ΠΕΡΣΑΙ.
ΥΠΟΘΕΣΙΣ.Γλαῦκος ἐν τοῖς περὶ Αἰσχύλου μύθων ἐκ τῶν Φοινισσῶν φησι Φρυνίχου τοὺς Πέρσας παραπεποιῆσθαι, ὃς ἐκτίθησι καὶ τὴν ἀρχὴν τοῦ δράματος ταύτην, Τάδʼ ἐστὶ Περσῶν τῶν πάλαι βεβηκότων. πλὴν ἐκεῖ εὐνοῦχός ἐστιν ἀγγέλλων ἐν ἀρχῇ τὴν τοῦ Ξέρξου ἧτταν, στρωννύς τε θρόνους τινὰς τοῖς τῆς ἀρχῆς παρέδροις, ἐνταῦθα δὲ προλογίζει χορὸς πρεσβυτῶν. καὶ ἔστιν ἡ μὲν σκηνὴ τοῦ δράματος παρὰ τῷ τάφῳ Δαρείου· ἡ δὲ ὑπόθεσις Ξέρξης στρατευσάμενος καθʼ Ἑλλάδος, καὶ πεζῇ μὲν ἐν Πλαταιαῖς νικηθεὶς, ναυτικῇ δὲ ἐν Σαλαμῖνι, διὰ Θεσσαλίας φεύγων· ἐπεραιώθη εἰς τὴν Ἀσίαν. ἐκστρατεύοντι δὲ ἦν τούτῳ ἵππος μὲν ἄμετρος, νῆες δὲ χίλιαι διακόσιαι ἑπτὰ ἢ δεκατέσσαρες. οἱ Ἕλληνες δὲ οἱ τοῦτον νικήσαντες ἐν τριακοσίαις μόναις ἦσαν ναυσί. πρώτη ἔφοδος Περσῶν βασιλεύοντος Δαρείου ἐδυστύχησε περὶ Μαραθῶνα· δευτέρα δὲ, ἐπὶ Ξέρξου περὶ Σαλαμῖνα καὶ Πλαταιὰς, τοῦ Θεμιστοκλέους στρατηγοῦ ὄντος τότε καὶ ῥήτορος ἐν ταῖς Ἀθήναις, ὃς καὶ νῆας εἶπε ποιῆσαι καὶ ἀντιτάξασθαι πρὸς τὸν Ξέρξην. οὗ καὶ γενομένου περιεγένοντο αὐτοῦ. ὁ Ἀπόλλων γὰρ τοῖς Ἀθηναίοις μαντευομένοις πῶς τοὺς Πέρσας κατατροπώσονται, εἶπε τείχη ξύλινα κατασκευάσαι, καὶ οὕτω περιγενέσθαι αὐτῶν. καὶ οἱ μὲν τούτου ἀκούσαντες τείχη ἔλεγον ποιῆσαι εἰς τὴν πόλιν ξύλινα ἀντὶ τῶν λιθίνων· ὁ δὲ Θεμιστοκλῆς οὐχ οὕτως, ἀλλὰ νῆας εἶπε ποιῆσαι, αἳ πολλάκις διὰ τῶν οἰκείων τειχῶν σώζουσι τοὺς ἀνθρώπους. Ἐπὶ Μένωνος τραγῳδῶν Αἰσχύλος ἐνίκα Φινεῖ, Πέρσαις, Γλαύκῳ Ποτνιεῖ, Προμηθεῖ. Τοῦ Ξέρξου πατὴρ μὲν ἦν Δαρεῖος ὁ Περσῶν βασιλεὺς, μήτηρ δὲ Ἄτοσσα. γίνωσκε δὲ ὅτι Δαρεῖοι τρεῖς εἰσι· πρῶτος δὲ τούτων ὁ Ὑστάσπου, προκριθείς τε ὑπὸ τῶν Περσῶν καὶ βασιλεύσας αὐτῶν, ὃς ἦν καὶ Ξέρξου πατὴρ τοῦ στρατεύσαντος ἐπὶ τοὺς Ἕλληνας· δεύτερος δὲ Δαρεῖος ὁ Ἀρταξέρξου πατὴρ, Σύρος προσαγορευθείς. ἔσχατος δὲ Δαρεῖος ὁ ὑπʼ Ἀλεξάνδρου τοῦ Φιλίππου καταλυθείς. τινὲς δὲ καὶ τέταρτον Δαρεῖον εἶναι γράφουσιν.
ΑΛΛΩΣ.Ἡ τούτου τοῦ δράματος ὑπόθεσίς ἐστιν ἡ κατὰ τῆς Ἑλλάδος ἐπιστρατεία τοῦ Ξέρξου καὶ αἱ ἐκεῖθεν δυστυχίαι καὶ ἀποχώρησις. τὰ δὲ πρόσωπα χορὸς γερόντων περὶ τὰ βασίλεια τοῦ Ξέρξου, Ἄτοσσα, ἡ τοῦ Ξέρξου μήτηρ, ἡ καὶ προβιβασθεῖσα διʼ ὀνειράτων τὴν τούτου ἥτταν, ἄγγελος πάντα διασαφῶν, εἴδωλον Δαρείου καὶ Ξέρξης. πᾶσα δὲ ἡ ἱστορία τοῦ Ξέρξου ἔχει οὕτως. Ἱππίας ὁ Πεισιστράτου τύραννος ὢν Ἀθηναίων ἐξέπεσε τῆς τυραννίδος. ἐλθὼν οὖν παρὰ Πέρσας ἱκετεύει Δαρεῖον στρατεύειν κατʼ Ἀθηνῶν, καὶ ὃς πείθεται, ὡς Ἀριστείδης φησίν. Ἡρόδοτος δὲ γράφει Ἀθηναίους ἀναπεισθέντας ὑπʼ Ἀρισταγόρου τοῦ Μιλησίου πορθῆσαι Σάρδεις οὔσας ὑπὸ Δαρεῖον καὶ ἑτέρας πολλάς. ὃ καὶ μαθὼν Δαρεῖος ἤρετο τίνες οἱ Ἀθηναῖοι καὶ ἀπέστειλε κατʼ αὐτῶν Μαρδόνιον μετὰ βαρείας δυνάμεως καὶ στόλου πολλοῦ. ναυαγήσαντα δὲ τοῦτον περὶ Ἄθων, ὡς δισμυρίους ἄνδρας ναυαγῆσαι καὶ τραυματισθῆναι ὑπὸ Θρᾳκῶν καὶ αὐτὸν, παραλύει μὲν ὁ Δαρεῖος τοῦτον τῆς ἀρχῆς, δευτέρῳ δὲ ἔτει ἔπεμψεν Ἀθηναίοις σπυρίδα, γῆν καὶ ὕδωρ αἰτῶν, οἱ δὲ τοὺς μὲν Περσῶν πρέσβεις εἰς φρέαρ ζῶντας βαλόντες ἄνωθεν γῆν καὶ λίθων βολὰς πέμποντες τούτους κατέχωσαν. Μῦν δέ τινα Σάμιον ἑρμηνεύσαντα τοῖς Ἀθηναίοις τὰ Πέρσου γράμματα κατὰ τινὰς μὲν ἀνεῖλον, κατὰ τινὰς δὲ ἄτιμον ἐποίησαν, ὡς καὶ Ἄρθμιον τὸν Ζελείτην ἠτίμωσαν, χρυσίον βαρβαρικὸν παρὰ Δαρείου κομίσαντα πρεσβευόμενον. Κυρσίλον δὲ τῆς βουλῆς ἕνα κατεθαλάττωσαν Ἀθηναῖοι, ὅτι γῆν καὶ ὕδωρ συνεβούλευε πέμπειν τῷ βαρβάρῳ· αἱ δὲ τῶν Ἀθηναίων γυναῖκες τὴν γυναῖκα Κυρσίλου ὁμοίως κατελίθωσαν, καὶ οἱ παῖδες τοὺς παῖδας αὐτοῦ. τῷ αὐτῷ ἔτει ὀλυμπιάδι οαʹ Δαρεῖος μετὰ τὸ ἐκστῆναι Μαρδόνιον τῆς ἀρχῆς ἔπεμψε πάλιν κατὰ Ἀττικῆς Δᾶτιν καὶ Ἀρταφέρνην, ἀνεψιὸν αὐτοῦ, χιλίων νεῶν στόλον. καὶ Νάξον εἷλον καὶ Ἐρέτριαν Εὐβοΐδα πόλιν, ἐν δὲ τῇ Δήλῳ Δᾶτις ἐθυμίασε τῷ Ἀπόλλωνι λιβανωτοῦ τʹ τάλαντα. ἀποπλεύσαντες δὲ καὶ περὶ Μαραθῶνα στρατοπεδευσάμενοι, σὺν οἷς καὶ ὁ τύραννος Ἱππίας, Μιλτιάδου στρατηγοῦντος Ἀθηναίων καὶ Στησίλεω, πολεμαρχοῦντος δὲ Καλλιμάχου καὶ Κυναιγείρου καὶ Πλαταιέων συμμαχούντων αὐτοῖς χιλίων, ἡττῶνται καὶ πρὸς Δαρεῖον ὑποστρέφουσιν, ὅσπερ ἀκηκοὼς κατὰ τῆς Ἑλλάδος ηὐτρεπίζετο στρατεύειν. ἐπὶ τρεῖς οὖν ὅλους ἐνιαυτοὺς στόλον τε ηὐτρέπιζε καὶ πεζὸν συνῆγε στρατόν. τετάρτῳ δὲ ἔτει Δαρεῖος μὲν τελευτᾷ, Ξέρξης δὲ καὶ τὴν βασιλείαν καὶ τὸν πόλεμον διαδέχεται, Μαρδονίου λέγοντος αὐτῷ πολεμεῖν, Ἀρταβάνου δὲ τοὐναντίον. ἦν οὖν ὁ πᾶς ἀριθμὸς αὐτοῦ τῆς στρατιᾶς ἀπόμαχός τε καὶ μάχιμος μυριάδες πεντακόσιαι, πλοῖα δὲ χίλια σζʹ. υʹ δʼ ἦν τάλαντα ἡμερησία τροφὴ τῷ στρατῷ. στρατευόντων οὖν κατὰ τῆς Ἑλλάδος ἠθέλησε καινοτομῆσαι τὰς φύσεις· Βουβάρης γὰρ καὶ ὁ πεντάπηχυς Ἀρταχαῖος προπεμφθέντες μετὰ πολλῶν μυριάδων τῆς ὀρυγῆς τοῦ Ἄθω ἐπεστάτουν καὶ διέκοπτον αὐτὸν καὶ ἐθαλάττουν εἰς βάθος. ἕτεροι δὲ γεφυροῦν ἐπέμφθησαν τὸν Ἑλλήσποντον περὶ τὴν τραχεῖαν ἀκτὴν λεγομένην μεταξὺ Σηστοῦ καὶ Ἀβύδου. γεγονυίας δὲ τῆς γεφύρας καὶ λυθείσης ὑπὸ χειμῶνος διακοσίαις ῥάβδων πληγαῖς ἔτυψε τὸν Ἑλλήσποντον, καὶ δύο ζεύγη δεσμῶν σιδηρῶν ἐκέλευσεν ἐμβάλλειν εἰς τὸ πέλαγος, ὡς δῆθεν τὴν θάλασσαν οἷα δούλην δεσμῶν τοῖς κλοιοῖς. ἑτέρας δὲ δύο γεφύρας ἀντὶ τῆς προτέρας τούτῳ τῷ τρόπῳ ἐποίησεν. ναῦς πελαγίας κατὰ ῥοῦν ἔστησαν καὶ ἐπλήρωσαν τὸ πέλαγος, ἄνωθεν δὲ τῶν νηῶν σχοίνους ὑπερμεγέθεις εἵλκυσαν ἐξ ἑκατέρου μέρους τῆς γῆς· ἄνωθεν δὲ τῶν σχοίνων δοκοὺς ὑπεστόρεσαν καὶ προσκαθήλωσαν. εἶτα γῆν ἐπέβαλλον ἐπὶ τοὺς δοκοὺς καὶ ἐπέρανον ἐπὶ τὴν γῆν φυλλάδα μυρσίνης καὶ δάφνης· ἑκατέρωθεν δὲ τῆς γεφύρας ἦσαν ἕτεροι δοκοὶ περικλείοντες τὴν γέφυραν, μή πώς τις ὀλισθήσας καταπέσῃ πρὸς τὴν θάλασσαν. οὕτω μὲν οὖν αἱ γέφυραι γεγόνασι περὶ τὸν Ἑλλήσποντον καὶ λίθινον ἕδραν αὐτῷ ὑψηλὴν ἐκεῖ ἐποιήσαντο, ἐν ᾗπερ ἐφιδρυνθεὶς ὕστερον, ὅτε παρεγεγόνει, τὸ στράτευμα ἔβλεπε. πρῶτον δὲ περὶ Κελαινὰς, πόλιν τῆς Φρυγίας, ἐλθὼν ξενίζεται σὺν παντὶ τῷ στρατεύματι παρὰ Πυθίου, ὃς καὶ τῷ Δαρείῳ πρὶν ἐδωρήσατο χρυσῆν ἀναδενδράδα ἤγουν πλάτανον, καὶ τῷ Ξέρξῃ τότε ἐχαρίζετο ἀργυρίου δισχίλια τάλαντα καὶ υʹ μυριάδας χρυσίου δαρεικοῦ νομίσματος χιλιάσιν ὀλίγαις ἀπολειπομένας. ὧν οὐδὲν ὁ Ξέρξης λαβὼν, ἀλλὰ τὴν προαίρεσιν ἀσπασάμενος καὶ τὸ λεῖπον μᾶλλον τῶν μυριάδων ἀναπληρώσας ἔμελλε πρὸς τὰ τοῦ Ἑλλησπόντου μέρη πορεύεσθαι διὰ Φρυγίας καὶ Λυδίας. περί τινα δὲ τόπον ἰδὼν πλάτανον ὡραίαν, καθʼ Ἡρόδοτον, ἐχρύσωσεν αὐτὴν διὰ τὸ κάλλος αὐτῆς· κατὰ δὲ ἑτέρους τινὰς, ὅτι κατὰ μεσημβρίαν καθεσθεὶς ὑπʼ αὐτὴν τὸ θάλπος ἐξέφυγε. πορευομένου δὲ αὐτοῦ προσωτέρω, ἐπικυψάντων τῶν ἵππων πιεῖν ἀπεζηράνθη ὁ Μαίανδρος, ὡς καὶ ὁ Πηνειὸς περὶ Θεσσαλίαν ὕστερον, καὶ ἐν Ἀθήναις ὁ Ἰλισσὸς, καὶ ἕτεροι. ἐφθακότος δὲ περὶ τὸν Ἑλλήσποντον ἔκλειψις ἡλίου καὶ σημεῖα ἐγένοντο ἕτερα. ὅμως ἑπτὰ νυξὶ καὶ ἡμέραις ὁ στρατὸς ἀπερικόπτως τὰς γεφύρας ἐπεραιοῦτο. τέλος ἐφʼ ἅρματος καὶ αὐτὸς διαπεραιοῦται. ἐρχομένου δὲ πρὸς τὴν Ἀττικὴν Ἀθηναίοις ἐδόθη χρησμὸς οὗτος· Τεῖχος Τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεὺς μοῦνον ἀπόρθητον τελέθειν, τὸ σὲ τέκνα τʼ ὀνήσει. μηδὲ σύ γʼ ἱπποσύνην τε μένειν καὶ πεζὸν ἰόντα πολλὸν ἀπʼ ἠπείρου στρατὸν ἥσυχος, ἀλλʼ ὑποχωρεῖν, καὶ ἕτερα τοιαῦτα. τοῦτο γοῦν ἀκούσαντες οἱ Ἀθηναῖοι γυναῖκας μὲν καὶ γέροντας περὶ Τροιζῆνα ἐξέθεντο, πύργους δὲ ποιήσαντες ξυλίνους ἐν ταῖς Ἀθήναις εἴασαν μετά τινων, οὓς ὕστερον οἱ Πέρσαι σὺν τοῖς πύργοις κατέκαυσαν. οἱ δὲ Ἀθηναῖοι περὶ Σαλαμῖνα εἶχον τὸν στόλον, ὅπου ὕστερον καὶ τοὺς βαρβάρους κατεναυμάχησαν σοαʹ πάντα τὰ τῶν συμμάχων καὶ αὐτῶν ἔχοντες πλοῖα. ὁ δὲ Ξέρξης περὶ τὸ Αἰγιάλεων ὄρος ἀντικρὺ τῆς Σαλαμῖνος κείμενον ἐπὶ θρόνον λαμπρῶς ἐκάθητο βλέπων τὴν ναυμαχίαν. ἡττηθέντων δὲ τῶν αὐτοῦ τῇ ναυμαχίᾳ πεζῇ πολεμῆσαι ἠθέλησε, καὶ ἐκ τῆς τῶν Περσικῶν βελῶν ἐπαφήσεως ἐκρύβη ὁ ἥλιος. τοῦτο μαθών τις τῶν Ἑλληνικῶν στρατηγῶν εἶπε τοῖς στρατιώταις «ἀριστοποιήσασθε, ἄνδρες, ἵνα «παρʼ ᾍδῃ δειπνήσωμεν μαχόμενοι. θαρρεῖτε δέ· οὐ γὰρ ὑπὸ «θάλπους ἡλίου, ὑπὸ σκιὰν δὲ βελῶν πολεμήσομεν.» Ξέρξου δὲ μετὰ παντὸς τοῦ στρατοῦ ἐρχομένου Λεωνίδης ὁ Σπαρτιάτης μετὰ τʹ τὰς περὶ Ἀρτεμίσιον παρόδους κατείληφε, καὶ ἀντιταξάμενος παρʼ αὐτὸν πολλοὺς μὲν ἀνεῖλε καὶ δύο ἀδελφοὺς τοῦ Ξέρξου. τοσοῦτον δὲ ἀντέστη γενναίως μαχόμενος ὡς καὶ τὸν Ξέρξην ἀποβῆναι τοῦ ἵππου καὶ πεζῇ μαχέσασθαι. τέλος συμπατήσαντες αὐτόν τε τὸν Λεωνίδην καὶ τοὺς τʹ διῆλθον διὰ τῶν σκηνωμάτων αὐτῶν, λαβόντες δὲ τὴν κεφαλὴν Λεωνίδου ἀνεσταύρωσαν. τέλος ἰδὼν ἑαυτὸν ὁ Ξέρξης ἔτι παρὰ τῶν Ἀθηναίων καὶ τῶν λοιπῶν Λακεδαιμονίων κακούμενον, προσέτι δὲ ἀκούων ὅτι τὴν γέφυραν λύειν μέλλουσιν οἱ Ἕλληνες, τὸν Μαρδόνιον ἀφεὶς πολεμεῖν, αὐτὸς δὲ μέρη λαβὼν τοῦ στρατεύματος ὑπεχώρει. καὶ τούτων δὲ οἱ πλείους περὶ τὴν πάροδον χειμῶνι καὶ λιμῷ διαφθείρονται. αὐτὸς δὲ ἀπὸ Στρυμόνος νηὶ Φοινίσσῃ ἐμβὰς καὶ δεινῇ τρικυμίᾳ περιπεσὼν, ὡς καὶ πολλοὺς ἀποπηδῆσαι τῆς νεὼς εἰς τὴν θάλατταν χάριν τῆς σωτηρίας αὐτῶν, μόλις εἰς τὴν πατρίδα δυστυχῶν ὑποστρέφει. καὶ τὸν Μαρδόνιον δὲ καὶ τοὺς σὺν αὐτῷ Πέρσας οἱ Ἀθηναῖοι ἀνεῖλον καὶ Μασίστιον, τὸν χρυσοῦν λεπιδωτὸν ἔχοντα, διʼ ὃν ἀνῃρημένον καὶ μεγάλη μάχη ἐγένετο. ταῦτα μὲν οὕτως· Ξέρξης δὲ πρὸ τοῦ ἀπελθεῖν εἰς τὴν ἑαυτοῦ πατρίδα μετὰ τοιαύτην ἧτταν, ἐν Σάρδεσι παραγεγονὼς, εἰς ἔρωτα τῆς Μασιστίου ἐμπέπτωκε γυναικὸς, καὶ ταύτῃ συνῆν καὶ συνέχαιρεν, ὥσπερ νενικηκὼς, ὁ πᾶσαν ἀπολωλεκὼς τὴν Περσίδα, οἷα καὶ πάντες οἱ ἡττημένοι διαπράττονται, εἰς ἀπόγνωσιν ἐμπεσόντες. τέλος ἐλθὼν εἰς τὴν πατρίδα τὸ πένθος αὐτῇ παρεσήμηνεν.
τάδε μὲν Περσῶν τοῦτο δεικτικῶς, οἷόν φησί τις πρὸς ἑαυτὸν ὅτι τάδε καὶ ταῦτα πιστὰ καὶ πιστώματα καλεῖται τῶν Περσῶν τῶν πορευθέντων εἰς τὴν Ἑλλάδα γῆν, ἀντὶ τοῦ, ἡμεῖς πιστοὶ χρηματοφύλακες τῶν Περσῶν καλούμεθα, καὶ ἐσμὲν ἐπόπται τῶν οἴκων αὐτῶν· οὕστινας ἡμᾶς αὐτὸς ὁ Ξέρξης ὁ βασιλεὺς, ὁ τοῦ Δαρείου υἱὸς, ὡς πρεσβύτας καὶ ἐντίμους ὄντας — τοῦτο γὰρ δηλοῖ τὸ κατὰ πρεσβείαν — προέκρινε τῶν ἄλλων ἐφορεύειν, ἤτοι ἄρχειν, καὶ ἐπόπτας εἶναι καὶ ἐπιτηρητὰς τῆς χώρας αὐτοῦ, μὴ δυναμένους πολεμεῖν. τὸ δὲ πιστὰ τινές φασιν ὅτι ὑποπτεύσαντες τοὺς κατὰ τὸν χορὸν ἑαυτοὺς λέγειν πιστώματα Περσῶν, ἀγνοοῦντες ὅτι πόλις ἐστὶ Περσῶν ἔσωθεν Πίστειρα καλουμένη, ἣν συγκόψας ὁ ποιητὴς Πιστὰ ἔφη. οἰχομένων πορευθέντων.
πιστὰ πιστώματα. δέον εἰπεῖν, ἡμεῖς μὲν οἱ γέροντες καλούμεθα πιστὰ καὶ ἀσφαλῆ τῶν ἐστρατευκότων καθʼ Ἑλλάδος Περσῶν, τουτέστιν, ἡμᾶς ὁ Ξέρξης ἐνταῦθα κατέλιπεν ἀσφαλεῖς καὶ πιστοὺς τῆς ἀρχῆς φύλακας, ὥσπερ καὶ παρακατιὼν λέγει, πρὸς τὸ πιστὰ τάδε ἐπήνεγκεν. οἱ δὲ λέγοντες τὸ πιστὰ ἀντὶ τοῦ Πίστειρα κατὰ συγκοπὴν παντὶ δῆλον ὅτι ληροῦσι.
ἀφνεῶν ὀλβίων.
ἑδράνων κατοικήσεων. πρεσβείαν ἐντιμότητα.
εἵλετο προέκρινε. ἐφορεύειν ἐπιστατεῖν.
ἀμφὶ δὲ νόστῳ ταράσσεται, φησὶ, καὶ θορυβεῖται ἡ ψυχὴ ἔσωθεν, τοῦτο γὰρ τὸ θυμὸς δηλοῖ, κακὰ μαντευόμενος περὶ τῆς ὑποστροφῆς τοῦ Ξέρξου καὶ τῆς πολυχρύσου καὶ πλουσίας στρατιᾶς τῶν Περσῶν. Ὁμηρικῶς δὲ πρῶτον τὸν βασιλέα ἔταξεν, εἶτα τοὺς ὑπηκόους· φησὶ γὰρ «Ἀτρεῖδαί τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί.» νόστῳ ὑποστροφῇ.
ὀρσοπολεῖται κινεῖται.
πᾶσα γὰρ ἰσχὺς Ἀσιατογενὴς οἴχωκε πᾶσα γὰρ ἡ δύναμις ἡ Ἀσιατογενὴς, ἤγουν ἡ Περσικὴ, ἡ ἐν Ἀσίᾳ γεννηθεῖσα, παρεγένετο καὶ ἐπορεύθη μετὰ τοῦ βασιλέως εἰς τὴν Ἑλλάδα.
οἴχωκε ἐπορεύθη. νέον δʼ ἄνδρα βαΰζει ἤτοι πᾶσαν τὴν νεότητα ἀνακαλεῖται ὁ θυμός. νέον δʼ ἄνδρα βαΰζει ἤτοι τὴν νεότητα πᾶσαν τῶν Περσῶν ἀνακαλεῖται ἡ Ἀσία, ἢ ἡ ψυχή μου. γράφεται δὲ καὶ ἑόν, ἤτοι τὸν ἴδιον ἄνδρα. Ἄλλως. τὸν Ξέρξην ἔχειν ἡγεμόνα μετὰ βοῆς ἐπικαλεῖται. ληπτέον δὲ τὸ ἔχειν ἡγεμόνα ἔξωθεν.
τις ἱππεὺς τοῦ στρατοῦ ἢ τοῦ Ξέρξου, ἢ ἐξ ἐκείνων.
οἵ τε τὸ Σούσων τοῦτο κατὰ ἀθροισμὸν καὶ μερισμόν. ἄνω γὰρ εἰπὼν ὡς πᾶσα ἰσχὺς Ἀσιατογενὴς εἰς Ἑλλάδα ὥρμησεν, νῦν ἐντεῦθεν ἀπαριθμεῖν ἄρχεται ὅθεν ὥρμησαν, καὶ τίνες οἱ τῆς στρατιᾶς ἡγέμονες. Σούσων ἠδʼ Ἀγβατάνων αὗται αἱ πόλεις βασίλεια Περσῶν ἦσαν. ἠδʼ Ἐκβατάνων ὅτι Ἀκεσσαία πρότερον ἐκαλεῖτο ἀπὸ Ἀκεσσαίου τινὸς τὰ νῦν Ἐκβάτανα λεγόμενα.
καὶ τὸ παλαιὸν Κίσσινον ἕρκος ληπτέον ἔξωθεν τὸ τοῦτο, ἵνʼ ᾖ, οἵτινες προλιπόντες τὸ ἄστυ τοῦτο τῶν Σούσων καὶ τῶν Ἐκβατάνων καὶ τὸ παλαιὸν Κίσσινον ἕρκος — ἔστι δὲ τοῦτο πόλισμα Περσῶν — ἔβαν καὶ ἐπορεύθησαν εἰς Ἑλλάδα οἱ μὲν ἔφιπποι, οἱ δὲ ἐπὶ πλοίων, ἄλλοι δὲ πεζοὶ, παρέχοντες καὶ ποιοῦντες στῖφος καὶ πύκνωμα τοῦ πολέμου. τινὲς δὲ τὸ παρέχοντες ἀντὶ τοῦ ὄντες λέγουσιν. ἕτεροι δὲ ἀντὶ τοῦ διδόντες, οἳ καὶ τὸ πολέμου πολέμῳ φασίν.
προλιπόντες ἀφέντες. ἔβαν εἰς τὴν Ἑλλάδα.
στῖφος τάξιν, πύκνωμα. παρέχοντες ποιοῦντες.
οἷος Ἀμίστρης βασιλεῖς μὲν τῶν ἰδίων πόλεων, ὑποτεταγμένοι δὲ τῷ Πέρσῃ. τὰ μὲν τῶν ὀνομάτων ἱστόρησεν, τὰ δὲ τελείως ἔπλασεν. οἷος ἦν ὁ Ἀμίστρης καὶ ὁ Ἀρταφρένης καὶ ὁ Ἀστάσπης, ταγοὶ καὶ ἡγεμόνες τῶν Περσῶν· σοῦνται καὶ ὁρμῶσι πρὸς τὴν Ἑλλάδα βασιλεῖς μὲν τῶν ἰδίων πόλεων, ὕποχοι δὲ καὶ ὑποκλινεῖς καὶ ὑποτεταγμένοι μεγάλῳ βασιλεῖ, τῷ Ξέρξῃ δηλονότι. κατὰ δὲ τινάς ἐστιν ὑπέρθεσις ἐν τῷ Ἀρταφρένης διὰ τὸ μέτρον.
ὕποχοι ὑπόχειροι.
σοῦνται ὁρμῶσι.
τοξοδάμαντες τοξόται διὰ τῶν τόξων δαμάζοντες τοὺς ἀντιπάλους· καὶ ἱππικοὶ, φοβεροὶ μὲν εἰς τὸ θεαθῆναι, τουτέστιν ἱκανοὶ φοβεῖν ἀπὸ μόνης τῆς ὄψεως, δεινοὶ δὲ καὶ ἐπιτήδειοι καὶ δεξιοὶ πρὸς πόλεμον, ἐν τλήμονι καὶ καρτερικῇ καὶ γενναίᾳ δόξῃ καὶ γνώμῃ ψυχῆς.
δόξῃ ἢ γνώμῃ, ἢ φιλοτιμίᾳ, ἢ ἐνυποστάτῳ δόξῃ καὶ πείσματι ψυχῆς. εὐτλήμονι δόξῃ τοιοῦτοι γάρ εἰσιν ὡς τοῖς αὐτοὺς θεωρουμένοις φόβον ἐμποιεῖν, καὶ δεινοὶ κατὰ τὴν μάχην, εὐτλήμονι καὶ καρτερικῇ δόξῃ ψυχῆς· τουτέστιν, οὐ μόνον τῷ εἴδει φοβεροὶ, ἀλλὰ καὶ δόξαν πᾶσιν παρέχουσιν ὡς ἄρα δεινοὶ πρὸς τὸ μάχεσθαι ἐν καρτερίᾳ καὶ γενναιότητι ψυχῆς. δέον δὲ εἰπεῖν, εὐτλήμονος καὶ καρτερικῆς ψυχῆς, πρὸς τὸ δόξῃ ἐπήνεγκε, εὐτλήμονι δόξῃ ψυχῆς εἰπὼν, ὥσπερ καὶ ἐν ἄλλοις τισὶ πολλαχοῦ, καὶ Εὐριπίδῃ εἴρηται, καὶ ἐν τῷ παρόντι Αἰσχύλῳ λέγοντι εἰς τὸ ὄπισθεν δρᾶμα «ψαλίοις τετραβάμοσι «μωνύχων πώλων·» οὐ γὰρ ἦσαν οἱ χαλινοὶ τετραβάμονες, ἀλλʼ οἱ ἵπποι.
ἱππιοχάρμης ὁ διὰ τῶν ἵππων εἰς τὴν μάχην πορευόμενος.
ἄλλους δʼ ὁ μέγας ἄλλους δὲ, φησὶν, ἔπεμψε συμμάχους τῶν Περσῶν ὁ μέγας καὶ ὁ πολλὰ θρέμματα ἔχων Νεῖλος. ὑποχείριοι γὰρ ἦσαν Περσῶν τότε οἱ Αἰγύπτιοι. εἶτα καταλέγει τίνες ἦσαν οἱ ἀπʼ Αἰγύπτου, καί φησιν, ὁ Σουσισκάνης καὶ ὁ Πηγασταγὼν ὁ Αἰγυπτιογενής. τινὲς δὲ διαιροῦσι τὸ Σουσισκάνης καὶ Πηγάς καὶ Ταγών. τὰ γὰρ ὀνόματα ὁ ποιητὴς πέπλακε καὶ οὐκ ἔστιν Αἰγυπτιακά. ἕτεροι δὲ τὸ πηγάς καὶ τὸ ταγών ὡς ἓν ἀναγινώσκουσιν Πηγασταγών.
Νεῖλος ὑποχείριοι γὰρ Περσῶν ἦσαν Αἰγύπτιοι. Σουσισκάνης ἦσαν δὲ οὗτοι.
ἱερᾶς Μέμφιδος Μέμφις πόλις ἐστὶν ἱερὰ Αἰγύπτου. ἔστι δὲ καὶ αὕτη τῷ ἡλίῳ ἀνατεθειμένη. πᾶσαι δὲ αἱ τῆς Αἰγύπτου πόλεις ἱεραί. ἱερὰν τὴν Μέμφιδα καλεῖ διὰ τὸ τιμᾶσθαι ἐκεῖ τὸν Ἆπιν καὶ μυστήρια τοῖς Αἰγυπτίοις γίνεσθαι.
Ὠγυγίας Ὠγυγίους δὲ Θήβας τὰς Αἰγυπτίας φησὶ τὰς ἀρχαίας, αἳ καὶ ἑκατοντάπυλοι λέγονται· αἱ δὲ ἕτεραι Θῆβαι αἱ Ἑλληνίδες ἑπτάπυλοι· καὶ αἱ ἄλλαι Ὑποπλάκιοι αἱ περὶ τὸ Ἀτραμύτιον. τὰς παλαιάς. λέγει δὲ τὰς ἑκατονταπύλους.
ἑλειοβάται οἱ τὸ Αἰγύπτιον ἕλος οἰκοῦντες, οἳ κοινῶς Αἰγύπτιοι λέγονται· ἑλώδης γὰρ ἡ Αἴγυπτος. παρὰ τινῶν δὲ ἑλειοβάται λέγονται οἱ ἐπὶ ἕλους ἐλαύνειν δυνάμενοι ναῦς, ὅπερ ἐστὶ τῶν δυσχερεστάτων. τινὲς δὲ εἰς τὸ ἑλειοβάτας στίζοντες τὸ ἑξῆς «νηῶν ἐρέται δεινοί» λέγουσιν, ἀντὶ τοῦ κωπηλάται νηῶν ἐπιτήδειοι. ἑλειοβάται Αἰγύπτιοι· Ἕλος γὰρ τόπος ἐν Αἰγυπτίοις. ἐρέται κωπηλάται.
ἀνάριθμοι τοῦτο πρὸς τὸ πλῆθος ἔδει ἐπενεγκεῖν καὶ εἰπεῖν ἀνάριθμον· νῦν δὲ πρὸς τὸ πρότερον ἀρσενικὸν ἀπέδωκεν.
ἁβροδιαίτων τοιοῦτοι γὰρ ὄντως οἱ Λυδοί· οὓς τὰς Σάρδεις οἰκοῦντας Κῦρος ὁ τῶν Περσῶν βασιλεὺς, ὁ τοῦ Καμβύσου υἱὸς, πολεμήσας κατετροπώσατο καὶ ὑποχειρίους ἑαυτῷ πεποίηκεν. ἁβροδίαιτοι δὲ οὗτοι· ὅθεν καὶ τὸ παρʼ Ἀνακρέοντι Λυδοπαθεῖς τινὲς ἀντὶ τοῦ ἡδυπαθεῖς. καὶ τὸ περιφερόμενον «μήτε μοι Λυδῶν καρύκας «μήτε μαστίγων ψόφους,» τρυφηλοὺς αὐτοὺς παριστάνει. καὶ ὁ Λυδοφοίτης δὲ μυροπώλης ταύτην τὴν τρυφὴν δηλοῖ. καὶ τὴν βάκκαριν δὲ ἔνιοι μύρον Λυδῶν ἔφασαν. πολυτελῶν ἔν τε τροφαῖς καὶ ἐνδύμασιν.
