ κεκραμένῳ ὅσον τρισὶ κοτύλαις καὶ μέλιτι, καὶ ἐν αὐτῷ τῷ οἴνῳ διατηχθεῖσα οὕτως, ὥστε γίνεσθαι τὸ πάχος ὡς κυκεῶνα· (43) τοῦτον δὲ τὸν τρόπον προσφερομένη τροφὴν ἱκανὴν παρέχει καὶ κάθαρσιν διὰ τῶν οὔρων οὐκ ἄτοπον ἀπεργάζεται. (44) γίνεται δὲ καὶ ἐξ αὐτῆς ἄρτος τρὶς ἀφεψηθείσης 〈καὶ τριβείσησ〉 λείας καὶ μιχθείσης τρίτῳ μέρει σταιτὸς τροφὴν ἰσχυρὰν παρέχεται τοῦτον τὸν τρόπον θεραπευθεῖσα. (45) ὡσαύτως δὲ καὶ τὰ σῦκα μετὰ τῶν γιγάρτων καὶ τῆς σταφίδος κοπέντα καὶ εἰς παλαθίδια διαμερισθέντα καὶ μαράθῳ διαχρισθέντα χρήσιμα πρὸς πολιορκίαν ὡς ἐνδέχεται μάλιστα γίνεται. (46) παρέχεται δὲ τροφὴν οὐθενὸς χείρω καὶ τὰ κρέα σφοδρῶς ἑψηθέντα καὶ διατακέντα καὶ βουτύρῳ καὶ μέλιτι μιχθέντα, καὶ ἐγχυθεὶς πᾶς ὁ ἐξ αὐτῶν γινόμενος ζωμὸς εἰς ἀγγεῖα καθαρά. (47) χρήσιμος δ’ ἐστὶ καὶ αἰγίλωψ ἑψηθεὶς ἐπὶ τέφρας μαλακῆς ἐν χύτρᾳ καινῇ ἐλαίῳ χρισθείσῃ· τροφήν τε γὰρ παρέχει καὶ δυσεντερίαν ἰᾶται. (48) συμφέρει δὲ καὶ κηπία ἐν ταῖς ἰδίαις οἰκίαις καὶ ἐν ταῖς ἀκροπόλεσιν καὶ ἔν τε τοῖς 〈ἄλσεσι καὶ〉 τεμένεσι τῶν θεῶν κατασκευάζειν ὑγείας ἕνεκεν καὶ ἐάν τις συμβαίνῃ πολιορκία· φυτευθεισῶν γὰρ συκεῶν καὶ φοινίκων, ἐὰν ἡ πόλις φέρῃ, καὶ σπαρείσης τῆς Ἰνδικῆς καὶ Ἑλληνικῆς κολοκύνθης καὶ ἄρων καὶ κράμβης καὶ θρίδακος καὶ τῶν ἄλλων λαχάνων οὐ μικρὰν παρέχεται ἐπικουρίαν. (49) δεῖ δὲ παρασκευάζεσθαι πρὸς τὰς πολιορκίας ὅπλα καὶ σίδηρον καὶ χαλκὸν καὶ πλίνθους καὶ λίθους χρησίμους πρὸς τὴν οἰκοδομίαν καὶ βέλη καὶ πετροβόλους καὶ ὀξυβελεῖς καταπάλτας καὶ μηχανοποιὸν καὶ ἄνδρας, οἳ χρήσιμοι τοῖς ὀργάνοις ἔσονται, καὶ κοφίνους καὶ δικέλλας καὶ ἄμας καὶ ἁμάξας καὶ ἀξίνας καὶ σκαφεῖα. |
| 90 [49] | (50) δεδοκιμάσθω δὲ ταῦτα πάντα κατ’ εἰρήνην ἐν ταῖς 〈οὐ〉 χρείαις, ἵνα μὴ κατὰ πόλεμον ἐν ταῖς συμβαινούσαις χρείαις συντριβόμενα ἀχρεῖα γένηται. (51) πρὸς δὲ τούτοις φορμοὺς δεῖ ὑπάρχειν ἐν τῇ πόλει ὡς ἰσχυροτάτους καὶ πλείστους πρὸς τὸ ἐάν τι πέσῃ τοῦ τείχους τοὺς κινδυνεύοντας ἐμπιπλάντας αὐτοὺς ταχὺ παρασκευάζειν ἀσφάλειαν αὑτοῖς· (52) χωρὶς δὲ τούτων βύρσας καὶ πίσσαν καὶ μόλιβον καὶ θεῖον καὶ σχοινία παχέα καὶ λεπτὰ καὶ χάρακα καὶ φῦκος καὶ στυππίον καὶ οἶνον καὶ ἔλαιον καὶ ὄξος καὶ σπειράματα καὶ ξύλα καύσιμα [ὡς πλεῖστα] καὶ ναυπηγήσιμα ὡς πλεῖστα στρογγύλα καὶ τετράγωνα καὶ κώπας καὶ φοινικίνας σανίδας καὶ δᾷδας· (53) καὶ τὸ Ἀραβικὸν φάρμακον καὶ κογχύλιον τὸ ἐν τῇ λίμνῃ γιγνόμενον, ἣ ἀπέχει ἀπὸ Ἄκης πεντήκοντα σταδίους, καὶ ἰξόν, καὶ σαλαμάνδρας καὶ ἰὸν ἐχέων καὶ ἀσπίδων καὶ ναπτάλιον 〈ὃ〉 ἐν Βαβυλῶνι γίνεται καὶ ἰχθυηρὸν ἔλαιον πρὸς τὸ φθείρειν πολεμίων ἐπιπορευομένων τὰ ὕδατα, κἂν προελώμεθα κατὰ τοὺς γινομένους κινδύνους [πρὸς] τὰ μηχανήματα ἐμπιπράναι καὶ ἀλείφειν τὰ βέλη, ἵνα φόβον καὶ φθορὰν ταχεῖαν παρασκευάζῃ τοῖς τιτρωσκομένοις καὶ προσβάλλουσι πρὸς τὸ τεῖχος. (54) ἐὰν δὲ σαπρὰ γένηται τὰ ὕδατα, κρίθινον ἐμβάλλειν δεῖ θερμὸν 〈ἢ〉 εἰς τοὺς δύο χοέας ὄξους βελτίστου ὅσον κύαθον ζέσαντος ἐγχέαι καὶ μετ’ οὐ πολὺν χρόνον χρήσιμα γίνεται. (55) δεῖ δὲ καὶ τρυπητῆρα χαλκοῦν ἢ κεραμεοῦν κατασκευάσαι μὴ ἔλασσον ἢ τέσσαρας χωροῦντα μετρητάς, ἐν ᾧ 〈παρασκευάσαντί τε φελλὸν καὶ ἐμπήξαντι βακτηρίαν, ἣ τριδάκτυλα ἴσα μέρη διαιρεῖται, καὶ〉 διαγράψαντι ἐν ταῖς μοίραις ἔσται γεγραμμένα τάδε· νῆες σῖτος ξύλα ὅπλα στρατιῶται καὶ ἄλλο ἐάν τι θέλῃς γράψαι τῶν κατὰ πολιορκίαν ἢ κατἄ〈λλην τινα χρείαν〉 παρασκευαζομένων καὶ ἐκλειπόντων· (56) τούτων δὲ γεγραμμένων κἀκ τετρυπημένου τοῦ τρυπητῆρος ὕδατος ἐκχυθέντος σημαίνειν τῆς νυκτὸς κατὰ τὰς πυρσείας εἰς ὃ ἂν προαιρῇ στρατόπεδον ἢ πόλιν ἢ φυλακτήριον, ὥστε ἐκ διαδοχῆς ἐφικνεῖσθαι ὅπερ οἱ πυρσοὶ δυνατοί εἰσιν σημαίνειν, τίνος δέονται οἱ πολιορκούμενοι· (57) δεῖ δὲ ἐν τοῖς προειρημένοις τόποις ὁμοίους καὶ ἴσα ἔχοντας τρυπήματα [καὶ] ἄλλους τρυπητῆρας εἶναι τὰς αὐτὰς ἐπιγραφὰς ἔχοντας τῶν ὀνομάτων ἐν ταῖς αὐταῖς μοίραις, ἵνα αἰσθάνῃ, τίνα χρείαν ἔχουσιν οἱ πολιορκούμενοι συνθέματος αὐτοῖς ὄντος. III. (1) Τούτων δὲ παρεσκευασμένων πρὸ τῆς μελλούσης γενέσθαι προσβολῆς ἐφιστάναι δεῖ τὰ βέλη πάντα κατὰ τοὺς προσήκοντας ἑκάστῳ τόπους. (2) 〈...〉 καὶ φείδεσθαι τῶν στρατιωτῶν καὶ τῶν πολιτῶν ὡς μάλιστα κατὰ τοὺς γινομένους κινδύνους καὶ μὴ ἐπιτρέπειν αὐτοῖς ἐμπηδῶσιν εἰκῇ τραυματίζεσθαι, ἵνα ὅταν ᾖ χρεία ἔχῃς τοὺς κινδυνεύοντας ἐν τοῖς καθήκουσι καιροῖς. |