ἐπίπαν παντελῶς. Ἠπειρογενὲς Ἤπειρος τόπος ἐν τῇ Ἀσίᾳ οὕτω καλούμενος, ἤγουν ἡ Λυκαονία, ὥσπερ καὶ ἐν τῇ Ἑλλάδι.
τοὺς Μητραγαθὴς οὕστινας Λυδοὺς ἐξορμῶσι καὶ ἐξάγουσι καὶ παρακινοῦσι πρὸς τὴν Ἑλλάδα ἐποχουμένους ἐν πολλοῖς ἅρμασιν ὁ Μητραγαθὴς ὁ Ἀρκεύς τε ἀγαθὸς, ἡγεμόνες δίοποι καὶ διέποντες καὶ οἰκονομοῦντες αὐτοὺς, καὶ αἱ πλούσιαι Σάρδεις. οὗτοι γὰρ τὰς Σάρδεις κατῴκουν.
δίοποι οἱ διέποντες, ἡγεμόνες. περίβλεπτοι.
δίρρυμα εἰπὼν πολλοῖς ἅρμασι τοὺς Λυδοὺς ἐποχεῖσθαι, παρακατιὼν τὴν ἁρματηλασίαν καὶ ἐκ πόσων ἵππων αὐτὰ συνίστατο, ἐδήλωσεν εἰρηκὼς, τέλη καὶ ἅρματα δηλαδὴ, ἐξορμῶσι τῶν Σάρδεων τέθριππα καὶ ἑξάιππα. ἐκ τούτου δὲ τῶν ἵππων τὸ πλῆθος δηλοῖ. ἢ τέλη τὰ τάγματα ῥητέον. δίρρυμα τέθριππα. τρίρρυμα τέλη ἕξιππα πληρώματα, στίφη.
στεῦνται δʼ ἱεροῦ διαβεβαιοῦνται δὲ οἱ πλησίον οἰκοῦντες τοῦ ἱεροῦ Τμώλου ὁ δεῖνα καὶ ὁ δεῖνα, καὶ οἱ λόγχης ἄκμονες ἤγουν οἱ ἀκίνητοι ὑπὸ τῆς λόγχης, ὥσπερ ὁ ἄκμων ὑπὸ σφυρῶν, καὶ οἱ ἀκοντισταὶ Μυσοὶ δουλῶσαι αὐτὴν τὴν Ἑλλάδα. γίνεται δὲ τὸ στεῦνται ἀπὸ τοῦ στέω στεύω στεύονται καὶ κατὰ συγκοπὴν στεῦνται, ὡς χέω χεύω χεύονται χεῦνται. στεῦνται ὁρμῶσι. ἱεροῦ μεγάλου. Τμώλου ὄρος Λυδίας. πελάται πλησιασταί.
ἄκμονες καρτερικοί· ἐκ μεταφορᾶς τοῦ ἄκμονος.
Βαβυλὼν δʼ ἡ πολύχρυσος ἡ πλουσία δὲ Βαβυλὼν πέμπει πάμμικτον ὄχλον. εἶτα ἐφερμηνεύων τοῦτό φησι, ναῶν τε ἐπόχους, ἤτοι λαὸν ναυτικὸν ταῖς ναυσὶν ἐποχούμενον, καὶ πιστοὺς καὶ θαρροῦντας φρονήματι τοξικῷ, ἤτοι ἐμπείρους τῆς τοξικῆς.
σύρδην ὁμοῦ. ἐπόχους ἐπιβάτας.
λήματι φρονήματι. πιστούς θαρραλέους.
δειναῖς μεγάλαις. ὑποπομπαῖς προπομπαῖς.
τοιόνδʼ ἄνθος τοιοῦτο καλλώπισμα καὶ τὸ ἐξαίρετον μέρος τῶν ἀνδρῶν τῆς γῆς τῆς Περσίδος οἴχεται καὶ πορεύεται πρὸς τὴν Ἑλλάδα· περὶ οὓς πᾶσα γῆ Ἀσιῆτις ἡ ἀναθρεψαμένη αὐτοὺς στενάζει ἐν πόθῳ μαραντικῷ καὶ καυστικῷ. ἄνθος ἐξαίρετον.
οἴχεται ἐπορεύθη.
μαλερῷ γρ. μαλερῶς, ἤγουν θερμῶς. θρεμῷ καὶ διαπύρῳ.
τοκέες τʼ ἄλοχοί τε οἱ πατέρες δὲ αὐτῶν καὶ αἱ ὁμόκοιτοι αὐτῶν γυναῖκες τρομέουσι τὸν χρόνον τείνοντα καὶ μηκυνόμενον τῇ τῶν ἡμερῶν περιφορᾷ, τὸν ἡμερόλεγδον, ἤτοι τὸν ἐκ τῶν ἡμερῶν καταριθμούμενον, παρὰ τὸ ἡμέρα καὶ τὸ λέγω, τὸ ἀριθμῶ. Ἄλλως. μακραῖς ἡμέραις λεγόμενον, ἢ τὸ ἐκ τῶν ἡμερῶν καταριθμούμενον, παρὰ τὰς ἡμέρας καὶ τὸ λέξασθαι. ἡμερόλεγδον τὸν ἐξ ἡμερῶν συλλεγέντα.
τείνοντα αὐξάνοντα.
πεπέρακε μὲν ὁ περσέπτολις ἐπέρασε μὲν, φησὶν, ἤδη εἰς τὴν ἀντίπορον γείτονα χώραν, ἤτοι τὴν Εὐρώπην· οἱ γὰρ Πέρσαι τῆς Ἀσίας εἰσὶ κάτοικοι, ὁ τοῦ βασιλέως Ξέρξου στρατὸς, ὁ τὰς πόλεις πορθῶν, ἀμείψας καὶ ἀλλάξας τὸν πορθμὸν τῆς θυγατρὸς τοῦ Ἀθάμαντος Ἕλλης, ἤτοι τὸν Ἑλλήσποντον, ἐν σχεδίᾳ λίνῳ δεδεμένῃ. γεφυρώσας γὰρ τὴν θάλασσαν διὰ τῶν νηῶν πεζῇ ταύτην τὸν στρατὸν αὐτοῦ περᾶσαι πεποίηκεν. ταῦτα δὲ κωμωδεῖται Εὔπολις ἐν Μαρικᾷ· «Πεπέρακε μὲν ὁ περσέπτολις ἤδη Μαρικᾶς.» ἤδη πάλαι.
χώραν τὴν Εὐρώπην.
λινοδέσμῳ σχεδίᾳ στολῇ νηῶν.
Ἀθαμαντίδος Ἕλλης Ἀθάμας ἔσχε γυναῖκα ἐξ ἧς τὴν Ἕλλην καὶ τὸν Φρύξον ἐγέννησε· τελευτησάσης δὲ τῆς μητρὸς αὐτῶν ἔλαβε τὴν Ἰνὼ, ἥτις τοῖς παισὶ φθονοῦσα τοῦ Ἀθάμαντος πρωτοτύπους τοὺς τῆς χώρας πάντας λαβοῦσα καρποὺς ἐλυμήνατο αὐτοὺς, ὥστε μηκέτι σπειρομένους ἀναδίδοσθαι. λιμοῦ δὲ διὰ τοῦτο τῆς χώρας ἐπικρατήσαντος οἱ ἐγχώριοι ἐβουλεύσαντο πρὸς τὸν Ἀπόλλωνα ἀπελθεῖν καὶ μαντεύσασθαι, ὥστε γνῶναι τὸ αἴτιον. τούτους δὲ ἡ Ἰνὼ δεξιωσαμένη πεποίηκε τοῦ μαντείου ἐπαναστρεφομένους μηδὲν ἕτερον λέγειν ἢ τὸ τὴν Ἕλλην καὶ τὸν Φρύξον αὑτῷ τυθῆναι ὁ Ἀπόλλων ἀνείρηκεν. ἐπήκοος οὖν ὁ Ἀθάμας τοῦ τοιούτου χρησμοῦ γενόμενος τοῖς παισὶν αὑτοῦ ἐν τοῖς ποιμνίοις διατρίβουσιν ἐμήνυσε κριὸν λαβοῦσι τὸν πρώτιστον ἐπανελθεῖν ἐφʼ ᾧ θῦσαι τοῦτον τῷ Ἀπόλλωνι. λαβόντων δὲ τὸν κριὸν καὶ ἐπανερχομένων ὁ κριὸς τὸ κατʼ αὐτῶν σκευωρούμενον αὐτοῖς ὑπεδήλωσε. φυγῇ γοῦν, τῇ συμβουλῇ τούτου, ἐχρήσαντο, αὐτῷ ἐποχούμενοι καὶ τὸν πλοῦν διαπεραιούμενοι. ἐν δὲ τῷ διαπεραιοῦσθαι αὐτοὺς τοῦτον ἡ μὲν Ἕλλη ἐς μέσον τοῦ πόντου πέπτωκεν, ἀφʼ ἧς ὁ τοιοῦτος ἐκλήθη Ἑλλήσποντος· ὁ δὲ Φρύξος ἔν τινι προσελιμενίσθη λιμένι, ἀφʼ οὗ ὁ τοιοῦτος Φρύξου λιμὴν ὀνομάζεται. Ἀθαμαντίδος Ἕλλης ἐν γὰρ ταῖς νηυσὶν ἔζευξε τὸν Ἑλλήσποντον ἑπταστάδιον ὄντα τὸ εὖρος, καὶ γῆν ἐπιχέας πεζῇ διʼ αὐτοῦ τὸν στρατὸν ὁδεῦσαι πεποίηκεν. Ἀθάμας δὲ ἐκ Νεφέλης Ἕλλην καὶ Φρύξον ἐγέννησε. τελευτησάσης δὲ τῆς Νεφέλης ἠγάγετο γυναῖκα Ἰνὼ, ἥτις Ἕλλῃ καὶ Φρύξῳ φθονοῦσα ὡς μητρυιὰ ἐλυμήνατο τισὶ μηχαναῖς τὰ σπέρματα ὡς μηκέτι σπειρόμενα οἷά τε ἐκ τῆς γῆς ἀναδίδοσθαι. λιμοῦ οὖν κατειληφότος τὴν χώραν οἱ ταύτης ἔνοικοι βουλόμενοι ἀπιέναι πρὸς τὸ μαντεῖον λύσιν παρʼ ἐκείνου μαθεῖν τοῦ κακοῦ, διεφθάρησαν ὑπὸ τῆς Ἰνοῦς χρήμασιν, ἵνʼ ἐκεῖθεν ἀποστρέφοντες μηδὲν ἄλλο λέγοιεν πρὸς Ἀθάμαντα ἢ ὡς Φρύξον τε καὶ Ἕλλην θῦσαι Ἀπόλλωνα προστάττειν εἰς ἀπαλλαγὴν τοῦ κακοῦ. Ἀθάμαντος οὖν προσπεμπομένου αὐτοὺς ἐκ τῶν ποιμνίων καὶ προστάττοντος κριὸν μετʼ αὐτῶν ἀγαγεῖν, ἐπειδὴ κριὸν παραλαβόντες ἔμελλον πορεύεσθαι, οὗτος παραδόξως αὐτοῖς τὸ κατʼ αὐτῶν ἐμήνυσε δρᾶμα. φεύγοντες οὖν ἐποχούμενοι τῷ κριῷ, ἐπεὶ θαλάττης ἐπέβησαν, ἡ μὲν Ἕλλη ὀλισθήσασα τοῦ κριοῦ πίπτει ἐντὸς τοῦ πελάγους, ἀφʼ ἧς Ἑλλήσποντος κέκληται, ὁ δὲ Φρύξος προσορμήσας λιμένι καὶ τελευτήσας τὸν βίον ἐκεῖ Φρύξου λιμένα τοῦτον ἀπʼ αὐτοῦ καλεῖσθαι πεποίηκεν.
πολύγομφον ὅδισμα ἀμφὶ τῷ αὐχένι τοῦ πόντου ζυγὸν βαλὼν πολύγομφον ὅδισμα καὶ βάδισμα, τῶν τῆς θαλάσσης δηλονότι νώτων ἄνωθεν. ἐγεφύρωσε γὰρ τὸ ἑπταστάδιον τῆς θαλάσσης, ταῖς ναυσὶ συνδήσας καὶ γῆν ἐπιβαλὼν ἄνωθεν, ὥστε ὁδὸν ποιῆσαι ἐπὶ τῶν νεῶν, διʼ ἃς καὶ τὸ πολύγομφον εἶπε. γράφεται καὶ ἔρεισμα τὴν ναῦν. πολύγομφον πολύκαρπον. ὅδισμα πορείαν.
αὐχένι πόντου διὰ τὸ εἶναι τοῦτον στενὸν, ἑπτὰ σταδίων γὰρ, παρεικάζει αὐχένι, ἄλλως τε καὶ ὅτι ἀρχὴ τῆς ἔσω θαλάττης ἐστίν.
πολυάνδρου ὁ θούριος δὲ καὶ ὁ πολεμικώτατος ἄρχων τῆς πολυάνδρου Ἀσίας ὁ Ξέρξης ἐπὶ πᾶσαν χθόνα, τὴν Εὐρώπην δηλονότι, ἐλαύνει ποιμανόριον θεῖον διχόθεν, ἐκ γῆς καὶ θαλάσσης. ποιμανόριον δὲ τὸ ἀνδρικὸν ποίμνιον, παρὰ τὸ ποιμαίνω. σημαίνει δὲ τὸ στράτευμα τὸ ἀνδρικὸν παρὰ τὸ τοὺς βασιλεῖς λέγεσθαι ποιμένας. ὅθεν ποιμανόριον τὸ ἐκ ποίμνης ἀνδρῶν συνηγμένον βασίλειον.
ἐπὶ πᾶσαν χθόνα ἠλπίζετο γὰρ Ξέρξης πᾶσαν τὴν γῆν δουλώσειν, μήτοι γε τὴν Ἑλλάδα.
ποιμανόριον θεῖον ποίμνιον ἀνδρῶν. θαυμαστὸν δὲ ἐς τὸ πλῆθος.
διχόθεν ἐξ ἀμφοτέρων τῶν μερῶν. πεζονόμοις ἔκ τε θαλάσσης δέον εἰπεῖν ἔκ τε γῆς καὶ θαλάσσης, εἰς μὲν τὸ θαλάσσης τὴν ἀκολουθίαν τοῦ λόγου ἐτήρησεν, εἰς δὲ τὸ γῆς ἐνήλλαξε, καὶ ἀντὶ τοῦ εἰπεῖν γῆς πεζονόμοις, ἤτοι πεζοῖς, εἶπε· πεζοὶ γάρ εἰσιν οἱ κατὰ τὴν γῆν ὁδεύοντες.
ὀχυροῖσι πεποιθὼς πεποιθὼς καὶ θαρρῶν ἐφέταις, ἢ τοξόταις καὶ ἡγεμόσι τοῖς ἀπὸ τῆς χρυσονόμου γενεᾶς, ὀχυροῖς, στυφέλοις καὶ σκληροῖς, ὁ ἰσόθεος φὼς καὶ ἀνὴρ, τουτέστιν ὁ Ξέρξης. τὸ δὲ χρυσονόμου ἀντὶ τοῦ πλουσίας εἶπε. τινὲς δὲ χρυσογόνου λέγουσι, διὰ τὸ τὸν Περσέα ἀπὸ χρυσοῦ γεγενῆσθαι· ὃ καὶ βέλτιον. ἀπογόνου γοῦν φησὶ τῆς Περσέως γενεᾶς, ἢ τῆς τῶν χρυσῶν ἀνθρώπων· ἢ πολυχρύσου. ὀχυροῖσι δυνατοῖς.
στυφέλοις ταράκταις. ἐφέταις τοξόταις. χρυσονόμου πλουσιωτάτης· τοιοῦτοι γὰρ οἱ Πέρσαι.
φώς ἀνήρ.
κυανοῦν δʼ βλέπων δὲ μέλαν καὶ μανικὸν ἐν ὄμμασιν δέργμα καὶ βλέμμα δηλαδὴ φοινίου δράκοντος. τοῦτο ἐφερμηνευτικῶς τέθειται· ἐπάγει δὲ τοξόδαμνον Ἄρην, ἤγουν τὸν ἐν τόξοις δαμάζοντα πόλεμον, τοῖς Ἕλλησι πολλὴν δύναμιν στρατιωτῶν ἔχων καὶ πολλὴν νῆα — τοῦτο γὰρ δηλοῖ τὸ πολύχειρ καὶ πολυναύτης — Ἀσσύριόν τε ἅρμα ἐλαύνων, ἤγουν Περσικόν· οἱ γὰρ Πέρσαι Ἀσσύριοι ἐκαλοῦντο τὸ πρότερον. κυάνεον σκοτεινὸν, φοβερόν.
δέργμα βλέμμα.
Σύριον Περσικόν. διώκων ἐλαύνων.
δουρικλύτοις πολεμικωτάτοις. ἀνδράσι τοῖς Ἕλλησι.
δόκιμος δʼ οὔτις οὔτις δὲ δόκιμος φρονῶν ἐν ἑαυτῷ καὶ δοκῶν καὶ θαρρῶν ὑποστὰς τοσούτῳ ῥεύματι ἀνδρῶν δηλαδὴ τῶν Περσῶν· ἤτοι ἀντιστὰς καὶ ἀντιμαχεσάμενος ὥστε εἴργειν καὶ κωλύειν τὸ ἄμαχον κῦμα τῆς θαλάσσης, τροπικῶς δὲ τῶν Περσῶν, ἐν ἕρκεσιν ὀχυροῖς, ἤτοι γεφύραις γενναίαις· ἀπρόσοιστος γὰρ καὶ ἀφόρητος καὶ ἄμαχος ὁ Περσικὸς στρατὸς, ἀλκίφρων καὶ δυνάμει θαρρῶν λαός. δόκιμος ἱκανὸς ἔσται. ὑποστὰς ὑπομείνας τοῦτο.
μεγάλῳ ῥεύματι σύναπτε τὸ μεγάλῳ ῥεύματι πρὸς τὸ ἄμαχον.
ἐχυροῖς στερεοῖς. ἕρκεσιν τείχεσι.
ἄμαχον κῦμα θαλάσσης ἤτοι τῶν Περσῶν.
ἀπρόσοιστος ἀπρόσδεκτος. εἰ γὰρ καὶ Πέρσαι τὰ εἰς πόλεμον θαυμαστοὶ καὶ Ξέρξης τοσοῦτον πλῆθος κατὰ τῆς Ἑλλάδος ἐπήγαγεν, ἀλλʼ οὔτι οἶδε ποῦ τὸ πρᾶγμα προβαίη· θεοῦ γὰρ βουλήσει ἄλλοτε ἄλλως τὰ τῆς νίκης χωρεῖ· ὥστε καὶ τοὺς πολλοὺς ὑπʼ ὀλίγων ἂν καταπολεμουμένους θεάσαιο πολλάκις. διὸ καὶ ἡμεῖς ἐσμὲν ταραχῆς καὶ φροντίδος μεστοί.
ἀλκίφρων ἐν δυνάμει φρονῶν καὶ πολέμῳ.
δολόμητιν δʼ ἀπάταν ὡς ἔδει παρατέτακται ὁ Πέρσης. εἰ δὲ ἡ τοῦ θεοῦ ἐπιβουλὴ τὰ τῆς νίκης ἀναβάλλεται, τίς ὁ νικήσων θεόν; τοῦτό φησιν, ὅτι ὡς ἔδει μὲν παρατέτακται ὁ Ξέρξης, ἡ δὲ θεοῦ ἐπιβουλὴ τὰ τῆς νίκης ἀναβάλλεται. τίς οὖν ὁ νικήσων θεόν; καὶ ποῖος ἄνθρωπος ἐκφύγῃ τὴν ἐπιβουλὴν τὴν ἐκ θεοῦ; τίς ὁ ὀξύνους καὶ σύντομος ὃς τὴν μέλλουσαν ἐπελθεῖν αὐτῷ βλάβην ἀπό τινος συμπτώματος καὶ τύχης προαρπάσαι καὶ εἰς τὸ ἐναντίον μετατρέψαι δυνήσεται; ἢ οὕτως, τίς οὖν ὁ ἐν ταχυτάτῳ ποδὶ ἀνᾴσσων τοῦ εὐπετέος καὶ συντόμου πηδήματος τῆς Ἄτης, ἤτοι ὑπερπηδῆσαι δυνάμενος αὐτῆς τὰ θήρατρα καὶ ἐκφυγεῖν ταχέως; ἡ δὲ Ἄτη σθεναρά τε καὶ ἀρτίπους, φθάνει δὲ πᾶσαν ἐπʼ αἶαν, ὥς φησιν Ὅμηρος· φιλόφρων γὰρ σαίνουσα καὶ καταθέλγουσα κατὰ τὴν ἀρχὴν ἐμβιβάζει τὸν ἄνθρωπον εἰς παγίδα, ἤτοι εἰσάγει εἰς κίνδυνον. διὸ οὐκ ἔστιν ἄνθρωποι ὑπεκδραμόντα τὴν Ἄτην φυγεῖν. ἡ γὰρ ἐκ θεοῦ, φησὶν, ἀμαύρωσις καὶ δόλωσις ἄφυκτός ἐστιν. ἅμα γὰρ δολοῖ καὶ προσαίνει καὶ κακοποιεῖ ἐν ταὐτῷ.
ἀλύξει ἐκφύγοι.
κραιπνῷ ταχεῖ.
εὐπετέος συντομωτάτου. ἀναΐσσων κρατῶν. ὃς γὰρ ταχύτατός ἐστιν ἅλλεσθαι πηδήματος εὐπετέος ἄρχει.
φιλόφρων φιλοφρόνως ἔδει εἰπεῖν, πρὸς δὲ τὸ ὄνομα τοῦτο ἐπήνεγκεν.
ἀρκύστατα δίκτυα.
τόθεν διὰ τοῦτο.
θεόθεν θεόθεν γὰρ ἡ μοῖρα κατεκράτησε τοῖς Πέρσαις ὥστε καὶ πολέμους καὶ μάχας ἐγείρειν, τουτέστιν, ἀνέκαθεν ἀνδρεῖοί εἰσι καὶ κατὰ τὴν εἱμαρμένην πολεμοῦσι. πολεμικοὶ δὲ ὄντες οὐχ ἡττηθήσονται. θεόθεν γὰρ ἤγουν ἐξ ἀρχῆς εἱμαρμένον ἦν Πέρσαις παρὰ θεοῦ ἐν πολέμοις τοὺς ἀλλοὺς νικᾶν.
ἐπέσκηψε ἐπῆλθε καὶ ἐξ ἀρχῆς συμβέβηκε.
πολέμους πυργοδαΐκτους οἳ τοὺς πύργους κατακόπτουσι καὶ κατερείπουσιν. ἱππιοχάρμας δὲ κλόνους λέγει τοὺς πολεμικοὺς θορύβους καὶ συντριμμούς· ἐν τούτοις γὰρ οἱ ἵπποι χαίρουσιν. πυργοδαΐκτους πύργους δαμάζοντας.
διέπειν ἐφορᾶν, διαπράττεσθαι. κλόνους ταραχάς.
ἀναστάσεις ἀφανισμούς.
ἔμαθον δʼ εὐρυπόροιο ἔμαθον δὲ ἐσορᾶν καὶ βλέπειν πόντιον ἄλσος τῆς εὐρυπόροιο θαλάσσης, ἤτοι διὰ θαλάσσης τὰς ὁδοὺς αὑτῶν ποιεῖν, πολιαινομένης τε καὶ λευκαινομένης αὐτῆς ἐν πνεύματι λάβρῳ, ἀφριζομένης δηλαδὴ τῇ κωπηλασίᾳ, ἢ τῷ βιαίῳ ἀνέμῳ· πίσυνοι καὶ θαρροῦντες πείσμασι λεπτοδόμοις, ἤτοι ταῖς ναυσὶ ταῖς λεπτοκατασκεύοις. πλὴν οὐχ οἱ Πέρσαι ναυτικοὶ, ἀλλʼ οἱ ὑπήκοοι αὐτῶν· ὥστε τὸ ἔμαθον ἀντὶ τοῦ μαθεῖν ἐποίησαν, φησὶν, οἱ Πέρσαι τοὺς ὑπηκόους αὐτῶν.
πολιαινομένης λευκαινομένης τοῖς ὕδασι.
λάβρῳ σφοδρῷ.
πόντιον θαλάττιον. ἐπειδὴ τὸ ἄλσος ἐπὶ ξηρᾶς, διὰ τοῦτο πόντιον εἶπεν.
λεπτοδόμοις πείσμασι λεπτοῖς σχοινίοις.
λαοπόροις τε ταῖς τοὺς λαοὺς διαπορθμευούσαις, ἢ ταῖς τῆς κωπηλασίας μηχαναῖς, ταῖς ὑπὸ τῶν λαῶν γινομέναις· οὐχ ὡς αὐτῶν τῶν Περσῶν θαλαττίων ὄντων, ἀλλὰ τῶν ἐκείνοις ὑπηκόων παραλίων. λαοπόροις τε μηχαναῖς ναυσὶ περώσαις τοὺς λαούς.
ταῦτά μοι μελαγχίτων διὰ ταῦτα ἡ φρήν μου, ἣ μελαγχίτων καὶ πενθήρης ἐστὶν, ἡ ἀμφιμέλαινα, ἀμύσσεται φόβῳ, ἤτοι διακόπτεται ὑπὸ τοῦ φόβου· ἀσυνδέτως. ἢ οὕτως, ἡ φρήν μου ἡ μελαγχίτων, ἤτοι ἡ συνετὴ καὶ ἐν βάθει κειμένη καὶ ἀφανὴς οὖσα περὶ φόβῳ διακόπτεται. εἴρηται δὲ παρὰ τὸ «Σὺ δʼ ἔνδοθι θυμὸν «ἀμύξεις.» τοῖς γὰρ τοῦ σώματος πάθεσι δοκοῦμεν συμπάσχειν καὶ τὴν ψυχήν. ταῦτα διά. μελαγχίτων συνετὴ, ἢ πενθήρης.
ἀμύσσεται σπαράσσεται.
μὴ πόλις πύθηται μὴ πύθηται, φησὶ, καὶ μάθῃ τις τῶν ἑτέρων πόλεων κενὸν ἀνδρῶν ὂν τὸ ἄστυ τὸ τῆς Σουσίδος. οὕτω γὰρ ἂν τὸ Κισσίων πόλισμα ἀντίδουπον ἔσεται, ἤτοι ἀντηχήσει τοῖς θρήνοις ἐκ τοῦ ἑκατέρου μέρους. μὴ ἀντηχήσῃ, φησὶ, θρῆνον αὐτῶν τελευτησάντων. πόλις ἑτέρα. πύθηται ἀκούσῃ. ὃ λέγει τοιοῦτόν ἐστι. μή τις τῶν πασῶν πόλεων πύθηται καὶ ἀκούσῃ τὰ Σοῦσα ἀνδρῶν ἔρημα γενόμενα, τουτέστι μὴ γένοιτό ποτε ἀφανισθῆναι τὴν τῶν Περσῶν ἀρχήν· εἰ γὰρ ἔσται τοῦτο, τὸ Κισσίνων πόλισμα ἐξ ἐναντίου θρῆνον ἐγείρει. Σοῦσα γὰρ καὶ Κίσσινα καὶ Ἐκβάτανα Περσικαὶ πόλεις, ἐν αἷς οἱ τῶν Περσῶν ἄρχοντες βασίλεια ἐποιοῦντο.
κένανδρον ἀνδρῶν ἔρημον.
ἀντίδουπον ἀντηχὲς ἐν τῷ θρήνῳ. ἔσσεται ἢ πρὸς τὸ ἔσσεται καὶ τὸ ὀά στίξον, ἵνα πρὸς τὸ ἀπύων ἔξωθεν λαμβάνῃς ἔσται, λογιζόμενος καθολικὸν τὸ γυναικοπληθὴς ὅμιλος διὰ πάσας τὰς ἐν Περσίδι γυναῖκας, ἢ πρὸς τὸ ἔσσεται ὑπόστιξον, ἵνʼ ᾖ ὁ γυναικοπληθὴς ὅμιλος μόνα, αἱ ἐν Κισσίνοις γυναῖκες. εἰ δέ τις εἴποι ὡς γυναικοπληθοῦς ὁμίλου ἀπύοντος ἔδει εἰπεῖν, φαμὲν ὡς, ἐπειδὴ ὁ τῶν γυναικῶν ὅμιλος μέρος ἦν τοῦ Κισσίνου πολίσματος, διὰ τοῦτο γυναικοπληθὴς ὅμιλος εἶπεν. εὕρηται δὲ αὕτη ἡ σύνταξις οὐκ ἐν ποιηταῖς μόνον, ἀλλὰ καὶ ἐν Θουκυδίδῃ.
ὀὰ τοῦτʼ ἔπος ὁ γυναικοπληθὴς ὅμιλος ἐκεῖσε ἀπύων τὸ ἔπος, τοῦτο τὸ ὀά δηλονότι. τὸ δὲ ἀπύων οὕτως νοητέον· ἢ ἔσται ἀπύων καὶ φωνῶν, ἔξωθεν λαμβανομένου τοῦ ἔσται· ἢ τὴν μετοχὴν ἀντὶ τοῦ ἀπύσει ῥήματος ληπτέον.
ἀπύων ἔσται βοῶν.
πέσῃ λακὶς ἀπὸ κοινοῦ τὸ μὴ, ἵνʼ ᾖ οὕτως, μὴ πέσῃ ῥῆξις ἐν τοῖς πέπλοις τοῖς βυσσίνοις, ἤτοι μὴ διαρρήξωσι τὰ ἱμάτια αὑτῶν. βυσσίνοις κοκκίνοις. λακὶς ἤγουν κτύπος ὑπὸ χειρῶν ἢ σχίσματος. σχιζομένων γὰρ τῶν πέπλων ἠχὼ γίνεται.
πᾶς γὰρ ἱππηλάτας πᾶς γὰρ ἱππικὸς λαὸς καὶ πεδοστιβὴς, ἤτοι τῷ πέδῳ καὶ τῇ γῇ περιπατῶν καὶ πεζῇ βαδίζων, καταλελοίπασι τὴν πόλιν ἀκολουθοῦντες τῷ Ξέρξῃ ὥσπερ τὸ σμῆνος τῶν μελισσῶν ἕπεται τῷ ἀρχηγῷ αὐτῶν. λέγεται γὰρ ὡς εἰ μὴ ὁ ἀρχηγὸς τῶν μελισσῶν πρότερον πετάσει, ἄλλως οὐχ ἵπτανται αἱ ἕτεραι.
πεδοστιβὴς πεζικός.
σμῆνος πλῆθος.
ὀρχάμῳ ἡγεμόνι, ἤγουν τῷ Ξέρξῃ.
τὸν ἀμφίζευκτον ἐξαμείψας καὶ περάσας τὸν ἀμφίζευκτον ἅλιον πρῶνα τὸν κοινὸν τῆς ἀμφοτέρας γῆς, τῆς Εὐρώπης δηλαδὴ καὶ τῆς Ἀσίας. ἀμφίζευκτον δὲ τὸν ζευγνύντα ἄμφω τὰς ἠπείρους, ἢ ζευγνύμενον ἐξ ἀμφοῖν. ἢ τὸν ὑποζευχθέντα· βατὸν γὰρ αὐτὸν ἐποίησεν ὁ Ξέρξης. ἀμφίζευκτον τὸν ᾐόσιν ἀμφοτέραις ζευχθέντα διὰ τῶν πλοίων.
ἀμφοτέρας Ἀσίας καὶ Εὐρώπης. ἅλιον θαλάσσιον.
πρῶνα τὸν προνεύοντα καὶ εἰς τὰς ἀμφοτέρας ἠπείρους. ἢ τὸν κοινὸν ἑκατέρας γῆς. μεταξὺ γάρ ἐστιν Εὐρώπης καὶ Ἀσίας. Ἄλλως. πρῶνα ἀμφοτέρας αἴας κοινὸν, οἱ μὲν τὸν Ἑλλήσποντον, οἱ δὲ Ταῦρον, τὸ ὄρος. ἐξοχήν. ἐνταῦθα καταχρηστικῶς τὸ πρῶνα εἶπε· πρὼν γὰρ κυρίως ἡ τῶν ὀρέων ἐξοχή. ἐνταῦθα δὲ διὰ τοῦτο εἶπε, διὰ τὸ εἶναι αὐτὸν ἐξοχὴν τῆς ἔξω θαλάσσης πρὸς τὴν εἴσω καὶ οἱονεὶ αὐχένα. ἐθεράπευσε δὲ αὐτὸ εἰπὼν ἅλιον.
λέκτρα δʼ ἀνδρῶν τὰ λέκτρα δὲ τῶν ἀνδρῶν τῇ αὐτῶν ἀποδημίᾳ καὶ ἀπουσίᾳ πίμπλανται καὶ πληροῦνται τοῖς δακρύμασιν. αἱ δὲ Περσίδες γυναῖκες ἀκροπενθεῖς καὶ ἐπιμόνως πενθοῦσαι, ὡς δοκεῖν ἐναβρύνεσθαι ἐπὶ τῷ πενθεῖν. λέκτρα αἱ κοῖται.
δακρύμασι τῶν γυναικῶν.
Περσίδες τοῦτο ὀρθόπτωτον. δέον γὰρ εἰπεῖν Περσίδων ἑκάστη λείπεται μονόζυξ, πολύκλαυστος ἐν φιλάνορι πόθῳ, ἐξ ὀρθοῦ ἐπήνεγκε τὴν σύνταξιν, καὶ ἀντὶ τοῦ εἰπεῖν ἀκροπενθής πρὸς τὸ ἑκάστης, οὕτω γὰρ ὁ λόγος ἀπῄτει, πρὸς τὸ Περσίδες ἔταξεν. ἀκροπενθεῖς πολύκλαυστοι.
ἑκάστη πόθῳ ἑκάστη γυνὴ Περσὶς τὸν ἑαυτῆς εὐνατῆρα καὶ ἄνδρα ἀποπεμψαμένη ἐν πόθῳ φιλάνδρῳ εἰς τὸν αἰχμήεντα θοῦρον καὶ πολεμικὸν λείπεται αὐτὴ τοῦ λοιποῦ μονόζυξ καὶ μόνη. φιλάνορι ἀνδρῶν.
εὐνατῆρʼ σύνοικον.
ἀλλʼ ἄγε Πέρσαι ἀλλὰ φέρε, ὦ Πέρσαι, ἐνεζόμενοι καὶ ἐγκαθήμενοι εἰς τοῦτο τὸ ἀρχαῖον στέγος, ἤγουν εἰς ταύτην τὴν ἀρχαίαν καθέδραν, φροντίσωμεν καὶ βουλευσώμεθα πῶς πράσσει καὶ τί ποιεῖ ἐν Ἑλλάδι ὁ Ξέρξης. χρεία δὲ προσήκει τὸ δέ ἀντὶ τοῦ γάρ. ἡ χρεία γὰρ προσῆκον ποιεῖ τὸ βουλεύεσθαι. ἐνεζόμενοι κατοικοῦντες.
βαθύβουλον συνετωτάτην.
προσήκει προσῆλθε.
τὸ πατρωνύμιον τὸ πατρωνύμιον γένος, ἤτοι ὁ κατὰ πατέρα συγγενὴς ἡμῖν, τουτέστιν ὁ ἐκ προγόνων ἰθαγενής.
γένος ὑπάρχει.
πότερον τόξου ῥῦμα πότερον ἄρα, φησὶν, ἡ ὁρμὴ τοῦ τόξου ἐστὶ τὸ νικῆσαν καὶ ἡττῆσαν τοὺς Ἀθηναίους, ἢ ἡ ἰσχὺς, τῆς δορικράνου λόγχης κεκράτηκε καὶ ἐνίκησε τοὺς Πέρσας δηλαδή. οἱ μὲν γὰρ Πέρσαι τοξόται, οἱ δʼ Ἀθηναῖοι λογχοφόροι. ὃ δὲ λέγει ἐστὶ τοιοῦτον· ἆρα οἱ Πέρσαι ἐνίκησαν τοὺς Ἀθηναίους, ἢ οἱ Ἀθηναῖοι τοὺς Πέρσας; τόξου ῥῦμα ἕλκυσμα· ἤγουν οἱ τοξικώτατοι Πέρσαι.
δορυκράνου τοῖς ἐκ κρανίου ξύλου οὔσης· τοῦτο γὰρ ἰσχυρότατον καὶ στεγανώτατον πρὸς τὸ ποιεῖσθαι δόρατα. ἢ ἐκ τοῦ εἰπεῖν δορυκράνου λόγχης ἐδήλωσεν ἐν ταὐτῷ δύο, δόρυ καὶ κράνος. τὸ γὰρ δορυκράνου λόγχης ἰσχύς τοιοῦτόν ἐστιν, ὡς ἂν εἰ ἔλεγεν ἄνδρες κράνει καὶ δορὶ ἰσχύοντες.
ἀλλʼ ἥδε θεῶν ἀλλʼ αὕτη ἡ τοῦ βασιλέως μήτηρ, δέσποινα δὲ ἐμὴ, ἡ ὑπάρχουσα φῶς τοῖς ὀφθαλμοῖς ἡμῶν ἴσον τῶν θεῶν ὁρμᾶται ἤτοι ἔρχεται. λέγει δὲ τὴν Ἄτοσσαν, ἥτις ἦν θυγάτηρ μὲν Κύρου, γυνὴ δὲ Δαρείου, μήτηρ δὲ Ξέρξου κατὰ Ἡρόδοτον.
φάος θέαμα.
καὶ προσφθόγγοις δὲ καὶ προσηγόροις δὲ λόγοις πρέπον αὐτὴν προσφωνεῖν, ἤτοι πρέπει χαιρετίσαι αὐτήν. εἶτα κοινῶς ὁ χορὸς χαιρετίζων αὐτήν φησιν, ὦ χαῖρε βασίλισσα τῶν Περσίδων τῶν βαθυζώνων. βαθύζωνοι δὲ αἱ Περσίδες, διὰ τὸ κροσσωτὰς ζώνας ἔχειν. ταῦτα δὲ ἀκούσασα ἡ Ἄτοσσα τοῦ χοροῦ εἰπόντος, ὅτι εἰ μὴ ἡ πρὶν εὐτυχία μεθέστηκε, φησὶ, διὰ ταῦτα καὶ ἐγὼ παραγίνομαι ἐνταῦθα πρὸς ὑμᾶς καταλείψασα τοὺς χρυσῷ κεκοσμημένους οἴκους καὶ τὸν βασιλικὸν κοιτῶνα· καὶ ἐμὲ κατὰ τὴν καρδίαν ἔσωθεν κόπτει φροντίς· εἰς ὑμᾶς δὲ εἴπω λόγον οὐδαμῶς ἐμαυτῆς οὖσα, ἤτοι οὐδʼ ὅλως ἐμαυτῆς κυρία τυγχάνουσα, οὐκ ἄφοβος. δονοῦμαι γὰρ καὶ τῶν φρενῶν ἐξίσταμαι τῷ ὀνείρῳ. προσφθόγγοις χαιρετιστικοῖς.
θεοῦ τοὺς βασιλεῖς αὑτῶν ἐκάλουν θεοὺς οἱ Πέρσαι, ἢ ἴσα καὶ θεοῖς ἐτίμων. φησὶν οὖν ὁ χορὸς πρὸς τὴν Ἄτοσσαν, τοῦ θεοῦ μὲν τῶν Περσῶν ἐγένου σύγκοιτος, τουτέστι τοῦ Δαρείου, μήτηρ δὲ πάλιν ἐγένου θεοῦ, ἤτοι τοῦ Ξέρξου, εἰ τέως μὴ ὁ παλαιὸς δαίμων ἤτοι ἡ ἀρχαία καὶ παλαιὰ εὐτυχία μεθέστηκε στρατῷ, ἀντὶ τοῦ παρῴχηκεν ἀπὸ τοῦ στρατοῦ. θεοῦ μὲν τοῦ Δαρείου. εὐνάτειρα σύνοικος. θεοῦ δὲ τοῦ Ξέρξου. ταῦτα διὰ τοῦτο. χρυσεοστόλμους χρυσῷ κεκαλλωπισμένους· στολμὸς γὰρ ὁ καλλωπισμός.
δαίμων παλαιὸς νῦν μεθέστηκε ἤγουν ἡ παλαιὰ εὐτυχία τῶν Περσῶν μεταβέβληται, ἣν ἐν τοῖς πολέμοις εἶχον, καὶ πάντων ὡς εἰπεῖν ἀνθρώπων ἐδόκουν ἄριστοι.
ἀμύσσει σπαράσσει.
οὐδαμῶς ἐμαυτῆς οὖσʼ ἀδείμαντος τουτέστιν ἔξω τοῦ καθεστηκότος τυγχάνουσα ὑπὸ τοῦ φόβου, ὃν ἐν τῇ ψυχῇ ἔχω.
μέγας πλοῦτος δέδοικα, φησὶ, μή πως ὁ μέγας πλοῦτος καὶ ἡ εὐδαιμονία, κονίσας καὶ κονισθεὶς καὶ βληθεὶς ἐν τῷ ποδὶ καὶ ῥιφεὶς καὶ λακτισθεὶς εἰς οὖδας ἀνατρέψῃ τὸν ὄλβον ὃν ὁ Δαρεῖος ἦρεν, ἤτοι τὸ κλέος ὃ ἔλαβεν ὁ Δαρεῖος καὶ εἰς μέγα ὕψωσεν, οὐ χωρὶς τῶν θεῶν. κονίσας ταράξας. ἡ σύνταξις· μὴ ὁ μέγας πλοῦτος κονίσας καὶ ταράξας τὸ ἔδαφος ἐν ποδὶ ἀνατρέψῃ καὶ ἀπολέσῃ τὸν ὄλβον καὶ τὴν εὐδαιμονίαν τῶν Περσῶν, ὃν μετὰ τῶν θεῶν μέγας καὶ θαυμαστὸς Δαρεῖος ἐποίησε. σωματοποιεῖ δὲ ἐνταῦθα τὸν πλοῦτον· ὃ δὲ λέγει τοιοῦτόν ἐστι. φοβοῦμαι μὴ ἡ μεγίστη τῶν Περσῶν εὐδαιμονία αὐτὴ ὑφʼ ἑαυτῆς ἀνατραπείη καὶ ἀφανισθείη. ὅθεν διπλῆν κατὰ νοῦν στρέφω φροντίδα. ἐστὶ δὲ αὕτη τίς; μήτε τὸν πλοῦτον περὶ πλείστου ποιεῖσθαι, ὃς τὸν ὑπερμαχοῦντα οὐκ ἔχει· τοῦτο γάρ ἐστι τὸ ἄνανδρον· μήτε τοῖς ἀχρημάτοις, ἤγουν τοῖς πένησι λάμπειν φῶς τοσοῦτον καὶ εὐδαιμονίαν, ὅση δύναμις πάρεστιν· τουτέστιν, οὔτε ὁ πλοῦτός ἐστι περισπούδαστος ὁ μὴ ἀσφαλὴς, οὔτʼ αὖ τὸ ἐναντίον μακαριστοί εἰσιν οἱ πένητες, ἔχοντες μὲν ἰσχὺν τὴν αὐτῶν χρημάτων, ἢ ἀπολειπόμενοι. λέγει δὲ ταῦτα διὰ τὸ μηδὲν ὄφελος εἶναι ἔτι τῶν τοσούτων τῆς τῶν Περσῶν ἀρχῆς θησαυρῶν, εἰ Ξέρξης ἡττηθείη, πάντας Πέρσας μεθʼ ἑαυτοῦ ἐπαγόμενος, καὶ τῆς Περσίδος μετὰ γυναικῶν καὶ γερόντων ἀπολειφθείσης. δέον δὲ οὕτως εἰπεῖν, μήτε χρημάτων ἀνάνδρων πλῆθος ἔτι σέβειν, μήτε μακαρίζειν τοὺς ἀχρημάτους, ἐνήλλαξε, καὶ ἀντὶ τοῦ εἰπεῖν μακαρίζειν λάμπειν εἶπεν.
ταῦτά μοι διπλῆ μέριμνʼ ἄφραστος ἤτοι ἄλεκτος. ἡ δὲ τοιάδε, μήτε χρημάτων πλῆθος ἐν τιμῇ σέβειν ἀνάνδρων, ἤτοι ἀνδρῶν ἐκεῖσε μὴ παρόντων, μήτε τοῖς ἀχρημάτοις ἀνδράσι, δηλονότι τοῖς πένησι, λάμπειν φῶς εὐτυχίας, ὅσον ἐστὶ σθένος, τουτέστιν, οὐ πάσης ἀπολαύουσι τῆς τοῦ φωτὸς ἡδονῆς οἱ πένητες· ἑτέρου γὰρ λείποντος τὸ τῆς εὐδοκιμήσεως δυσχερές. χωρὶς μὲν γὰρ ἀνδρῶν ἄχρηστά εἰσι τὰ χρήματα, χωρὶς δὲ χρημάτων οἱ ἄνδρες· καὶ ἁπλῶς οἱ μὴ ἔχοντες ταῦτα ἀνίσχυροι. ταῦτα διὰ τοῦτο. ἄφραστος ἄρρητος.
φῶς δόξαν.
ἔστι γὰρ πλοῦτος ἔστι γὰρ ἡμῖν πλοῦτος ἀμεμφὴς καὶ ἄφθονος· δεδοίκαμεν οὖν διὰ τὸ μὴ ἔχειν ἄνδρας. ὀφθαλμὸν γὰρ καὶ φῶς τῶν οἴκων τὴν τοῦ δεσπότου παρουσίαν νομίζω. ἀμφὶ δʼ ὀφθαλμοῖς ἤγουν ἀμφὶ τῷ Ξέρξῃ· ὀφθαλμὸν γὰρ ἐκεῖνον καλεῖ. ἀμεμφὴς πολύς· ὃν οὐ δύναταί τις μέμψασθαι. ἔστι δὲ ἐνταῦθα τὸ ἀμεμφής ὅμοιον τῷ ἄφθονος. λέγει δὲ ὡς ἐστὶ μέν τις πλούσιος σφόδρα, μὴ δυνάμενος δὲ τοῦ πλούτου ὑπερμαχεῖν τῷ φόβῳ σύνεστιν.
πρὸς τάδʼ ὡς οὕτως ἐχόντων πρὸς ταῦτα, φησὶ, γίνεσθέ μοι σύμβουλοι τούτου τοῦ λόγου, ὦ Πέρσαι, γηραλέα πιστώματα, ἤτοι ὦ ἀρχαῖοι γέροντες πιστοὶ, ὡς τούτων ὧν εἶπον οὕτως ἐχόντων, ἀντὶ τοῦ ἀληθῶν ὄντων. σύμβουλοι λόγου τοῦδε συμβουλεύσατέ μοι τὸν περὶ τούτου λόγον.
ἐστί μοι βουλεύματα πᾶσα γὰρ ἀρίστη βουλὴ τοῖς γέρουσι πρόσεστιν, ἐμπειρίαν διὰ τὸ γῆρας ἔχουσι, καὶ αὐτὴ τοῦτο νομίζω· διὰ γὰρ τὸ μοί τοῦτο ἐδήλωσεν.
εὖ τόδʼ ἴσθι, γῆς ἄνασσα γίνωσκε, ὦ βασίλισσα, ἐπὶ λόγου καὶ ἔργου, ἐφʼ οὗ ἂν δυνώμεθα πρᾶξαι καὶ εἰπεῖν, οὐ δίς σε φράσαι, ὥστε μὴ ἐν λόγῳ καὶ ἔργῳ βοηθῆσαί σοι ἐφʼ ὧν ἡ δύναμις ἡ ἡμετέρα θέλει ἡγεῖσθαι καὶ προσδιακρίνειν τὸ πᾶν.
ὧν ἂν δύναμις ἡγεῖσθαι θέλῃ ἃ ἂν ὑπʼ ἐξουσίαν καὶ δύναμιν ἡμῖν ἐστι.
πολλοῖς μὲν ἀεὶ ἡ Ἄτοσσά φησι πρὸς τὸν χορὸν, πολλὰ μὲν νυκτερινὰ ὀνείρατα φαντάζομαι, ἐξ οὗ καιροῦ ὁ ἐμὸς παῖς ὁ Ξέρξης διακομίσας στρατὸν πορεύεται καὶ ἄπεισιν εἰς τὴν γῆν τῶν Ἰαόνων, θέλων ἐκπορθῆσαι αὐτὴν, ἀλλʼ οὐδαμῶς τοιοῦτον ὄναρ φανερὸν εἶδόν ποτε ὥσπερ ἐπὶ τῆς παρελθούσης νυκτός. λέξω δέ σοι τοῦτο. ἰστέον δὲ ὅτι Ἰάονες οἱ Ἀθηναῖοι λέγονται, ἔκ τινος Ἰάονος βασιλεύσαντος αὐτῶν.
στείλας στρατὸν τουτέστι κοσμήσας. ὁμώνυμος γάρ ἐστι λέξις. ἔστι γὰρ στέλλω τὸ κοσμῶ, ἐξ οὗ καὶ στολή· στέλλω τὸ φοβοῦμαι, ἐξ οὗ καὶ συστολή καὶ ὑποστολή· στέλλω τὸ πλέω, ἐξ οὗ καὶ στόλος· στέλλω τὸ ἀποστέλλω, ἐξ οὗ καὶ ἀπόστολος. στείλας ὁρμήσας, κινήσας.
Ἰαόνων τῶν Ἀθηναίων.
ἐναργὲς φανερόν.
πάροιθεν προλαβούσης.
ἐδοξάτην ἐφάνησαν. εὐείμονε καλῶς ἐσταλμέναι καὶ ἐνδεδυμέναι.
ἠσκημένη κεκοσμημένη.
Δωρικοῖσιν Ἑλληνικοῖς.
τῶν νῦν γυναικῶν.
γένους ταὐτοῦ Ἄνδρων ὁ Ἁλικαρνασσεύς φησι τὸν Ὠκεανὸν γῆμαι Πομφολύγην καὶ Παρθενόπην, καὶ σχεῖν ἐκ μὲν Παρθενόπης Εὐρώπην καὶ Θρᾴκην, ἐκ δὲ Πομφολύγης Ἀσίαν καὶ Λιβύην· ἀφʼ ὧν τὰς ἠπείρους ὀνομασθῆναι συμβέβηκεν. ἡ γοῦν Ἄτοσσά φησι δύο γυναῖκας κατʼ ὄναρ ἰδεῖν, τὰς δύο ἠπείρους ταύτας, Ἀσίαν καὶ Εὐρώπην.
βάρβαρον τὴν Ἀσίαν.
τούτω στάσιν τούτω, φησὶ, τὼ γυναῖκε, τὴν Ἀσίαν καὶ τὴν Εὐρώπην, λίαν ἐγὼ ἐδόκουν ὁρᾶν στάσιν τινὰ καὶ φιλονεικίαν τεύχειν καὶ κατασκευάζειν καὶ ποιεῖν ἐν ἀλλήλαις. παῖς δὲ ὁ ἐμὸς μαθὼν στασιαζούσας ταύτας κατεῖχε καὶ ἐπράυνε καὶ ἡμέρου αὐτάς· ἤθελε γὰρ ὁ Ξέρξης εἰς ἓν ἀγαγεῖν κράτος τὴν Εὐρώπην καὶ τὴν Ἀσίαν ὑπὸ ἅρμασι δὲ ζεύγνυσιν αὐτὼ, ἀντὶ τοῦ αὐτὰς, καὶ λέπαδνα, ἤτοι ζυγόλωρα, τίθησιν ἐπὶ τῶν αὐχένων αὐτῶν. τούτω ἰστέον ὅτι ἐπειδὴ αὗται δέον εἰπεῖν, ἀρσενικῶς ἐξήνεγκε κατʼ Ἀττικὴν συνήθειαν, ἀντὶ τοῦ αὗται τούτω εἰπὼν, διὰ τοῦτο καὶ τὸ ἀλλήλοις ἀρσενικῶς πρὸς τοῦτο ἀπέδωκεν. οὕτως γὰρ ἐν πᾶσι τοῖς παλαιοῖς βιβλίοις εὕρηται διὰ τῆς ο καὶ ι διαφθόγγου γραφόμενον. στάσιν μάχην.
τεύχειν ποιεῖν. λέπαδνα οἱ παχεῖς ἱμάντες, οἷς ἀναδεσμοῦνται οἱ τράχηλοι τῶν ἵππων πρὸς τὸν ζυγόν. ἐτυμολογεῖται δὲ ἀπὸ τοῦ λέπω τὸ λεπίζω, λέπανον καὶ λέπαδνον. τινὲς δὲ λέπαδνα τοὺς μασχαλιστῆρας φασί. αὐτὼ αὐτάς. λέπαδνα ζυγόλωρα.
χἡ μὲν καὶ ἡ μὲν, ἤγουν Ἀσία, ἐπυργοῦτο καὶ ἐκοσμεῖτο καὶ ᾔρετο τῇ στολῇ τῇδε. δεικτικῶς δὲ τοῦτο, ἀντὶ τοῦ τῇ Περσικῇ ταύτῃ, ἣν φορῶ. εἶχε δὲ στόμα εὔαρκτον καὶ ὑπήκοον καὶ πειθήνιον ἐν τῷ χαλινῷ. τῇδʼ ἐπυργοῦτο ταύτῃ τῇ Περσικῇ ἐσεμνύνετο.
εὔαρκτον εὐπειθές.
ἡ δʼ ἐσφάδαζε ἡ δὲ Εὐρώπη ἐσφάδαζε καὶ ὥρμα καὶ ἐπήδα καὶ ἐν τῇ καὶ ἐν ταύτῃ δεικτικῶς τῶν χειρῶν, ὑπέδειξε γὰρ ἢ τὴν ἀριστερὰν ἢ τὴν δεξιὰν, διασπαράσσει καὶ ῥήσσει τὸν δίφρον ἐν βίᾳ καὶ βιαστικῶς καὶ συναρπάζει αὐτὸν τὸν δίφρον ἄνευ χαλινῶν, ἤτοι ἀχαλίνωτον γενόμενον, καὶ τὸν ζυγὸν συνθλᾷ. πίπτει δὲ ἐκ τοῦ ἅρματος ὁ Ξέρξης, οὗτος γὰρ ἦν ὁ ὑπὸ ζυγὸν ἔχων αὑτάς. καὶ ὁ πατὴρ Δαρεῖος παρίσταται οἰκτείρων αὐτόν. ἐπεὶ δὲ τοῦτο εἶδεν ὁ Ξέρξης, αἰδεσθεὶς τὸ πτῶμα διαρρηγνύει τοὺς οἰκείους πέπλους. ἐσφάδαζε ἐταράττετο, ἐστασίαζε. ἐν τῇ ἐν ταύτῃ τῇ δεξιᾷ.
ξυναρπάζει ἐκφεύγει.
Δαρεῖος οἰκτείρων σφε διὰ τοῦτο ᾤκτειρε τὸν Ξέρξην Δαρεῖος, διὰ τὸ καὶ αὐτὸν εἰς Ἑλλάδα μετὰ στρατοῦ ἐλθεῖν καὶ ἡττηθῆναι, καὶ ταῦτα μυριοπλάσιον πλῆθος ἔχοντα ἢ πρώην ἐκεῖνος. Δαρεῖος μὲν γὰρ ἐν τῇ πρώτῃ στρατείᾳ οὐκ ἦν, ἀλλὰ στρατηγὸν αὑτοῦ τὸν Δᾶτιν ἔπεμψε, Ξέρξης δὲ οὐκ ἠνέσχετο ἕτερον πέμψαι, ἀλλʼ αὐτὸς παρῆν. ὅθεν καὶ ἡττηθεὶς μείζω τὴν αἰσχύνην ἐκτήσατο ἢ εἰ μηδὲν ἦν.
ῥήγνυσιν ὑπʼ αἰδοῦς.
καλλιρρόου πηγῆς πηγή τις ἱερὰ, ἀφʼ ἧς ἀνιμᾶτο νᾶμα ταῖς θυσίαις ἐπιχέεσθαι· διὰ γοῦν τὸ ἐξ αὐτῆς τὰς θυσίας γίνεσθαι καλλίρροον αὐτὴν ὠνόμασεν. καλλιρρόου Καλλιρρόη, ὄνομα πηγῆς, ἀφʼ ἧς οἱ μέλλοντες θύσειν τὰς χεῖρας ἐκάθαιρον. φασὶ γοῦν διὰ τὸ αἰτίαν εἶναι καθαρμοῦ Καλλιρρόην αὐτὴν ὠνομάσθαι. λέγει δὲ ἐνταῦθα Ἄτοσσα καλλιρρόου πηγῆς ἅψασθαι, ἢ ὅτι ἐν τῇ Περσίδι ἦν αὕτη ἡ πηγὴ, ἢ ὡς καθαρὸν ἔχουσα ὕδωρ καλλίρροον ἐκάλεσε τὴν πηγὴν, ἀφʼ ἧς τὰς χεῖρας ἐνίψατο.
θυηπόλῳ θυσίαν μελλούσῃ ἐπενεγκεῖν.
βωμῷ ἐν ᾧ τὰ θύματα ἔσφαζον ἐκαλεῖτο βωμὸς, ὢν τετραγωνοειδὴς τόπος τοῦ ἱεροῦ. ἐσχάρα δὲ ὁ λάκκος ἐν ᾧ τὰ ἱερὰ ἔκαιον. πέλανος οὐ μόνον ὁ ῥύπος, ὡς καὶ Εὐριπίδης φησὶν ἀφρώδη πέλανον ἤτοι τὸν ἐξ ἀφροῦ ῥύπον, ἀλλὰ καὶ θῦμά τι. ἀποτρόποισι δαίμοσι τοῖς ἀποτρεπτικοῖς κακῶν ὀνειράτων. ἀποτρόποισι δαίμοσιν τοῖς θεοῖς, οἷς ἀποτροπιαζόμεθα τοὺς ὀνείρους. ἀποτροπιαστὴν δὲ τῶν ὀνείρων φασὶν εἶναι τὸν ἥλιον. τούτου γὰρ ἐπιλάμψαντος οἱ ὄνειροι διασκευάζονται. τινὲς δὲ λέγουσιν ὅτι ἀετὸς ἦν ἐν τῷ ναῷ τοῦ Ἀπόλλωνος, διʼ οὗ τὰ χρησμοδοτήματα ἐλέγοντο τοῖς ἀνθρώποις διὰ τοῦ Ἀπόλλωνος· ὃς δὴ ἀετὸς ἰδὼν ταύτην κατέφυγεν ἐπὶ τὴν ἐσχάραν.
θέλουσα θῦσαι πέλανον πέλανος κυρίως ὁ πεπηγὼς ῥύπος λέγεται. Ἄλλως. ὁ ἀφρὸς ὁ γενόμενος ἐν τῇ χύτρᾳ. ἐτυμολογεῖται δὲ ἀπὸ τοῦ πέλω τὸ ἀναστρέφομαι· ἐνταῦθα δὲ πέλανον τὴν θυσίαν φησί. πέλανος οὐ μόνον ἐπὶ ῥύπου τοῦ κατʼ ὀφθαλμὸν, οἷον λήμης, ἀλλὰ καὶ ἐπί τινος πέμματος, ἤτοι ποπάνου, ὡς δῆλον ἐκ τῶν παλαιῶν. θῦμα δέ τι ἑρμηνεύεται ὁ τοιοῦτος πέλανος. ὧν τέλη τάδε οἵτινες εἰσὶ τῶν τοιούτων ἔφοροι. λέγει δὲ τὸν Ἀπόλλωνα.
ἄφθογγος ἄφωνος.
μεθύστερον μετὰ τοῦτο δὲ ὁρῶ κίρκον, ἤτοι ἱέρακα, σφαδάζοντα καὶ ὀξέως κινούμενον ἐν τοῖς πτεροῖς καὶ ἐν χηλαῖς, ἤτοι ἐν τοῖς ὄνυξι, τὸ κάρα καὶ τὴν κεφαλὴν τοῦ ἀετοῦ διακόπτοντα. ὁ δὲ ἀετὸς, ἤγουν ὁ Ξέρξης, οὐδὲν ἄλλο ἐποίει ἢ μόνον παρεῖχε τῷ ἱέρακι τὸ σῶμα χρῆσθαι τούτῳ ὡς βούλεται. ἀετὸν οὖν τὸν Ξέρξην φησὶ, διὰ τὸ βασιλικὸν καὶ γενναῖον, ἱέρακα δὲ τὸ τῶν Ἀθηναίων στράτευμα, διὰ τὸ πρὸς τοὺς Πέρσας ἐλάττονα ἔχειν κατὰ πολὺ τὴν δύναμιν. κίρκον ὀξύπτερον.
κάρα τοῦ ἀετοῦ.
πτήξας φοβηθείς.
παρεῖχε τῷ κίρκῳ. ταῦτʼ ἔμοιγε ταῦτα ἰδοῦσα φοβοῦμαι, οἶμαι δὲ καὶ ὑμᾶς ἀκούοντας.
οὐχ ὑπεύθυνος πόλει οὐ τιμωρητέος, οὐ δίκας ὀφείλων, διὰ τὸ ὑμᾶς αὐτὸν παρορμῆσαι καὶ κοινῷ δόγματι γενέσθαι τὴν ἐκείνου κατὰ τῶν Ἀθηναίων ἐκστρατείαν. οὐχ ὑπεύθυνος οὐ μεμπτός.
ὁμοίως τῆσδε κοιρανεῖ χθονὸς ὥσπερ καὶ πρώην. ὑπὲρ γὰρ τῆς τῶν Περσῶν ἀρχῆς, ὅπως ἔτι μεγίστη γένοιτο, προενοεῖτο.
οὔ σε βουλόμεσθα ὁ χορὸς ἀκούσας τοῦ ὀνείρου τῆς Ἀτόσσης φησὶ πρὸς αὐτὴν, ὦ μῆτερ τοῦ Ξέρξου, οὐδαμῶς θέλομεν οὔτε ἄγαν ἐκφοβεῖν σε ἐν λόγοις, ἤτοι λέγειν ὅτι κακὰ ταῦτά ἐστιν ἃ εἶδες, οὔτε παραθαρσύνειν τῷ οἴεσθαι ὅτι καλά· τοὺς θεοὺς δὲ τοὺς οὐρανίωνας πρῶτον ἐν ἱκεσίαις παρακαλέσασα, εἴ τι κακὸν καὶ μισητὸν εἶδες, ζήτει αὐτοὺς ποιεῖν ἀποσόβησιν τούτων, τὰ καλὰ δὲ πεπληρωμένα γενέσθαι καὶ σῶα σοὶ καὶ τῷ Ξέρξῃ καὶ τῇ πόλει. δεύτερον δὲ πρέπει σὲ ἐπιχῦσαι χοὰς καὶ θυσίας τῇ γῇ τε καὶ τοῖς κάτω νεκροῖς, αἰτοῦ δὲ καὶ ζήτει καὶ παρακάλει τὸν Δαρεῖον, ὃν λέγεις ἰδεῖν κατʼ ὄναρ, ταῦτά σοι ἀγαθὰ κάτωθεν ἀπὸ τῆς γῆς πέμπειν εἰς φάος, ἤτοι ἀναδιδόναι σοι ἀγαθὰ τὰ ὀνείρατα ἃ εἶδες. οἱ γὰρ ὄνειροι ἐκ τῆς γῆς ἀνέρχεσθαι λέγονται. οὔ σε βουλόμεσθα οὐκ ἐθελήσομεν διακρῖναι τὸ ὄναρ, εἴτε χρηστόν ἐστιν, εἴτʼ ἀπευκταῖον. ἐὰν γὰρ δυστυχίας σημαντικὸν εἴπωμεν εἶναι, λυπήσομέν σε καὶ ἐμβαλοῦμεν εἰς φόβον, ἀγωνιῶσαν ὑπὲρ παιδὸς μή τι κακὸν πάθοι. ἐὰν δὲ χρηστὸν καὶ λυσιτελὲς αὐτὸ διακρίνωμεν, θρασυνοῦμέν σε καὶ ἀμελῆσαι ποιήσομεν τῶν θεῶν. διὸ τούτους ἱκετεύουσα εὔχου τὰ λῷστα.
προστροπαῖς ἱκνουμένη παρακλήσεσιν ἱκετεύουσα.
φλαῦρον κακὸν, φοβερόν. ἀποτροπὴν τελεῖν ἀποδίωξιν πληροῦν.
φθιτοῖς νεκροῖς. πρευμενῶς συμπαθῶς.
τἄμπαλιν δὲ καὶ ταῦτα ἐναντία τούτων τῶν ἀγαθῶν αἰτοῦ κατεχόμενα τῇ γῇ ἀμαυροῦσθαι, ἤτοι ὑπὸ τῆς γῆς κρατηθέντα, ἀφανισθῆναι τῷ σκότῳ. τἄμπαλιν δὲ τὰ ἐναντία. τῶνδε τῶν ἐσθλῶν. κάτοχʼ κεκρατημένα. ἀμαυροῦσθαι ἀφανίζεσθαι.
ταῦτα θυμόμαντις ὢν ταῦτα, φησὶ, παρῄνεσα οὐ φύσει μάντις ὢν, ἀλλʼ ἀπὸ λογισμοῦ κρίνων καὶ ἐνθυμήσεως. τοῦτο γὰρ δηλοῖ τὸ θυμόμαντις. θυμόμαντις οὐ τέχνῃ μάντις, ἀλλʼ ἐκ λογισμοῦ κρίνων. πρευμενῶς εὐνοϊκῶς, συμπαθῶς.
τῶνδε κρίνομεν πέρι τὸ μὲν φανερὸν οὕτως ἔχει, ὅτι κρίνομεν εἰς καλὸν τὰ ὁραθέντα σοὶ ὀνείρατα ἐκβιβασθῆναι. τὸ δʼ ἄλλο κρίνομεν, τόδε καλὸν γενέσθαι, τὸ θῦσαι ἀπελθοῦσα τοῖς θεοῖς, ὡς προέφημεν. πανταχῆ κατὰ πάντα τὸν τρόπον. τελεῖν σοι τοὺς θεοὺς καὶ τὸν πόσιν. τῶνδε κρίνομεν πέρι κρίνομεν δὲ καὶ λογιζόμεθα περὶ τῶνδε ὧν ἐθεάσω κατʼ ὄναρ, εἰ πρὸς τοὺς θεοὺς ἀναθήσεις καὶ χοὰς τῷ πόσει ποιήσεις, καλῶς τούτους τελεῖν σοι κατὰ πάντα τρόπον ταυτί. εἴτε γὰρ χρηστά ἐστι, ταχέως τελέσουσιν, εἴτʼ αὖ τοὐναντίον, ἀλεξίκακοι γένωνται, ἐξιλεωθέντες θυσίαις τε καὶ δεήσεσι ταῖς σαῖς.
ἀλλὰ μὴν εὔνους ἀλλὰ δὴ σὺ ὁ πρῶτος ἀκούσας τοῦ ὀνείρου εὐνοϊκῶς συνεβούλευσας ἐξιλεώσασθαι οὐρανίους καὶ καταχθονίους δαίμονας.
παιδὶ καὶ δόμοις ἐμοῖσι τῇ ἡμῶν ἀρχῇ. τήνδʼ ἐκύρωσας φάτιν τὸ τοῖς θεοῖς εὔχεσθαι καὶ παρʼ ἐκείνων αἰτεῖν τὰ βέλτιστα.
ἐξιλεοῖτο δὲ σὺ μὲν, φησὶν, ὁ πρῶτος ἀκούσας τοῦ ὀνείρου ἐκύρωσας καὶ εὐνοϊκῶς συνεβούλευσας καὶ ἐβεβαίωσας ταύτην τὴν φήμην, τὸ θῦσαι δηλονότι τοῖς θεοῖς ὑπὲρ τοῦ παιδὸς τοῦ ἐμοῦ καὶ τῶν ἐμῶν οἴκων· εἴθε δὲ ἡ ἐξιλέωσις εἰς ἀγαθὸν ἀποβαίη. ταῦτα δὲ ὡς λέγεις πάντα ποιήσομεν τοῖς θεοῖς καὶ τοῖς κάτω νεκροῖς, ὁπόταν ἀπέλθωμεν εἰς τοὺς οἴκους ἡμῶν. ἐφίεσαι ἀποδέχῃ, προστάττεις.
ἔνερθε γῆς φίλοις ἤγουν τῷ Δαρείῳ.
τῆλε πρὸς δυσμὰς ἐρωτηθεὶς ὁ χορὸς ποῦ λέγουσι τὰς Ἀθήνας κεκτίσθαι καὶ ἐν ποίῳ μέρει τῆς γῆς φησὶν ὅτι μακρὰν πρὸς ταῖς δυσμαῖς τῶν φθινασμάτων τοῦ θεοῦ ἡλίου. ὁ ἥλιος γὰρ παρὰ Πέρσαις τιμᾶται. φθινασμάτων δὲ, τῶν δύσεων, ἢ τῶν ἐκλείψεων· ὅταν γὰρ δύνῃ ὁ ἥλιος, ἐκλείπει. ὅθεν καὶ λίψ ὁ ἄνεμος ὁ ἀπὸ δυσμῶν. τῆλε μακράν. ἄνακτος ἡλίου τοῦ βασιλέως τῶν Περσῶν· τοῦτον γὰρ μάλιστα πάντων σέβονται. φθινασμάτων λήξεων.
ἵμειρʼ ἐπεθύμει. θηρᾶσαι ἰστέον ὅτι διὰ τοῦτο εἶπε τὸ θηρᾶσαι, διὰ τὸ καὶ τὴν Ἐρέτριαν ἄνευ πολέμου λαβεῖν.
πᾶσα γὰρ ἐὰν Ἀθήνας κρατήσῃ ὁ Ξέρξης, τηνικαῦτα καὶ τὴν Ἑλλάδα πᾶσαν καταδουλώσει· αἱ γὰρ Ἀθῆναι εἰσὶν ἰσχυρόταται τῆς Ἑλλάδος. τοῦτο δὲ λέγει θέλων ἐπαινέσαι τὰς Ἀθήνας. πᾶσα ναί. γένοιτʼ ἂν εἰ Ἀθήνας εἷλε.