| 91 [18] | (3) 〈...〉. μετὰ δὲ ταῦτα 〈πρὸσ〉 τοὺς [μὲν] πετροβόλους ὀρθῶς ἔχει τὰς ἐκ τῶν φοινίκων σανίδας συνδήσαντας κατακρεμάσαι πρὸ τοῦ τείχους (ἰσχυραὶ γάρ εἰσι καὶ δυσέμπρηστοι), ἔπειτα μαλάγματα πρὸ αὐτῶν〈, ᾗ〉 ἀλλήλαις ἐπιβάλλονται, ἵνα μὴ αἱ συναρτήσεις αὐτῶν διακόπτωνται ὑπὸ τῶν βελῶν· (4) ἢ ἐκ τῶν σχοινίων πλέξαντας δίκτυα καὶ φύκους ἐμπλήσαντας κατασπᾶν. (5) ἄνωθεν δ’ ἐκ τῶν ἐκκειμένων ξύλων αἱ ὁρμιστηρίαι δέδενται τῶν σανίδων καὶ τῶν μαλαγμάτων· δέρρεις δὲ δεῖ πρὸ αὐτῶν καταπετάσαι, ἵνα μὴ ὑπὸ τῶν βελῶν οἱ δεσμοὶ ἀποκόπτωνται. (6) ἀνθιστάναι δὲ χρήσιμον πρὸς ἕκαστον αὐτῶν δύο δεκαμναίους λιθοβόλους, οὓς δεῖ μεταφέρειν οὗ ἂν καὶ οἱ πολέμιοι κινῶσί τινα τῶν πετροβόλων, ἵνα ἂν δύνῃ ἀνταφεὶς συντρίψῃς πατάξας τὸ ὄργανον. (7) πρὸς δὲ τὰς μεταλλεύσεις ὀρυκτέον ἐστὶν ἀνὰ μέσον τοῦ τείχους καὶ προτειχίσματος ἱκανὴν τάφρον ἰσηλίκην κατὰ βάθος τῶν θεμελίων τῷ κατὰ γῆς, ἵνα φανεροὶ γινόμενοι οἱ ὑπορύττοντες ῥᾳδίως διαφθαρῶσι καὶ μηκέτι τῷ τείχει πλησιάζωσιν. (8) πρὸς δὲ τὰς στοὰς καὶ τὰ μηχανήματα 〈εἰσ〉 σωλῆνα ἀπὸ τοῦ ἔνδοθεν μηχανήματος ἢ πύργου ἐκταθέντα ἐμβάλλειν ἔσω τριταλάντους λίθους· (9) ἐπ’ ἐσχάτῳ δὲ ὁ σωλὴν ἐχέτω ἑκατέρωθεν γιγγλυμωτὰς σανίδας συγκλειομένας καλῳδίοις, ὧν χαλασθέντων καὶ πιεσθεισῶν τῶν σανίδων ὀλισθηρὸς 〈ὁ λίθοσ〉 ἐπιπεσεῖται ἐπὶ τὰς στοάς· καὶ πάλιν τῶν καλῳδίων συγκλεισθέντων [ὅλος ὁ λίθος] ταὐτὸ ἔσται· (10) ὡσαύτως δὲ ἀπὸ τῶν μηχανημάτων καὶ ἀπὸ κεραιῶν λίθους μεγίστους ἀφιέντας καὶ τοῖς πετροβόλοις ἄνω βάλλοντας τοῖς παλιντόνοις καὶ τοῖς μοναγκῶσι, διὰ δὲ τῶν καταξύρων θυρίδων τῶν ταλαντιαίων λίθων κάτω ἀφιέντας πειρᾶσθαι διακόπτειν τὰς ὀροφάς· (11) ἐκ δὲ τῶν ἐπὶ τῇ στέγῃ κειμένων κατὰ μέτωπον τύπτοντας 〈ἢ〉 ἐκ τῶν πλαγίων καταβάλλειν αὐτάς. (12) ἐὰν δὲ ὦσιν ἐκ γέρρων πεποιημέναι, καὶ τοὺς πυροφόρους εἰς αὐτὰς ἀφεῖναι· καιρὸν δὲ λαβὼν ἐκπέμψας στρατιώτας ἔμπρησον. (13) ἐὰν δὲ ὦσιν ὀρυκταί, ὕδωρ θαλάσσης ἄνες εἰς αὐτὰς τοῖς περιάκτοις τροχοῖς 〈ἢ〉 ἐὰν ἄλλον τινὰ δύνῃ τρόπον, καὶ τῷ ἐνετῆρι καὶ τοῖς πετροβόλοις ἄνωθεν τύπτοντας κελεύειν διακόπτειν τὰς ὀροφὰς αὐτῶν. (14) πρὸς δὲ τὰ μηχανήματα ὅταν ἐγγὺς ᾖ, καὶ τοὺς κριοὺς καὶ τὰς ἐπιβάθρας πρῶτον μὲν κατὰ τοῦτον τὸν τρόπον ἐπᾶραι τὸ τεῖχος 〈μὴ〉 καθελόντας τοὺς προϋπάρχοντας προμαχῶνας, ἀλλ’ ἐπ’ αὐτῶν τὴν οἰκοδόμησιν πεποιημένους καὶ ἄλλους ἄνωθεν κατασκευάσαντας κατάστεγον ποιῆσαι ταύτῃ τὸ τεῖχος, ὅπως ἂν ὑπάρχωσί τε διπλοῖ πρὸς τὴν χρείαν 〈καὶ〉 ὅπως, ἐὰν [πρὸς] τὴν ἐπιβάθραν ἐπιβάλλωσι, κάτωθεν ῥᾳδίως διὰ τῶν προμαχώνων ἐμπρήσωμεν αὐτήν, ἄν τε τοὺς ἄνωθεν προμαχῶνας ἀποκόπτωσι, κριοὺς καὶ βρόχους προσάγοντες ἐκ τῶν κατὰ τοὺς 〈κάτω〉 προμαχῶνας ὄντων διαστημάτων εὐχερῶς 〈πα〉τάξωμεν αὐτούς· (15) ἐκτρυπήσαντες 〈δὲ〉 [αὐτοὺς] ταύτῃ καὶ τὸ τεῖχος κατὰ τοὺς ἁρμόζοντας τόπους, κορμοὺς κατασκευάζωμεν κατὰ τὰς θυρίδας περιτρέχοντας καὶ τῷ κριῷ τῷ ἀντισκευασθέντι τούτοις τύπτοντες ἄνωθεν τῆς ἐσχάρας τὸ μηχάνημα καὶ τὸν κριὸν καὶ τὸ τρύπανον καὶ τὸν κόρακα καὶ ὃ ἂν προσάγωσι, συντρίβωμεν ἀχαλέπως· (16) αἱ δὲ περιφερεῖς δοκοὶ τούτων ἕνεκα πλάγιαι παρὰ τὰ ἐκτρυπήματα τίθενται, ἵν’ εὐχερῶς ὁ κριὸς ἔξωθέν τε καὶ πάλιν ἔσωθεν παραλαμβάνηται περιτρεχόντων τῶν κορμῶν τὴν κίνησιν ὁποίαν οὖν νοεῖς. |
| 92 [4] | (17) κατασκευαστέα τέ ἐστιν αὐτῷ κριόστασις ὡς ἀσφαλεστάτη πρὸς τὸ τοὺς ὠθοῦντας αὐτοὺς καλῶς βεβηκότας ὡς σφοδρότατα συντελεῖν τὰς πληγάς. (18) ἀντοικοδομητέον τέ ἐστι καὶ ταύτῃ τρίγωνον τεῖχος 〈ἔσω〉 τὸ ἔμβολον ἔχον, δι’ οὗ θυρίδες ἑκατέρωθέν [Omitted graphic marker] εἰσιν οὐκ ὀλίγαι ποιητέαι πρὸς τὸ ἐὰν πέσῃ τὸ μεταπύργιον ταύτῃ τοὺς βαδίζοντας ἔσωθεν τραυματίζεσθαι εἰς τὰ πλάγια ὑπό τε τῶν βελῶν καὶ τῶν στρατιωτῶν, ἔτι δὲ ὑπὸ τῶν πολιτῶν. (19) δεῖ δὲ καὶ βάλλειν ἐκ τῶν καρβατίνων λίθοις ὡς μεγίστοις τοὺς πλησιάζοντας τῷ τείχει. (20) ἐὰν δέ τι τοῦ τείχους ἢ τῶν πύργων ἁλίσκηται, ἀποσπαστέον τέ ἐστιν τὴν ταχίστην τὰς πρώτας ὀροφὰς καὶ τὰς καθαιρέσεις ἀναιρετέον ἀποικοδομήσαντα τὰς ἑκατέρωθεν οὔσας 〈πυλίδασ〉 τῶν πύργων· (21) τὰς δὲ πρὸς τὰ μεσοπύργια ἔσωθεν ὑπαρχούσας καταλειπτέον, ἵνα ἔχωμεν τοῖς πύργοις ταύτῃ βοηθοῦντες κτείνειν τοὺς βιαζομένους αὐτούς. (22) τούτου δὲ γενομένου ταχὺ πάντες ἀπολοῦνται οἱ ἀναβάντες ἐπὶ τοὺς πύργους ἢ τὸ μεταπύργιον [τὸ] τυπτόμενοι τοῖς βέλεσι καὶ οὐκ ἔχοντες οὐδαμῆ ἀποχωρῆσαι ἀλλ’ ἢ εἰς τὸ ὀπίσω πάλιν ἐργωδῶς. (23) ἐπιθετέον δέ ἐστι καὶ ταῖς καθηκούσαις πρὸς τὸ τεῖχος οἰκίαις προμαχῶνας καὶ τοῖς ἀμφόδοις ἑκατέρωθεν πύλας κατασκευαστέον καὶ ἐκ τῶν πλαγίων τοίχων ὀπὰς ποιητέον, δι’ ὧν τοῖς τε ἀκοντίοις καὶ ταῖς ζιβύναις καὶ τοῖς βουπόροις ὀβελίσκοις ἔσται τύπτειν εἰς τὰ πλάγια τοὺς εἰς τὰ ἄμφοδα βιαζομένους· (24) καὶ τὰς ἑσταμένας οἰκίας πρὸς τοῖς εὐρυχώροις καὶ τοῖς ἀμφόδοις ἐγγιζούσας ὁμοίως κατασκευαστέον ἐστίν. (25) καὶ κατὰ τὰς τιμήσεις τῶν οἰκιῶν ἀφοριστέον ἐστίν, ὅσας τε λόγχας καὶ τοξεύματα πρωσῆκον εἶναι καὶ λίθους μεγάλους καὶ χειροπληθεῖς καθ’ ἑκάστην οἰκίαν· 26 δημοσίᾳ τε εἰς ἕκαστον ἄμφοδον δοτέον ἐστὶν λιθοβόλον δέκα μνῶν καὶ καταπάλτας δύο τρισπιθάμους· (27)· καὶ τοῖς μὴ κεκτημένοις ὅπλα μηδὲ δυναμένοις [καὶ μὴ δυναμένους] κατασκευάσασθαι δημοσίᾳ δοτέον ἐστίν. |