ἀνδροπλήθεια στρατοῦ εἰποῦσʼ Ἄτοσσα ὡς ἐπεθύμει Ξέρξης Ἀθήνας ἑλεῖν, ἐπειδὴ ὁ χορὸς ἔφη πρὸς αὐτὴν, ναὶ, ἐπεθύμει, εἰ γὰρ Ἀθήνας εἷλε, πᾶσα ἂν ἐγεγόνει ὑπήκοος αὐτῷ ἡ Ἑλλὰς, νῦν αὐτὴ πάλιν φησὶν, οὕτω πολὺν στρατὸν Ἀθηναῖοι ἔχουσιν ὡς ἀνάλωτον εἶναι τὴν πόλιν αὐτῶν, καὶ τὸν αὐτοὺς καταγωνισάμενον καὶ πάντας ἂν ἀνθρώπους ὑπὸ χεῖρα λαβεῖν;
ἔρξας πολλὰ τῆς ἐν Μαραθῶνι πεζομαχίας μέμνηται. Μήδους δὲ τοὺς Πέρσας εἴρηκεν. Μήδους τοὺς Πέρσας. κατὰ ὅτʼ ἐς Μαραθῶνα ἡττήθησαν.
καὶ τί πρὸς τούτοισιν τοῦτο ἔνια τῶν ἀντιγράφων ὡς ὑπὸ τοῦ χοροῦ λεγόμενον ἔχουσιν, ὡς εἶναι τὸν λόγον κατὰ ἀπόφανσιν. τῷ πλήθει καὶ τῇ ἀνδρείᾳ. ἐξαρκὴς πολύς.
ἀργύρου πηγή τις ἐν Θορικῷ καὶ ἐν Λαυρίῳ μέταλλα ἀργύρου τυγχάνουσιν. ἀργύρου πηγή τις ἐν Θορικῷ γὰρ τῆς Ἀττικῆς ἀργύρου μέταλλα.
πότερα γὰρ ἆρα, φησὶ, διὰ τῶν χειρῶν αὐτοῖς ἐμπρέπει ἡ βολὴ ἡ τοξική; ἀντὶ τοῦ ἆρα οἴδασι τοξεύειν οἱ Ἀθηναῖοι; ἀποκριθεὶς δὲ ὁ χορὸς λέγει, οὐδαμῶς τόξα ἕλκειν οἴδασιν, ἔγχη δὲ σταδαῖα, ἤτοι ξίφη σταδαῖα, διʼ ὧν συστάδην καὶ ἐχεγγύως καὶ πλησίον μάχονται. τοὺς γὰρ ἐκ διαστημάτων μαχομένους κατηυτέλιζον. τοξουλκὸς αἰχμή ἐπειδὴ ἡ αἰχμὴ ἐπὶ λόγχης λέγεται, διὰ τοῦτο καὶ τοξουλκὸς εἶπεν, ἐμφαίνουσα διὰ τούτου τὰ τόξα.
σταδαῖα στάσιμα καὶ ἀγχέμαχα.
τίς δὲ ποιμάνωρ τίς δὲ, φησὶν, ἐστὶ ποιμάνωρ ἤτοι βασιλεὺς τοῦ λαοῦ καὶ τοῦ στρατεύματος; ποιμένες γὰρ οἱ βασιλεῖς λέγονται. ὁ δὲ χορὸς ἀποκριθεὶς λέγει, οὐχί τινος ἀνδρὸς ὀνομάζονται δοῦλοι οὐδʼ ὑπήκοοι. ποιμάνωρ ἔπεστι ἡγεμὼν αὐτοῖς.
πῶς ἂν οὖν μένοιεν ἀκούσασα ἡ Ἄτοσσα ὅτι οὔτινος ἀνδρός εἰσι δοῦλοι οὐδʼ ὑπήκοοι οἱ Ἀθηναῖοι φησὶ, πῶς ἂν οὖν εἰ ἀναρχίαν εἶχον, μὴ ἔχοντες ἐφεστηκότα, καὶ πρὸς διάφορα διὰ τοῦτο θελήματα μετετρέποντο, ἴσχυσαν πολεμῆσαι τοὺς ἐπελθόντας αὐτοῖς, ὡς ἐξ ἑνὸς συνθήματος, Πέρσας. πῶς ἂν οὖν μὴ ὄντος τοῦ συνέχοντος αὐτοὺς ἐν πολέμῳ ἄρχοντος.
ὥστε οὕτως ὑπομένουσι.
δεινά τοι λέγεις χαλεπὰ λέγεις τοῖς γονεῦσι τῶν ἰόντων καὶ ἐλθόντων εἰς Ἀθήνας, ἀντὶ τοῦ ἡμῖν, ὥστε φροντίσαι αὐτῶν. δεινά τ. λ. ἐπειδὴ τοιούτους αὐτοὺς εἶναι λέγεις, δεινὰ τοῖς τεκοῦσι λέγεις, τουτέστι φόβον ἐμβάλλεις πατράσι τε καὶ μητράσι τῶν ἀπελθόντων ἐκεῖσε παίδων φροντίσαι μή τι πάθωσιν.
ἀλλʼ ἐμοὶ ἰδὼν ὁ χορὸς τὸν ἄγγελον ἐρχόμενόν φησι πρὸς τὴν Ἄτοσσαν, ἀλλʼ ὡς ἐμοὶ δοκεῖ, ἤτοι κατὰ τὴν ἐμὴν δόξαν καὶ δόκησιν, πάντως γνώσῃ ἀληθῆ λόγον. τοῦδε γὰρ, τούτου τοῦ ἀνδρὸς, τὸ δράμημα καὶ τὸ βάδισμα Περσικὸν φαίνεται καὶ φέρει ἡμῖν ὥστε ἀκούειν φανερόν τι πρᾶγμα, ἀγαθὸν ἢ κακόν.
τοῦδε γὰρ δράμημα ὁ τοῦδε τοῦ ἀνδρὸς δρόμος Περσικός ἐστι, τοῦτο γὰρ δηλοῖ Περσικὸν πρέπει μαθεῖν· τουτέστιν ἐκ Περσῶν ἐστι τῶν εἰς Ἑλλάδα διεστρατευκότων οὗτος ὁ ἄγγελος, πρὸς ἡμᾶς ἰὼν καὶ φέρων ἡμῖν κλύειν καὶ ἀκούειν σαφές τι πρᾶγος καὶ πρᾶγμα ἐσθλὸν ἢ κακόν. πρέπει διαλάμπει.
καὶ πολὺς πλούτου λιμὴν ἤγουν πλοῦτε, περιφραστικῶς. διὰ τοῦτο δὲ εἶπε λιμένα πλούτου, ἢ διὰ τὸ τοὺς πλέοντας ἐν λιμένι καταφεύγειν καὶ σώζεσθαι, οὕτω δὲ καὶ ὁ πλοῦτος τοὺς ἔχοντας αὐτὸν ἐνδόξους ποιεῖ καὶ φυλακὴν αὐτοῖς ἐντίθησιν.
τὸ Περσῶν δʼ ἄνθος τὸ κάλλος, τὸ στράτευμα. ὄλβος εὐδαιμονία. ἄνθος τὸ ἐξαίρετον.
ὤμοι κακὸν μὲν φεῦ μοι, κακὸν μέν ἐστιν ἀγγέλλειν καὶ μηνύειν καὶ λέγειν κακά· «στέργει γὰρ οὐδεὶς ἄγγελον κακῶν «ἐπῶν·» ὅμως δὲ ἀναγκαῖόν ἐστιν ἀναπτύξαι καὶ ἀνακαλύψαι καὶ φανερὸν θεῖναι ὅλον τὸ πάθος. ἅπας γὰρ στρατὸς τῶν Περσῶν ὄλωλεν.
ἀναπτύξαι δηλῶσαι, σαφηνίσαι.
ἄνια ἄνια ἄνια καὶ λυπηρὰ καὶ ἀνίατα. ἄνια λυπηρὰ καὶ ἀνιαρά. ἄνια τὰ λυπηρά.
νεόκοτα νεωστὶ μηνυθέντα κακὰ ὑπό τινος τῶν δαιμόνων. τὰ νεωστὶ διὰ κότον τῶν θεῶν τινος γινόμενα. νεόκοτα νεοφανῆ. δάια πολεμικὰ, ἀφανιστικά.
διαίνεσθε δακρύετε κλύοντες καὶ ἀκούοντες τόδʼ ἄχος ὃ εἶπον, ἀντὶ τοῦ ταύτην τὴν λύπην.
ὡς πάντα γʼ ἔστʼ ἐκεῖνα τὸ ὡς ἐκληπτέον ἀντὶ τοῦ ὅτι καὶ ἀντὶ τοῦ λίαν. πάντα ἐκεῖνα, ὅσα ἔφην δηλονότι, διαπεπραγμένα ἐστί· κἀγὼ δὲ ἀέλπτως νόστιμον βλέπω φάος, ἀντὶ τοῦ ἀνελπίστως ὑποστρέψας ζῶ καὶ βλέπω τὸ φῶς. ἐκεῖνα ἃ ἐπίστασθε. διαπεπραγμένα ἐφθαρμένα.
ἦ μακροβίοτος ὄντως μακροβίοτος καὶ πολυχρόνιος ὅδε καὶ οὗτος ὁ αἰὼν καὶ χρόνος καὶ βίος ἐφάνη ἡμῖν τοῖς γηραιοῖς, διὰ τὸ ἀκούειν τοῦτο τὸ πῆμα καὶ τὸ βλάβος τὸ ἀνέλπιστον. ἦ μακροβίοτος οὕτως διὰ τοῦτο μέχρι τοῦ παρόντος καιροῦ βεβιώκαμεν, ἵνα τοιούτων συμφορῶν ἀκουσταὶ γενώμεθα; ἀναγνωστέον δὲ ἢ κατὰ στάμα καὶ ὑποστιγμὴν, ἢ κατὰ στάμα μόνον. ἦ, ἄρα, ὄντως.
ἄελπτον ἀνέλπιστον.
καὶ μὴν αὐτὸς ἐκεῖσε παρὼν καὶ αὐτοψὶ ὁρῶν τὰ τελούμενα καὶ μὴ ἐξ ἑτέρων ἀκηκοὼς φράσαιμι ἂν οἷα καὶ ποδαπὰ κακὰ ἐπορσύνθη καὶ κατεσκευάσθη καὶ ἐγένετο.
ἐπορσύνθη κακὰ παρʼ Ἑλλήνων ἐγεγόνει τοῖς Πέρσαις.
τὰ πολλὰ βέλεα παμμιγῆ φεῦ· μάτην τὰ πολλὰ βέλη τὰ παμμιγῆ καὶ τὰ ἐκ διαφόρων ἀνδρῶν ἀπὸ τῆς Περσικῆς γῆς ἦλθον ἐπὶ γῆν δίαν καὶ ἔνδοξον καὶ λαμπράν· εἶτα ἐφερμηνεύων τίς ἦν ἡ γῆ ἐκείνη φησὶ χώραν Ἑλλάδα· λέγει δὲ τὰς Ἀθήνας. ἤγουν στρατὸς ἐκ πολλῶν ἐθνῶν συγκεκροτημένος.
αἱ ἀκταὶ καὶ οἱ αἰγιαλοὶ τῆς Σαλαμῖνος πλήθουσι καὶ γέμουσι νεκρῶν διεφθαρμένων κακοθανάτως, καὶ πᾶς πρόσχωρος καὶ γείτων τόπος. δυσπότμων ἀθλίων.
πρόχωρος γρ. πρόσχωρος, ἤγουν πλησιόχωρος. πρόσχωρος πλησιόχωρος τῇ Σαλαμῖνι.
ὀτοτοτοῖ φίλων ἀκούσας ὁ χορὸς τοῦ ἀγγέλου εἰπόντος ὅτι αἱ ἀκταὶ τῆς Σαλαμῖνος καὶ πᾶς τόπος πρόχωρος καὶ πλατὺς καὶ εὐρύχωρος γέμουσι τῶν νεκρῶν, φησὶ, φεῦ τὰ σώματα τῶν φίλων Περσῶν τὰ πολυβαφῆ ὑπὸ τοῦ αἵματος ἀποθανόντα λέγεις φέρεσθαι ἁλίδονα καὶ ὑπὸ θαλάσσης δονούμενα ἐν πλαγκτοῖς διπλάκεσσι ταῖς ὡς ἂν δύο πλαξὶ, τῆς θαλάσσης τε καὶ γῆς, ἢ ἐν Σαλαμῖνι καὶ Πλαταιαῖς. ὡς ἂν εἴποι τις διαύλοις. τὰ γὰρ κύματα ἐκχεῖται καὶ ὑπονοστεῖ.
ἁλίδονα ἐν τῇ θαλάσσῃ φερόμενα. πολυβαφῆ ἐξ αἵματος. πλαγκτοῖς πλησιαζομένοις ὑπὸ τῶν κυμάτων, ἢ ἐν αἷς ταῦτα πλανῶνται. διπλάκεσσιν διπλαῖς ἀκταῖς Σαλαμῖνος καὶ τῆς γῆς, ἢ ταῖς διπλαῖς ἔνθα φερομέναις στροφαῖς κυμάτων.
ἤρκει ἐβοήθει, ἀρκετὰ ἦν.
ἐμβολαῖς προσκρούσεσιν.
ἴυζʼ κράζε, φησὶ, καὶ φώνει βοὴν δυσαιανῆ καὶ δυσθρήνητον, ἄποτμον καὶ κακόμορον, ἤτοι κακοθάνατον, τοῖς Πέρσαις τοῖς πολεμικοῖς, ὅτι πάντα παγκάκως ἔθεσαν καὶ ἐποίησαν οἱ θεοὶ δηλαδή. δαΐοις δὲ ἢ τοῖς πρὶν οὖσι πολεμικοῖς, ἢ διακεκομμένοις. βόα, θρήνησον. ἄποτμον ἀθλίαν.
δυσαιανῆ γρ. δυσεανῆ, ἤγουν πολυποίκιλον. δυστυχῆ καὶ δυσθρήνητον, αἰάζω γὰρ τὸ θρηνῶ.
δαΐοις διακεκομμένοις, ἢ πρὶν οὖσι πολεμικοῖς. πολεμίοις. ὡς πάντα παγκάκως ἔθεσαν ἤγουν τὸ καθʼ Ἑλλήνων στρατεῦσαι κακῶς διενοήθησαν· ἐφθάρησαν γάρ.
στρατοῦ φθαρέντος εἵνεκα.
ὦ πλεῖστον ἔχθος πρὸς τὴν Σαλαμῖνά φησιν ὁ ἄγγελος, ὦ Σαλαμὶν, πλεῖστον ἔχθος εἰς τὸ κλύειν, τουτέστι κατὰ πολὺ μισητὴ εἰς τὸ ἀκούειν ἡμᾶς περὶ σοῦ. ἤγουν, ὦ Σαλαμὶς καὶ πρὸς μόνην τὴν ἀκοὴν δυσχέρειαν φέρουσα ἔμοιγε καὶ σφόδρα μισητή.
φεῦ τῶν Ἀθηνῶν ἐκεῖσε γὰρ πάντες οἴχονται Πέρσαι.
στυγναὶ δʼ Ἀθᾶναι καὶ αἱ Ἀθῆναι στυγναὶ γεγόνασι τοῖς πολεμικοῖς Πέρσαις. τινὲς δὲ τὸ στυγναὶ δʼ Ἀθῆναι τοιοῦτόν φασιν, ὅτι ἡμῖν τοῖς δαΐοις στυγνότητος αἴτιαι πάρεισιν εἰς μνήμην αἱ Ἀθῆναι, ὅ ἐστι τῶν Ἀθηνῶν ἡ μνήμη στυγνοὺς ἡμᾶς ποιεῖ. ἔστι δὲ τὸ πρότερον κάλλιον. στυγναὶ μισηταί. στυγνότητα καὶ λύπην αἱ Ἀθῆναι φέρουσαι τοῖς πολεμίοις, καὶ πρὸς μνήμην αὐτοῖς ἰοῦσαι, μήτοι γε δὴ εἰς πεῖραν ἰοῦσαι αὐτῶν. δαΐοις πολεμίοις.
πάρα πάρεστι. οὐ μόνον τὸ πάρα ἀντὶ τοῦ πάρεστιν, ἀλλὰ καὶ ἀντὶ τοῦ πάρεισιν, ὡς ἐνταῦθα. παρά γὰρ πρόθεσίς ἐστιν, ἀναβιβαζομένου τοῦ τόνου ποιητικῶς. ἔξωθεν δὲ ὑπαρκτικὸν ῥῆμα νοοῦμεν, εἴτε ἑνικῶς εἴτε πληθυντικῶς.
ὡς πολλὰς Περσίδων ὅτι πολλὰς δηλαδὴ πόλεις ἡμετέρας ἢ γυναῖκας ἔκτισαν καὶ ἐποίησαν εὔνιδας καὶ ἐστερημένας καὶ ἀνάνδρους, ἤτοι μὴ ἐχούσας ἄνδρας. πολλὰς Περσίδων τὸ πολλὰς νοητέον ἢ ἀντὶ τοῦ πόλεις, ἢ ἀντὶ τοῦ μητέρας καὶ γαμετὰς, ὅπερ σαφηνίζεται ἐκ τοῦ εὔνιδας καὶ ἐκ τοῦ ἀνάνδρους, τοῦ μὲν εὔνιδας πρὸς τὸ μητέρας νοουμένου, ἀντὶ τοῦ ἐστερημένας τῶν οἰκείων παίδων, τοῦ δὲ ἀνάνδρους πρὸς τὸ γαμετάς· ἅτινα νοοῦνται καὶ εἰ τὸ πολλάς ἀντὶ τοῦ πόλεις ἐκλάβῃς. τὸ δὲ ἔκτισαν ἀντὶ τοῦ ἐποίησαν, κτίζομεν γὰρ τεῖχος ἀντὶ τοῦ ποιοῦμεν. τὸ δὲ Περσίδων εἰ μὲν τὸ πολλάς πρὸς τὸ πόλεις εἴπῃς, ἀντὶ Περσικῶν πόλεων νοήσεις, εἰ δὲ πρὸς τὸ δεύτερον, ἀντὶ τοῦ γυναικῶν. μάταν ματαίως, ἤγουν μηδὲν βλαψάσας.
εὔνιδας ἠδʼ ἀνάνδρους ὀρφανὰς, ἐστερημένας τῶν ἀνδρῶν, καὶ ἀνάνδρους ἤτοι οὐκ ἐχούσας ἄνδρας.
τὸ μήτε λέξαι μὴ νοήσῃς ἐνταῦθα ἔξωθεν κατά. εἰποῦσα γὰρ ὡς ὑπερβάλλει ἥδε ἡ συμφορὰ ἐπήνεγκε τὴν ὑπερβολὴν, ἥτις ἐστὶ τὸ μήτε λέξαι μήτʼ ἐρωτῆσαι τὰ πάθη. ἔστι δὲ ὅμοιον κἀκεῖνο ὅ φησι Προμηθεὺς πρὸς τὸν χορὸν λέγων· Ἐπεὶ προθυμεῖσθʼ, οὐκ ἐναντιώσομαι τὸ μὴ γεγωνεῖν πᾶν ὅσον προσχρήζετε.
πημονὰς συμφοράς.
ἀναπτύξας σαφηνίσας.
καταστὰς κατάστασιν λαβὼν τοῦ θορύβου, μὴ θορυβούμενος. καταστὰς ἀντὶ τοῦ εἰς κατάστασιν ἐλθών· ἐθρήνει γάρ.
τίς οὒ τέθνηκε καλῶς πρῶτον περὶ τῶν ζώντων ἐρωτᾷ ἡ Ἄτοσσα τὸν ἄγγελον, ὡς ὄντων ὀλίγων· ὁ δὲ παρίστησι καὶ τὸ πλῆθος τῶν ἀποθανόντων.
τῶν ἀρχελείων τῶν βασιλέων ἀπὸ τοῦ τῶν λαῶν ἄρχειν. ὅς τʼ ἐπὶ σκηπτουχίᾳ τινὲς ὥστε διὰ τοῦ ω μεγάλου γράφουσι, καὶ φασὶ πῶς τε ἐπὶ σκηπτουχίᾳ θανών. ἀρχελείων ἡγεμόνων τῶν λαῶν. ὅς τʼ τὸ ὅς εἰ μὲν μικρογραφεῖται, πάνυ σαφέστατον, εἰ δὲ μεγαλογράψεις, ὡς ἔν τισι τῶν βιβλίων εὑρίσκεται, οὕτως εἴπῃς. εἰποῦσα γὰρ, τίνα τῶν τοῦ στρατοῦ ἡγεμόνων θρηνήσομεν; ἐπιφέρει κατʼ ἐπίκρισιν, ὥστε ἐπεὶ τοῦτον θρηνήσομεν, ὧν ἐτάχθη στρατηγὸς, τούτους ἀνάνδρους κατέλιπε θανών. τουτέστιν, ἐπειδὴ οὗτος ἀπώλετο κἀκεῖνοι ἐφθάρησαν. σκηπτουχίᾳ ἀρχῇ καὶ ἐξουσίᾳ.
ἐμοῖς μὲν εἶπας ἡ Ἄτοσσα ἀκούσασα τοῦ ἀγγέλου εἰπόντος ὅτι ὁ Ξέρξης ζῇ, φησὶν, εἶπας φῶς μέγα τοῖς ἐμοῖς οἴκοις καὶ λαμπρὰν ἡμέραν ἐκ νυκτὸς μελαίνης. ἐνόμιζε γὰρ καὶ αὐτὸν τεθνάναι.
μελαγχίμου μελαίνης.
Ἀρτεμβάρης δὲ Ἀρτεμβάρης δὲ ὁ ἡγεμὼν καὶ ὁ διοικητὴς τῆς μυρίας καὶ πολλῆς ἵππου, ἤτοι ὁ ἔχων ἵππους πολλοὺς, θείνεται καὶ τύπτεται καὶ σφάττεται παρὰ τὰς ἀκτὰς καὶ τοὺς αἰγιαλοὺς τοὺς σκληροὺς καὶ τραχεῖς τῶν Σιληνιῶν. αἱ γὰρ Σιληνίαι αἰγιαλός ἐστι τῆς Σαλαμῖνος τῆς λεγομένης Τροπαίας ἄκρας, ὡς Τιμόξενος ἐν τῷ περὶ λιμένων φησί. μυρίας πολλῆς. βραβεὺς ἡγεμών.
στυφλούς σκληράς. θείνεται τύπτεται.
χὠ χιλίαρχος καὶ ὁ χιλίων στρατιωτῶν ἄρχων Δαδάκης ἐκ τῆς νηὸς ἀφήλατο καὶ ἐπήδησε πήδημα κοῦφον καὶ ἐλαφρὸν καὶ σύντομον καὶ ταχὺ, ἐν πληγῇ δορός. ἤγουν τῷ δόρατι πληγεὶς ἐξετινάχθη ἔξωθεν τῆς νηός. πληγῇ τρώσει.
ἀφήλατο ἐπήδησε.
Τενάγων δʼ ἄριστος Βακτρίων ἰθαγενὴς ὁ ἰθαγενὴς καὶ ὁ πολίτης τῶν Βακτρίων· Βάκτρα δὲ πόλις Περσίδος· πολεῖ καὶ ἀναστρέφεται τὴν θαλασσόπληκτον νῆσον τοῦ Αἴαντος. οὗτος οὖν, φησὶν εὐφήμως, κεῖται ἐν Σαλαμῖνι· αὕτη γὰρ ἡ νῆσος τοῦ Αἴαντος. ἐμφαίνεται γὰρ διὰ τούτου ὡς καλῶς μαχεσάμενος καὶ ἀναιρεθεὶς πρὸς τὰς τῶν μακάρων νήσους αὐλίζεται. φαίνεται δὲ ὁ Αἰσχύλος κωμῳδῶν τοῦτον. Ἄλλως. ἐκεῖ ἀπελθὼν κατῴκησε τὴν Σαλαμῖνα τὴν θαλασσόπληκτον, ἣν ἡ θάλασσα πλήσσει. εἴρηται γὰρ τὸ πολεῖ ἀντὶ τοῦ κατοικεῖ εὐφήμως, παρʼ ὅσον ἀνυπόστροφος αὐτῷ ἡ εἰς ταύτην ἔφοδος γέγονεν.
θαλασσόπληκτον τοῦτο ἀδολεσχία· πᾶσα γὰρ νῆσος ὑπὸ θαλάσσης πλησιάζεται ἢ πλήττεται. λέγει δὲ τὴν Σαλαμῖνα. τὸ δὲ πολεῖ ἀντὶ τοῦ συστρέφεται· θανόντος γὰρ περὶ τοῦτον τὸν τόπον ἐνταῦθα ἡ ψυχὴ αὐτοῦ ἐμφιλοχωρεῖ.
Λίλαιος, Ἀρσάκης ταῦτα τὰ ὀνόματα οὐκ ἔχει τὸν τῆς Αἰγύπτου χαρακτῆρα, ἀλλὰ ποιητικῶς διαπέπλασται.
οἵδʼ ἀμφὶ νῆσον τὴν πελειοθρέμμονα οὗτοι περὶ τὴν νῆσον τὴν πελειοθρέμμονα, ἤτοι τὴν Σαλαμῖνα· πολυτρήρων γὰρ αὕτη· κύρισσον καὶ συνέκρουον ἀλλήλοις. ἀπὸ μεταφορᾶς τῶν κερατιζόντων ἀλόγων ζῴων τῶν συγκρουόντων τοῖς κέρασι. νῆσον τὴν πελειοθρέμμονα τὴν Σαλαμῖνα τὰς περιστερὰς ἔχουσαν μᾶλλον τῶν ἄλλων.
κύρισσον προσέκρουον· πεσόντες γὰρ ἡμιθνῆτες ποσί τε καὶ κεφαλῇ ἐστροβοῦντο. εἴρηται δὲ τὸ ἐκύρισσον ἐκ μεταφορᾶς τῶν ἀλόγων ζῴων τῶν τυπτόντων τοῖς κέρασιν ἄλληλα.
Ἀδεύης καὶ Φερεσσεύης οὐδὲ ταῦτα τὰ ὀνόματα τὸν Αἰγύπτιον ἔχει χαρακτῆρα, ἀλλὰ ποιητικῶς διαπέπλασται.
Μάταλλος μυριόνταρχος θανὼν καὶ ὁ Μάταλλος ὁ ἡγεμὼν καὶ ἄρχων τῆς μελαίνης ἵππου τῆς τρισμυρίας, θανὼν ἔτεγγε καὶ ἔβρεχεν ἐν πορφυρέᾳ βαφῇ, ἤτοι τῇ διὰ τοῦ αἵματος, τὴν πυρρὰν γενειάδα τὴν ζαπληθῆ καὶ ἄγαν πολλὴν καὶ δασύτριχον. τινὲς δὲ ἀντὶ γενικῆς, πυρρᾶς γενειάδος, καὶ τὸ ἑξῆς, ἔτεγγε χρῶτα, ἔβρεχε τῷ αἵματι. ὁ Μάταλλος Ἄραψ ἦν καὶ διὰ τοῦτο καὶ τὴν μέλαιναν ἵππον εἶχε· τοιοῦτοι γὰρ οἱ Ἀραβικοὶ ἵπποι. Χρυσεὺς ὄνομα. Μάταλλος ἐπίθετον.
ἵππου μελαίνης διὰ τὸ ὀλίγους πάνυ λευκοὺς εὑρίσκεσθαι ἵππους, τοὺς δὲ ἄλλους ἐκ τῶν ἑτέρων χρωμάτων ὄντας, ἃ πρὸς τὸ μέλαν μᾶλλον ᾠκείωται, διὰ τοῦτο μελαίνης ἵππου φησίν. πυρρὰν ξανθήν. ζαπληθῆ πολλήν. δάσκιον μεγίστην ἀποτελοῦσαν διὰ τὸ πλῆθος σκιάν.
ἔτεγγʼ ἔβρεχεν. ἀμείβων χρῶτα ἐναλλάττων ὄψιν. πορφυρέῃ βαφῇ ἐρυθρᾷ τῇ τοῦ αἵματος.
Μᾶγος ἀξίωμα παρὰ Πέρσαις τὸ Μάγος. ἔλεγον δὲ οὕτω τοὺς ἀστρονόμους.
σκληρᾶς μέτοικος γῆς ἤτοι ἐν Σαλαμῖνι ἐλθὼν καὶ μετοικήσας αὐτὴν σκληρὰν καὶ πετρώδη ἐκεῖ κατεφθάρη. σκληρᾶς πετρώδους. γῆς τῆς Βακτρίας. κατέφθιτο ἐφθάρη.
Ἀμίστρης ὄνομα. Ἀμφιστρεὺς ἐπίθετον· ἢ πρὸς τὸ Ἀμίστρης στίξον, ἵνʼ ὦσι δύο ὀνόματα.
ὅ τʼ ἐσθλὸς ὁ ἐσθλός τε καὶ ἀγαθὸς Ἀριόμαρδος ὁ παρασχὼν καὶ δοὺς πένθος καὶ θρῆνον ταῖς Σάρδεσι· πατρὶς γὰρ αἱ Σάρδεις αὐτῷ. ὁ Θάρυβίς τε ὁ ταγὸς καὶ ἡγεμὼν τῶν πεντήκοντα πεντάκις, τουτέστι διακοσίων πεντήκοντα, τὸ γένος ὢν ἀπὸ Λύρνης τῆς χώρας, κεῖται δείλαιος καὶ ἄθλιος θανὼν οὐ μάλα εὐτυχῶς. νωμῶν κατέφθιτο ἀπὸ τοῦ κοινοῦ. Ἀριόμαρδος κατέφθιτο. Σάρδεσι ἐντεῦθεν γὰρ ἦν.
Σησάμης κατέφθιτο. ὁ Μύσιος ὁ ἀπὸ Μυσίας.
πεντήκοντα πεντάκις ἤγουν διακοσίων πεντήκοντα.
οὐ μάλʼ εὐτυχῶς ἀλλὰ δυστυχῶς, καὶ παρὰ τὴν ἀξίαν, οὐ γὰρ ἔδει τὸν τηλικοῦτον τὴν ὥραν ἀθλίως ἀπολωλότα κατὰ γῆς ἐρρίφθαι.
Συέννεσίς τε πρῶτος καὶ ὁ Συέννεσις ὁ πρῶτος εἰς θαρραλεότητα καὶ ἀνδρείαν, ὁ ἡγεμὼν τῶν Κιλίκων, εὐκλεῶς ἀπώλετο, ἀντὶ τοῦ καλῶς καὶ ἀνδρείως μαχεσάμενος ἀπώλετο, εἷς ἀνὴρ ὢν καὶ πολλοὺς πόνους ποιήσας τοῖς ἐχθροῖς, ὡς ὑπὲρ ἄλλους πολλοὺς μαχεσάμενος.
ἄπαρχος ἐξαίρετος· ἀπὸ τοῦ ἀπαρχὴ γίνεσθαι. πλεῖστον πόνον ἤγουν ἀνδρείως ἀγωνισάμενος καὶ δυσκαταγώνιστος δόξας τῷ πολέμῳ.
ὕψιστα ἡ Ἄτοσσα ἀκούσασα παρὰ τοῦ ἀγγέλου τὴν ἀπώλειαν τῶν Περσῶν φησὶ, φεῦ φεῦ, κλύω καὶ ἀκούω ταῦτα ὕψιστα καὶ μέγιστα ὄντα τῶν κακῶν ὅλων αἴσχη τε καὶ ὀνείδη καὶ ἀτιμίας τοῖς Πέρσαις καὶ ὀξέα κωκύματα ἤτοι θρηνήματα. ὕψιστα μέγιστα, ὑπέρτατα.
αἴσχη ὀνείδη. λιγέα ὀξέα.
ἀναστρέψας ἀναλαβὼν τὸν λόγον.
ὥστʼ ἀξιῶσαι ἤτοι ὥστε ἄξια ἡγήσασθαι μάχην συμβαλεῖν τοῖς Πέρσαις ἐν νηΐαις συμβολαῖς. ὥστε ἄξιον ἡγήσασθαι, τολμῆσαι.
ἐμβολαῖς συγκρούσεσι.
πλήθους μὲν χάριν μὲν τοῦ πλήθους, σαφῶς γίνωσκε, ἦν ταῖς νηυσὶ τῶν βαρβάρων καὶ τῶν Περσῶν κρατῆσαι τῶν Ἀθηναίων. λείπει δὲ τὸ ἦν. καὶ γὰρ τοῖς Ἀθηναίοις μὲν ὁ πᾶς ἀριθμὸς τῶν νεῶν εἰς τριακάδας δέκα ἦν, ἤτοι τʹ νῆες ἦσαν· ἐκ τούτων δὲ ιʹ ἦσαν αἱ προηγούμεναι, ὡς ἔκκριτοι καὶ ταχεῖαι· τῷ δὲ Ξέρξῃ χιλιὰς ἦν τῶν ναῶν, ὧντινων τὸ πλῆθος ἦγεν. ἀπὸ τούτων δὲ αἱ ἄρισται καὶ ὑπέρκομποι καὶ ἐπαιρόμεναι διὰ τὸ εἶναι ταχεῖαι σʹ ἦσαν ζʹ, ἢ διακόσιαι ιδʹ, ἵνʼ ᾖ τὸ δίς ἀπὸ κοινοῦ λαμβανόμενον ἐν τῷ ἑπτά. ἕκατι χάριν.
κρατῆσαι τῶν Ἑλλήνων.
τριακάδας δέκα τριακοσίας ναῦς.
χωρὶς ἴδια.
πλῆθος νηῶν. ὑπέρκομποι ἐξαίρετοι.
ἑκατὸν δὶς κατὰ κοινοῦ τὸ δὶς, ἵνʼ ᾖ διακόσιαι ιδʹ.
μή σοι δοκοῦμεν μὴ δόκει ἡμᾶς ἡττηθῆναι ἐν ταύτῃ τῇ μάχῃ ἤτοι τῇ ναυμαχίᾳ· ἀλλʼ οὕτω τις δαίμων κατέφθειρε τὸν λαὸν, ἤτοι τὸν στρατὸν τῶν Περσῶν. δοκοῦμεν οὕτως ἔχοντες.
ἀλλʼ ὧδε ἐνταῦθα, ἤγουν εἰς τὸ πλῆθος. τὸ ὧδε ἀντὶ τοῦ ἐνταῦθα, ἢ ἀντὶ τοῦ οὕτω νόει.
τάλαντα βρίσας τὰ τῶν Περσῶν ζυγὰ βαρύνας καὶ ποιήσας οὐκ ἰσόρροπον, ἀλλʼ οἷον ἐπικλίνας αὐτὰ κάτωθεν ἀδίκως. καὶ Ὅμηρος «Ῥέπε δʼ αἴσιμον ἦμαρ Ἀχαιῶν.» τάλαντα βρίσας τὰ ζυγὰ τῆς νίκης ἐπικλίνας εἰς τοὺς Ἕλληνας.
ἀνδρῶν γὰρ ὄντων ἐν τῇ πόλει. ἀσφαλὴς ἡ βοήθεια τῶν θεῶν. εἰ γὰρ θεοὶ Ἀθηναίους σώζουσιν, ἀπόρθητος ἐς ἀεὶ ἡ τούτων ἂν εἴη πόλις, ἐπεὶ ἀσφαλής ἐστι φυλακὴ ἡ τούτων βοήθεια.
ἀρχὴ δὲ ναυσὶ καὶ ἡ ἀρχὴ τῆς συμβολῆς τῶν νηῶν τίς ἦν, φράσον, ἆρα οἱ Ἕλληνες ἦρξαν, ἢ ὁ παῖς ὁ ἐμὸς Ξέρξης καταυχήσας καὶ ἐπαρθεὶς τῷ πλήθει τῶν νηῶν; συμβολῆς συρράξεως.
καταυχήσας θαρρήσας.
ἦρξεν μὲν ἀρχὴ μὲν ἐγένετο τοῦ παντὸς κακοῦ ποθὲν ἐλθὼν τελχίν τις ἢ δαίμων. εἶτα διηγεῖται τὸ γεγονὸς καὶ λέγει ὅτι τις Ἕλλην ἀπὸ τοῦ στρατεύματος τῶν Ἀθηναίων ἐλθὼν εἶπε τῷ Ξέρξῃ τάδε, ἃ καὶ μετὰ μικρὸν ἐξεῖπε· νῦν δὲ τὴν ἱστορίαν ἐροῦμεν. βουληθέντων τῶν Λακεδαιμονίων τῶν τοῖς Ἀθηναίοις συμμαχούντων ἀπελθεῖν πρὸς τὴν ἑαυτῶν πατρίδα διὰ τὸ μὴ παραδοθῆναι ταύτην τῷ Ξέρξῃ, τῶν αὐτῆς ἀνδρῶν οὖσαν ἄμοιρον, Θεμιστοκλῆς Σίκινον τὸν παιδαγωγὸν ἔπεμψε πρὸς τὸν Ξέρξην, λέγων ὅλως τὰ περὶ αὐτοῦ φρονεῖν καὶ φροντίζειν εὐκαιρίας πῶς αὐτῷ τὰς Ἀθήνας προδώσει· εἶθʼ οὕτως εἰπεῖν τὸν Σίκινον πρὸς αὐτὸν ὡς μέλλουσι φυγεῖν οἱ Ἕλληνες· τοῦτο δὲ ἐποίησεν, ἵνα ἐν ἀπογνώσει μάχοιντο οἱ Ἕλληνες. τοῦτο γοῦν ὁ Ξέρξης ἀκούσας, πρὸς τὰς διεξόδους τῶν Λακεδαιμονίων πεπομφὼς νῆας, τὴν ἔξοδον αὐτῶν ἀπέφραξεν. οὗτοι δὲ μὴ ἔχοντες ὅποι καὶ τράποιντο, στάντες γενναίως, τὸν μὲν Ξέρξου στόλον ἠφάνισαν ἅπαντα, εἶθʼ οὕτως καὶ πρὸς τοὺς τάττοντας ἐκείνους ἐλθόντες ἐκεῖσε τούτους ἀπέκτειναν.
ἀλάστωρ φθορεύς.
ἀνὴρ γὰρ Ἕλλην ἀνὴρ, φησὶν, Ἕλλην ἐκ τοῦ στρατοῦ τῶν Ἀθηναίων· ἦν δʼ οὗτος Σίκινος ὁ τοῦ Θεμιστοκλέους παιδαγωγός· ἐλθὼν εἶπε τῷ Ξέρξῃ ταῦτα, ὅτι εἰ τὸ σκότος τῆς μελαίνης καὶ τῆς ἀφεγγοῦς καὶ σκοτεινῆς νυκτὸς παραγενήσεται καὶ ἔλθῃ, ἤτοι εἰ γένοιτο νὺξ, οἱ Ἕλληνες οὐ καρτερήσαιεν καὶ ἐπιμένοιεν, ἀλλὰ καὶ τοῖς σέλμασι καὶ καθίσμασι τῶν νηῶν, περιφραστικῶς ταῖς ναυσὶν, ἐπιπηδῶντες ἄλλος ἀλλαχοῦ ἐν φυγῇ κρυφίᾳ τὴν ζωὴν φυλάξουσιν. ὁ δὲ Ξέρξης οὐ ξυνεὶς καὶ νοήσας τὸν δόλον τοῦ ἀνδρὸς, ὃν ἄνωθεν εἴπομεν, εὐθὺς πᾶσι τοῖς ἄρχουσι τῶν νεῶν προφωνεῖ τοῦτον τὸν λόγον, ὁπηνίκα δύνῃ ὁ ἥλιος τὴν γῆν καίων ἐν ταῖς οἰκείαις ἀκτῖσι, τὸ κνέφας δὲ καὶ τὸ σκότος λάβῃ τὸ τέμενος τοῦ αἰθέρος, περιφραστικῶς αὐτὸν τὸν αἰθέρα, τότε τάξαι τὰς νῆας ἐν τρισὶ τάξεσι, φυλάσσειν τοὺς ἔκπλους, ἤγουν τὰς ἐξόδους καὶ τὰς ἐξελεύσεις τῶν Ἀθηναίων καὶ τοὺς τόπους τοὺς θαλασσίους, ἄλλας δὲ νῆας τάξαι ἀπὸ κοινοῦ κύκλοθεν περὶ τὴν τοῦ Αἴαντος νῆσον, τουτέστι τὴν Σαλαμῖνα. ἀνὴρ γὰρ Ἕλλην Σίκινος ὁ Θεμιστοκλέους παιδαγωγός.
κνέφας σκότος.
σέλμασι καθέδραις.
ἐπανθορόντες ἀναπηδῶντες.
βίοτον ζωὴν αὐτῶν.
ὁ δʼ ὁ Ξέρξης. ὡς ἐπεί.
τὸν θεῶν φθόνον Νέμεσιν, ἣν τοῖς μεγάλα φρονοῦσιν ἐπάγουσιν, ἀπροσδοκήτως καταβάλλοντες αὐτούς. εὖτʼ ἂν ὁπηνίκα.
τέμενος τὸν τόπον.
στοίχοις τάξεσι.
ἔκπλους ἐξελεύσεις.
ἄλλος τε ναῦς τάξαι. νῆσον φυλάσσειν.
ὡς εἰ μόρον φευξοίαθʼ Ἕλληνες κακὸν ἀπὸ τῶν διηγημάτων ἐπὶ τὸ μιμητικὸν, ὡς πᾶσιν ἦν προκείμενον, ἐὰν οἱ Ἕλληνες φευξοίατο καὶ φύγοιεν τὸν θάνατον τὸν χαλεπὸν, εὑρόντες τινὰ δρασμὸν καὶ φυγὴν κρυφίως διὰ τῶν νεῶν, τῆς κεφαλῆς στερίσκεσθαι, τουτέστι, πᾶσιν ἠπείλει τοῖς ταχθεῖσι παρʼ αὐτοῦ φυλάξαι τοὺς Ἕλληνας, στερίσκεσθαι τῆς κεφαλῆς, ἐὰν οἱ Ἕλληνες ἐκφύγωσιν. ἄτοπον δὲ ἀπειλεῖν τοσούτῳ πλήθει θάνατον. βέλτιον οὖν εἰπεῖν τὸ κράτος ἀντὶ τοῦ κράτους κατὰ ἀντίπτωσιν, ἵνʼ ᾖ στερίσκεσθαι τοῦ κράτους ἤτοι τῆς τιμῆς καὶ τῆς ἀρχῆς.
πᾶσι τοῖς βαρβάροις.
τοσαῦτʼ ἔλεξε τοσαῦτα, φησὶν, εἶπεν ὁ Ξέρξης ὑπὸ ἀλαζόνος καὶ τερπομένης διανοίας λίαν· οὐ γὰρ τὸ μέλλον ἠπίστατο. οἱ δὲ, ὑπʼ αὐτὸν δηλονότι οὐκ ἀτάκτως, ἀλλʼ ἐν εὐείκτῳ καὶ πειθηνίῳ λογισμῷ ἐπορσύνοντο καὶ κατεσκεύαζον καὶ ἡτοίμαζον εὐωχίαν, ἵνα πρῶτον εὐωχηθῶσιν, εἶθʼ οὕτως ἐξέλθωσι πρὸς τὴν ναυμαχίαν. πᾶς τε ἀνὴρ ναυτικὸς τὴν εὐήρετμον κώπην ἐδέσμευεν ἀμφὶ τὸν σκαλμὸν ἐν τῷ τροπωτῆρι. ἔστι δὲ σκαλμὸς τὰ ἐν τῷ χείλει τῆς νεὼς ξύλα, ἐν οἷς αἱ κῶπαι δέδενται. τροπωτὴρ δὲ ὁ λῶρος διʼ οὗ δεσμεύονται. ἢ οὕτως· ἀμφὶ τὸν σκαλμὸν τὸν εὐήρετμον ἐτροποῦτο καὶ διὰ τοῦ τροπωτῆρος τὴν κώπην ἐδέσμευεν. κάρτα λίαν.
τὸ μέλλον ὃ πείσεται.
οὐκ ἀκόσμως οὐ ταραχθέντες πρὸς τὸν λόγον ἐκείνου, ἀλλὰ πεισθέντες αὐτῷ.
ἐπορσύνοντο ηὐτρέπιζον ἑαυτοῖς.
τροποῦτο διετίθει. σκαλμὸν τὸ ξύλον ἐν ᾧ ἡ κώπη δεῖται. εὐήρετμον καλῶς ἐρέσσοντα.
ἐπεὶ δὲ κατέφθιτο καὶ κατεφθάρη τὸ τοῦ ἡλίου φέγγος, ἤγουν παρῆλθεν ἡ ἡμέρα, καὶ νὺξ ἐπῆλθεν, πᾶς ἀνὴρ κώπης ἄναξ, ἤγουν ἄρχων τῆς νεὼς, ἀπὸ μέρους τὸ ὅλον, ἤγουν ὁ κωπηλατῶν, πᾶς τε ἐπιστήμων τῶν ὅπλων καὶ στρατιώτης, εἰσήρχετο εἰς τὴν ναῦν. κατέφθιτο παρῆλθε.
κώπης ἄναξ ἤτοι κωπηλάτης.
παρεκάλει παρεκίνει. μακρᾶς πολλῆς, ἢ τῶν ἰδιωτικῶς λεγομένων κατέργων, ἃ ἴδια μακρὰ πλοῖα καλοῦσιν.
καὶ πάννυχοι δὴ καὶ οἱ ἄρχοντες τῶν νεῶν καὶ διʼ ὅλης τῆς νυκτὸς καθίστασαν καὶ ἐποίουν πάντα τὸν ναυτικὸν λαὸν διάπλοον καὶ διαπλέοντα τὴν θάλασσαν. καὶ ἡ νὺξ ἐπεχώρει, καὶ ὁ τῶν Ἑλλήνων στρατὸς οὐδαμῶς ἐποίει ἔκπλουν καὶ ἔξοδον καὶ φυγὴν κρυφαίαν. διάπλοον διαπλέοντες τὸν τεταγμένον τόπον. καθίστασαν ἐποίησαν.
ἐχώρει παρήρχετο.
κρυφαῖον ἔκπλουν ὡς ἡμεῖς ᾠόμεθα. ἔκπλουν ἔκπλευσιν. καθίστατο ἐποίει.
ἰδεῖν τινὰ αὐτήν.
μολπηδὸν ἠχητικῶς. ὄρθιον μέγα.
ἀντηλάλαξε τῷ τῶν Ἑλλήνων ἤχῳ ἀντήχησε.
φόβος δὲ παρῆν πᾶσι τοῖς βαρβάρων ἀκούσασι τῶν παιάνων τῶν Ἀθηναίων καὶ ἀποσφαλεῖσι τῆς ἐλπίδος· οὐδὲ γὰρ τότε οἱ Ἕλληνες παιᾶνα καὶ ὕμνον ὕμνουν σεμνὸν ὡς ἐν φυγῇ, ἤγουν ὡς πρὸς φυγὴν ἀποκλῖναι μέλλοντες, ἀλλʼ οἷον ὡς ἐν μάχῃ ὁρμῶντες.
γνώμης ἀποσφαλεῖσιν προσδοκίας ἁμαρτάνουσιν.
σεμνὸν μέγαν, λαμπρόν.
ἐς μάχην εὐφήμουν.
σάλπιγξ ἡ σάλπιγξ δὲ ἐν ἀϋτῇ καὶ βοῇ καὶ ἠχοῖ πάντα ἐκεῖνα ὑπερέφλεγεν, ἤτοι τὰ τῶν Ἑλλήνων πάντα περίχωρα τὰ ἐκεῖ ἐξέκαιεν καὶ ἀνήγειρεν ἡ σάλπιγξ. ἀϋτῇ ἐν ἤχῳ. ἐπέφλεγεν λαμπρῶς ἐπεῖχε.
εὐθὺς δὲ κώπης εὐθὺς δὲ ἐν τῇ συγκινήσει τῆς κώπης τῆς ῥοθιάδος καὶ τῆς ἠχητικῆς ἐν τῷ κινεῖσθαι, ἢ τῆς ἐν ὑγρῷ ἐλαυνομένης, ἔπαισαν τὴν ἅλμην τὴν βρύχιον καὶ βαθεῖαν. τὸ δὲ βρύχιον ἀντὶ τοῦ νειόθεν καὶ ἀπὸ τοῦ βυθοῦ. ῥοθιάδος ἦχον ἐκ ῥοθίου ἀποτελούσης.
βρύχιον ποταπὴν ἠχητικήν.
θοῶς δὲ πάντες ᾖσαν δὲ καὶ ὥρμησαν πάντες ταχυτάτως ὡς ἰδεῖν αὐτοὺς ἐκφανεῖς καὶ ἄγαν φανερούς· ἢ ἦσαν καὶ ὑπῆρχον εἰς τὸ θεαθῆναι τοῖς Πέρσαις λίαν ἐμφανεῖς. ἐκφανεῖς ἔκδηλοι.
τὸ δεξιὸν μὲν τὸ δεξιὸν μὲν κέρας καὶ μέρος τοῦ Θεμιστοκλέους μετʼ εὐταξίας προηγεμόνευε τῶν ἄλλων καὶ προήρχετο· δεύτερον δὲ ἐπεξεχώρει καὶ ἐξήρχετο καὶ ὁ πᾶς στόλος, καὶ παρῆν ἀκούειν ὁμοῦ βοὴν πολλὴν, ἥτις ἦν ταῦτα· ἔλθετε, ὦ Ἕλληνες, ἐλευθεροῦτε ἀπὸ τῶν βαρβάρων τὴν πατρίδα ἡμῶν καὶ τὰς γυναῖκας καὶ τοὺς παῖδας καὶ πάντα τὰ ἡμέτερα. τὸ δεξιὸν οὕτως εἰώθασι σχηματίζειν τὸ στρατόπεδον, κέρας μὲν δεξιὸν τιθέντες καὶ ἀριστερὸν ἐξ ἑκατέρων τῶν μερῶν, τὸ μεταξὺ δὲ μέτωπον καλοῦντες, τὸ δὲ ὄπισθεν οὐραγίαν, ἣν ἰδιωτικῶς σάκαν καλοῦσιν.
ἡγεῖτο προωδοποίει.
ὁμοῦ τῷ κινεῖσθαι.
ἕδη τὰ ἀγάλματα.
καὶ μὴν παρʼ ἡμῶν ὑπηντίαζε καὶ δὴ παρʼ ἡμῶν ὑπηντίαζε καὶ ἐναντίως τούτοις ἐφέρετο ὁ ῥόθος καὶ ὁ ἦχος καὶ κραυγὴ τῆς Περσικῆς γλώσσης, τουτέστιν, ἀντεφωνοῦμεν ἐκείνοις καὶ οὐκ ἔτι ἦν ἀκμὴ καὶ καιρὸς τοῦ μέλλειν καὶ βραδύνειν.
ὑπηντίαζε συνήντα. ἀκμὴ καιρός.
χαλκήρη στόλον τὸ ἔμβολον λέγει. στόλος δὲ λέγεται παρόσον εἰς ὀξὺ συνεσταλμένα εἰσίν. οὕτως γὰρ ἔλεγον στόλον τὰ ἀπωξυσμένα. Ἄλλως. τὸ ἔμπροσθεν τοῦ κατέργου λέγει. ἔστι δὲ καὶ περιβεβλημένον χαλκῷ. τηνικαῦτα δὲ ναῦς ἡ Ἀθηναϊκὴ ἔπαισε καὶ ἔτυψε τὸν χαλκήρη στόλον, ἤτοι τὸ ἔμβολον, ἐν νηὶ Περσικῇ δηλονότι. στόλον δὲ λέγει παρʼ ὅσον εἰς ὀξὺ συνεσταλμέναι ἦσαν· στόλον γὰρ ἔλεγον τὰ ἀπωξυμμένα, οἷον συνεσταλμένα ἐν τῇ ὀξύτητι. λέγει δὲ χαλκήρη τὸν χαλκῷ περιβεβλημένον. εὐθὺς δὲ δέον οὕτως εἰπεῖν, εὐθὺς δὲ ναῦς ἐν νηὶ ὥρμησεν, ὁ δὲ ἔπαισεν εἶπεν. ἐπειδὴ γὰρ ἡ ὁρμὴ αὐτῆς ἐπιτύψει καὶ συγκρούσει νηὸς ἑτέρας ἐγένετο, διὰ τοῦτο ἔπαισεν εἶπε. χαλκήλατον δὲ στόλον λέγει τὴν ὁρμὴν ἣν μετὰ σιδήρου ἐποιεῖτο· τὰ γὰρ μακρὰ πλοῖα ἔμπροσθεν ἔχουσιν, ὡς αἰχμὴν ἀπὸ σιδήρου, διʼ ἧς τοῖς τῶν πολεμίων πλοίοις ἐπιφερόμενα θραῦσιν ἐργάζονται. στόλον πορείαν.
ἦρξε δʼ ἐμβολῆς ἀρχὴν δὲ ἐποίησε τοῦ πρώτου πολέμου ναῦς Ἀθηναϊκὴ, ἤγουν ὁ Λυκομήδης ὁ Αἰσχραίου παῖς, καὶ διακόπτει τηνικαῦτα πάντα τὰ κόρυμβα καὶ τὰ ἀκροστόλια τῆς Φοινίσσης, ἤγουν τῆς Περσικῆς, νηός· οἱ γὰρ Φοίνικες τῶν Περσῶν εἰσίν· ἄλλος δὲ ἐπʼ ἄλλην νῆα Περσικὴν ηὔθυνε καὶ ἡτοίμαζε καὶ ἐπιτηδείως ἦγε τὸ δόρυ· τὴν γὰρ ναῦν λέγει δόρυ. Ἑλληνικὴ ἡ τοῦ Θεμιστοκλέους.
κόρυμβʼ τὰ ἄκρα. ἴθυνεν ἐπέφερεν.
καὶ πρῶτα μὲν κατὰ τὴν ἀρχὴν μὲν, φησὶ, τὸ συγκίνημα τοῦ Περσικοῦ στρατοῦ ἀνθίστατο καὶ ἀντεμάχετο τοῖς Ἀθηναίοις· ἐπεὶ δὲ ἐν στενῷ συνηθροίσθη τὸ πλῆθος τῶν νηῶν· μεταξὺ δὲ Σαλαμῖνος καὶ Αἰγίνης ἦν τὸ στενόν· καὶ οὐδαμοῦ τις βοήθεια ἀλλήλοις παρῆν· οὐ γὰρ ἠδύνατο ἕτερος ἑτέρῳ συμμαχῆσαι διὰ τὴν στενότητα τοῦ τόπου· αὐτοὶ δὲ οἱ Πέρσαι ὑφʼ αὑτῶν ἐτύπτοντο ταῖς συγκρούσεσι καὶ προσαράξεσι τῶν νηῶν, συνέθλαττον πάντα κωπήρη στόλον, οἱ Ἕλληνες δὲ οὐκ ἀβούλως καὶ ἀδιδάκτως κύκλοθεν ἔτυπτον τοὺς Πέρσας, ἔπιπτον δὲ αἱ νῆες· θάλασσα δὲ οὐκ ἔτι ἦν, ὥστε ἰδεῖν αὐτὴν, ἤτοι οὐκ ἐφαίνετο ἡ θάλασσα γέμουσα τῶν νεκρῶν· οἱ αἰγιαλοὶ δὲ καὶ αἱ ὕφαλοι πέτραι ἔγεμον τῶν πτωμάτων, πᾶσα δὲ ναῦς Περσικὴ ἠρέσσετο καὶ ἐκωπηλατεῖτο ἐν φυγῇ ἀκόσμως καὶ ἀτάκτως. οἱ γὰρ φεύγοντες οὐκ εὐτάκτως πορεύονται. ῥεῦμα πλῆθος.
ἀντεῖχεν καθίστατο. ἐν στενῷ τῷ μεταξὺ Αἰγίνης καὶ Σαλαμῖνος. νεῶν τῶν Περσικῶν.
ἀρωγὴ δʼ οὔ τις οὐ γὰρ εἶχον ποῖ φύγοιεν. ἀλλήλοις τοῖς ἐν ταῖς ναυσὶ Πέρσαις.
ἐμβολαῖς συγκρούσεσι.
ἀφραδμόνως ἀνεπιστημόνως.
ἔθεινον ἐχώρουν. νεῶν τῶν Περσικῶν.
ναυαγίων ναυαγία αὐτὸ τὸ πάθος, ναυάγιον δὲ αὐτὸ τὸ ναυαγῆσαν σκάφος. ναυαγίων δὲ ἐνταῦθα τῶν πτωμάτων.
χοίραδες θαλάσσιοι. πέτραι ἐπλήθυον ἔγεμον.
ἠρέσσετο ἐχώρει διὰ κωπηλασίας.
τοὶ δʼ ὥστε θύννους οὗτοι δὲ οἱ Ἕλληνες ἔπαιον καὶ ἔκοπτον ὥσπερ θύννους ἐν ἀγαῖσι καὶ ἐν κλάσμασι κωπῶν, θραύσμασίν τʼ ἐρειπίων. ἰχθύων βόλον ἄγραν. τοὶ δʼ οἱ Ἕλληνες. βόλον ἄγραν.
θραύσμασίν τʼ ἐρειπίων ἐρείπια κυρίως τὰ πτώματα τῶν οἴκων λέγεται, ἢ τὰ σώματα τὰ θνησιμαῖα τὰ πτώσει ὑποπεσόντα. καταχρηστικῶς δὲ ἐνταῦθα ἐρειπίων τῶν νεῶν τῶν ἀφανισθεισῶν. θραύσμασίν τʼ ἐρειπίων συντετριμμένων νεῶν. κυρίως δὲ ἐρείπιον ἐπὶ οἴκου.
ὁμοῦ τῷ συντετρίφθαι.
Πελασγίαν Ἑλληνικήν.
ἕως κελαινῆς νυκτὸς λείπει τὸ τὴν μάχην, ἵνʼ ᾖ οὕτως· ἕως τὸ ὄμμα τῆς μελαίνης καὶ σκοτεινῆς νυκτὸς, ἤτοι αὐτὴ ἡ νὺξ, ἐπιγενομένη ἔλυσεν αὐτοὺς τῆς μάχης. ἀφείλετο τὸν πόλεμον.
κακῶν δὲ πλῆθος τὸ πλῆθος δὲ τῶν κακῶν οὐκ ἂν ἐκπλήσαιμί σοι καὶ πληρώσαιμι, οὐδʼ ἂν εἰ δέκα ἡμέρας στοιχηγοροίην, ἤτοι μετὰ σπουδῆς καὶ ἐφεξῆς καὶ κατὰ τάξιν λέγοιμι, στοιχομυθοίην.
στοιχηγοροίην κατὰ τάξιν διηγοίμην.
εὖ γὰρ τόδʼ ἴσθι καλῶς γὰρ γίνωσκε ὅτι οὓς εἶπον θανεῖν οὐδὲ μιᾶς ἡμέρας εἰσί. γράφεται δὲ καὶ τοσοῦτʼ ἀριθμὸν ἀντὶ τοῦ πλῆθος ἀνθρώπων τοσοῦτο κατὰ τὸν ἀριθμόν. ἴσθι τόδʼ, οὐδʼ ἂν ἐν μιᾷ ἡμέρᾳ τοσοῦτον πλῆθος ἀνθρώπων θανεῖν ἐν ἅπαντι τῷ κόσμῳ ὁπόσον ἐκεῖσε ἀπέθανεν, ἤτοι πλεῖον γίνωσκε θανεῖν ἐκεῖ παρὸ ἐν μιᾷ ἡμέρᾳ ἐφʼ ὅλην τὴν οἰκουμένην.
τοσουτάριθμον τοσοῦτο καὶ πολὺ καὶ μέγα κατὰ τὸν ἀριθμόν. ἄριθμον τὸ ἀναρίθμητον· ἀπὸ τοῦ α στερητικοῦ μυρίου καὶ τοῦ ἄριθμος, ἀάριθμον καὶ κράσει τῶν δύω αα εἰς α μακρὸν ἄριθμον.
αἶ αἶ φεῦ φεῦ, μέγα πέλαγος τῶν κακῶν ἐρράγη Πέρσαις καὶ πᾶσι τοῖς βαρβάροις. εὔκαιρος δὲ ἡ τροπὴ ἀπὸ τῶν ἐν πελάγει δυστυχησάντων. ἔρρωγεν ἐπέπεσε.
μεσοῦν καλῶς γίνωσκε μηδέπω ἐμὲ τὸ κακὸν τοῦτο μεσάσαι· ὥστε τρία ἃ εἶπον εἰσίν· οὔπω γὰρ ἐμέσασε, ἐναπολέλειπται δὲ τὸ δίμοιρον τοῦ κακοῦ. τὸ τότε συμβὰν τοῖς Πέρσαις κακὸν διηγούμενος οὐδέπω τὸ ἡμίσυ διηγησάμην, ἀλλὰ τοσοῦτόν ἐστι τὸ λοιπὸν τῆς διηγήσεως ὡς δὶς εἶναι τοσοῦτον. νόει οὖν τὸ μεσοῦν ἢ ἀπαρέμφατον, ἢ οὐδέτερον.
ὡς τοῖσδε καὶ δὶς ὥστε τοῖσδε τοῖς παρʼ ἐμοῦ λεχθεῖσι καὶ δὶς ἀντισηκῶσαι καὶ ἀντισταθμῆσαι τὰ ἐναπολειφθέντα ἐν τῇ ῥοπῇ καὶ τῷ σταθμῷ. τοῦτο γὰρ δηλοῖ τὸ ὥστε τοῖσδε καὶ δὶς ἀντισηκῶσαι ῥοπῇ. τὸ δὲ τοιάδʼ ἐπʼ αὐτοὺς ἦλθε συμφορὰ πάθους διὰ μέσου ληπτέον. γίνωσκε γὰρ ὅτι ὅσα εἶπον δὶς τόσα εἰσίν. ἃ ὑπέμειννα κακὰ ἀντισήκωσιν καὶ ἀντιστάθμησιν δὶς τόσα ὧν εἶπον. ῥοπῇ τῇ κακῶν δηλονότι. τοῖσδε οἷς εἶπον. ἀντισηκῶσαι ἀντιπεσεῖν, ἀντιμετρῆσαι. ῥοπῇ ἐν βάρει, ἐν καθελκύσει.
καὶ τίς γένοιτʼ ἂν καὶ τίς ἂν τύχη γένοιτο ἐχθίων καὶ περισσοτέρως μεμισημένη ταύτης; λέξον τίνʼ αὖ λέγεις ταύτην τὴν συμφορὰν ἐλθεῖν ὁρμῶσαν μείζονα τῶν κακῶν.
ῥέπουσαν χωροῦσαν.
ἀκμαῖοι γενναῖοι.
ἐκπρεπεῖς καὶ ὡραῖοι.
αὐτῷ τʼ ἄνακτι καὶ αὐτῷ τῷ ἄνακτι, ἤτοι βασιλεῖ τῷ Ξέρξῃ. πίστιν ἐν πρώτοις κατὰ τὴν πίστιν ἐν πρώτοις, ἤτοι πιστότατοι αὐτῷ ἦσαν. ληπτέον γὰρ τὸ ἦσαν πάλιν ἀπὸ κοινοῦ.
συμφορᾶς ἕνεκα.
νῆσός τις ἐστὶν τὴν Ψυττάλειάν φησιν, ἥτις ἀπέχει τῆς Σαλαμῖνος ρεʹ σταδίους, ὅπου εὑρεθέντες οἱ ἡγεμόνες τῶν Περσῶν ὑπὸ τῶν Ἀθηναίων ἀπώλοντο. νῆσος ἡ Ψυττάλεια ἀπέχουσα Σαλαμῖνος σταδίους — ἑκατὸν — πέντε.
ἣν ὁ φιλόχορος Πὰν φιλόχορον τὸν Πᾶνα τὸν θεὸν λέγει τὸν αὐλητήν· ἐμβατεύειν δὲ ταύτην τὴν νῆσον τοῦτον λέγει, ἢ ὡς ἱερᾶς Πανὸς οὔσης τῆς νήσου, ἢ ὡς ἐρήμου. ἐρήμοις γὰρ οὗτος ὁ θεὸς ἐνδιατρίβειν εἰώθει. βαιὰ μικρά. δύσορμος δυσλίμενος. ὁ φιλόχορος ὁ τῇ μουσικῇ χοροὺς συστάς· τοιοῦτος γὰρ ὁ θεός. ναὸς δὲ ἦν αὐτοῦ ἐνταῦθα παρʼ αἰγιαλῷ.
ἐμβατεύει περιπατεῖ.
ἐνταῦθα πέμπει τοὺς ἐνταῦθα, φησὶ, πρὸς τὴν εἰρημένην νῆσον τὴν Ψυττάλειαν πέμπει τούτους ὁ Ξέρξης, ὅπως ὅταν οἱ ἐχθροὶ τῶν Περσικῶν νεῶν φθαρέντες πρὸς τὴν νῆσον ἐκσωζοίατο, ἀντὶ τοῦ μετὰ φθορᾶς καὶ βλάβης ἐκσωθῶσι καὶ ἐξέλθωσι πρὸς τὴν νῆσον, κτείνοιεν καὶ φονεύσειαν ῥαδίως κρατηθέντα τὸν στρατὸν τῶν Ἑλλήνων, τοὺς φίλους δὲ Πέρσας ὑπεκσώζοιεν ὑπὸ τῶν θαλασσίων πόρων, κακῶς ἱστορῶν, προβλέπων καὶ νοῶν καὶ σκοπῶν τὸ μέλλον. Ἄλλως. ἐκεῖ γὰρ ἔπεμψε τοὺς ἡγεμόνας ὁ Ξέρξης, ἵνα, ἐὰν φεύγοντες οἱ Ἀθηναῖοι ἔλθωσιν ἐκεῖσε, ἀποκτανθῶσι παρʼ αὐτῶν. συνέβη δὲ τοὐναντίον. τὸ δὲ ἱστορῶν σημείωσαι ἀντὶ τοῦ προβλέπων.
φθαρέντες ἡττηθέντες. ἐχθροὶ οἱ Ἕλληνες. νῆσον εἰς τήν.
εὐχείρωτον εὐκατάληπτον.
ὡς γὰρ ἐπεὶ γὰρ, φησὶν, ὁ θεὸς ἔδωκε τοῖς Ἕλλησι κῦδος καὶ δόξαν τῆς μάχης τῶν νεῶν, ἤτοι ἐν τῇ ναυμαχίᾳ ἐτίμησεν, αὐθημερὸν καὶ ἐν αὐτῇ ἐκείνῃ τῇ ἡμέρᾳ ἐξέθρωσκον καὶ ἐπήδων ἀπὸ τῶν νεῶν, φράξαντες τὸ σῶμα ἑαυτῶν ὅπλοις καλῶς κατεσκευασμένοις· περιεκυκλοῦντο δὲ καὶ συνεῖχον γύρωθεν πᾶσαν τὴν νῆσον, ὥστε ἀμηχανεῖν τοὺς Πέρσας ποῦ φύγοιεν. ἱστορῶν σκοπῶν. ὡς ἐπεί.
κῦδος δόξαν, κράτος, ὑπεροχήν.
αὐθημερὸν παραυτίκα. δέμας σῶμα.
ἀμφὶ περί.
νῆσον τὴν Ψυττάλειαν. ἀμηχανεῖν αὐτοὺς ὑπὸ τῶν ἐκεῖσε παραγενομένων, καὶ ποτὲ μὲν λίθοις, ποτὲ δὲ ὀϊστοῖς αὐτοὺς βαλόντων.
πολλὰ μὲν γὰρ ἐκ χερῶν πέτρῃσιν ἠράσσοντο ἤγουν λίθοις ἐβάλλοντο καὶ συνετρίβοντο λιθολευστούμενοι· ἀπὸ τῆς τοξικῆς τε θώμιγγος ἰοὶ καὶ βέλη προσπίπτοντες ὤλλυσαν καὶ ἔφθειραν τοὺς Πέρσας. θῶμιγξ δέ ἐστιν ὁ λεπτότατος σχοῖνος. μεταφορικῶς δὲ ἐνταῦθα λέγει τὴν νευρὰν τοῦ τόξου.
ἠράσσοντο ἐπλήττοντο.
θώμιγγος νευρᾶς. ὤλλυσαν ἔφθειρον.
τέλος δʼ ἐφορμηθέντες ὕστερον δὲ κινηθέντες ὁμοῦ πάντες οἱ Ἕλληνες ἐξ ἑνὸς ῥόθου καὶ ἐκ μιᾶς ῥοπῆς, κρεοκοποῦσι τὰς σάρκας τῶν ἀθλίων Περσῶν, ἤγουν ἐθανάτωσαν ἅπαντας. ὁ Ξέρξης δὲ ἐθρήνησεν ὁρῶν βάθος κακῶν. ἡ μεταφορὰ ἀπὸ τῶν ὑδάτων.
δυστήνων τῶν Περσῶν.
βάθος μέγεθος, πλῆθος.
ἕδραν γὰρ εἶχε παντὸς εὐαγῆ στρατοῦ, ὑψηλὸν ὄχθον ἕδραν γὰρ εἶχεν καὶ ἐκάθητο ἐν ὑψηλῷ, φησὶ, τόπῳ. καὶ διὰ τοῦτο ἑώρα τὸν στρατὸν ὁ Ξέρξης καὶ τὰ αὐτῷ συμβάντα. ἕδραν γὰρ εἶχε πλησίον τῆς πελαγιζούσης θαλάσσης, ὅθεν ἐδύνατο καλῶς ἄγειν τὸν ὀφθαλμὸν πανταχοῦ καὶ βλέπειν· ὑψηλὸς γὰρ ἦν. τὸ δὲ εὐαγῆ παντὸς στρατοῦ ἀντὶ τοῦ καθαρὰν κεχωρισμένην, ἔχουσαν εὖ οἷον τὴν ἄποψιν, καὶ ἐπιτηροῦσαν τὸν λεὼν ἅπαντα. ἢ αὐγάζοντα καὶ ὁρῶντα. λέγει δὲ τὸ ἀντικρὺ Σαλαμῖνος ὄρος τὸν Αἰγάλεων, ὥς φησιν Ἡρόδοτος. εὐαγῆ εὐκατάληπτον.
ὄχθον τὸν Αἰγάλεων, ὡς Ἡρόδοτός φησιν. Πελασγίας τῆς Ἑλληνικῆς.
ῥήξας δὲ πέπλους σχίσας δὲ τὰ ἱμάτια ἑαυτοῦ καὶ ἀνοιμώξας ὀξὺ καὶ μέγα ὥρμα σὺν φυγῇ, ἤτοι ἔφευγε ταχέως, ἄφαρ καὶ εὐθέως παραγγείλας καὶ συμβουλευσάμενος τῷ πεζῷ στρατεύματι φυγεῖν δηλονότι.