| 93 [45] | (28) ἐκκοιτίας τε καὶ ἐφοδείας τὰς προσηκούσας ποιητέον, 〈ἐν〉 αἷς χρήσονται ξυλίνοις λαμπτῆρσιν, ἵνα ὑπὸ τοὺς πόδας μόνον φαίνωνται καὶ μὴ καταφανεῖς ποιῶσι τοὺς ἐφοδεύοντας τοῖς ὑπεναντίοις. (29) τούτοις δὲ καὶ τοῖς ἀμφοδάρχαις συνθήματα καὶ ὑποσυνθήματα παρὰ τῶν στρατηγῶν δίδοσθαι δεῖ, τὸ μὲν φωνῆεν, τὸ δὲ ἄφωνον· (30) δεῖ δὲ κεκλεῖσθαι τὰς πύλας καθάπερ καὶ τὰς τῆς πόλεως καὶ τὰς τῶν ἀμφόδων, ἵν’ ἐάν τινες τῶν πολεμίων νυκτὸς ἢ ἡμέρας ἐμβαλόντες εἰς τὴν πόλιν παρεμπέσωσιν καὶ καταλάβωνταί τινας τόπους, πρῶτον μὲν τοῖς καταπάλταις καὶ τοῖς λιθοβόλοις, ἔτι δὲ 〈τοῖσ〉 τοξεύμασι καὶ τοῖς λίθοις πάντοθεν τυπτόμενοι κακὰ πάθωσιν, μετὰ δὲ ταῦτα ἐκφοιτῶσι καὶ βοηθῶσιν οἱ πολῖται καὶ στρατιῶται ἐκ τῶν ἐκκοιτιῶν καὶ τῶν ἀμφόδων συντεταγμένοι καὶ ἡγεμόνας ἔχοντες ἐπιτιθῶνταί 〈τε〉 τοῖς πολεμίοις ὅταν ὑπολαμβάνωσι καιρὸν εἶναι, καὶ ἐάν τι διασφάλλωνται, ἔχωσιν εἰς ἀσφαλὲς ἀποχωρεῖν ἐχόντων τῶν ἀμφόδων πύλας· (31) οἵ τε παῖδες καὶ αἱ δοῦλαι καὶ αἱ γυναῖκες καὶ αἱ παρθένοι τύπτωσιν ἀπὸ τῶν στεγῶν καὶ πάντες ὦσι κατὰ τὴν πόλιν ἐνεργοί. (32) ὀρθῶς δ’ ἔχει καὶ κατά τινας τόπους ἔνδοθεν ἀντιταφρεύειν καὶ κρύπτειν τὰς τάφρους, ἵνα ἐὰν πεσόντος τοῦ τείχους εἰσβιάζωνται οἱ πολέμιοι, πολλοὶ δι’ ἄγνοιαν αὐτῶν φθείρωνται. (33) δεῖ δὲ καὶ τὴν ταχίστην καθ’ ὃ ἂν πέσῃ τὸ τεῖχος χάρακα θεμένους καὶ φορμοὺς γῆς ἐμπλήσαντας προτείχισμα κατασκευάσαι. (34) καὶ οἷς ἂν ἀπιστῇς τῶν στρατιωτῶν ἢ τῶν πολιτῶν, ὀρθῶς ἔχει μεταλλάσσειν αὐτῶν τὰς ἐκκοιτίας καὶ τὰς φυλακὰς καὶ μὴ εἰδέναι αὐτούς, καθ’ ὃν τόπον φυλάξουσι τὸ τεῖχος, ἵνα μὴ δύνωνται προδοῦναι τοῖς πολεμίοις τὴν πόλιν. (35) μεταλλακτέον δέ ποτ’ ἐστὶ καὶ τὰ συνθήματα, ἵνα ἐὰν τῶν ἔνδοθέν τις κακουργῶν τὸ σύνθημα δῷ τοῖς πολεμίοις ἢ αὐτοὶ 〈ἑαυτοὺσ〉 νυκτὸς ὑποτάξαντες τῷ τείχει λάβωσιν, ἀχρεῖον αὐτοῖς ᾖ γενομένης τῆς μεταλλαγῆς. (36) τὰ 〈δ’〉 ὑποσυνθήματα ἄφωνα δίδοται πρὸς τούτῳ 〈ἵνα〉 κἂν ἀκούσωσιν οἱ πολέμιοι τὸ σύνθημα, καταφανεῖς γίνωνται οἱ λάθρα ἐπὶ τὸ τεῖχος ἀναβάντες. (37) ἔστι δὲ τὰ ὑποσυνθήματα τοιαῦτα· ἀπαιτήσαντος δεῖ τὸ σύνθημα ἀφελέσθαι τὴν καυσίαν ἢ τὸν πῖλον ἢ τὴν περικεφαλαίαν ἐὰν ἔχῃ ᾖ πρόκωπον τὸ ἐγχειρίδιον ποιῆσαι ἢ τὴν δεξιὰν ἐμβαλεῖν ἢ τῆς χλαμύδος ἐπιλαβέσθαι. (38) ξένα δὲ καὶ διπλᾶ δοτέον ἐστὶ τὰ συνθήματα, ἵν’ ἐργωδῶς οἱ πολέμιοι καταμανθάνωσιν αὐτά, ἐὰν [δὲ] ἐξάκουστον ἀπὸ τοῦ τείχους τι γένηται. |
| 94 [5] | (39) 〈...〉 καὶ αὐτῶν τὰς δοκίδας καὶ τὰς προστιθεμένας κλίμακας ἐκ τοῦ πλαγίου τύπτοντας τοῖς λιθοβόλοις ῥᾴδιόν ἐστι συντρίβειν καὶ ἀπορρίπτειν ἀπὸ τοῦ τείχους, ἢ τῇ νάφθᾳ, ἐὰν ἔχῃς, ῥάναντα καὶ λαμπάδας ἄνωθεν ἐμβαλόντα κατακαῦσαι· (40) ὡσαύτως δὲ καὶ τὰς χελώνας καὶ τὰ μηχανήματα ὅταν ἐγγὺς γένηται τοῦ τειχίσματος ἐμπιπράναι. (41) ἀφετέον δέ ἐστιν ὡς αὐτὰ καὶ πυροφόρους ὡς πλείστους καὶ τριβόλους καιομένους στιππύω περιειλι〈γμένους. (42) .... χρη〉στέον δέ ἐστι καὶ ταῖς πάλιν προδοσίαις καὶ ταῖς γινομέναις νυκτὸς καὶ ἡμέρας ἐπιθέσεσιν ὅταν λάβῃς καιρόν· (43) οὕτως γὰρ ἂν τάχιστα κατατυχὼν λύσαις πολιορκίαν. (44) ἐν δὲ ταῖς ἐμπρήσεσι τῶν μηχανημάτων καὶ τῶν χελωνῶν 〈καὶ〉 ταῖς συμβαινούσαις ἐπιθέσεσι δεῖ τοὺς ὁπλίτας καὶ τοὺς ψιλούς, ὅσοι ἂν μὴ ἐπὶ τῶν τειχῶν ὦσι χρήσιμοι, πάντας διεσκευασμένους ἐν τῷ προτειχίσματι ἑτοίμους εἶναι, ἵνα ταχὺ καὶ εὐτάκτως ποιῶσι τὸ προσταττόμενον τῷ στρατηγῷ. (45) τοὺς δὲ γινομένους τραυματίας τῶν ξένων ἐπιμελῶς θεραπεύειν πάντα τὰ δέοντα παρασκευάζοντας, καὶ ὅσοι ἂν μὴ ἔχωσιν αὐτῶν τοὺς θεραπεύοντας, εἰς τὰς τῶν πολιτῶν οἰκίας διδόναι· (46) καὶ ὅσοι ἂν ἄνδρες ἀγαθοὶ γίνωνται, ἀναβιβάζειν 〈καὶ〉 χώραν καὶ ἡγεμονίαν διδόναι καὶ στεφανοῦν· (47) καὶ ἐάν τινες τελευτήσωσιν, θάπτειν ὡς λαμπρότατα δημοσίᾳ, καὶ ἐὰν καταλίπωσιν ἑαυτῶν τέκνα ἢ γυναῖκας, πολυωρεῖν μὴ παρέργως· (48) μάλιστα γὰρ οὕτως εὔνοοι γινόμενοι τοῖς στρατηγοῖς καὶ τοῖς πολίταις ἄριστα ἂν κινδυνεύσειαν. (49) ἐὰν δὲ ὁ τόπος καθ’ ὃν προσβάλλουσι, κατάντης ᾖ, ἀφετέον ἐστὶ τοὺς τροχοὺς δρέπανα ἔχοντας ἢ λίθους μεγάλους· (50) οὕτω γὰρ ἂν τάχιστα καὶ πλείστους διαφθείραις τῶν ἐναντίων. (51) ἐὰν δὲ ἐκ θαλάσσης ἡ προσαγωγὴ συντελῆται, κατὰ τὰς ἀποβάσεις θύρας τε κρυπτὰς ἥλους ἐχούσας δεῖ τιθέναι καὶ τριβόλους καὶ σιδηροῦς καὶ πυξίνους διασπείρειν καὶ [Omitted graphic marker] ἀποχαρακοῦν τοὺς εὐεπιβάτους τόπους. (52) τὰ δὲ στόματα τῶν λιμένων φράττειν ἱμητοῖς κλείθροις, ἐν οἷς 〈χῶναί〉 εἰσι περιτρέχουσαι καὶ στρογγύλαι, σιδηροῦς δὲ κόλπους ἔχουσαι· (53) ἢ ἐσχάρας ἐπὶ τοῦ τόπου τίθεσθαι καὶ λίθους ὡσεὶ χιαστοὺς καὶ μεγίστους ἐπιβάλλειν, ἐν οἷς 〈ἐμπήγνυσθαι〉 τοὺς καθαρμόττοντας σταυροὺς λοξοὺς σεσιδηρωμένους, ἐπαλλάττοντας ἀλλήλοις καὶ συνδεδεμένους, οὐχ ὑπερέχοντας τῆς θαλάσσης ἀλλ’ ὅσον παλαιστὴν ἀπολείποντας· (54) ἢ πλοῖα ἐναντία 〈ὁρμίζεται〉 πολεμιστήρια ὅπλα ἔχοντα, εἰ δὲ μή, λέμβοι καὶ ὧν ἂν ἔχῃς τὰ πλεῖστα προσορμισθέντα πρὸς ἄλληλα συναναρτᾶται καὶ συμβολαὶ κατασκευάζονται αὐτοῖς δοκῶν παχεῶν τετραγώνων πρὸ τῆς πρῴρας τεθεισῶν, καὶ τούτων συγγομφωθεισῶν καὶ συνδεθεισῶν εἰς τὸ αὐτό, καὶ ἐπ’ ἄκρῳ ἐμβόλου περὶ αὐτὰ καθαρμοσθέντος. |
| 95 [10] | (55) παρὰ πάντα τὰ εἰρημένα κλεῖθρα καὶ ζεύγματα καὶ πλοῖα ἀκάτια παρορμείτω πίσσαν καὶ θεῖον καὶ τριβόλους ἔχοντα στιππύῳ περιειλιγμένους· καὶ ἐν ταῖς ὁλκάσι ταῦτα καὶ 〈τὰ τοιαῦτα〉 ἐνέστω. (56) καὶ ἐπὶ τοῦ στόματος [καὶ ἐφ’] ἑκατέρωθεν ἐφεστάτω πετροβόλος εἰκοσαμναῖος, ἵνα ὅταν βιάζωνται τῶν μικρῶν τινες εἰς τὸν λιμένα, ἐμπρησθῶσιν ἢ περὶ τοὺς ἐμβόλους περιπαγεῖσαι διαφθαρῶσι〈ν ἢ〉 καταποντισθῶσιν τυπτόμεναι τοῖς τε μολιβοῖς ἀμφορεῦσι καὶ τοῖς πετροβόλοις. (57) ἐὰν δὲ μέγα τι τὸ διάστημα ᾖ, καὶ πύργος ἐν μέσῳ σταθήτω, ἐν ᾧ πετροβόλος ἔστω τριακοντάμνους· (58) πρὸς δὲ τὰ προσαγόμενα 〈μηχανήματα〉 καὶ τὰς προσπλεούσας ναῦς μάλιστα δεῖ χρᾶσθαι τοῖς πετροβόλοις καὶ τοῖς πυροφόροις καὶ τοῖς δορυβόλοις. (59) ἐὰν δὲ ἀγχιβαθεῖς τόποι τῶν τειχῶν ὦσι, προσχώματα κατασκευαστέα ἐστίν, ἵνα μήτε προσαγωγὴν ἔχῃ ταύτῃ μήτε τῶν μεγάλων σκαφίων ἔμβολος εἰς τὸ τεῖχος ἐμβάλῃ ἢ ἐπιβάθρας ἐπιθέντες καταλάβωνταί τινα πύργον. (60) δεῖ δὲ καὶ νυκτός, ὅταν ᾖ χειμών, τὰς ἀγκύρας τῶν ἐφορμουσῶν νηῶν κελεύειν τοὺς κολυμβῶντας ὑποτέμνειν καὶ τὰ ἐδάφη αὐτῶν ἐκτρυπᾶν· (61) μάλιστα δὲ οὕτω κωλύσομεν τοὺς ἐναντίους ἐφορμίζειν. (62) τὰ δ’ ἄλλα πάντα χρήσιμα ἐν ταῖς τοιαύταις προσβολαῖς ὅσα καὶ πρὸς τὰς ἐκ τῆς ἠπείρου γινομένας προσαγωγάς. (63) ἐὰν δὲ μακρᾶς οὔσης τῆς πόλεως ἀμφίβολον ᾖ τι τοῦ τείχους, διοικοδομητέον ἐστὶ τοίχῳ ἢ δέρρει ἢ αὐλαίαις διαφρακτέον, ἵνα μὴ τιτρώσκωνται ἐκ τοῦ ὄπισθεν οἱ ἐπὶ τοῦ τείχους ὄντες. (64) ἐπειδὰν δὲ τῷ προσαγομένῳ μηχανήματι ὁδοποιηθῇ, πέτρους ὡς μεγίστους προρρίπτειν ἐκ τῶν πετροβόλων, μὴ στρογγύλους, ἵνα μὴ δύνωνται τὴν ἑλέπολιν προσάγειν. (65) χρήσιμα δ’ ἐστὶ καὶ τὰ προκαταρτιζόμενα παχέα ἀμφίβληστρα ἐκ τοῦ λίνου πρὸς τοὺς κατὰ τὰς κλίμακας 〈καὶ〉 διὰ τῶν διαβαθρῶν ἐπὶ τὰ τείχη ἀναβαίνοντας· ὅταν γὰρ ἐπιρριφῇ αὐτοῖς, ῥᾳδίως συνθέοντος ὑποχείριοι γίνονται. (66) καὶ τὰ ἀγκιστρωτὰ ἐμβόλια· ἀπὸ γὰρ τῶν καλῳδίων εὖ ἐξακοντιζόμενα καὶ ἄνωθεν ἐμβαλλόμενα, ὅταν ἐμπαγῇ εἰς τὰ μαλάγματα καὶ τὰς ῥυτὰς σανίδας 〈καὶ ἀνασ〉πάσῃ τὰ καλῴδια, πολλὰ ἀποσπᾶν αὐτῶν δύναται. (67) πάντων δὲ μάλιστα δεῖ σπουδάζειν περὶ τοὺς τριακονταμναίους πετροβόλους καὶ τοὺς χρωμένους τοῖς ὀργάνοις τούτοις καὶ τὰς βελοστάσεις αὐτῶν, ἵνα ὦσιν ὡς βέλτιστα πεποιημέναι· (68) τῶν γὰρ λιθοβόλων οὕτως εὖ πεποιημένων καὶ τῶν βελοστάσεων ἐπὶ τῶν ἐπικαίρων τόπων κατὰ τρόπον ἐπεσκευασμένων καὶ τῶν χρησομένων αὐτοῖς ἐντέχνων ὅντων οὔτ’ ἂν [γερροχελώνη] μηχάνημα οὔτ’ αὖ στοὰ οὔτε χελώνη ῥᾳδίως προσαχθείη· (69) ἐὰν δὲ πλησιάσῃ τῷ τέλει, οὐκ ἂν ὑποκινήσειεν οὐθὲν ὑπὸ τούτων τυπτόμενα· (70) συμμεμέτρηται δὲ ταῦτα καὶ σφοδρότατα ταῦτ’ ἐστὶ πρὸς τὰς πληγὰς τὰ βέλη· (71) ὥστε τούτων ἐνεργούντων μηθὲν ἂν δεινὸν κατὰ τὰς γινομένας προσβολὰς τὴν πόλιν παθεῖν. |
| 96 [45] | (72) δεῖ δὲ καὶ ἰατροὺς χαριεστάτους ἔνδον εἶναι ἐμπείρους τραυμάτων καὶ βελῶν ἐξαιρέσεως, ἔχοντας φάρμακα καὶ ὄργανα τὰ προσήκοντα, καὶ τὴν πόλιν χορηγεῖν κηρωτὴν καὶ μέλι καὶ ἐπιδέσμους καὶ σπληνία, ἵνα μὴ παραπολλύωνται οἱ στρατιῶται τραυματίαι γενόμενοι, ἀλλὰ ταχὺ ὑγιαζόμενοι χρήσιμοι γίνωνται ἐν ταῖς ὕστερον γινομέναις συμβολαῖς προθύμως κινδυνεύοντες διὰ τὰς γενομένας θεραπείας αὐτοῖς καὶ χορηγίας· (73) πολλάκις δὲ καὶ ταῦτα τῆς πόλεως ἐπὶ σωτηρίᾳ γίνεται. IV. (1) πρὸς μὲν οὖν πολιορκίαν οὕτω δεῖ παρασκευάζεσθαι. (2) τὸν μέλλοντα λήψεσθαι τὰς πόλεις ἐὰν προέληται 〈ῥᾳδίως λαβεῖν〉, δεῖ μάλιστα μὲν ἑορτῆς οὔσης ἣν ἄγουσιν ἔξω τῶν πυλῶν, εἰ δὲ μή, ἀμητοῦ 〈ἢ〉 τρυγητοῦ ὄντος τὴν ἐπίθεσιν ποιεῖσθαι. (3) πλείστους γὰρ ἔξω τῆς πόλεως ἀπολαβὼν ἀνθρώπους ῥᾳδιέστατ’ ἂν λάβοις τὸ ἄστυ· (4) εἰ δὲ μή, νυκτός, χειμῶνος ὄντος ἢ μεθυόντων τῶν πολεμίων ἔν τινι δημοτελεῖ ἑορτῇ κλίμακας ἑτοίμους ἔχοντας λάθρα πλησιάσαντας τῷ τείχει τῶν πύργων τινὰς καταλαβέσθαι. (5) ἐὰν δὲ ἀποτύχῃς τούτου, ἐὰν μὲν ἐπιθαλάσσιος ᾗ ἡ πόλις, περιχαρακῶσαί τε ἐκ θαλάσσης εἰς θάλασσαν, καὶ ἐὰν ἔχῃς σκάφας μακράς, ἐπὶ τοῦ λιμένος ἐφορμεῖν, ἵνα εἰσπλέῃ μηθέν. ἐὰν δὲ μηδ’ οὕτως ἡ πόλις ᾖ ἐκτισμένη, (6) βαλόμενος τὸ στρατόπεδον ἔξω βέλους ἐπὶ τοὺς ἀσφαλεστάτους τόπους, περιχαρακώσας κύκλῳ ὡς ἂν ᾗ δυνατόν, εἶτα φύλακας καταστήσας ποιοῦ τὴν πολιορκίαν, πρῶτον μὲν κήρυγμα ποιησάμενος μηθένα φθείρειν ἢ προνομεύειν. δεύτερον δὲ λογισάμενος εἰς τάγματα ἢ ἐπαρχίας διαδώσεις τὰ γεώργια· (7) καὶ οἱ στρατιῶται πάντα τὰ δέοντα ἕξουσιν καὶ οἱ πολῖται θᾶττον ὃ βουλόμεθα ποιήσουσιν ἀφθάρτων τῶν κτημάτων ὄντων. |