παραγγείλας προσδραμὼν, πλησιάσας. ἄφαρ εὐθέως.
ἤιξ ὥρμησεν. τοιάνδε συμφοράν.
πρὸς τῇ πάροιθεν ἣ διηγησάμην, ἢ τῇ τοῦ Δαρείου. πάρα πάρεστι. στένει στενάζει.
ὦ στυγνὲ δαῖμον ὦ τύχη, ἡ στυγνάζειν καὶ ἀνιᾶσθαι ποιοῦσα ἡμᾶς, ψευσθῆναι ἐποίησας τῶν φρενῶν τοὺς Πέρσας καὶ ἀποτυχεῖν ὧν ἤλπιζον. ἔψευσας ψευσθῆναι ἐποίησας τῶν λογισμῶν ἐλπίζοντας ἀκονιτὶ πᾶσαν τὴν Ἑλλάδα αἱρήσειν, καὶ μηδένα αὐτοῖς εἰς ὄψιν ἐλθεῖν, μὴ ὅτι μαχέσασθαι.
οὓς πρόσθε Μαραθὼν Μαραθὼν ὄρος ὅπου πολλοὶ τῶν βαρβάρων ἀπώλοντο, οὓς ὁ Δαρεῖος πολεμῆσαι τοῖς Ἀθηναίοις ἀπέστειλε, τῷ ἀριθμῷ ὡσεὶ μυριάδας λʹ· ἐφʼ ᾧ Ξέρξης μανεὶς, καὶ τοὺς Πέρσας πάντας καὶ τοὺς ἀπὸ τῶν πέριξ πόλεων συναγαγὼν, τοῖς Ἀθήναις ἐπεχωρίαζε χρόνους ὠσεὶ δέκα παρασκευαζόμενος.
πράξειν ἀπαιτήσειν.
τορῶς ἀκριβῶς.
ναῶν δὲ ταγοὶ οἱ ταγοὶ δὲ καὶ οἱ ἡγεμόνες τῶν λελειμμένων νεῶν σύδην καὶ ὁρμητικῶς αἱροῦνται φυγὴν κατʼ οὖρον οὐκ εὔκοσμον, ἤτοι οὐκ ἐν ἐπιτηδείῳ καιρῷ φυγῆς ἐδράξαντο, τροπικῶς ἀπὸ τῶν ἐν χειμῶνι πλεόντων, ὅτε φυσῶσιν ὀλέθριοι ἄνεμοι. τινὲς δὲ τοῦτό φασιν οὕτως, ὅτι ἐκεῖσε, φησὶν, ἀπίασιν ὅπου αὐτοὺς ὁ ἄνεμος φέρει. ναῶν δὲ οὗτος ὁ σύνδεσμος συνάφειά ἐστι πρὸς τὴν ἄνω διήγησιν αὐτοῦ τοῦ ἀγγέλου, εἰ καὶ διὰ μέσου ἡ Ἄτοσσα ἀπεκλαύσατο τὴν τῶν Περσῶν δυστυχίαν. τῶν λελειμμένων ἐναπολειφθεισῶν. σύδην ὁρμητικῶς.
κατʼ οὖρον κατʼ εὐθεῖαν, καθʼ ὁρμήν.
οἱ μὲν ἀμφὶ Κρηναῖον γάνος τόπος Βοιωτίας ἡ Κρήνη. οἱ μὲν οὖν, φησὶν, ἐς τὴν Βοιωτῶν χθόνα, τῷ δίψει φθειρόμενοι καὶ ἀποθνήσκοντες, οἱ δὲ ἀπολειφθέντες, παρειμένοι καὶ οἷον μικρὸν ἀσθμαίνοντες, ἐκπερῶμεν πρὸς τὴν Φωκίδα καὶ τὴν Δωρίδα γῆν καὶ τὸν Μηλιᾶ κόλπον, ὅπου ῥέει ὁ Σπερχειὸς ποταμός. οὗτος γὰρ ἐξ Αἰνιάνων ῥέων εἰς τὸν Μηλιακὸν ἐμβάλλει κόλπον. γάνος εὐφροσύνην.
πονοῦντες ταλαιπωροῦντες ὤλλυντο. κενοὶ καταβεβλημένοι, χαῦνοι.
ἄρδει πιαίνει.
κἀντεῦθεν ἡμᾶς γῆς ἀπὸ δὲ τῆς γῆς τῶν Φωκέων ἐδέξατο ἡμᾶς ἡ γῆ τῶν Ἀχαιῶν καὶ ἡ πόλις τῶν Θετταλῶν, ἐνδεεῖς ὄντας καὶ χρῄζοντας τροφῆς· ὅπου πολλοὶ ἀπέθανον ἀπό τε δίψης καὶ πείνης. ταῦτα γὰρ ἦν τότε. γῆς Ἀχαΐδος πέδον πέδον Ἀχαΐδος ἡ Μονεμβασία ἡ πρὶν λεγομένη Δωρίς.
Θεσσαλῶν πόλισμʼ ἡ Λάρισσα, ἢ τὰ Φάρσαλα.
Μαγνητικὴν ἔστι γὰρ ἐν Μακεδονίᾳ πόλις Μαγνησία, ὥς φησι Δημοσθένης, περὶ τὸν Ὄλυμπον.
Ἀξίου τοῦ Βαρδάρη ποταμοῦ.
Βόλβης θʼ ἕλειον Βόλβη ὄνομα λίμνης Θρᾳκικῆς, ἥτις ὑλώδης καὶ τελματώδης οὖσα καὶ κάθυγρος δόνακας πολλοὺς ἀναδίδωσιν, ἤτοι βούτομα καὶ πάπυρα, ἀλλὰ δὴ καὶ βολβοὺς ἤτοι ὕδνα. Βόλβης λίμνης ἐν αὐτῇ οὔσης Μακεδονίᾳ.
Ἡδωνίδʼ Μακεδονικήν.
ἄωρον παρὰ καιρόν· οὐ γὰρ χειμωνικὸς ἦν καιρός. ὦρσε ἐνέβαλε.
ἁγνοῦ Στρυμόνος ἁγνούς φασι τοὺς ποταμοὺς ὡς ὄντας τῆς ἀθανάτου φύσεως μίμημα. λέγει δὲ καὶ τὸν παρόντα Στρυμόνα ἁγνὸν, διὰ τὸ καθαρὸν καὶ διειδὲς φυλάττειν τὸ ὕδωρ αὐτοῦ. ἔστιν οὗτος ποταμὸς Θρᾴκης. θεοὺς δέ τις τὸ πρὶν νομίζων οὐδαμοῦ αἰνίττεται τὸν Ξέρξην. ὅστις δὲ τῶν Περσῶν πρὶν οὐκ ἐγίνωσκε τοὺς θεοὺς, τότε προσεκύνει τὸν οὐρανὸν καὶ τὴν γῆν μετὰ λιτῶν καὶ παρακλήσεων. ἐπεὶ δὲ πολλὰ παρακαλῶν καὶ γονυπετῶν ὁ στρατὸς ἐπαύσατο, διαπερᾷ τὸν πόρον καὶ τὸν ποταμὸν τὸν κρυστάλλῳ πεπηγότα. λέγει δὲ τὸν Στρυμόνα. Ἄλλως. καὶ ὁ πάνυ ἀσεβὴς τότε προσεκύνει τὸν οὐρανὸν καὶ τὴν γῆν. ἁγνοῦ καθαροῦ. γαῖαν οὐρανόν τε καταχθονίους καὶ οὐρανίους θεούς.
θεοκλυτῶν παρακαλῶν τοὺς θεούς.
χὤστις μὲν ἡμῶν καὶ ὅστις μὲν ὡρμήθη καὶ ὥρμησε περᾶσαι τὸν πεπηγότα ποταμὸν, πρὶν σκεδασθῆναι πανταχοῦ τὰς ἀκτῖνας τοῦ ἡλίου, ἤγουν πρὸ τοῦ τὸν ἥλιον ἀνατεῖλαι καὶ τὸ πεπηγὸς θερμᾶναι, κυρεῖ καὶ ὑπάρχει σεσωσμένος, ἀντὶ τοῦ ἐσώθη. κυρίως δὲ σκεδασθῆναι τὸ ἀφανισθῆναι καὶ παυθῆναι ἐστί. σκεδασθῆναι διαχυθῆναι. θεοῦ τοῦ ἡλίου.
φλέγων γὰρ αὐγαῖς ὁ γὰρ λαμπρὸς κύκλος τοῦ ἡλίου, περιφραστικῶς ὁ ἥλιος, φλέγων καὶ λάμπων ἐν αὐγαῖς καὶ ταῖς οἰκείαις ἀκτῖσι, διῆκε τὸν ποταμὸν μέσον, ἤγουν διελθεῖν καὶ ῥεῦσαι καὶ λυθῆναι τὸ πεπηγὸς ἐποίησε, θερμαίνων ἐκεῖνον· ἔπιπτον δὲ καὶ ἀπεπνίγοντο ἐν τῷ ποταμῷ συνεχεῖς. εὐτυχὴς δὲ ἦν ὅστις ταχινώτερον τῶν ἄλλων ἀπέθανε.
δικῆκε διῆλθε.
πῖπτον οἱ διὰ τοῦ κρυστάλλου περῶντες τῷ ἡλίῳ διαλυθέντος.
ὅσοι δὲ λοιποὶ ὅσοι δὲ ἐπίλοιποι καὶ ἔτυχον σωτηρίας, ἤτοι οὐκ ἐπνίγησαν, τὴν Θρᾴκην διελθόντες μόλις ἥκουσιν ἐπὶ τὴν Περσίδα γῆν, τὴν ἑστιοῦχον καὶ ἔχουσαν αὐτῶν τὴν ἑστίαν· ὥστε στένειν μετὰ τοσαῦτα κακὰ καὶ τὴν πόλιν αὐτῶν, τὴν τοὺς αὑτῆς φιλοῦσαν πολίτας, οὓς ἀνεθρέψατο. τινὲς δὲ τὸ «ὥστε στενάζειν» ἐπὶ τῆς πόλεως ἀποδιδόασι, καί φασιν, ἥκουσιν οὗτοι πρὸς τὴν αὑτῶν πατρίδα, ὥστε τὴν πόλιν τούτους στενάζειν.
ἑστιοῦχον οἰκείαν.
ταῦτʼ ἔστʼ ἀληθῆ ταῦτα ὅσα εἶπον ἀληθῆ· πολλὰ δὲ καὶ ἄλλα παρίημι τῶν κακῶν, ἃ ὁ θεὸς ἐπελθεῖν ἐποίησε τοῖς Πέρσαις.
ἐγκατέσκηψε ἐπέθηκεν, ἐνέβαλλεν. θεὸς ἡ τύχη.
ὦ δυσπόνητε ὦ δαῖμον δυσπόνητε καὶ χαλεποὺς πόνους ἡμῖν ἐμποιήσας, ὡς λίαν βαρὺς ἐνήλλου καὶ ἐπεπήδησας πᾶσι τοῖς Πέρσαις. ἤγουν, ὦ χαλεπὴ τύχη, ὡς ἄγαν βαρεῖα ἐπῆλθες τοῖς Πέρσαις. δυσπόνητε δυστυχίας αἴτιε.
οἲ ἐγὼ τάλαινα φεῦ ἐγὼ ἡ ἀθλία ἕνεκεν τοῦ ἀπολομένου καὶ ἀφανισθέντος στρατοῦ. διαπεπραγμένου ἠφανισμένου.
ὑμεῖς δὲ φαύλως πρὸς τὸν χορὸν ἡ Ἄτοσσά φησιν, ὑμεῖς δὲ οὐκ ἀληθῶς αὐτὰ τὰ ὀνείρατα ἐκρίνατε. ὀνείρατα δέ φησιν ἃ εἴρηκεν ἐν τῇ ἀρχῇ λέγουσα, Πολλοῖς μὲν αἰεὶ νυκτέροις ὀνείρασι καὶ τὸ Ὁρῶ δὲ φεύγοντʼ αἰετὸν πρὸς ἐσχάραν Φοίβου.
φαύλως ταπεινῶς.
ὅμως δʼ ἐπειδὴ ὅμως δʼ ἐπειδὴ ἡ ὑμετέρα φάτις οὕτως ἐκύρωσε καὶ κρίσις, τοῦ χοροῦ δηλαδὴ, λέγουσά μοι εὔξασθαι θεοῖς καὶ Δαρείῳ θέλω τοῦτο ποιῆσαι πρῶτον, ἔπειτα ἥξω λαβοῦσα ἀπὸ τῶν ἐμῶν οἴκων δωρήματα τῇ γῇ τε καὶ τοῖς θνητοῖς πέλανον. πέλανος δέ ἐστιν ὁ ἐζυμωμένος καὶ πεπηγὼς πλακοῦς. λέγεται δὲ καὶ ὁ ῥύπος. τῇδʼ οὕτως. ἐκύρωσε πρώην. φάτις ὁ λόγος.
φθιτοῖς τῷ Δαρείῳ δηλονότι.
ἥξω λαβοῦσα ἐπάξω· ἢ στικτέον εἰς τὸ ἥξω. ἡ δὲ σύνταξις τοιαύτη· ἔπειτα ἥξω καὶ ἐπάξω δωρήματα γῇ τε καὶ ἕνεκα τῶν φθιτῶν ἤγουν τῶν νεκρῶν, λαβοῦσα ἀπὸ τῶν ἐμῶν οἴκων πέλανον καὶ θῦμα. πέλανον θῦμα.
ἐπίσταμαι μὲν οἶδα μὲν, φησὶν, ἐγὼ ὅτι ἐπὶ ἐξειργασμένοις καὶ ἤδη φθάσασι γενέσθαι πράγμασι καὶ φόνοις τῶν Περσῶν μέλλω θύειν αὐτή· τὸ κακὸν γὰρ ἤδη ἐγένετο· ἀλλʼ ὅμως κἂν ἐπὶ τοῖς ζῶσιν ἀνδράσιν εὔξομαι, εἴ πως τὸ μέλλον καλῶς ἀποβήσεται. ἐπʼ ἐξειργασμένοις ποιήσω ταῦτα τετελεσμένοις πράγμασι.
ἀλλʼ ἐς τὸ λοιπὸν ἀλλὰ διὰ τοὺς ζῶντας χρὴ θυσίας ποιεῖν, εἴ που τινὲς εἶεν ζῶντες. τὸ λοιπὸν θύσω καὶ εὔξομαι. λῷον κρεῖττον.
πιστοῖς γε πιστὰ συνεισφέρειν πιστὰς βουλὰς ἡμῖν πιστοῖς οὖσιν εἰς ὑμᾶς. εἰ δὲ γράφεται πιστοὺς, λέγει, ὑμᾶς δὲ χρὴ πιστοὺς ὄντας πιστὰ βουλεύεσθαι. πιστοῖς πιστῶς ὤφειλεν εἰπεῖν, ἀλλὰ πρὸς τὸ ὄνομα ἐπήγαγε. νοεῖται δὲ διπλῶς, ἢ ἐπὶ τοῖς πεπραγμένοις πιστοῖς, ἤτοι τοῖς φανερῶς γεγενημένοις τῷ στρατῷ ἀτυχήμασιν, ἢ ἐπὶ τοῖς πεπραγμένοις πιστοῖς, ἤτοι τοῖς πρότερον ἐφʼ ὑμῶν γεγενημένοις πιστῶς πρὸς ἡμᾶς ἔργοις· ὃ καὶ κρεῖττον. καὶ μαρτυρεῖ τὸ «πιστὰ ξυμφέρειν βουλεύματα.» ἑρμηνεύει δὲ τὰ βουλεύματα τὸ παραμυθεῖσθαι τὸν Ξέρξην, εἰ πρὸ αὐτῆς καταλάβῃ, λέγουσα ὡς ἀπʼ ἄλλης ἀρχῆς οὕτως, καὶ παῖδʼ ἐάν περ καὶ τὰ ἑξῆς.
παρηγορεῖτε παραμυθεῖσθε. πρόσθηται κακὸν αἰτιώμενοι τοῦτον ὡς τοσοῦτον ἀπολωλεκότα στρατόν.
στρατιὰν ὀλέσας γρ. καὶ ὤλεσας, ἵνʼ ᾖ στικτέον ἐν τούτῳ. ἡ δὲ σύνταξις τοιαύτη· ὦ Ζεῦ βασιλεῦ, νῦν ὤλεσας τὴν στρατιὰν τῶν Περσῶν τῶν μεγαλαύχων καὶ πολυάνδρων. ἐλλειπτικῶς δὲ τὸ καί· καὶ τὸ ἄστυ τῶν Σούσων καὶ τῶν Ἐκβατάνων κατέκρυψας ἐν δνοφερῷ πένθει. ὀλέσας γρ. ὤλεσας, ὅπερ εἰ εἴπῃς, κομματικὸν ἐκφέρεις τὸ λοιπόν.
πένθει κλαυθμῷ. δνοφερῷ σκοτεινῷ.
πολλαὶ δʼ ἁπαλαῖς πολλαὶ δὲ γυναῖκες κατερεικόμεναι καὶ σχίζουσαι τὰς καλύπτρας καὶ τοὺς ἰδίους χιτῶνας τέγγουσι καὶ βρέχουσι τοὺς κόλπους ἐν δάκρυσι μυδαλέοις καὶ διύγροις θλιβόμεναι. οὕτως δὲ ἔμελλεν εἰπεῖν, ὅτι πολλαὶ νέαι γυναῖκες καὶ ἁπαλόχροοι νύμφαι καὶ νῦν ἔτι ἀνδράσι συζευχθεῖσαι ποιοῦσι τάδε καὶ τάδε. εἰπὼν δὲ ἁπαλαῖς χερσὶ τὸ ὅλον ἀπὸ μέρους ἐδήλωσε συνεκδοχικῶς. πολλαὶ γυναῖκες τῶν Περσῶν. ἁπαλαῖς νεωτερικαῖς. καλύπτρας τὰ τῆς κεφαλῆς σκεπάσματα.
κατερεικόμεναι κατασχίζουσιν ἐνεργητικῶς. ἐρείκη γάρ ἐστιν εἶδος φυτοῦ εὐσχίστου. σχίζουσαι καὶ ἀποκόπτουσαι. ἐρείκη εἶδος φυτοῦ, ὅπερ ἐστὶν εὔσχιστον. ἀπὸ τούτου δὲ καὶ τὸ κατειρεικόμεναι γίνεται. διὰ μυδαλέοις τὸ διά ὑπερβατῶς πρὸς τὸ τέγγουσι συντακτέον.
κόλπους τῶν ἱματίων.
τέγγουσιʼ βρέχουσι.
αἱ δʼ ἁβρογόοι Περσίδες αἱ δὲ Περσίδες αἱ τοῖς γόοις ἐναβρυνόμεναι, ποθοῦσαι ἰδεῖν τὴν ἀρτισυζυγίαν, ἤτοι τὴν πρὸ μικροῦ γενομένην αὐτοῖς σύζευξιν καὶ συνάφειαν μετὰ τῶν ἀνδρῶν. ἢ ἀρτιζυγίαν τὴν ὑγιοζυγίαν τῶν ἀνδρῶν. καὶ ἀφεῖσαι καὶ καταλείψασαι τὰς ἐν τοῖς λέκτροις εὐνὰς τὰς ἁβροχίτωνας τὴν τέρψιν καὶ ἡδονὴν τῆς αὐτῶν τρυφερᾶς καὶ διακεχυμένης ἡλικίας πενθοῦσιν ἐν θρήνοις ἀπληρώτοις καὶ ἀκαταπαύστοις. αἱ δʼ ἄλλαι δέ. ἁβρογόοι πολύκλαυτοι.
ἀρτιζυγίαν τὴν ἐκ νέου συνάφειαν.
ἁβροχίτωνας πολυτελεῖς ἔχουσαι χιτῶνας· τοιαῦται γὰρ αἱ τῶν Περσῶν.
τέρψιν συνουσίαν.
γόοις ἐν.
κἀγὼ δὲ μόρον κἀγὼ δὲ διὰ τὸν μόρον τῶν οἰχομένων αἴρω καὶ κινῶ πολυπενθῆ δηλονότι γόον. λείπει δὲ τοῦτο.
αἴρω φέρω. δοκίμως ὀξέως καὶ μεγάλως. λαμπρῶς. τουτέστιν, οὐ περὶ τῶν ἀποθανόντων ἀμελῶν διάκειμαι, ἀλλὰ τούτων μόρον βαστάζω λαμπρῶς πολυδάκρυτον, ἀντὶ τοῦ θρήνου πολλοῦ ἄξιον.
ἐκκενουμένα τῶν κατοίκων.
ἤγαγε ποποῖ πόποι καὶ τότοι ἐπιρρήματα σχετλιαστικὰ ἀντὶ τοῦ φεῦ λεγόμενα, ποποῖ δὲ καὶ τοτοῖ ἐπιρρήματα δηλοῦντα τὸ ποῦ καὶ τὸ ἐκεῖσε. εἰ μὲν οὖν ἀναγνώσῃ πόποι, εἴπῃς ἀντὶ τοῦ φεῦ· εἰ δὲ ποποῖ, ἀντὶ τοῦ ἀορίστως καὶ ἐκεῖσε, ἐν ταῖς Ἀθήναις δηλαδή. ὁμοίως δὲ καὶ εἰ μὲν τότοι, ἀντὶ τοῦ φεῦ, εἰ δὲ τοτοῖ, ὡς εἴπομεν. ποποῖ πόποι καὶ τότοι ἐπιρρήματα σχετλιαστικά· ποποῖ δὲ καὶ τοτοῖ δηλοῦντα τὸ ποῦ καὶ τὸ ἐκεῖσε. εἰ μὲν εἴποις ἐνταῦθα ποποῖ καὶ τοτοῖ, οὕτω συντάξεις· Ξέρξης μὲν γὰρ ἤγαγε τὸν ἐκκενωθέντα τῆς Ἀσίας λεὼν ποῦ, ἤτοι εἰς Ἀθήνας· Ξέρξης δὲ ἀγαγὼν τοτοῖ καὶ ἐκεῖσε ἀπώλεσεν. εἰ δὲ πόποι καὶ τότοι γράψεις, οὕτως εἴποις· Ξέρξης μὲν γὰρ ἤγαγεν, εἰς τὰς Ἀθήνας δηλονότι· εἶτα θρηνητικῶς ἐκφέροις πόποι καὶ φεῦ. τὸ αὐτὸ δὲ καὶ παρακατιὼν νοήσεις τὸ, Νῆες μὲν ἄγαγον ποποῖ, νῆες δʼ ἀπώλεσαν τοτοῖ.
Ξέρξης δʼ ἀπώλεσεν Ξέρξης δὲ πάντα τὰ κακὰ δηλονότι ἐπέσπε καὶ ἐπεσπάσατο ταῖς βαρίδεσσι ναυσὶ, ταῖς ἀπὸ τῆς Βάρεως οὔσαις, ἥτις ἐστὶ πόλις Περσίδος, ἐξ ἧς καὶ αἱ νῆες βάριδες· πάσας γὰρ κατέθραυσεν ἐκεῖσε. τίπτε πατὴρ αὐτοῦ Δαρεῖος ἀβλαβὴς ἦν τόξαρχος καὶ ἡγεμὼν, μὴ βλάβην ἐπενεγκὼν τῷ αὑτοῦ στρατεύματι τότε, ἤγουν ὅτε ἔζη καὶ ἐβασίλευεν ὁ φίλος ἄκτωρ καὶ βασιλεὺς τοῖς Σουσίδαις.
ἐπέσπασε τὰ κακὰ δηλονότι. δυσφρόνως κακοφρόνως.
βαρίδεσσι ποντίαις γρ. καὶ βάριδές θʼ αἱ πόντιαι. βαρίδεσσι τοῖς ἀπὸ Βάρεως πόλεως οὖσι πλοίοις. ἢ βάριδες λέγονται αἱ νῆες παρὰ τὸ βάρη καὶ φορτία φέρειν· ἀφʼ οὗ καὶ φορταγωγοὶ καὶ φορτὶς ἡ αὐτή. ναυσὶν, ἀπὸ Βάρεως πόλεως Περσῶν καλουμέναις. λέγει δὲ καταχρηστικῶς ἀπὸ μέρους· οὐ γὰρ ἦσαν πᾶσαι αἱ Ξέρξου νῆες βάριδες, ἀλλὰ ἄλλαι καὶ ἄλλαι.
Δαρεῖος τοῦτο διὰ μέσου εἶπε, παραβάλλων τὸ τοῦ Δαρείου πρώην ἐν Μαραθῶνι δυστύχημα πρὸς τὸ νῦν ἐν Σαλαμῖνι συμβὰν Ξέρξῃ καὶ τῇ ὑπερβολῇ τούτου ἀβλαβῆ τὸν Δαρεῖον λέγων· ὁ μὲν γὰρ μʹ μυριάδας ἀπώλεσε, Ξέρξης δὲ φʹ· καὶ ὁ μὲν εἵπετο τῷ στρατῷ καὶ παραχρῆμα ἂν ἀπολώλει, Δαρεῖος δὲ Δᾶτιν τὸν στρατηγὸν ἔπεμψεν.
τόξαρχος ἡγεμὼν τῶν τοξικωτάτων Περσῶν.
ἄκτωρ ἡγεμών.
πεζούς τε γὰρ πεζούς τε γὰρ καὶ θαλασσίους αἱ κυανώπιδες μὲν νῆες καὶ ἄλλαι μέλαιναι, αἱ ὁμόπτεροι καὶ τοῖς αὐτοῖς πτεροῖς κουφιζόμεναι, ἢ αἱ ὁμοίως πτεροῖς θέουσαι, ἤγαγον ποποῖ, ἤγουν ἐν τῇ Ἑλλάδι, καὶ αὐτοὺς ἀπώλεσαν ἐκεῖ, ἤγουν αἱ τῶν Ἀθηναίων. πεζούς τε ἐπειδὴ τὸ τί ποτε διὰ μέσου εἶπε, πάλιν φησὶ, πεζούς τε γὰρ ὁ Ξέρξης κατὰ γῆν ἤγαγε δηλονότι, τοὺς δὲ ἄλλους αἱ νῆες. εἰπὼν δὲ πεζοὺς καὶ θαλασσίους, πρὸς μὲν τοῦτο ἐπήγαγε τὸ νῆες, τὸ δὲ πεζοὺς ἀφῆκε νοεῖσθαι. πεζοὶ γάρ ἰσιν οἱ κατὰ γῆν ὁδεύοντες. καὶ μαρτυροῦσι Ξενοφῶν καὶ Θουκυδίδης καὶ πᾶν τὸ τῶν συγγραφέων ἔθνος.
αἱ δʼ αὗται αἱ ἄγουσαι ἐκείνους εἰσίν. ὁμόπτεροι αἱ μεθʼ ἑαυτῶν πτεροῖς χρώμενοι, τοῖς λαίφεσι. κυανώπιδες μέλαιναι.
διὰ δʼ Ἰαόνων χέρας, τυτθὰ δʼ ἐκφυγεῖν ἄνακτʼ αὐτὸν ὡς ἀκούομεν περισσοὶ οἱ δύο δέ δέ σύνδεσμοι καὶ τὸ ὡς. τὸ δὲ ἑξῆς δηλοῖ οὕτως, μόλις καὶ μικρόν τι· τοῦτο γὰρ δηλοῖ τὸ τυτθά· ἀκούομεν αὐτὸν τὸν ἄνακτα καὶ τὸν βασιλέα διεκφυγεῖν τὰς χέρας τῶν Ἰαόνων καὶ τῶν Ἀθηναίων ἀνὰ τὰς πεδιήρεις κελεύθους καὶ ὁδοὺς τῆς Θρᾴκης τὰς δυσχειμέρους. οὗτοι δὲ, ἤγουν οἱ Πέρσαι, ἄρα πρωτόμοροι, πρῶτοι ληφθέντες πρὸς ἀνάγκην τοῦ μόρου καὶ τοῦ θανάτου δηλαδὴ περὶ τὰς Κυχρείας ἀκτὰς, οὕτως καλουμένας ἀπὸ Κύγχρου τινὸς, ἤγουν τὰς Ἀττικὰς ἢ τὰς τῆς Σαλαμῖνος. ἢ τὸ λειφθέντες διὰ διφθόγγου ἀντὶ τοῦ ἐναπομείναντες καὶ κείμενοι τεθνεῶτες περὶ τὰς ἀκτὰς τῆς Κυχρείας καὶ τῆς Σαλαμῖνος, διὰ τὴν ἀνάγκην τοῦ θανάτου. τὸ δὲ ἠέ καὶ τὸ ὀά ἀντὶ τοῦ φεῦ. Ἄλλως. τοὶ δʼ ἄρα πρωτόμοροι περὶ τῶν τεθνηκότων ἐν Σαλαμῖνι, ἤτοι οἱ πρῶτα ἀποθανόντες· τὸ δὲ ἑξῆς τούτου ἐστὶ, σκύλλονται παρʼ ἀναύδων. Ἰαόνων Ἀθηναίων. εἰπὼν ὡς νῆες ἀπώλεσαν τοὺς Πέρσας ἐν ἐμβολαῖς πανωλέθροις νῦν ὥσπερ ἑρμηνεύων τὰς πανωλέθρους ἐμβολάς φησιν ὡς οὐκ ἄλλοθεν πόθεν ἐγεγόνεισαν ἀλλʼ ἢ ἀπʼ Ἀθηναίων. οὗτοι γάρ εἰσιν Ἴωνες· καὶ γὰρ οἱ εἰς τὴν Ἀσίαν ἀποικήσαντες καὶ καλούμενοι Ἴωνες Ἀθηναῖοι ἦσαν, ἀπὸ Ἴωνος τοῦ ἡγησαμένου σφισὶν ὀνομασθέντες. σύνταξον δὲ οὕτως· ὡς νῆες μὲν ἀπώλεσαν αὐτοὺς ἐν πανωλέθροις ἐμβολαῖς, διὰ δὲ τῶν Ἰώνων ἐγένοντο αὗται αἱ συμβολαὶ, ὥστε καὶ αὐτὸν τὸν Ξέρξην μόλις τὰς αὐτῶν χεῖρας φυγεῖν ὡς ἀκούομεν.
τυτθὰ μόλις. ἐκφυγεῖν ὥστε.
ἀμπεδιήρεις ἀνὰ τὰς καμπώδεις.
κελεύθους ὁδούς.
τοὶ δʼ ἄρα ἐκεῖνοι δὲ οὓς ἄνωθεν ἔφαμεν. πρωτόμοροι ὑπῆρξαν.
λειφθέντες ἐναπομείναντες ἢ κρατηθέντες. ἀνάγκαν βίαν.
ὀὰ, στένε καὶ δακνάζου πρὸς ἑαυτὸν τοῦτο λέγει ὁ χορὸς, στέναζε καὶ δακνάζου· παραγώγως ἀντὶ τοῦ δάκνου. βαρὺ δʼ ἀμβόασον οὐράνιʼ ἄχη ἀντὶ τοῦ ὀξέως κώκυσον οὐράνια ἄχη, ἤγουν μέχρι τοῦ οὐρανοῦ διηκέτω τὸ βόημα ἐπὶ τὰ νῦν καταλαβόντα ἡμᾶς ἄχη. Κυχρείας τὰς τῆς Σαλαμῖνος· ἐκαλεῖτο γὰρ οὕτω.
δακνάζου ἤτοι δάκνου κατὰ παραγωγήν.
οὐράνια μεγάλα, ὑπερβολικά.
τεῖνε δὲ δυσβάυκτον τεῖνε καὶ ἐξάπλου αὐδὰν καὶ φωνὴν τάλαιναν καὶ τληπαθῆ, δυσβάυκτον καὶ θρηνητικὴν, βοᾶτιν καὶ βοητικήν. τεῖνε εἰς ὕψος αἶρε. δυσβάυκτον δύσφημον.
βοᾶτιν βοητικήν. τάλαιναν δυστυχῆ. αὐδὰν φωνήν.
γναμπτόμενοι γναμπτόμενοι δὲ καὶ συντριβόμενοι οἱ Πέρσαι τῇ δεινῇ θαλάσσῃ σκύλλονται καὶ σύρονται καὶ ἐσθίονται πρὸς τῶν ἀναύδων καὶ ἀφώνων παίδων τῆς ἀμιάντου, δηλαδὴ θαλάσσης. οὐ γὰρ μιαίνεται πώποτε καὶ πολλῶν μολυσμάτων ἐπιχυθέντων αὐτῇ. ἀναύδων δὲ παίδων τῆς θαλάσσης τῶν ἰχθύων λέγει. γναπτόμενοι κατακοπτόμενοι. ἁλὶ δεινᾷ τοῦτο πρὸς τὸ ἄνω συνάπτεται, ἀλλήλους πρὸς θρῆνον τῶν τοῦ χοροῦ ἐπαιρόντων διὰ μέσου· τὸ δὲ δεινᾷ ἢ ἀντὶ τοῦ φοβερᾷ — τοιαύτη γὰρ ἡ θάλασσα —, ἢ δεινὴν αὐτὴν λέγει διὰ τὸ πολλῶν δεινῶν ἐν αὐτῇ Πέρσας τετυχηκέναι. τὸ δὲ ἀναύδων ἀντὶ τοῦ ἀφώνων ἰχθύων, οἵτινες εἰσὶ παῖδες τῆς ἀμιάντου καὶ καθαρᾶς καὶ ἀθολώτου θαλάσσης.
δόμος εἷς ἕκαστος. στερηθεὶς τούτου.
τοκῆες δʼ ἄπαιδες οἱ τοκῆες δὲ καὶ οἱ γονεῖς οἱ γέροντες ἔρρανται καὶ βρέχονται τοῖς δάκρυσιν, ὀδυρόμενοι τὰ ἐκ τοῦ δαίμονος καὶ τῆς τύχης αὐτοῖς ἐπελθόντα ἄχθη τὸ πᾶν δὴ κλύουσι καὶ μανθάνουσιν ἄχος. οἱ δὲ οὐκέτι περσονομοῦνται καὶ κατὰ τοὺς τῶν Περσῶν νόμους πολιτεύονται, καὶ ὑπὸ τῶν Περσῶν ἄρχονται καὶ διιθύνονται· οὐδὲ δασμοφοροῦσι καὶ τοῖς τέλεσιν ὑπόκεινται ἃ ἔθος ἦν αὐτοῖς διδόναι τοῖς ἄρχουσιν· ἐφθάρησαν γάρ.
δαιμόνιʼ ἄχη μεγάλα καὶ ἐκ δαίμονός τινος ἐπελθόντα δυσκόλου.
γέροντες ἡμεῖς δηλονότι· λέγει δὲ εἰς τρίτον πρόσωπον.
τὸ πᾶν δὴ τὸ συμβὰν ἐν Ἀθήναις τοῖς Πέρσαις.
τοὶ δʼ οἱ θανόντες οὗτοι. δὴν τὸ δήν ἀντὶ τοῦ ἐπιπολύ. ἐνταῦθα δὲ οὕτω κεῖται, ὥσπερ ἂν εἰ μηδʼ ὁπωσοῦν ἔκειτο. οἱ γὰρ ἐν Ἀθήναις ἀπολωλότες τῶν Περσῶν οὔτε ἐπιπολὺ κατὰ τὴν Περσίδα περσονομοῦνται οὔτε τὴν ἀρχὴν ὅλως· ἀπώλοντο γάρ.