| 97 [47] | (8) μετὰ δὲ ταῦτα περὶ τὴν πόλιν ὅσα ἐστὶν ἣ ἀσφάλειαν 〈τοῖσ〉 ἔνδον ἔχοντα ἢ ὠφέλειαν τὰ μὲν κατασκάψαντας τὰ δὲ ἐκκόψαντας καὶ τὰ ὕδατα τὰ ἔσω ῥέοντα ἀποστρέψαντα (οὕτω γὰρ [ἂν] μάλιστα δειλωθήσονται καὶ σὺ τοῖς ὀργάνοις ὡς βούλει χρήσῃ), εἰτ’ ἐὰν ᾖ ποταμὸς πλησίον, ἐπὶ τὸ τεῖχος 〈ἐφεῖναι.〉 ἵνα ἐὰν δύνῃ πεσόντος μεταπυργίου τινὸς ἢ πύργου κατάσχῃς τὴν πόλιν. (9) ἐὰν δὲ μὴ τοῦτο δύνῃ, τότε τὰ βέλη ἐπιστήσας πάντα καὶ ἐπικηρύξας τῷ πρώτῳ ἀναβάντι ἐπὶ τὸ τεῖχος καὶ δευτέρῳ καὶ τρίτῳ δώσειν τὰ καλῶς ἔχοντα χρήματα, κατὰ τοὺς ἀσθενεστάτους τόπους ἀπὸ κλιμάκων καὶ προστιθεμένων δοκίδων τὴν πρώτην ποίησαι προσβολήν, ἵνα καταφόβων ὄντων ἔτι τῶν ἔνδον καὶ ἀπείρων πολιορκίας, κατὰ κράτος λάβῃς τὴν πόλιν ἢ διαγνῷς τὸ πλῆθος τῶν μαχομένων ἢ τὰς ψυχὰς αὐτῶν πῶς τε διάκεινται πρὸς τοὺς κινδύνους. (10) ταῦτα δὲ ποιήσας ἂν μή σοι προσέχωσιν, ἔπαλξιν ἐπὶ τοῦ χάρακος θέμενος καὶ τάφρον περὶ τὸ στρατόπεδον περιβαλόμενος διπλῆν τά τε μηχανήματα ἵστα ὑπότροχα καὶ περίακτα κατασκευάζων καὶ φοινικίνας σανίδας ἔχοντα, ἵνα μὴ συντρίβωνται· καὶ τὰς στοὰς οἰκοδομεῖν καὶ τοὺς ἐπιτηδείους τόπους ὑπορύττειν, ἐὰν μὴ ὕπομβρος ᾖ ὁ τόπος, ἢ χελώνας κατασκευασάμενος χωστρίδας τὰς τάφρους χώννυε τὴν χώραν μὴ φθείρων· ὕστερον γάρ, ἐὰν συμφέρῃ, τοῦτο ἔσται σοι ποιῆσαι. (11) ἐὰν δὲ μὴ δύνῃ χῶσαι διὰ τὸ βαθείας καὶ εὐρείας εἶναι, χελώνην δεῖ προθέμενον χωστρίδα σχεδίαν ζευγνύοντα προσαγαγεῖν οὗ βούλεται τοὺς στρατιώτας. (12) ποιοῦ δὲ καὶ κηρύγματα τῶν πολεμίων ἀκουόντων τοιαῦτα· 〈τοῖς μηνύσασιν〉 ὁπλίσεις τε σιδήρων ὑπορυκτικῶν καὶ μηχανημάτων στάσεις καὶ τὰ τούτοις ἀκόλουθα, καὶ ἐὰν ἀποκτείνας τις ἢ τῶν μηχανοποιῶν τινὰς ἢ τῶν ὄντων ἐπὶ τῶν βελῶν ἀξιολόγων ἢ 〈ἐάν τισ〉 τῶν ἐνδόξων ἐναντιουμένων τοῖς πράγμασι παραγίνηται πρὸς αὑτούς, τιμήσειν καὶ χρήματα δώσειν· (13) καὶ τὸν μὲν δοῦλον ἐλεύθερον ἂν ἀφεῖναι, τὸν δὲ στρατιώτην ἀναβιβάσειν, τὸν δὲ ὁπλίτην μέτοικον στεφανώσειν, καὶ δώσειν δωρεὰς τὰς κατ’ ἀξίαν τοῦ πραχθέντος ἔργου· (14) τὰ γὰρ τοιαῦτα κηρύγματα μάλιστά πως εἴωθε τῶν ἐναντίων τὰς διανοίας 〈ταράττειν〉 καὶ τοὺς μετοίκους καὶ τοὺς οἰκέτας ποιεῖν μηκέθ’ ὁπλίζειν καὶ διδόναι τὰ καλῶς ἔχοντα ἐπιτήδεια· (15) τούτων δὲ γινομένων ἐλάττους οἱ κινδυνεύοντες ἔσονται καὶ πλείονα σῖτα ἀναλώσουσιν καὶ τάχα στάσις τις ἔσται ἐν τῇ πόλει. |
| 98 [1] | (16) τοὺς δ’ ἀχρείους ὄντας ἐὰν παραγίνωνται, μὴ προσδέχου, ἵνα τροφὴ τῶν πολιορκουμένων θᾶττον ἀναλίσκηται. (17) ταῦτα δὲ πάντα ὅταν συντελέσῃς, ὁδοποιήσας καὶ φαλαγγώσας τὰς προσαγωγὰς τοῖς μηχανήμασι τὴν ταχίστην αὐτὰ πειρῶ προσάγειν φράξας ταῖς φοινικίναις σανίσι καὶ σιδηραῖς λεπίσι καὶ μαλάγμασι καὶ χολέδραις, ἄνωθεν κατασκευάσας, καὶ τοὺς πετροβόλους καὶ τοὺς ὀξυβελεῖς ἐπιστήσας, καὶ πρὸς τοὺς ἐκείνων λιθοβόλους δύο δεκαμναίους πρὸς ἕκαστον καὶ πεντασπίθαμον ἀντιστήσας. (18) μὴ φανερὸς δὲ γίνου καθ’ ὃ ποιήσῃ τὴν προσαγωγήν, ἀλλὰ κατ’ ἄλλους μὲν προδείκνυε τόπους, κατ’ ἄλλους δὲ πρόσαγε τὰ μηχανήματα, ἵνα διαμαρτάνωσι ταῖς παρασκευαῖς οἱ πολιορκούμενοι. (19) πρὸ δὲ τῶν κινδυνευόντων στρατιωτῶν προφερέσθωσαν γερροχελῶναι ὡς πλεῖσται, ἵν’ εὐχερῶς ἐντεῦθεν ἐκπηδῶντες κινδυνεύσωσιν. (20) αὐτὸς δὲ μάλιστα ἐν τοῖς ἀσφαλεστάτοις ἐρύμασιν ὢν καὶ μάλιστα εὐλαβοῦ παραβοηθεῖν, προστάσσων ἐάν που [δέος] δέῃ καὶ συνθεωρῶν, ἔτι τί ποιητέον ἐστίν. (21) ὡσαύτως δὲ καὶ ἐκ θαλάσσης ἐὰν 〈ποιῇ τὴν〉 προσαγωγήν, ἐπί τε τῶν ὁλκάδων καὶ τῶν λέμβων στήσας μηχανήματα πρόσαγε· (22) καὶ διασκάψας ταῖς μεγίσταις σκαφίσι τὸ κλεῖθρον τοῦ λιμένος, ἐὰν ἔχῃς καταφράκτους ναῦς, ποίησαι τὴν προσβολὴν τοῖς ἐμπειροτάτοις οὖσι καὶ δυναμένοις κινδυνεύειν καὶ μάλιστα κατὰ θάλασσαν. (23) τὴν δὲ διάσπασιν τοῦ φράγματος καὶ τῶν κλείθρων ἢ ταῖς ἐμβολαῖς τῶν νηῶν ποιητέον ἐστὶν ἢ ταῖς ἐνάψεσι τῶν ἀγκυρῶν 〈ὀ〉νεύοντα ἐκ τῶν προσαχθεισῶν ὁλκάδων. (24) ὅταν δὲ προσαχθῇ τὰ μηχανήματα παρακαλέσας τοὺς στρατιώτας καὶ τὴν αὐτὴν ἐπικήρυξιν τῇ προτέρᾳ συντελέσας ποιοῦ τὴν προσβολὴν πάντοθεν τῆς πόλεως καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν, ἐὰν ἔφαλον ᾖ τι τοῦ τείχους, ἵνα φόβον τε ὡς πλεῖστον παρασκευάσῃς καὶ διασπάσης εἰς πολλὰ τοὺς ἔνδοθεν κινδυνεύοντας· (25) ἐνεργῆ δέ σοι τὰ βέλη πάντα ἔστω καὶ οἱ κριοὶ καὶ τὰ τρύπανα καὶ οἱ κόρακες καὶ αἱ ἐπιβάθραι καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν εἰς τοὺς προσήκοντας τόπους· (26) καὶ ποιοῦ τὴν προσβολὴν ἐκ διαδοχῆς τῶν στρατιωτῶν μηθένα παραλιπών, ἵνα ἀκμάζοντες ἀεὶ κινδυνεύσωσιν; 〈ὥστε〉 ἰσχυρὰν ἀεὶ καὶ συνεχῆ γίνεσθαι· (27) καὶ θόρυβον πολὺν ποιεῖν καὶ σάλπιγγας ἀνίεσθαι κατὰ τὰ ἰσχυρότατα τῆς πόλεως, ἵνα ὑπολαμβάνοντες ἁλίσκεσθαι ταύτῃ τὸ τεῖχος ἀπὸ τῶν μεταπυργίων μετὰ τῶν ἄλλων φύγωσιν, 〈σὺ δ’〉 ἐκεῖ περισπάσας ὡς πλείστους τῶν ἔνδοθεν κατὰ ἅλωσιν χειρώσῃ τὴν πόλιν. |
| 99 [45] | (28) αὐτὸς δὲ ὅπως μὴ διακινδυνεύσῃς· οὐθὲν γὰρ ἂν ἀπεργάσαιο τηλικοῦτον τῷ ἰδίῳ σώματι, ὅσον ἂν βλάψαις παθών 〈τι〉 πάντα τὰ πράγματα. (29) 〈...〉 ποιητέον δ’ ἐστὶν καὶ ἐμβολὰς εἰς τὰ μεταπύργια τῷ ἀχρειοτάτῳ τῶν μεγάλων σκαφῶν, ἐὰν ᾖ τόπος ἀγχιβαθὴς καὶ προβλῆτας ἔχων κακαὶ τὸ τεῖχος κατὰ ταῦτ’ ᾖ ἀσθενὲς καὶ ἁλώσιμον, ἐὰν πέσῃ. (30) Δεῖ δὲ καὶ ταῖς ὑπορύξεσι τῶν τειχῶν λαθραίοις χρᾶσθαι καθάπερ καὶ νῦν χρῶνται 〈οἱ〉 μεταλλεύοντες· (31) ἐὰν δὲ ἀντιμεταλλευόντων τῶν ἔνδοθεν συντρηθῇ ἢ εἰς λεπτὸν συνέλθῃ τὸ ὄρυγμα, χρηστέον ἐστὶ τοῖς βουπόροις καὶ τοῖς γαισοῖς καὶ ταῖς ζιβύναις καὶ τοῖς τρισπιθάμοις καταπάλταις καὶ τοῖς διμναίοις πετροβόλοις· (32) καὶ καπνιστέον τοὺς ἐν τοῖς μετάλλοις ὄντας· (33) κοινὰ δέ ἐστιν ἀμφοτέρων ταῦτα καὶ τῶν πολιορκουμένων καὶ τῶν πολιορκούντων. (34) ἵνα δὲ μὴ ἐμπίπρηται μήτε τὰ μηχανήματα μήτε αἱ ἐπιβάθραι μήτε αἱ χελῶναι, ταῖς σιδηραῖς καὶ χαλκαῖς χρηστέον ἐστὶ 〈λεπίσι〉 καὶ ταῖς μο[Omitted graphic marker] λιβδαῖς κεραμίσι καὶ τῷ φύκει διερῷ εἰς δίκτυα ἐμβαλόντα καὶ τοῖς σπόγγοις νοτεροῖς καὶ τοῖς κῳδίοις ὄξει βρέξαντα ἢ ὕδατι. (35) ἢ ἰξῷ ἢ τῷ αἵματι τέφραν μίξαντα ἀλείφειν τὰ ξύλα, ᾗ μάλιστα πῦρ οἴει προσπεσεῖσθαι. (36) ποιοῦνται δὲ αἱ γερροχελῶναι ἐκ τῶν πλεχθέντων γέρρων ἄνωθεν ἐς ὀξεῖαν γωνίαν συγκλεισθέντων πρὸς ἄλληλα, ὡσαύτως δὲ καὶ ἐκ τῶν πρόσθεν· (37) εἶτα βυρσῶν περιταθεισῶν καὶ δοκίδων κάτωθεν μὲν ἐκ τῶν πλαγίων τετραγώνων συμπαγεισῶν, ἔνδοθεν δὲ στρογγύλων ὑποτεθεισῶν οὐ χαλεπῶς ὑπὸ τῶν στρατιωτῶν προφέρονται διὰ τὸ μηδὲ βάρος ἔχειν πολύ. (38) αἱ δ’ ἐπὶ τῶν λέμβων χελῶναι κατασκευάζονται περιφερεῖς ἄνωθεν ἐκ σανίδων ἰσχυρῶν συμπηγνύμεναι, ὑπόφαυσιν κάτωθεν ἔχουσαι, ὅθεν οἱ λιθοβόλοι ἀφίενται. (39) αἱ δὲ χωστρίδες τὰ μὲν ἄλλα παραπλησίως· τροχοὺς δὲ ἔχουσαι 〈κατάφρακτοι καὶ〉 καταστεγεῖς ἔμπροσθεν γίνονται, ἵνα οἱ χωννύοντες ἐξ αὐτῶν τὰς τάφρους μὴ τιτρώσκωνται. (40) αἱ δὲ κριοφόροι οὐδέτερον ἔχουσι τούτων ἐκ τοῦ πρὸς τοὺς ἐναντίους, ὑπότροχοι δὲ ποιοῦνται, καὶ περιφερεῖς οὕτως ἔμπροσθεν ἐνδέσεις καὶ ἀντίτονα ἔχουσαι 〈... (41) δεῖ δὲ〉 πρὸς τὰ ἐπιρριπτούμενα ἀμφίβληστρα ἢ τοὺς κοντοὺς [τοὺς] πλαγίους παραβάλλειν ἢ ταῖς λαμπάσιν ὑφάπτειν αὐτὰ 〈ἢ〉 [ἀντὶ τῶν ἐγχειριδίων] ξιφοδρέπανα ἔχοντα ἐπικόπτειν· (42) ἔστι δὲ ταῦτα χρήσιμα καὶ πρὸς τὰς ἀναβάσεις καὶ πρὸς τὰς τῶν σκελῶν ὑποτμήσεις· (43) πρὸς δὲ τοὺς ἀφιεμένους τροχοὺς καὶ λίθους τὰς γερροχελώνας ὑφιέναι, πρὸς δὲ τὰ κεράμια καὶ τὰ κρυπτόμενα ὀρύγματα τοῖς σειρομάσταις χρῆσθαι· (44) πρὸς δὲ τὰς βόθροις ἐπιτιθεμένας θύρας καὶ τοὺς τριβόλους τοὺς καταβαλλομένους ἐνδρομίδας ἔχοντας ὑποβαίνειν καὶ τὰς μὲν προπειράζοντας ταῖς δικέλλαις ἀνασκάπτειν, τοὺς δὲ τοῖς κηπουρικοῖς κτεσὶν ἀνακαθαίρειν· (45) πρὸς δὲ τὰς ὠρυγμένας τάφρους ἐπιβάθρας ἐπιβάλλειν· (46) πρὸς δὲ τοὺς προβαλλομένους λίθους χεῖρας σιδηρᾶς ἐπιρριπτοῦντας ὀνεύειν· (47) πρὸς δὲ τοὺς κατακρημνωμένους τριβόλους καὶ δοκίδας καὶ τοὺς προτιθεμένους φορμοὺς τοῖς δρεπάνοις χρῆσθαι· (48) πρὸς δὲ τοὺς κριοὺς καὶ τὰ δρέπανα καὶ τοὺς κόρακας τοῖς ἐνετῆρσι καὶ ταῖς κεραίαις καὶ τοῖς περιβαλλομένοις βρόχοις καὶ τοῖς λοιποῖς κρίκοις· (49) πρὸς δὲ τοὺς πυροφόρους καὶ τοὺς τριβόλους τοὺς καιομένους καὶ τὰς λαμπάδας καὶ τὰς ἀνθυπορύξεις τοῖς εἰρημένοις· (50) τὰς δὲ παλιούρους σκάπτοντας εἰς 〈τὸ〉 τὰ τέλματα καταχωννύναι, τὰς δ’ 〈αἱμασιὰσ〉 ἐκκόπτοντας εἰς τὰς ἐγχώσεις τῶν τάφρων καταχρῆσθαι· (51) πρὸς δὲ τὰς τῶν πετροβόλων εἰς τὰς στοὰς γινομένας πληγὰς πρὸς μὲν τὰς ἄνωθεν ἐπιβάλλειν γέρρα τριπλᾶ καὶ ἐπ’ αὐτὰ φορμοὺς ἐμπιπλῶντα ἀχύρων ἢ φύκους, πρὸς δὲ τὰς ἐκ τῶν πλαγίων προσχωννύναι τοὺς τοίχους ἄχρι τῶν γέρρων, πρὸς δὲ τὰς ἄλλας πάσας τοῖς μαλάγμασι χρῆσθαι· (52) πρὸς δὲ τὰ ἐνιέμενα ὕδατα ἐξαγωγίδας ὀρύσσειν· (53) πρὸς δὲ τὰς ἀποτμήσεις τῶν ἀγκυρείων ἐὰν βαθὺς ὁ τόπος, ἁλύσεις, ἐὰν δὲ τεναγώδης, τὰς ἀγκύρας τῶν πλοίων χῶναι καθέξουσιν· (54) πρὸς δὲ τὰς ἐκτρυπήσεις τῶν νεῶν κύκλῳ φύλακας καταλειπτέον καὶ τὰς σα[Omitted graphic marker] νίδας παρορμιστέον, ἐξ ὧν ἔχοντας τριόδοντας τηρεῖν τοὺς ὑποδενδρυάζοντας· (55) πρὸς δὲ τὰς ὑποχώσεις καὶ τὰς ἐν τῇ τῇ γινομένας ἀνακαθάρσεις τῶν πιπτόντων λίθων ἀπὸ τῶν τοίχων καὶ τῶν προτειχισμάτων χρήσιμα ἐστιν ἐκ μὲν θαλάσσης 〈τὰ ἀντλητήρια〉 οἷς ἀνακαθαίρουσι τοὺς λιμένας καὶ σιδηραῖ ἁρπάγαι· (56) ἐκ γῆς δέ, ὅταν ὑποτάξωσι πρὸς τὰ πτώματα, αἱ χωστρίδες χελῶναι καὶ οἱ μοχλοὶ καὶ αἱ δίκελλαι καὶ αἱ ἅμαξαι. |
| 100 | (57) ἐὰν δέ τινος τῶν μηχανημάτων ἡ πρὸς τοὺς πολεμίους καθήκουσα πλευρὰ πέσῃ, στρέψαντας δεῖ πρὸς τοὺς ἐναντίους τὴν ὑγιῆ τὴν τετριμμένην ἐπισκευάζειν· (58) πρὸς δὲ τὰ ἄλλα συμπτώματα ἐκ τούτων αὐτῶν δεῖ ἐνθυμουμένους αἰεί τι μηχανᾶσθαι μὴ ἀνοήτως. |