περσονομοῦνται κατὰ τοὺς Περσῶν νόμους διάγουσιν· ἀπώλοντο γάρ.
δασμοφοροῦσι τέλη φέρουσι τοῖς δεσπόταις αὐτῶν.
οὐδʼ ἐς γᾶν οὔτε εἰς τὴν γῆν προσπίπτοντες ἤγουν προσκυνοῦντες τὸν βασιλέα ἄρξονται καὶ ὑποκλιθήσονται. ἡ γὰρ βασιλικὴ ἰσχὺς ὤλετο. ἐς γᾶν προσπίπτοντες ἤτοι προσκυνοῦντες τὸν αὐτῶν βασιλέα.
ἄρξονται ἀρχθήσονται.
ἰσχὺς τὸ μέγεθος.
οὐδʼ ἔτι γλῶσσα οὐδʼ ἔτι ἡ τῶν Περσῶν γλῶσσα ἐν φυλακαῖς· ἠλευθέρωται γὰρ αὐτοῖς ἡ γλῶσσα πρὸς τὸ κακηγορεῖν βασιλέα. οὐδένα γὰρ νῦν δεδίασιν οἱ ὑπήκοοι, ὅτι λαὸς ἐλύθη καὶ ἔλυσεν ὑπὸ τῆς αὐτοῦ δυνάμεως τὸν ζυγὸν ὑφʼ οὗ συνείχετο τὰ πλεῖστα καὶ ὑπεκλίνετο. ἢ, ἔλυσε τὸν ζυγὸν τῆς ἀλκῆς, ἤτοι τῆς βασιλικῆς δυνάμεως. ἡ γὰρ βασιλικὴ διόλωλεν ἰσχὺς, τῶν ἡγεμόνων καὶ τῶν ἀρχόντων δηλαδή. φυλακαῖς συντηρήσεσι.
ὡς ἐλύθη ἐπεὶ ἠλευθερώθη.
αἱμαχθεῖσα ἡ ἄρουρα καὶ ἡ γῆ καὶ ἡ χώρα τοῦ Αἴαντος ἡ περικλύστα καὶ περικλυζομένη τῇ θαλάσσῃ, δηλαδὴ νῆσος, ἤγουν ἡ Σαλαμὶς, ἔχει τὰ σώματα τῶν Περσῶν. αἱμαχθεῖσα φονευθέντων τῶν Περσῶν καὶ αἵματος ἐντεῦθεν ῥυέντος.
περικλύστα περίρρυτος.
τὰ Περσῶν σώματα.
φίλοι, κακῶν ὦ φίλοι, ὅστις κυρεῖ καὶ ὑπάρχει ἔμπορος τῶν κακῶν, ἤγουν ἐμπλέων τοῖς κακοῖς, γινώσκει ὅτι ὅταν ἐπέλθῃ κλύδων καὶ ζάλη τῶν κακῶν τοῖς ἀνθρώποις, φιλεῖ καὶ ἔθος ἔχει φοβεῖσθαι εἰς πάντα, ἤγουν καὶ εἰς τὰ μετὰ ταῦτα· ὅταν δὲ ὁ δαίμων καὶ ἡ τύχη εὐροῇ καὶ καλῶς καὶ εὐτυχῶς ῥέῃ καὶ ἐπέρχηται, ἔθος ἔχει, ἀπὸ κοινοῦ πάλιν, θαρρεῖν τὴν αὐτὴν εὐτυχίαν οὐριοδρομεῖν καὶ ἐς τὸ μετέπειτα. ἔθος γὰρ ἔχουσιν οἱ δυστυχοῦντες δυστυχίαν καὶ εἰς τὸ ἑξῆς φαντάζεσθαι, οἱ δὲ εὐτυχοῦντες εὐτυχίαν. ἔμπειρος συνήθης, μέτοχος.
ἐπίστασο γράφεται καὶ ἐπίστασο καὶ ἐπίσταται. καὶ τὸ μὲν ἐπίστασο οὕτως· εἰποῦσα ἡ Ἄτοσσα πληθυντικῶς πρὸς πάντα τὸν χορὸν, ὦ φίλοι, μεριστικῶς ἐκφέρει πρὸς ἕνα ἕκαστον, λέγουσα, ὦ φίλοι, ἐπίστασο ὅτι φιλεῖ καὶ εἴωθεν ἐκεῖνος ὁ ἄνθρωπος ὅστις ἔμπορος καὶ μέτοχος καὶ συνήθης ἐστὶ κακῶν, πάντα δειμαίνειν καὶ φοβεῖσθαι, ὅταν ἐπέλθῃ τοῖς βροτοῖς κλύδων καὶ χειμὼν κακῶν· τουτέστιν, ὁ δυστυχίᾳ κατεσχηκὼς, ὅταν ἕτερόν τινα ἴδῃ δυστυχοῦντα, αὐτὸς δυστυχεῖν οἴεται, οἰκεῖα λογιζόμενος τὰ πάθη. εἰ δὲ ἐπίσταται εἴπῃς, συντάξεις πρὸς τὸ ὅστις ἔμπορος κυρεῖ· ἔστι δὲ ψυχρόν· τὸ γὰρ πρῶτον κρεῖττον τοῦ δευτέρου. ὡς ὅτι.
φιλεῖ εἴωθεν ἐκεῖνος ὁ ἄνθρωπος.
εὐροῇ εἰς ἕτερον.
τὸν αὐτὸν τὸν ὅμοιον. οὐριεῖν εὐθυδρομεῖν αὐτῷ.
ἐμοὶ γὰρ ἤδη ἐμοὶ, φησὶ, φόβου γέμοντα τὰ πάντα φαίνεται ἐν τοῖς ἐμοῖς ὄμμασιν ἀνταῖα καὶ ἐμφανῆ καὶ ἄντην, οἷον κατὰ πρόσωπον, ἀπὸ τῶν θεῶν. τινὲς δὲ εἰς τὸ πλέα στίζοντες ὡς ἐξ ἄλλης ἀρχῆς τοῦτο συντάσσουσιν ἐν ὄμμασί τε ἀνταῖα λέγοντες, οἱονεὶ ἐν τοῖς ὄμμασι τῶν θεῶν ἐναντία φαίνεται, τουτέστιν ἀντικειμένους ἡμῖν ὁρῶ τοὺς θεούς.
τἀνταῖα ἐναντία καὶ δυστυχῇ, ἃ τοῖς ἀνθρώποις οἱ θεοὶ ἐπιφέρουσιν.
ἐν ὠσὶ τοῖς ἐμοῖς. οὐ παιώνιος οὐ χαρᾶς ποιητικὸς, ἀλλὰ λύπης.
ἔκπληξις ὑπερβολὴ εἰς ἔκστασιν φέρουσα τοὺς ἀκούοντας.
ὀχημάτων ζεύγους.
χλιδῆς τε τῆς πάροιθεν τρυφῆς καὶ θεραπείας τῆς ἀρχαίας.
ἔστειλα ἐποιησάμην. εὐμενεῖς εἰς συμπάθειαν καὶ εὐμένειαν ἡμῶν ἐπικαλουμένας ἐκεῖνον.
μειλικτήρια θελκτήρια. δέον δὲ εἰπεῖν αἵπερ πρὸς τὰ μειλικτήρια ἐπήγαγεν.
βοός τʼ ἀφʼ ἁγνῆς ἁγνὴν τὴν βοῦν καλεῖ ἢ διὰ τὸ τοῖς θεοῖς ἀεὶ τὰς βοῦς θύεσθαι, ἢ διὰ τὸ ταύτην εἶναι λευκήν· τὰ γὰρ λευκὰ καὶ καθαρὰ καὶ φωτεινὰ καὶ ἀρρύπαντα. ἢ διὰ τὸ ἀγελαίαν εἶναι· τὰ γὰρ ἐν τοῖς ὄρεσι διατρίβοντα καθαρώτερα καὶ ὑγιεινότερα τῶν ἄλλων. ἢ ἁγνῆς τῆς ἀσινοῦς, καὶ μηδέ τινα βλάβην ἐχούσης, ἢ ποδὸς στερηθείσης ἢ ὀφθαλμοῦ. ἁγνῆς λευκῆς· ἢ διὰ τὸ τοῖς θεοῖς εἰς θυσίαν παραλαμβάνεσθαι, ἀπὸ τούτου καὶ αὐτὴν καταχρηστικῶς ἁγνὴν καλεῖ· ἢ ἁγνῆς τῆς ἀγελαίας, παρόσον αὗται τροφῆς καθαρωτάτης καὶ ποτοῦ ἀπολαμβάνουσιν· ἢ ἁγνῆς, τῆς καθαρᾶς καὶ ἀμετόχου σωματικῆς νόσου.
τῆς τʼ ἀνθεμουργοῦ τῆς ἐξ ἀνθέων ἐργαζομένης μελίσσης. παμφαὲς λαμπρὸν, καθαρόν.
λιβάσιν σταλαγμοῖς. παρθένου ἀμολύντου καὶ καθαρᾶς, διὰ τὸ τοῖς θεοῖς εἰς θυσίαν συμπαραλαμβάνεσθαι.
ἀκήρατόν τε ποτὸν γάνος τόδε ἀπὸ τῆς μητρὸς τῆς παλαιᾶς ἀμπέλου. ἀκήρατον ποτὸν τὸν οἶνον λέγει τὸν ἔχοντα μητέρα τὴν ἄμπελον. ἀγρίας δὲ τῆς ἀγριωποῦ διὰ τὴν μέθην, ἢ τῆς ἀγρίους ποιούσης τοὺς μεθύοντας, ἢ τῆς ἐν τῷ ἀγρῷ οὔσης. καὶ γὰρ ἐν τοῖς ἀγροῖς αἱ ἄμπελοι. ἀγρίας ὀρεινῆς. ἢ τῆς ἀγριοποιούσης τοὺς ἀμέτρως αὐτῆς πίνοντας τὸ πόμα.
γάνος εὐφροσύνη. εὐφραῖνον τοὺς συμπίνοντας.
αἰὲν ἐν φύλλοισι ἤτοι ἀεὶ θαλλούσης.
ξανθῆς ἐλαίας καρπὸς εὐώδης πάρα πάρεστι γοῦν ταῖς ἐμαῖς χερσὶ καὶ καρπὸς ἐλαίας ξανθῆς τῆς αἰὲν θαλλούσης τοῖς φύλλοις. ἀειθαλὴς γὰρ καὶ ἀεὶ τὰ φύλλα ἔχει. διὸ προσέθηκεν «ἐν φύλλοισι θαλλούσης,» πρὸς τὸν καρπόν. οὐ γὰρ διηνεκὴς ὁ καρπός. ξανθῆς δὲ διὰ τὸ ὄπισθεν μέρος τοῦ φύλλου ὡς πρασινίζον ἐμφαίνεσθαι. ξανθῆς κατὰ τὸ χρῶμα.
ἐπευφημεῖτε ἐπᾴδετε.
γαπότους ἀντὶ τοῦ ἃς ἡ γῆ πίνει χεομένας χοάς.
νερτέροις θεοῖς τῷ Πλούτωνι καὶ τῇ Περσεφόνῃ καὶ τῷ Ἑρμῇ.
πρέσβος τιμία. πρέσβα ἔντιμε.
σύ τε πέμπε ὁ χορός φησι πρὸς τὴν Ἄτοσσαν ὅτι σὺ θυσίαζε τοῖς καταχθονίοις θεοῖς· ἡμεῖς δὲ αἰτησόμεθα ἐν ὕμνοις τοὺς πομποὺς τῶν φθιμένων, ἤγουν τοὺς θεοὺς τοὺς κάτω πέμποντας τοὺς νεκροὺς, εἶναι κάτω τῆς γῆς πραεῖς πρὸς τὸν Δαρεῖον, ὥστε συγχωρῆσαι αὐτὸν πρὸς ἡμᾶς ἐλθεῖν. θαλάμους εἰς τοὺς ὑπὸ γῆς κευθμῶνας.
πομποὺς ἀγωγούς.
εὔφρονας εὐμενεῖς.
ἀλλὰ χθόνιοι δαίμονες ἀλλʼ, ὦ χθόνιοι θεοὶ, γῆ τε καὶ Ἑρμῆ καὶ ὦ Πλούτων, βασιλεῦ τῶν νεκρῶν, πέμψατε ἐς φῶς, ἤγουν ἐνταῦθα πρὸς ἡμᾶς, ἀπὸ τῶν κάτω τὴν ψυχὴν τοῦ Δαρείου. εἰ γάρ τι ἀκος τῶν ἡμετέρων κακῶν πλέον καὶ ἐπέκεινα οἶδεν, ἤγουν νικῆσαν τὰ ἡμῶν κακὰ, μόνος ἂν οὗτος ἀπὸ τῶν ἀνθρώπων εἴποι τὸ πέρας καὶ πῶς αὐτὰ καὶ πότε καὶ τίνι τρόπῳ ἐκφύγωμεν.
βασιλεῦ Ἀϊδωνεῦ. ἐνέρων νεκρῶν.
ἔνερθεν ὑπὸ τῶν κάτω. ψυχὴν τὴν τοῦ Δαρείου.
οἶδε ὁ Δαρεῖος. πλέον ἢ ἑτερός τις ἂν εἰπεῖν ἔχοι.
ἦ ῥʼ ἀΐει μου μακαρίτας ἆρα ἀκούει μου ὁ μακαρίτης Δαρεῖος, ὁ ἰσόθεος βασιλεὺς, ἱέντος καὶ πέμποντος τὰ βάρβαρα λόγια σαφηνῆ καὶ σαφῆ; οὐ γὰρ δυσνόητα ταῦτά φημι τὰ ποικίλα βάγματα καὶ φωνήματα, τὰ αἰανῆ καὶ σκοτεινὰ καὶ θλίψιν καὶ ἀχλὺν ἐμποιοῦντα τοῖς κλαίουσιν. ἰστέον δὲ ὅτι μακαρίτης ὁ τεθνεὼς, μακάριος ὁ ζῶν. ἰσοδαίμων ἰσόθεος.
σαφηνῆ δῆλα αὐτῷ.
ἱέντος πέμποντος. τὰ παναίολʼ τὰ ποικίλα τῷ θρήνῳ.
αἰανῆ ἀχλύος γέμοντα. βάγματα φωνήματα.
παντάλαινʼ ἄχη πανάθλια. δεῖ πανταλαίνου εἶναι, ἢ παντάλαινα. εὕρηται δὲ ἐν πολλοῖς καὶ καλοῖς βιβλίοις οὕτω, καὶ μὴ οἰηθῇ τις παντάλανα εἶναι ἄξιον γράφεσθαι.
ἀλλὰ σύ μοι, γᾶ ἀλλὰ σύ μοι, ὦ γῆ, καὶ ἄλλοι ἡγεμόνες τῶν χθονίων καὶ τῶν νεκρῶν, τὸν μεγαλαυχῆ δαίμονα Δαρεῖον ἐρχόμενον ἐκ τῶν τοῦ ᾍδου δόμων αἰνέσατε, ἤγουν συναινέσατε, καὶ συναρήξατε αὐτῷ ποιῆσαι τοῦτο. τὸν καταχθόνιον οὖν Δαρεῖον αἰνέσατε ἐξ ᾍδου δόμων μολεῖν, τὸν Σουσιγενῆ θεὸν τῶν Περσῶν, ἤγουν τὸν Δαρεῖον.
μεγαλαυχῆ μεγαλοδυνάμενον.
ἰόντʼ ἐλθόντα. δέον ἰέναι εἰπεῖν πρὸς τὴν μετοχὴν ἐξήνεγκεν. αἰνέσατʼ θελήσατε, ἀποδέξασθε. ἐκ δόμων τῶν ὑπὸ γῆν.
Σουσιγενῆ τὸν ἐν Σούσοις γεννηθέντα.
πέμπετε δʼ ἄνω διʼ ἱκεσίων.
ἦ φίλος ἀνὴρ ὄντως φίλος ἦν ἀνὴρ ἐμοὶ ὁ Δαρεῖος, ὄντως φίλος καὶ ὁ τάφος ὃς κρύπτει τὰ φίλα ἤθη, τουτέστι τοὺς τρόπους τοῦ Δαρείου τοὺς προσφιλεῖς ἐμοί. ὄχθον γὰρ τὸν τάφον καλεῖ διὰ τὸν ἀναχωματισμόν. ἦ ὄντως. ὄχθος τάφος.
κέκευθεν ἔκρυψεν.
Ἀϊδωνεὺς δʼ ἀνίει Δαρεῖον οἶον ἄνακτα Δαρειὰν ὁ Ἀϊδωνεὺς δὲ ὁ ἀναπομπὸς τῶν νεκρῶν ἀνίει καὶ ἀναπέμψει καὶ ἀναδώσει τῆς γῆς τὸν Δαρεῖον βασιλέα οἶον, τὸν καὶ Δαρειὰν κεκλημένον. ἢ τὴν Δαρείαν ψυχὴν ἀναπέμψει ὁ ᾍδης τούτου ἔξωθεν.
οἶον ἄνακτα τὸν μέγαν, ἢ τὸν μόνον τῷ ὄντι βασιλέα. Δαρειὰν οὐ μόνον Δαρεῖος, ἀλλὰ καὶ Δαρειὰν γράφεται.
θεομήστωρ δʼ ἐκικλήσκετο θεομήστωρ τε καὶ τὰ θεῖα βουλευόμενος ἐκαλεῖτο τοῖς Πέρσαις· οὐ μόνον δὲ ἐκαλεῖτο τοῦτο, ἀλλὰ καὶ θεομήστωρ ὑπῆρχεν, ἐπεὶ εὖ καὶ καλῶς ἐποδώκει καὶ ὑπὸ τὸν ἑαυτοῦ πόδα ἡνιόχει ἢ ἀνεπτέρου καὶ ταχύτατον ἐποίει τὸν στρατόν. θεομήστωρ θεὸς κατὰ τὰς βουλάς.
ἔσκεν ὑπῆρχεν. ἐποδώκει διῴκει.
βαλὴν ἀρχαῖος βαλὴν ὁ βασιλεὺς λέγεται. Εὐφορίων δέ φησι Θουρίων εἶναι τὴν διάλεκτον. φησὶν οὖν, ὦ ἀρχαῖε βασιλεῦ, ἱκοῦ καὶ παραγενοῦ καὶ ἐλθὲ ἐπʼ ἄκρον κόρυμβον, ἤγουν ἐπὶ τὴν ἄκραν ἐξοχὴν καὶ περιωπὴν τοῦ τάφου, ἀείρων καὶ ἐπαίρων καὶ κινῶν τὴν εὔμαριν καὶ τὸ ὑπόδημα τοῦ ποδὸς, κροκόβαπτον καὶ ἐρυθρὸν καὶ βασιλικόν. ἔστι δὲ τοῦτο περίφρασις, πιφαύσκων καὶ δεικνύων καὶ ἀναφαίνων τὸν φάλαρον καὶ τὸν λόφον τῆς βασιλικῆς τιάρας καὶ περικεφαλαίας. περιφραστικῶς δὲ τὸ βασιλικὸν στέμμα φησί. βαλὴν βασιλεὺς κατὰ Θουρίων γλῶσσαν, ὥς φησιν Εὐφορίων.
κόρυμβον ἐξοχήν. ὄχθου τοῦ τάφου. κροκόβαπτον πορφυροῦν.
εὔμαριν εἶδος ὑποδήματος. ἀείρων κινῶν.
τιάρας στεφάνου.
φάλαρον τὴν ἐξοχήν. πιφαύσκων φαίνων.
βάσκε πάτερ βάσκε καὶ πορεύθητι, ὦ Δαρεῖε δέσποτα, ὅπως κλύῃς καὶ ἀκούσῃς καὶ μάθῃς καινὰ καὶ ἀλλόκοτα καὶ νέα ἄχη τοῦ Ξέρξου. ὡς ἐπωδῇ δὲ κέχρηται τῷ «βάσκε πάτερ Δαρειάν.» βάσκε ἐλθέ. ἄκακε πρᾶε.
ὅπως ἵνα. καινὰ παράδοξα.
δεσπότου τοῦ Ξέρξου.
στυγία γάρ τις ἐπιτετάνυσται γὰρ καὶ ἐξήπλωται στυγερὰ καὶ μισητή τις ἀχλὺς καὶ θλίψις. πᾶσα γὰρ νεολαία καὶ ἡ τῶν Περσῶν ἡλικία καὶ νεότης ἐξαπόλωλε καὶ παρῴχετο. στυγία μισητή.
πεπόταται ἐπικρέμαται τοῖς ὄμμασιν ἡμῶν.
νεολαία ἡ νεότης.
τί τάδε δυνάτα, δυνάτα—δίδυμα τί, ὦ δυνάστα, τάδε τὰ δίδυμα καὶ διπλᾶ ἁμάρτια καὶ ἁμαρτήματα διάγοιεν καὶ διάγουσι περὶ τῇ σῇ γῇ τῇδε. συντάσσεται δὲ καὶ τῇδε, τὸ τάδε πρὸς τὸ τῇ γῇ ἀποδιδόμενον. δίδυμα δὲ ἢ διὰ τὸ ἐπὶ Δαρείου μὲν τριάκοντα φονευθῆναι χιλιάδας, νῦν δὲ ἐπὶ τοῦ Ξέρξου τριάκοντα μυριάδας· ἢ ὅτι Ξέρξου καὶ Πέρσου τινὸς εἰσὶν αἱ ἁμαρτίαι καὶ ἀτυχίαι ἡρμοσμέναι ὁμοῦ· ἢ τὰ δίδυμα, τὰ ἐν Πλαταιαῖς γεγενημένα καὶ ἐν Σαλαμῖνι κακά. τὸ δὲ δυνάτα ἀντὶ τοῦ δυνάστα.
δίδυμα διπλᾶ. δίδυμα λέγει διὰ τὸ κατὰ γῆν καὶ κατὰ θάλασσαν ἁλῶναι Πέρσας. τὸ δαμάρτια δὲ διαμάρτιά ἐστι καὶ κατὰ συναίρεσιν γέγονε δαμάρτια.
ἁμαρτία ὁμοῦ ἡρμοσμένα. γράφεται καὶ ἁμαρτήματα.
ἐξέφθινθʼ ἐφθάρησαν. τρίακαλμοι τριήρεις.
ὦ πιστὰ πιστῶν τὸ τοῦ Δαρείου εἴδωλον ἐξ ᾍδου ἀνελθόν φησι πρὸς τοὺς Πέρσας, ὦ πιστὰ γεννήματα καὶ ἀνατροφαὶ πατέρων πιστῶν ἐμοὶ, ὦ πιστῶν πατέρων πιστὰ ἐμοὶ τέκνα, πιστοὶ υἱοὶ, ἥλικές τε καὶ ἰσήλικες τῆς ἐμῆς ἡλικίας, τίνα πόνον καὶ κακοπάθειαν πάσχει ἡ πόλις καὶ στενάζει καὶ οἷον ἐκ τῶν ὀδυρμῶν κέκοπται καὶ χαράσσεται ἡ γῆ κάτωθεν. τοῦτο δὲ εἴρηκεν, ὅτι ἐκ τῶν πολλῶν ὑμῶν στεναγμῶν ἡ γῆ ῥαγεῖσα ἀνέδωκέ με. ὦ πιστὰ πιστῶν ὥσπερ φαμὲν κάλλιστοι καλλίστων, βουλόμενοι μεγίστην ὑπεροχὴν δηλῶσαι, τοιοῦτόν ἐστι καὶ τὸ νῦν τὸ πιστὰ πιστῶν. δηλοῖ δὲ ἐντεῦθεν τὴν θαυμασίαν καὶ μεγίστην αὐτῶν πίστιν, ἣν πρὸς αὐτὸν ζῶντα ἐκέκτηντο καὶ θανόντα ἔχουσιν.
κέκοπται ἠφάνισται. χαράσσεται διασχίζεται τοῖς θρήνοις.
λεύσσων δʼ ἄκοιτιν ἐγὼ δὲ βλέπων ἐγγὺς τοῦ ἐμοῦ τάφου παρακαθημένην τὴν ἐμὴν ὁμόκοιτον γυναῖκα καὶ σύζυγον, φοβοῦμαι μή τι κακὸν αὐτῇ ἐπιγέγονε. τὰς χοὰς δὲ, ἤτοι τὰς θυσίας ἃς ἐμοὶ ἔθυσεν ἱλαστηρίους ἐδεξάμην. ἄκοιτιν ὁμόζυγον.
ταρβῶ ἐκπλήττομαι. πρευμενὴς συμπαθὴς καὶ ἵλεως.
ὑμεῖς δὲ θρηνεῖτʼ ἐγγὺς ὑμεῖς δὲ ἐγγὺς ἑστῶτες τοῦ ἐμοῦ τάφου θρηνεῖτε καὶ καλεῖσθε καὶ ἀνακράζετέ με ἐξελθεῖν ἐκ τοῦ ᾍδου ὀρθιάζοντες καὶ μεγάλως ἠχοῦντες καὶ θρηνοῦντες ἐν γόοις ψυχαγωγοῖς, ἤγουν τοῖς τὰς ψυχὰς ἐκ τοῦ ᾍδου ἀνακομίζουσιν. οὐκ ἔστι δὲ ῥᾴδιον τὸ ἐξελθεῖν με ἀπὸ τοῦ τάφου οὐδὲ δυνατόν.
ὀρθιάζοντες ἠχοῦντες.
οὐκ εὐέξοδον ἀλλὰ δυσέξοδον, ἤγουν ὅθεν οὐ δυνατὸν ταχέως ἐξιέναι. ἀπολογεῖται δὲ ὡς βραδύνας. οὐκ εὐέξοδον τὸ πρὸς ἡμᾶς ἐλθεῖν. ἤγουν οὐκ ἔστιν ἐξ ᾍδου πρὸς τὸ φῶς ὁδὸς ῥᾴστη.
ἄλλως τε πάντως καὶ ἄλλως δὲ, φησὶν, οἱ κάτωθεν τῆς γῆς θεοὶ, οἷον ὁ Πλούτων καὶ ἡ Περσεφόνη, καὶ οἱ τῶν νεκρῶν ἁπλῶς κυριεύοντες ἀμείνους καὶ βελτίονες καὶ ἑτοιμότεροί εἰσιν εἰς τὸ λαβεῖν παρʼ αὐτοῖς τοὺς ἀνθρώπους καὶ κατέχειν ἐν τῷ ᾍδῃ παρὸ μεθιέναι καὶ καταλεῖψαι καὶ ἑᾶσαι αὐτοὺς ἀνελθεῖν εἰς τὴν γῆν ἄνωθεν.
ὅμως δʼ ἐκείνοις ἤτοι μέγα ἐγὼ δυνηθεὶς ἐν τοῖς κάτω θεοῖς οἷα βασιλεὺς, καὶ παρʼ ἐκείνων τιμώμενος καὶ μὴ λογιζόμενος ὡς οἱ λοιποὶ τῶν τεθνεώτων ἥκω.
τάχυνα δʼ ἐτάχυνα δὲ, ὡς μὴ μεμφθῶ τοῦ χρόνου καὶ τῆς βραδυτῆτος ἕνεκα. τάχυνε ἤγουν ταχέως λέγε, ὡς μὴ μεμφθῶ ἕνεκα τοῦ χρόνου. ἄμεμπτος ὦ χρόνου ἵνα μὴ μέμψησθε ἐμοὶ τῆς ἀργίας. μὴ λάβῃς δὲ ἔξωθεν τὸ ἕνεκα, ἀλλʼ οὕτως σύνταξον, ἵνα ὦ ἄμεμπτος τοῦ χρόνου, ἤγουν ἵνα μὴ παρʼ ὑμῶν λάβω μέμψιν χρόνου.
νεοχμὸν νέον. ἐμβριθὲς μέγα.
σέβομαι ὑποστέλλομαι. προσιδέσθαι σέ.
ἀρχαίῳ ᾧ πάλαι πρός σε ἐχρώμην. τάρβει αἰδοῖ, φόβῳ, ὑποστολῇ.
μακεστῆρα μακρόν.
πάντα ἃ βούλει. τὴν ἐμὴν αἰδῶ ἤγουν τὴν πρὸς ἐμὲ ὑποστολήν.
δέομαι μὲν χαρίσασθαι τοῦτό φησι, δέδια μὲν τὰ κατὰ χάριν εἰπεῖν σοι, ἐφʼ ᾧ θέλξαι τὴν σὴν ψυχὴν, δέδοικα δὲ καὶ ἀληθεῦσαι· λυπηθήσῃ γάρ. δείομαι μὲν ὀκνῶ τὸ σὸν θέλημα τελέσαι. τὸ δέ ἐστι, μὴ ἔχειν ἐμὲ πρός σε ὑποστολήν. ὀκνῶ δὲ λόγον πρὸς σὲ ἆραι, ἐπειδὴ μέλλω λέξειν δύσλεκτα καὶ κακόφημα καὶ δυστυχῆ τοῖς φίλοις, ἤτοι ὑπὲρ τοῦ σοῦ υἱοῦ.
ἀλλʼ ἐπεὶ δέος εἰπόντος τοῦ χοροῦ τὰ προειρημένα φησὶ πρὸς αὐτὸν ὁ Δαρεῖος, ἀλλʼ ἐπεὶ φοβῇ, ἔασον τοῦτο. εἶτα στρέφει τὸν λόγον πρὸς τὴν Ἄτοσσαν, καί φησιν, ὦ εὐγενὲς γύναι ξύννομε καὶ ξυμμερίστρια τῶν ἐμῶν λέκτρων, παυσαμένη τῶνδε τῶν θρήνων, φανερόν τί μοι εἰπὲ, ἵνα μάθω τί πάσχετε. παλαιῶν σοι φρενῶν παλαιῶν φρενῶν τῶν πάλαι προσόντων σοι ὑπὲρ τῆς ἐμῆς αἰδοῦς λογισμῶν.
ἀνθρώπεια δʼ ἄν τοι ὁ Δαρεῖος παραμυθούμενος τῇ αὑτοῦ γυναικί φησιν ὅτι ἀνθρώπεια πήματα τύχοι καὶ ἐπέλθοι πολλάκις ἐν τοῖς βροτοῖς. ἢ οὕτως, ἀνθρώπινα καὶ οὐ καινὰ ἂν τοῖς βροτοῖς τύχοι καὶ ἐπέλθοι ἐν πήματι καὶ ἐν βλάβῃ. ὡς γὰρ ἄνθρωποι πάσχουσι καὶ τὰ αὐτῶν πήματα, οὐ θεῖά τινα, ἀλλʼ ἀνθρώπινα κέκληνται. ἀνθρώπεια ὑπάρχουσι. πήματα αἱ δυστυχίαι. βροτοῖς διὸ μὴ ὑποσταλεῖσα λέγοις.
πολλὰ μὲν γὰρ ἐκ θαλάσσης πολλὰ μὲν γὰρ κακὰ ἐκ τῆς θαλάσσης, πολλὰ δὲ ἐκ τῆς γῆς τοῖς ἀνθρώποις ἐπέρχονται, ἢν ὁ μάσσων καὶ ὁ μείζων βίοτος ἐκταθῇ πρόσω, ἤγουν ἐν μακρῷ τοῦ βίου χρόνῳ πολλὰ κακὰ τοῖς ἀνθρώποις γίνηται.
μάσσων μείζων. βίοτος αὐτῶν. ταθῇ προέλθῃ.
ὑπερσχών ὑπερβαλλόμενος. ὄλβον εὐδαιμονίαν. πότμῳ τύχῃ.
ἕως μέχρις.
βάθος πέλαγος.
πάντα ὃν βούλει.
ὡς εἰπεῖν ἔπος ὡς ἐν συντόμῳ λόγῳ περιλαβεῖν καὶ εἰπεῖν συλλήβδην πάντα, ὡς καὶ παρὰ τῷ Εὐριπίδῃ οὐκ ἔστιν οὐδὲν δεινὸν ὧδʼ εἰπεῖν ἔπος.
λοιμοῦ τις ἦλθε ταραχὴ, ἐμφύλιος πόλεμος. ἀντὶ τοῦ φθορὰ εἶπε σκηπτόν· ὡς γὰρ ἐκεῖνος, εἴ τινος ἐπιδράττεται, καίει καὶ φθείρει καὶ ἀφανίζει, οὕτω καὶ ὁ λοιμός. τίνι τρόπῳ διαπεπόρθηται. τις ἦλθε σκηπτὸς ἤγουν ἐπήλυσις δίκην σκηπτοῦ ἐπιοῦσα. σκηπτὸς ἀφανισμός. στάσις μάχη.
τίς δʼ ἐμῶν λέγουσι τὸν Δαρεῖον ἐσχηκέναι παῖδας ζʹ, Σμέρδιν καὶ ἄλλους διαφόρους ἀπὸ διαφόρων παλλακῶν. τὸν Ξέρξην δὲ μόνον σχεῖν παῖδα ἐν τῇ βασιλικῇ ἀρχῇ, ὃς καὶ βασιλεὺς ἀνηγορεύθη. νόμος μὲν γὰρ τοῖς Πέρσαις τὸν πρῶτον υἱὸν τοῦ βασιλέως ἀναγορεύεσθαι βασιλέα. προετιμήθη δὲ ὁ Ξέρξης, εἰ καὶ ὕστερος ἦν διὰ τὸ ἐν τῇ βασιλείᾳ γεννηθῆναι. ἑπτὰ οὖν ὄντων τῶν υἱῶν Δαρείου, καὶ οὐ τοῦ Ξέρξου, ἄλλου τινὸς προτέρου ὑπάρχοντος τῶν ὅλων, διὰ τοῦτο καὶ ὁ Δαρεῖος ἠρώτησε· τίς τῶν ἐμῶν υἱῶν ἐστρατηλάτει; οὐ γὰρ μόνον τὸν Ξέρξην Δαρεῖος εἶχεν υἱὸν, ἀλλὰ καὶ ἄλλους. θούριος Ξέρξης Ξέρξης ἑρμηνεύεται στρατηγικώτατος· διὸ καὶ θούριον αὐτὸν εἶπεν. ὁρμητικὸς πρὸς πόλεμον. ἠπείρου πλάκα τῆς γῆς τὸ ἐξάπλωμα. περιφραστικῶς δὲ τὴν γῆν τῶν Περσῶν φησὶ πᾶσαν. πλάκα γάρ φασι πάντα τὸν ἐπίπεδον καὶ πλατὺν τόπον.
πεζὸς ἢ ναύτης ἤτοι διὰ ξηρᾶς, ἢ διὰ θαλάσσης τήνδε τὴν πεῖραν ἐμώρανεν, ἀντὶ τοῦ μωράν τινα καὶ ἀβούλως καὶ ἀπερισκέπτως ταύτην τὴν πεῖραν παρήγαγε. τὴν πρὸς τοὺς Ἀθηναίους δέ φησιν ἐκστρατείαν. ἢ πεῖραν τὴν βλάβην. πεῖραν ἔργον. τὸ πεῖραν τήνδʼ ἐμώρανε τάλας εἰς ἀμφότερα λάμβανε, εἰς τε τὸ πεζὸς καὶ εἰς τὸ ναύτης. μωρία γὰρ ἦν ἀληθῶς τὸ πᾶσαν τὴν Ἀσίαν κενῶσαι ἀνδρῶν. ἐμώρανε μετὰ μωρίας ἐποίησε.