| 101 [45] | (59) καὶ ἐὰν μὲν πολὺν χρόνον μέλλῃς πολιορκεῖν τὴν πόλιν, δόξαν ἐμποίει τοῖς πολεμίοις ὡς ὀλίγον χρόνον πολιορκήσων, ἵνα δαψιλῶς ἀναλίσκωσι τὰ πρὸς τὴν τροφὴν ἀνήκοντα καὶ μὴ παρασκευάζωνται πρὸς τὰς ἐσομένας προσβολὰς μηδὲ βοήθειαν μεταπέμπωνται· (60) ἐὰν δὲ πολιορκῇς, ὡς πολὺν χρόνον προσκαρτερήσων ἀπείλει, ἵνα φοβηθέντες τὸ μέλλον θᾶττον ἡμῖν συγχωρήσωσιν ὃ βουλόμεθα. (61) πειρῶ δὲ καὶ τὴν ἔνδον οὖσαν λείαν 〈καὶ〉 ἐὰν ὑποζύγιά τινα ᾖ, παρελέσθαι, ἢ ἐξαγοράσαι ὡς ἐλαχίστου μάλιστα δύνῃ, ἢ ἐν ταῖς γινομέναις ἀνοχαῖς πρόφασίν τινα λαβὼν πιθανὴν μηκέτι εἰσελάσαι ἄφες μὴ φυλάσσων τοὺς τόπους τούτων ᾗ ἐξελαύνοντες βοσκήσουσιν, ἀλλ’ ἔασον αὐτοὺς ἔξω νέμειν καὶ ἔπει〈τ’ ἐπιδραμὼν〉 [τὴν ἐνέδραν] ἢ ἐνέδραν κατασκευάσας ἀποτεμόμενος κυρίευσον αὐτῶν· (62) οὐθὲν γὰρ ἀναλίσκει τῶν ἐν τῇ πολιορκίᾳ χρησίμων ὄντων, ἀλλ’ ἢ ἄχυρον ἢ χόρτον, οἷς εἰς οὐθὲν ἄλλο, εἰς δὲ τὰ βοσκήματα χρῶνται· (63) πρὸς ὑγίειαν δὲ καὶ τροφὴν μεγάλα συμβάλλεται διά τε τοῦ γάλακτος καὶ κατακοπέντων καὶ πωλουμένων τῶν κρεῶν· (64) ἔτι δὲ τὰ δέρματα αὐτῶν πρὸς τὰ μηχανήματα καὶ τοὺς κριοὺς καὶ ὅσα ἐστὶ τοιαῦτα χρήσιμα γίνεται. (65) μὴ φείδου δὲ χρημάτων μήτε κατὰ δωροδοκίαν μήτε κατὰ τὰς ἄλλας δαπάνας· ἑλὼν γὰρ τὴν πόλιν πολλαπλάσια λήψῃ. (66) καρβάτιναι δέ σοι οἰκίαι 〈παρασκευαστέαι〉 καὶ ἐκ τῶν καρβατίνων βάλλοντες καὶ οἱ λιθοβόλοι καὶ οἱ τοξόται καὶ οἱ σφενδονῆται ὡς πλεῖστοι καὶ ἄριστοι κατὰ τὰς προσβολὰς ἔστωσαν ἐνεργοῦντες, ἵνα 〈μὴ〉 τραυματίζωνται· (67) διοίσει γὰρ οὐδὲν ἢ τελευτᾶν ἢ ἀχρείους γίνεσθαι τοὺς κινδυνεύοντας· (68) καὶ αὐτὸς ἐκτὸς βέλους ὢν ἢ ἀσφαλῶς παραπορευόμενος παρακάλει τοὺς στρατιώτας καὶ τοὺς μὲν ἀγαθοὺς γινομένους ἄνδρας ἐπαίνει τε καὶ τίμα, τοὺς δὲ κακοὺς λοιδόρει τε καὶ κόλαζε· (69) οὕτως γὰρ ἂν ἄριστα κινδυνεύσειαν οἱ στρατιῶται πάντες. (70) ἁλισκομένης δὲ τῆς πόλεως φοβοῦ μὴ εἰς διαρπαγὴν ὁρμήσαντες οἱ στρατιῶται αὐτοί τε ὑφ’ ἑαυτῶν καὶ ὑπὸ τῶν ἐναντίων παραπόλωνται ἢ πάλιν ἐκβληθῶσιν ἐκ τῆς πόλεως ἢ κατασχόντες αὑτοῖς δυσμενεῖς καὶ ἀχρείους πρὸς τὰς λειτουργίας καὶ τὰς εἰσφορὰς ποιήσωσι τοὺς πολίτας καὶ γένηται μάταιος ὁ πόνος διαρπασθέντων τῶν χρημάτων καὶ μῖσος ποιησάμενος μήτε τὰς σιταρκίας ἔχῃς ἀναδιδόναι τοῖς στρατιώταις μήτε ὠφέλεια μηδ’ ἥτις οὖν σοι γένηται τούτου συμβαίνοντος. |
| 102 [48] | (71) καταλαμβάνειν δ’ ἐν ταῖς ἁλώσεσι μάλιστα δεῖ τὰ τείχη καὶ τὴν ἀκρόπολιν καὶ τὴν ἀγορὰν καὶ τὸ στρατήγιον καὶ ἐάν τις ᾖ ἄλλος τόπος ἰσχυρός· ἐὰν δὲ ἐλάττων ᾖ ἡ δύναμις, [εἰς] τοὺς πύργους καὶ τὸν ἐπικαιρότατον τόπον, ἵνα μὴ πάλιν ἐκπέσῃ τῆς πόλεως. (72) ἐὰν δὲ μὴ δύνῃ πολιορκῶν κατὰ κράτος λαβεῖν τὴν πόλιν διὰ τὸ ἰσχυρὰν εἶναι αὐτὴν πάντοθεν, ἐπιχειρητέον ἢ κατὰ 〈κλοπὴν ἢ〉 προδοσίαν ἢ λιμὸν αὐτὴν ἑλεῖν· (73) κατὰ κλοπὴν μὲν νυκτὸς ἢ τὰς σκυτίνας κλίμακας προσθέντας αἳ ῥάπτονται καθάπερ οἱ ἀσκοὶ καὶ ὑπαλοιφῇ κατὰ τὰς ῥαφὰς ὑποστεγνωθεῖσαι φυσῶνται, εἶτα προστιθέντα ἐπὶ ταῖς στυππίναις κλίμαξιν αἳ κατασκευάζονται διὰ πλοκῆς καὶ ῥαφῆς, καὶ πρὸς τὰ πέρατα αὐτῶν ἄγκιστρα προσάπτοντα, ἵνα ἐπιρριπτουμένων τῶν ἄκρων ἐπιλαμβάνηται τῶν προμαχώνων· (74) ἢ τοῖς σιδηροῖς πασσάλοις, οἳ στομωθέντες καὶ ὀξυνθέντες καὶ εἰς τὰς πέτρας κατὰ τὰς διαφύσεις καὶ εἰς τοὺς λιθίνους τοίχους κατὰ τὰς συμβολὰς καὶ εἰς τοὺς πλινθίνους ἐγκόπτονται σιδηραῖς σφύραις ὑπὸ τῶν ἀναβαινόντων· (75) 〈ἢ〉 τοῖς ἀγκίστροις τοῖς σιδηροῖς, ἅπερ ἐπὶ καλῳδίων 〈πρὸς τὰς ἐπάλξεισ〉 ἐπιρριπτοῦνται ἅμματα ἐχόντων, ὥστε μὴ χαλεπῶς καὶ κατὰ ταῦτα ἔχειν ἀναβαίνειν τοὺς στρατιώτας ἐθισθέντας, καθάπερ Αἰγύπτιοι ποιοῦσιν αὐτό. (76) κατὰ δὲ [τὴν] προδοσίαν ἢ μεταπεμψάμενός τινα τῶν ἔνδοθεν ὡς διαλεξόμενον περὶ διαλλαγῶν ἢ δι’ ἐπιστολῶν ἀφανῶν κήρυκας ἢ πρεσβευτὰς εἰσπέμπων καὶ σύμβολα διδοὺς καὶ χρήματα. (77) γράφονται δ’ αἱ ἐπιστολαὶ εἰς καυσίαν καινὴν 〈ἢ〉 εἰς τὸν χρῶτα κηκῖδος θλασθείσης καὶ ὕδατι βραχείσης· ξηρανθέντα δὲ τὰ γράμματα ἄδηλα γίνεται, χαλκοῦ δὲ ἄνθους τριφθέντος ὥσπερ ἐν ὕδατι τὸ μέλαν καὶ ἐν τούτῳ σπόγγου βραχέντος, ὅταν ἀποσπογγισθῇ τούτῳ, φανερὰ γίνεται. (78) ἢ εἰς ὑμένα γραφείσης, εἶτα διπλῆς οὔσης τῆς καυσίας εἰς τὸ ἀνὰ μέσον τεθείσης τῆς στεφάνης καὶ ἑτέρας 〈ἐπι〉κολληθείσης· (79) ἢ ἀνὰ μέσον τῶν ὑποδημάτων τοῦ ἐμβλήματος καὶ τοῦ κασσύματος ῥαφείσης· (80) ἢ εἰς κύστιν ὧν βούλεταί 〈τισ〉 γραφέντων, εἶτα εἰς λήκυθον καινὴν σύμμετρον τῇ κύστει τεθείσης, εἶτα βρεχθείσης καὶ μετὰ ταῦτα φυσηθείσης καὶ ὑποσταλείσης 〈...〉 πρὸς τὸ ἔσω στόμα κόλλῃ καταλειφθέντος καὶ ἐλαίου ἐγχυθέντος, ἵν’ ἄδηλος ᾖ ἐπιστολὴ γένηται, τοῦτον τὸν τρόπον εἰσπέμπειν· (81) ὁ γὰρ λαβὼν τὴν λήκυθον [τρόπον εἰσπέμπειν] ῥᾳδίως γνώσεται τὰ γεγραμμένα. (82) πολλοὶ δὲ καὶ ἄλλοι τρόποι εἰσὶ τῶν κρυφαίως ἀποστελλομένων γραμμάτων, ὡς δηλώσομεν ἐν τῷ εἴδει τῷ περὶ ἐπιστολῶν τῶν κρυφαίως ἀποστελλομένων. |
| 102 (50) | (83) ἐὰν δὲ μὴ καθαιρεθῶσιν ὑπὸ τῶν οὕτως πεμπομένων γραμμάτων, ἄλλας πέμπε πρὸς τοὺς ἡγουμένους τῶν πραγμάτων ὑπισχνούμενος δωρεὰς μεγίστας καὶ χρήματα· αἳ καταφανεῖς γινόμεναι τοὺς μὲν στασιάζειν ποιήσουσιν 〈. |
| 103 [48] | ..〉 (84) κατὰ δὲ λιμὸν περιχαρακώσας καὶ τόπον ἰσχυρὸν περιτειχίσας τινὰ τῇ πόλει καὶ φύλακας ἀσφαλεῖς ἐπ’ αὐτῷ κατασκευάσας, οἳ κωλύσουσι μήτε κατὰ γῆν μήτε κατὰ θάλασσαν μηδὲν εἰσκομίζεσθαι. (85) ταῦτα δὲ ποιήσας γίνου πρὸς τοῖς ἄλλοις πράγμασι καὶ λήψῃ τὴν πόλιν ἢ τῷ πολέμῳ κατορθώσας ἢ ἐκθλίψας λιμῷ, καὶ οὐθὲν καθυστερήσεις τῶν πράξεων. (86) ἐὰν δὲ βοήθειάν τινα προσδέχῃ παρασκευάσασθαι τοῖς ἐναντίοις, ἐὰν μὲν καταδεεστέραν δύναμιν ἔχῃς, διάλυσαι τὴν ταχίστην ἐὰν βούλωνται χρήματα λαβὼν ὡς ὅτι πλεῖστα ἀναζευγνύων πρὸς τὸ πλησιάσαι τοὺς πολεμίους· (87) ἐὰν δὲ μὴ διδῶσιν, λεηλατήσας καὶ κακώσας τὴν χώραν αὐτῶν ἀπαλλάττου πρόνοιαν ποιούμενος, ὅπως ἀσφαλῶς ἀπάξεις τὸ στρατόπεδον. (88) ἐὰν δὲ παραπλησίαν ἢ κρείττω δύναμιν ἔχῃς καὶ κατὰ γῆν προσδέχῃ τοὺς πολεμίους, τῇ χαρακώσει καὶ τῇ τάφρῳ καὶ τῇ τειχοποιίᾳ πάντοθεν ὡς ἀσφαλέστατα παρασκευασάμενος ὑπόμενε, τὴν χρείαν καὶ τὸν χόρτον καὶ τὸν σῖτον καὶ τὸν οἶνον καὶ ὅσα ἄλλα τροφῆς ἐστιν ἐχόμενα πρὸς τὸ στρατόπεδον προσαγόμενος· (89) καὶ τάφρῳ καὶ χάρακι περιβαλὼν αὐτὸ τὰ μὲν ἱκανὰ κατάλειπε, τὰ δὲ 〈περιττὰ ὄς’ ἂν δύνῃ〉 ἀπόδου, τὰ δὲ ἄλλα τοῖς στρατιώταις εἰς τὰ τάγματα διάδος· (90) τὸν δὲ κατάλοιπον χόρτον καὶ σῖτον ὅσον ἂν μὴ δύνη προσκομίσαι, 〈τὸν μὲν χόρτον〉 κατάκαυσον· (91) τὸν δὲ σῖτον διάφθειρον τοῖς θανασίμοις φαρμάκοις, ὡσαύτως δὲ καὶ τὰ ὕδατα, ὅταν ἐγγίσωσιν οἱ πολέμιοι· (92) τίνα δὲ ταῦτά ἐστιν, ἐν τοῖς Παρασκευαστικοῖς ἡμῖν δεδήλωται. (93) διαπραξάμενος δὲ ταῦτα ὡς ἰσχυροτάτους φύλακας κατάστησον· (94) καὶ τῆς μὲν νυκτὸς ἐκκοιτίαι γινέσθωσαν, τῆς δ’ ἡμέρας σκόπει ἐν τοῖς ἐπιτηδείοις τόποις· (95) καὶ κατασκόπους ἀπόστελλε βελτίστους καὶ ἔμφρονας, ἵνα μὴ λάθωσι παρελθόντες τινὲς 〈τὸ〉 τῶν ἐναντίων πλῆθος ἐγγίσαν· (96) καὶ πειρῶ πρῶτον τοὺς στρατηγοὺς ἢ τοὺς ἡγεμόνας φθεῖραι χρήματα διδοὺς καὶ δωρεὰς ὑπισχνούμενος· (97) οὕτως γὰρ ἐὰν κρίνῃ, γίνεται νικᾶν καὶ οὐδέν ἐστιν ἕτερον στρατήγημα τοιοῦτον· (98) καὶ τὰ χρήματα ἐκ τῶν πολιορκουμένων ἔσται τῆς πόλεως ληφθείσης. (99) ἐὰν δὲ μὴ δύνῃ δεκάσαι τοὺς ἡγουμένους τοῦ στρατοπέδου, ἐνέδρας κατασκευάσας ἢ τόπους ἐπιτηδείους προκαταλαβόμενος ἐπίθου καταστρατοπεδεύουσιν αὐτοῖς νυκτὸς πρὸ τοῦ 〈δίδοσθαι〉 τάφρου ἐπιλαβέσθαι 〈ἢ〉 χάρακα θέσθαι τοῖς βοηθοῦσιν· (100) οὗτοι γὰρ οἱ καιροὶ τοὺς ἀντιπάλους χειροῦνται. |
| 104 [42] | (101) ἐὰν δὲ κατὰ θάλασσαν μέλλῃς διακινδυνεύειν, χῶσον ἐὰν ᾖ δυνατὸν τὸ στόμα τοῦ λιμένος· εἰ δὲ μή, φράξον ταῖς ὁλκάσιν 〈ἢ〉 ὅσοις ἂν ἔχῃς ἐπιτηδείοις πρὸς ταῦτα πλοίοις, καὶ παράζευξον σχεδίαν ἐκ τῶν ὑπαρχόντων ξύλων κατασκευάσας. (102) καὶ τήρει τοὺς φρυκτοὺς μάλιστα τῆς νυκτός, μή σε λάθωσιν οἱ βοηθοῦντες κατὰ τὸ ἐκτὸς τῆς θαλάσσης μέρος τῆς πόλεως παρεμπεσόντες. (103) ἐὰν δὲ τύχῃς ἔχων μικρῷ καταδεεστέραν δύναμιν ναυτικήν, ἐπὶ τὰ καταστρώματα λαβόντα τοὺς ἀρίστους καὶ ἐμπειροτάτους τῶν στρα[Omitted graphic marker] τιωτῶν, παραγγείλαντα μήτε ἀκρωτηριάζειν μήτε ἀναβαίνειν ἐπὶ πολεμίαν ναῦν μηδεμίαν, ἀλλὰ τῷ χαλκώματι χρᾶσθαι, ναυμαχητέον ἐστὶ πρὸς αὐτούς, ποιήσαντα μηνοειδὲς σχῆμα καὶ τὰς ἐπίπλους καὶ τὰς εὐπροσόδους καὶ τὰς ἄριστα πλεούσας τῶν νεῶν ἐπὶ τὰ κέρατα τάξαντα, τὰ δὲ ἄφρακτα καὶ τὰ ὑπηρετικὰ εἰς μέσον πρὸς τῇ σχεδίᾳ. (104) εἶθ’ ὅταν ἐγγίσωσι, τοῖς πυροφόροις καὶ τοῖς ἡμμένοις τριβόλοις καὶ ταῖς λαμπάσι καὶ τῇ πίσσῃ ἅπτε ἐὰν ἔχῃς· (105) καὶ τοῖς λιθοβόλοις καὶ τοῖς ὀξυβελέσι καὶ τοῖς ἄλλοις βέλεσιν ὡς πλείστοις χρώμενον κακοῦν δεῖ τοὺς ἐπιβάτας καὶ συντρίβειν καὶ ἐμπιπράναι τὰ τῶν ἐναντίων σκάφη τύπτοντα ἐκ τῆς γῆς καὶ ἀπὸ τῶν μηχανημάτων καὶ ἀπὸ τῶν ἄλλων πλοίων, καταρράξαντα αὐτοὺς ὡς μάλιστα, ἐάν τί που βιάζωνται. (106) ἐὰν δὲ ὑπομένωσιν, ἔξω τὸν κίνδυνον ἀπὸ ἀμφοτέρων ποιούμενον τῶν κεράτων συναγαγόντα. (107) ναυμαχητέον οὕτως ἐστίν· τὰς μὲν πλαγίας λαμβάνων καταδύσεις, τὰς δὲ ἀντιπρώρους κινδυνευούσας συντρίψεις καὶ ἐμπρήσεις, καθάπερ εἴρηται· (108) ἐὰν δὲ λάβῃς ἀτά[Omitted graphic marker] κτως φερομένας ἢ ἱστιοδρομούσας, ἐπιπλεύσας ἐν τάξει παντὶ τῷ στόλῳ τὰς μὲν ἀμυνομένας πειρῶ καταδύνειν καὶ καταπιμπράναι· (109) τὰς δὲ φευγούσας ὅταν καταλαμβάνῃς, τὰ πηδάλια συντρίβων καὶ τὸν ταρσὸν παρασύρων εἰς τὴν γῆν κάταγε· (110) ἐὰν δὲ μὴ ἔχῃς ναῦς, τῷ πυρὶ καὶ τοῖς βέλεσι χρώμενος κώλυε αὐτοὺς 〈ἀπάλλαξιν〉 ποιήσασθαι· (111) τοῦτον ἄν τις τὸν τρόπον πολιορκῶν τὰς πόλεις ἂν λαμβάνοι μάλιστα μηθὲν αὐτὸς ἀνήκεστον παθών. |