διπλοῦν μέτωπον καὶ τάγμα δὲ ἦν διπλοῦν, ἤτοι καὶ πεζὸν καὶ ναυτικὸν καὶ διπλοῖ στρατηγοὶ καὶ ἡγεμόνες καὶ βασιλεῖς ἦσαν, καὶ τὰ ἀμφότερα κατά τε γῆν καὶ θάλασσαν. συνεστρατήγει γὰρ τῷ Ξέρξῃ ὁ Μαρδόνιος. ἀφελὴς δοκεῖ ἡ τοιαύτη ἀπόκρισις· ἐπειδὴ γὰρ δύο στρατεύματα ἔμελλεν εἰπεῖν, περιττὸν ἦν τὸ διπλοῦν μέτωπον. ἀνάγκη γὰρ τὰ δύο στρατεύματα καὶ δύο μέτωπα ἔχειν. δυοῖν τῷ πεζῷ καὶ τῷ ναυτικῷ.
ἤνυσεν ἐδυνήθη, ἴσχυσεν.
ὥστʼ ἔχειν πόρον ὥστε συνέχειν τὸν πόρον καὶ ἐπέχειν τὸ ὕδωρ.
γνώμης δέ που ἀντὶ τοῦ ἴσως καὶ συνήργησεν αὐτῷ τις δαίμων καὶ συνεβοήθησε. Βόσπορον δὲ λέγει τὸν Ἑλλήσποντον. που ἴσως. δαιμόνων ἔφορος κακῶν. συνήψατο συνεπελάβετο.
μέγας τις ἦλθε εἰπούσης Ἀτόσσης ὡς τῆς τοιαύτης βουλῆς θεός τις ἔφορος κακῶν αὐτῷ συνήψατο καὶ πρὸς αὐτὴν ὥρμησε, θέλων αὐτὸν ἀπολέσαι, σχετλιάζων ὁ Δαρεῖός φησι, μέγας τις δαίμων ἐπῆλθεν αὐτῷ, τουτέστιν ὁ ἐνσκήψας αὐτῷ βάσκανος δαίμων μέγας καὶ δεινὸς ἦν, ὥστε μὴ φρονεῖν τὸν Ξέρξην· καλῶς μετατρέπων αὐτοῦ τὸν νοῦν, καὶ ἃ αὐτὸν εἰς δυστυχίαν βαλεῖν ἔμελλε, ταῦτα ποιῶν αὐτὸν βουλεύεσθαι. ἦλθε τῷ Ξέρξῃ. φρονεῖν αὐτόν.
ὡς ἰδεῖν ὁποῖον καὶ εἰς τέλος παρήγαγε, δεινόν τινα τῷ ὄντι ὄλεθρον. ὡς ἰδεῖν ναὶ μέγας. ἤνυσε ἔπραξεν περὶ αὐτόν.
πράξασιν παθοῦσι.
ναυτικὸς στρατὸς τοῦτό φησιν, ὅτι ὁ τῶν Περσῶν ναυτικὸς στρατὸς ἀφανισθεὶς ἐν τῇ θαλάσσῃ παρὰ τῶν Ἑλλήνων γέγονεν ἀπωλείας καὶ φθορᾶς αἴτιος καὶ τῷ πεζῷ στρατεύματι. οἱ γὰρ Ἀθηναῖοι πρῶτον μὲν τοὺς ἐν τῇ θαλάσσῃ ἀνεῖλον Πέρσας, εἶθʼ οὕτως πρὸς τοὺς πεζοὺς ἐφορμήσαντες τούτους ἀπέκτειναν. τῶν ναυτικῶν γὰρ φθαρέντων οἱ ἐν τῇ Ψυτταλείᾳ Πέρσαι, — ἥτις ἐστὶ νῆσος τῆς Σαλαμῖνος παρακειμένη — εὐάλωτοι γεγόνασιν. τουτέστιν ἀπολωλεκότες Ἕλληνες πρῶτον τὸ ναυτικὸν Ξέρξου, ὕστερον ἐπὶ τὸ πεζὸν ὥρμησαν, δειλίᾳ κατασχεθὲν ὑπὸ τῆς τοῦ ναυτικοῦ συμφορᾶς. ὥστε ἐπειδὴ πρῶτον αὐτοὶ ἀπώλλυντο καὶ τοὺς ἐν γῇ ἀπώλεσαν, φόβον εἰς αὐτοὺς ἐμβαλόντες ἐν ταῖς αὐτῶν συμφοραῖς, ὡς μετʼ ὀλίγον αὐτοὶ ἀπολεσθήσονται. κακωθεὶς ἡττηθεὶς, δυστυχήσας.
παμπήδην παντελῶς. δορὶ τῶν Ἑλλήνων.
πρὸς τάδʼ ναί. ὡς ὥστε.
ὦ πόποι κεδνῆς ἀρωγῆς φεῦ ἕνεκα τῶν καλλίστων καὶ γενναιοτάτων ἀνδρῶν, οὓς ἀπώλεσε. τὸ γὰρ κεδνῆς ἀρωγῆς καὶ ἐπικουρίας στρατοῦ οὐδὲν ἄλλο ἐστὶν ἢ τῶν φρονιμωτάτων καὶ πολεμικωτάτων ἀνδρῶν. ὅτι δέ ἐστι τοῦτο μαρτυρεῖ καὶ τὸ «οἵαν ἄρʼ ἥβην «ξυμμάχων ἀπώλεσε,» ὃ προϊὼν λέγει.
Βακτρίων δʼ ἔρρει τῶν Βακτρίων δὲ ἔρρει καὶ ἐφθάρη πᾶς δῆμος ὁ πανώλης ἤτοι ὁ ἀνδρεῖος καὶ πολεμικὸς, οὐδέ τις γέρων ἀπώλετο, τουτέστι πάντες οἱ νέοι ἐφθάρησαν, γέρων δὲ οὐδείς. τοὺς γὰρ νέους μόνους ὁ Ξέρξης ἐστρατολόγησε, τοὺς δὲ γέροντας, ὡς ἀσθενεῖς ὄντας καὶ μὴ δυναμένους κινῆσαι ὅπλα, κατέλειψε τῇ Περσίδι χώρᾳ ἐπιτηρητάς τε καὶ φύλακας. πανώλης πανώλεθρος. γέρων ἔρρει, ἀλλὰ πᾶσα ἡ νεότης.
μονάδα δὲ μεμονωμένον δέ φασι τὸν Ξέρξην ἀπομεῖναι καὶ ἔρημον οὐ μετὰ πολλῶν ἀνδρῶν διαπερᾶσαι τὸν Ἑλλήσποντον, τὴν ζευκτηρίαν δηλαδὴ τὴν ἐν δυοῖν μέρεσι κειμένην καὶ συζευγνῦσαν αὐτόν· λέγει δὲ τὴν Ἀσίαν καὶ τὴν Εὐρώπην. μεμονωμένον· τοῦτο δὲ λέγει οὐχ ὡς μόνου Ξέρξου σωθέντος, ἀλλʼ ἐπειδὴ μετʼ ὀλίγων πάνυ ὑπέστρεφε, διὰ τοῦτο μονάδα φησὶν ὁ ἄγγελος. ποῖ τελευτᾷ ἀπολέλειπται ἐκεῖνος. σωτηρία αὐτῷ.
γέφυραν ἐν δυοῖν ζευκτηρίαν τὸν Ἑλλήσποντον, ὃς ζεύγνυσιν Ἀσίαν καὶ Εὐρώπην. ζυγὸς γὰρ οἷον ἐγένετο ταῖς δυσὶν ἠπείροις. ἄσμενον μολεῖν φησὶν ὁ ἄγγελος. ἐν δυοῖν ζευκτηρίαν ἤτοι τὸ ἐν Ἀσίᾳ καὶ Εὐρώπῃ ζεῦγμα. τὸν γὰρ Ἑλλήσποντον, ὅστις ἐστὶν ὅρος τῶν δύο ἠπείρων, ἔζευξεν.
τήνδε τὴν Ἀσίαν. ἐτήτυμον ἀληθές ἐστι.
σαφηνὴς ἀληθής. στάσις ἀμφιβολία.
φεῦ, ταχεῖα ὡς τοῦ Δαρείου χρησμὸν εἰπόντος καὶ οἷον προμαντευσαμένου τὸν Ξέρξην ἀποβαλεῖν πολὺν λαόν. ταχεῖά γʼ ἦλθε χρησμῶν πρᾶξις ταχέως ἐπράχθησαν οἱ χρησμοὶ, οὓς αὐτὸς ζῶν ἐδεξάμην.
τελευτὴν τέλος. ηὔχουν ἐθάρρουν. ἐκτελευτῆσαι ἐκτελέσαι.
ἀλλʼ ὅταν ἀλλʼ ὅταν σπεύδη τις εἰς καλὸν, ἢ εἰς κακὸν, ὁ θεὸς αὐτοῦ ἐπιλαμβάνεται. ἢ, ὅταν ἐπὶ τὰ χείρω ἐπείγηται, τότε συνεφάπτεται καὶ συνεπείγεται αὐτῷ καὶ ἡ Ἐρινὺς ἡ τιμωρητικὴ καὶ ἡ ἔφορος τῶν κακῶν θεός. σπεύδῃ πρὸς τὸ κακὸν ἢ πρὸς τὸ καλόν. τὸ ἐὰν σπεύδῃ τις εἰς κακὸν, καὶ ὁ θεὸς συνάπτεται αὐτῷ τῆς σπουδῆς. τὸ δὲ νέῳ ἀντὶ τοῦ νηπιώδει, ἢ τὸ τάδε ἀντὶ τοῦ τὰ παρόντα κακά. ὅπερ εἰ οὕτως εἴποις, νοήσεις τὸ οὐ κατειδώς οὕτως, ἀντὶ τοῦ οὐ γινώσκων. τὸ ἐάν τις πρὸς τὸ κακὸν σπεύδῃ, καὶ ὁ θεὸς αὐτῷ τῆς σπουδῆς συνάπτεται, ἤνυσε τὰ παρόντα κακά.
νῦν κακῶν ἔοικεν εὑρεθῆναι καὶ ἀνοιχθῆναι τοῖς φίλοις ἅπασιν ἐμοῦ ἡ τῶν κακῶν πηγή. Ἄλλως. ὡς ἡ πηγὴ τὸ μὲν τοῦ ὕδατος ἀναδίδωσιν, ἄλλο δὲ μετʼ αὐτὸ ἀναβλύζει, οὕτω καὶ ἐνταῦθα.
ὅστις Ἑλλήσποντον ὅστις ὁ Ξέρξης ἤλπισε σχήσειν καὶ κρατήσειν ὡς δοῦλον ἐν δεσμοῖς τὸν ἱερὸν Ἑλλήσποντον. ἱερὸν δὲ τοῦτόν φησι, διὰ τὸ ἱδρῦσθαι αὐτόθι Διὸς ἱερὸν, ὡς Μνασέας φησίν. ἢ τὸν ἀνειμένον ἀκωλύτως ὡς τὸν ἱερὸν ἰχθὺν φέρεσθαι. ἢ ὡς ὅτι θεῖαι δυνάμεις ἐπεκάθηντο φυλάττουσαι τοὺς τόπους οὓς διῆλθεν ἡ Ἰώ. ἱρὸν θεῖον. δοῦλον ὣς τοὺς γὰρ δούλους δεσμοῦσιν οἱ δεσπόται.
σχήσειν καθέξειν, κυριεύσειν. ῥέοντα Βόσπορον Ἑλλήσποντον καὶ Βόσπορον τὸν αὐτὸν καλεῖ, ἀπὸ μὲν Ἕλλης Ἑλλήσποντον, ἀπὸ δὲ τῆς Ἰοῦς βοὸς γενομένης· Βόσπορον. τὸ δὲ θεοῦ ἤτοι τοῦ Ἑλλησπόντου, ὥσπερ ἀρτίως καὶ ἱερὸν ἐκάλεσε, διὰ τὸ πολλὰς καὶ καλλίστας νήσους αὐτὸν περιέχειν καὶ εἶναι ἐν αὐτῷ τοὺς Ἕλληνας.
καὶ πόρον μετερρύθμιζε καὶ τὸν τῆς θαλάσσης τόπον μετέπλαττε καὶ εἰς ξηρὰν μετέβαλλε, καὶ τὸν Ἑλλήσποντον δεσμοῖς σιδηροῖς περιβαλὼν, ἤτοι γέφυραν ἐν αὐτῷ διὰ σιδήρου ἐργασάμενος, πολλὴν καὶ μακρὰν κέλευθον καὶ ὁδὸν ἐπλήρωσε καὶ ἐποίησε τῷ στρατεύματι, ἄνθρωπος ὤν· ᾤετο δὲ καὶ ὑπελάμβανε καὶ ἐνόμιζεν οὐκ ἐν εὐβουλίᾳ, ἀλλʼ ἀβούλως καὶ μωρῶς κρατήσειν πάντων τῶν θεῶν καὶ τοῦ Ποσειδῶνος αὐτοῦ, ὃς κύριος τῆς θαλάσσης ἐστί. πόρου τὴν θαλασσίαν ὁδόν. μετερρύθμιζε μετέβαλεν εἰς γῆν. πέδαις ταῖς ἁλύσεσιν αἷς συνέδησε τὰς ναῦς.
ἤνυσε εἰργάσατο.
θνητὸς ὢν θεοῦ γὰρ τὸ τοιοῦτον ἔργον. εὐβουλίᾳ τῇ αὐτοῦ. κρατήσειν κυριεύσειν. πῶς τάδʼ ἃ ἐποίησε.
δέδοικα μὴ πολὺς φοβοῦμαι, φησὶ, μὴ ὁ πολὺς πλοῦτος ὁ ἀπὸ τοῦ ἐμοῦ πόνου κατορθωθεὶς ἁρπαγῇ ὑπὸ τοῦ φθάσαντος, ἤτοι τυχόντος. πολὺς πλούτου πόνος ἤγουν ὃν ποιήσας πολὺν πλοῦτον συνέλεξα.
ἀνθρώποις ἀποροῦσιν ἐνταῦθα πῶς δοτικὴν λέγων τὸ ἀνθρώποις, καὶ δέον τῷ φθάσαντι εἰπεῖν, ὁ δὲ οὐχ οὕτως, ἀλλὰ πρὸς γενικὴν τοῦτο ἐπήνεγκεν, ἀντὶ τοῦ φθάσαντι φθάσαντος εἰπών. καὶ φαμὲν ὅτι ἐποίκιλλε τὴν σύνταξιν. ἐπειδὴ γὰρ ἀμφότερα λέγομεν, καὶ ἐγένετο τῷ δεῖνα ὁ ἐμὸς πλοῦτος ἁρπαγὴ, καὶ ἐγένετο τοῦ δεῖνος ἁρπαγὴ, συντάσσοντες καὶ πρὸς γενικὴν καὶ πρὸς δοτικὴν τὸ γένηται, διὰ τοῦτο καὶ ὁ Αἰσχύλος τῷ διπλῷ τῆς συντάξεως τὸν λόγον ἐποίκιλλεν.
ταῦτα τοῖς κακοῖς ὁμιλῶν ταῦτα διδάσκεται ὁ θούριος καὶ ὁ ὁρμητικὸς πρὸς τὸν πόλεμον Ξέρξης, ὁμιλῶν τοῖς κακοῖς ἀνδράσι. λέγουσι γὰρ αὐτῷ· — ὁ γὰρ δέ σύνδεσμος ἀντὶ τοῦ γάρ, ἢ περισσὸς ὁ δέ — ὅτι σὺ μὲν ὄλβον ἐκτήσω μέγαν τέκνοις, καὶ ἐν ἀνδραγαθίας· τοῦτον δὲ ὑπʼ ἀνανδρίας ἔνδον τῆς οἰκίας κινεῖν τὸ δόρυ· τὸν ὄλβον δὲ τὸν πατρικὸν μὴ αὐξάνειν.
ἔνδον τοῦ οἴκου. αἰχμάζειν ἀφανίζειν.
τοιγάρ σφιν τοιγαροῦν σφὶν καὶ αὐτοῖς τοῖς τῷ Ξέρξῃ συμβουλεύσασι ταῦτα καὶ προτρέψασιν, ἔργον ἐστὶν ἐξειργασμένον εἰς φθορὰν χωρῆσαν. ἔστι δὲ ὁ λόγος ἐν εἰρωνείᾳ. σφὶν τούτοις τοῖς συμβούλοις. ἔργον ἡ τούτου καταβολή.
ἐξεκείνωσεν πεσὸν ἔργον οἷον οὐδέπω, πεσὸν δίκην κύβου — τὰ πράγματα γὰρ κατὰ κύβον πίπτουσιν — ἐξεκένωσε τόδε τὸ ἄστυ. ἔργον δὲ, οἷον οὐδέπω γέγονεν ἐξ οὗτε καὶ ἀφʼ οὗ καιροῦ ὁ Ζεὺς ὤπασε καὶ παρέσχε καὶ ἔδωκε ταύτην τὴν τιμὴν, τουτέστι τὸ ταγεῖν καὶ ἡγεμονεύειν καὶ βασιλεύειν ἕνα ἄνδρα πάσης τῆς Ἀσίας. πεσὸν τὸ πεσσόν εἰ μὲν διὰ δύο σσ γράψεις, πρὸς τὸ ἔργον συνάψεις, τὸ δίκην κύβου τὰ πράγματα ταράξαν· ἔστι γὰρ ἀπὸ τοῦ πεσσάω πεσσόν εἰς δεύτερον ἀόριστον· εἰ δὲ διʼ ἑνὸς σ, πρὸς τὸ ἄστυ συντάξεις· νόει δὲ ἀντὶ τοῦ δυστυχῆσαν· πτῶσις γάρ ἐστιν ἡ δυστυχία.
μηλοτρόφου γράφεται καὶ μιτρολόφου, ἤτοι πολεμικωτάτης, ἀπὸ μέρους τὸ πᾶν.
εὐθυντήριον διεξαγωγόν.
στρατοῦ τοῦ Περσικοῦ.
ἄλλος δʼ ἐκείνου παῖς τὸν Ἀρταφρένην φησὶ, περὶ οὗ παρακατιὼν λέγει «φρένες γὰρ αὐτοῦ θυμὸν οἰακοστρόφουν,» ἐτυμολογῶν αὐτοῦ τὸ ὄνομα. Ἀρταφρένης γὰρ ἐξ ἐτυμολογίας λέγεται ὁ τὰς φρένας ἔχων ἀρτίας καὶ ἀκεραίας. παῖς Ἀρταφρένης. τόδʼ ἔργον τὸ βασιλεύειν. ἤνυσε κατώρθωσε.
φρένες γὰρ ἤγουν μετὰ συνέσεως πᾶν τὸ τῆς ψυχῆς αὐτοῦ βούλημα ἐξετέλει. οἰακοστρόφουν ἐκυβέρνων.
Κῦρος ἰστέον ὅτι Κῦρος ἐκαλεῖτο παρὰ Πέρσαις πατὴρ ὡς προνοούμενος καὶ φροντίζων ἐκείνων· ὁ δὲ Δαρεῖος κάπηλος ὡς φιλοχρήματος.
πᾶσιν εἰρήνην τελείως γὰρ οὗτος τὰ τῆς βασιλείας κατέστησε πράγματα, ὡς μηδένα ἔχειν τὸν ἀνθιστάμενον.
ἤλασε ἐκτήσατο.
ἤχθηρεν ἐμίσησεν. ὡς ἐπεί.
Κύρου δὲ παῖς Κύρου δὲ υἱὸς ὁ Καμβύσης, ἀδελφὸς δὲ, κατὰ Ἑλλάνικον, Μαρφίου καὶ Μέμφιδος. παῖς ὁ Καμβύσης.
πέμπτος δὲ Μάρδος ἡ γραφὴ ἡμάρτηται. τὸν γὰρ ἐπιθέμενον τῇ Καμβύσου ἀρχῇ μάγον ὄντα οὐδεὶς Μάρδον εἶπεν, οὔτε γένος οὔτε ὄνομα. μήποτε οὖν γραπτέον, Μάρδις αἰσχύνη πάτρᾳ· μάγος γὰρ ἦν ὁ τῆς ἀρχῆς ἐπιλαβόμενος, ἢ ἴσως ὁμώνυμος ὑπεκρίνετο εἶναι Μάρδῳ τῷ τοῦ Κύρου παιδὶ, ἀδελφῷ δὲ Καμβύσου. αἰσχύνη δὲ πάτρᾳ εἶπεν, ὅτι μάγος ὢν ἐπέσπασε τὴν τῶν Περσῶν ἀρχὴν εἰς μάγους. ἐπειδὴ γὰρ οἱ Πέρσαι πάντα τῇ βουλῇ τῶν μάγων διεπράττοντο, ὁ Καμβύσης ἤδη πρὸς ἐκστρατείαν ἀπαίρων τοὺς αὑτοῦ μάγους δύο ὄντας ἐν τοῖς βασιλείοις κατέλιπεν, οἳ τῇ ἐρημώσει τῶν τῆς πόλεως ἀνδρῶν ἦρξαν τῆς βασιλείας, Ἀρταφρένης δὲ καὶ Δαρεῖος, οὐχ ὁ τοῦ Ξέρξου πατὴρ, ἀλλʼ ἕτερος καὶ ἄλλοι τινὲς φίλοι αὐτῶν τῆς ἀρχῆς αὐτοὺς κατεβίβασαν. καταγαγόντες δὲ αὐτοὺς ἤριζον περὶ τῆς βασιλείας. οἱ μὲν οὖν ἄλλοι ταύτην λαβεῖν ἀπείπαντο, φήσαντες ἐλευθέρους ἑαυτοὺς εἶναι βούλεσθαι, καὶ μήτʼ ἄρχειν μήτʼ ἄρχεσθαι καὶ ἀπολαύειν τῶν τῆς ἀρχῆς δεινῶν. Ἀρταφρένης δὲ καὶ Δαρεῖος ἆθλον ἔθεντο τὸ μεθʼ ἵππων δραμεῖν, οὕτινος δʼ ἵππος ἐπὶ τὴν νύσσαν ἐλθὼν χρεμετίσειε, πάντως αὐτὸς καὶ τῆς ἀρχῆς ἐπιλάβηται. ὁ οὖν Δαρεῖος τῷ ἱπποκόμῳ αὑτοῦ τὰ περὶ τούτου ἀνεκοινώσατο. οὗτος δὲ χιτῶνα λαβὼν καὶ τῷ τῆς θηλείας ἐπιτρίψας μορίῳ δέδωκεν αὐτῷ ἐπειπὼν, ἣν δʼ ἂν ὥραν ὁ ἵππος τῇ νύσσῃ προσεγγίσῃ, τηνικαῦτα στήσας αὐτὸν τῷ μυκτῆρι αὐτοῦ τὸν χιτῶνα προσάγαγε, καὶ οὗτος τῆς ὀσμῆς τῆς θηλείας αἰσθανθεὶς χρεμετίσει. ὃ καὶ πεποίηκε καὶ τὸ κράτος νικήσας τῆς ἀρχῆς ἐπελάβετο. Ἄλλως. τινὲς δὲ οὕτω φασὶ γενέσθαι, ὅτι κατὰ τὸν καιρὸν τῆς νυκτὸς ὁ ἱπποκόμος ἐν τῷ καμπτῷ φοράδα στήσας διῆγε τὸν ἵππον καὶ συνουσιάζετο. οὗτος δὲ καὶ κατὰ τὴν ἡμέραν ἐν τῷ καιρῷ τοῦ ἄθλου ἐκεῖσε γεγονὼς τῆς θηλείας ἐμνήσθη, καὶ οὕτως ἐχρεμέτισε. Ἄλλως. Μάρδος τὴν ἀρχὴν τῶν Περσῶν οὐκ ἦρξεν· ἀλλὰ τὰ ἀντίγραφα ἔσφαλαν. ἀντὶ γὰρ τοῦ Μάρδις ἔγραψε Μάρδος· τῷ ὀνόματι γὰρ τῷ ὁμωνύμῳ ὑπεκρίνετο ἴσως ὁ μάγος· ὁ δὲ Μάρδος ἦν ἀδελφὸς τοῦ Καμβύσου, ὃς Μάρδος προσταγῇ τοῦ ἀδελφοῦ ἀνῃρέθη διά τινα μῆνιν.
θρόνοισί τʼ ἀρχαίοισι ἤγουν τῇ ἀρχαίᾳ τῶν Περσῶν βασιλείᾳ.
χρέος τὸ φονεῦσαι αὐτόν· ὤφειλον γὰρ τῷ Ἀρταφρένῃ, ὡς φίλοι, πρὸς πάνθʼ ὑπηρετεῖν αὐτῷ.
κἀγὼ πάλου δʼ ἔκυρσα τοῦπερ κακῶς τοῦτο εἶπε. μετὰ γὰρ τὴν τῶν μάγων καθαίρεσιν Δαρεῖος ὁ μέγας ἦρξεν, ὅτε οἱ ἑπτὰ στρατηγοὶ τοῦ Καμβύσου ὤμοσαν ἀναιρεθῆναι τὸν μάγον τὸν ὑποκρινόμενον τῷ ὀνόματι Μάρδου. κἀγὼ πάλου δʼ ἔκυρσα τοῦ κλήρου ἐπέτυχον.
πόλει τοῖς Σούσοις.
ἐπιστολὰς καὶ παραινέσεις καὶ συμβουλάς.
εὖ γὰρ καλῶς γινώσκετε τοῦτο, ὦ ἐμοὶ ξυνήλικες Πέρσαι, ὅτι ἅπαντες ἡμεῖς οἳ κράτη κατέσχομεν, ἤγουν οἱ προτοῦ βασιλεύσαντες, οὐκ ἂν ἐφάνημεν βλάψαντες τοσαύτην βλάβην τῶν Περσῶν, ὅσην νῦν ὁ Ξέρξης ἐποίησε.
καταστρέφεις καθιστᾷς.
λόγων τελευτὴν ἤγουν εἴς τι τῶν σῶν λόγων τέλος καθιστᾷς. ἐκ τούτων ὧν λέγεις. ἔτι εἰς τὸ ἑξῆς.
πλεῖον ᾖ μήδʼ εἰ πλείονα τῆς τῶν Περσῶν στρατιᾶς κτήσεσθε.
αὐτὴ γὰρ ἡ γῆ αὐτὴ γὰρ ἡ Ἑλλὰς συμμαχεῖ ἐκείνοις τοῖς Ἕλλησι διὰ τὸ αὐτοὺς μὲν τρέφειν ἐν τοῖς οἰκείοις καρποῖς τοὺς ὑπερπώλους καὶ πολυΐππους, ἤγουν τοὺς Πέρσας· ἢ τοὺς ὑπερκόμπους καὶ ἀλαζόνας φθείρουσα ἐν λιμῷ. αὐτὴ γὰρ ἡ Ἑλλὰς ἡ Ἀτθὶς συμμαχεῖ ἐκείνοις τοῖς Ἕλλησι, διὰ τὸ μὴ ἔχειν καρποὺς αὐτάρκεις, ὥστε τοὺς ἐναντίους ἀποτρέπεσθαι. ἡ γῆ, φησὶ, κτείνουσα λιμῷ τοὺς πολυΐππους Πέρσας. ἡ γῆ ἡ Ἑλληνική.
κτείνουσα λιμῷ σίτου γὰρ σπάνιν καὶ τῶν ἄλλων ἀναγκαίων ἔχει.
εὐσταλῆ καὶ λεκτὸν εὐσύνοπτον καὶ ἐκλελεγμένον.
ἀλλʼ οὐδʼ ὁ μείνας ἀλλʼ οὐδʼ ὁ καταλειφθεὶς στρατὸς τῷ Μάρδονι, αἱ τριάκοντα μυριάδες, ὑποστρέψουσιν εἰς τὴν πατρίδα, καὶ πῶς, λέγουσιν, ἀποστεῖλαι πάλιν ἕτερον στρατόν; τοῦτο δὲ εἶπε, τὴν πάντων σημαίνων ἀπώλειαν τῶν Περσῶν. ὁ γὰρ Μάρδων ἐπελέξατο λʹ μυριάδας, τὸ ἔκκριτον μέρος τοῦ στρατοῦ, ἃς ἐπʼ ἐλπίσι κεναῖς ὁ Ξέρξης κατέλειψεν. ὁ μείνας μετὰ Μαρδονίου.
παῦροι ὀλίγοι.
χρὴ θεσφάτοισιν ἐς τὰ νῦν πεπραγμένα βλέψαντα ἀφʼ ὧν ταῦτα ἐτελέσθη, κἀκεῖνα συμβῆναι στοχάζομαι. θεσφάτοισιν τοῖς πάλαι περὶ ταύτης τῆς ἥττης δοθεῖσί μοι χρησμοῖς.
συμβαίνει γὰρ οὐ τὰ μὲν, τὰ δʼ οὒ οὐ γὰρ τὰ μὲν τοῖς ἀνθρώποις συμβαίνει, τὰ δʼ οὒ, ἀλλὰ πάντα ὅσα βροτοῖς παθεῖν πέπρωται ἐπισυμβαίνει αὐτοῖς. Ἄλλως. εἰ γὰρ τὰ μὲν συμβαίνει ἀφʼ ὧν ταῦτα ἐτελέσθη, κἀκεῖνα συμβήσεται. «οὐχὶ τινὰ μὲν συμβαίνει ἐκ θελήματος τῶν θεῶν, τὰ δὲ οὒ,» ἀλλʼ ὅσα ὑπὸ θεῶν διιθύνονται βουλεύματα τῶν ἀνθρώπων, τελειοῦται, ὅσα δὲ οὒ, οὐ τελειοῦται. τοῦτο δὲ εἶπε διὰ τοὺς χρησμοὺς τοὺς κειμένους μὴ ἀπελθεῖν εἰς Ἑλλάδα.
κεἴπερ τάδʼ ἐστὶ, πλῆθος ἔκκριτον καὶ ἐάν περ τάδε τὰ πεπρωμένα ἀληθῆ τυγχάνωσι, λείπει καὶ τὸ ἔκκριτον πλῆθος τοῦ βαρβάρου στρατοῦ, ἀντὶ τοῦ οἴχεται καὶ θνήσκει. εἶτα ἐξ οὐδετέρου πρὸς ἀρσενικὸν τὸν λόγον ἔτρεψεν, εἰπὼν, πεπεισμένος οὗτος ὁ στρατὸς ἐν κεναῖς ἐλπίσι. πέπρωται γὰρ αὐτὸν ἐκεῖ θανεῖν. ἢ λείπει καὶ ἀφίησιν ὁ Ξέρξης ἐν Ψυτταλείᾳ τὸ τοῦ στρατοῦ ἔκκριτον πλῆθος, πεπεισμένος ματαίαις ἐλπίσι. κεἴπερ τάδʼ ἐστὶ ἤγουν εἴπερ τοῦτο οὕτως ἔχει, ὡς πάντα τὰ τῶν χρησμῶν πληροῦται.
λείπει καταλιμπάνει ὁ Ξέρξης ἐκεῖσε. κεναῖσιν ἐλπίσιν ματαίαις ἐλπίσιν ὡς ἂν διὰ τοῦ πεζοῦ τὴν Ἑλλάδα χειρώσηται.
μίμνουσι δʼ ἔνθα ὁ Ἀσωπὸς τὸ πίασμα καὶ λίπασμα ἢ πότισμα προσφιλὲς τῇ Βοιωτῶν χθονὶ καὶ τῇ γῇ, ἄρδει τὸ πεδίον καὶ τὴν γῆν, ἀντὶ τοῦ, ἔνθα ὁ Ἀσωπὸς λιπαίνει τὴν Βοιωτίαν.
φίλον πίασμα προσφιλὲς τοῖς ἐκεῖσε πότισμα.
οὗ σφιν κακῶν ὕψιστα τὴν ἐν Πλαταιαῖς πεζομαχίαν φησὶν, ἣν πρὸς τοὺς Λάκωνας συγκροτήσαντες οἱ βάρβαροι κατὰ κράτος ἡσσήθησαν.
ὕβρεως τῆς κατὰ τῶν ἱερῶν καὶ τῶν ἄλλων. ἄποινα ἀμοιβάς. κἀθέων φρονημάτων ἐπειδὴ ἀσεβὲς φρόνημα εἶχον, ἅτε ἱερὰ ἐμπιμπρῶντες καὶ τοὺς τάφους ἀνασκευάζοντες. γράφεται καὶ δωρημάτων, ἤγουν ἃ ἀθέως τῇ Ἑλλάδι ἐπήγαγον.
συλᾶν πορθεῖν καὶ ἀφανίζειν.
ἄιστοι ἀφανεῖς. ἱδρύματα κατοικίαι.
φύρδην ὁμοῦ.
κοὐδέπω κακῶν ἡ τῶν κακῶν οὖν κρηπὶς καὶ ὑποβάθρα καὶ θεμέλιος καὶ ὁ ἐσμὸς οὐδέπω ὑπέστη καὶ εἰς τέλος κατήντησεν, ἀλλʼ ἔτι ἐκπαιδεύεται καὶ αὔξεται τὰ δεινά.
κρηπὶς στάσις καὶ τέλος. ἐκπαιδεύεται εἰς παιδείαν ἐκείνων αὐξάνεται τὰ κακά.
πέλανος ῥύπος.
Δωρίδος τῆς Πελοποννησιακῆς.
θῖνες δὲ νεκρῶν οἱ θῖνες δὲ καὶ οἱ σωροὶ τῶν νεκρῶν καίπερ φωνὴν μὴ ἔχοντες δείξουσι καὶ τῇ τρίτῃ γενεᾷ τὰ τῶν Περσῶν πτώματα, τουτέστιν ὅτι καὶ ἂν τρεῖς γενεαὶ παρέλθωσιν, τὰ δὲ τῶν νεκρῶν καὶ ἔτι παραμενοῦσι πτώματα, διὰ τὸ ἄπειρα εἶναι μὴ ἰσχύσαντος τοῦ χρόνου ἀφανίσαι αὐτά. θῖνες οἱ σωροί. τριτοσπόρῳ γένει τρίτῃ γενεᾷ.
ἄφωνα οὐκ ἐκ λόγων, ἀλλʼ ἐκ μόνης τῆς θέας. σημανοῦσιν δηλώσουσι.
ὡς οὐχ ὑπέρφευ σοβαρῶς οὐ χρὴ φρονεῖν ἄνθρωπον ὄντα τινά. ἡ γὰρ κενοδοξία καὶ ἡ τῶν θεῶν καταφρόνησις ἐξανθοῦσα γεννᾷ στάχυν βλάβης, ὅθεν θρήνου ἄξιον θέρος θερίζει ὁ τὴν τῶν θεῶν ἐνδεικνύμενος ὕβριν καὶ καταφρόνησιν. ὑπέρφευ ἄγαν καὶ μεῖζον ἀνθρώπου.
ὕβρις ἀλαζόνεια καὶ ἀσέβεια.
ἐξαμᾷ θερίζει.
τῶνδε ὧν ἐποίησαν καθʼ ἱερῶν καὶ τῶν ἄλλων.
Ἑλλάδος τε μηδέ τις ὑπερφρονήσας καὶ παραβλεψάμενος τὴν προσοῦσαν αὐτῷ εὐτυχίαν, ὡς μείζονος ἐρασθεὶς δόξης, ἐκχέῃ καὶ φθείρῃ ὃν τὸ πρὶν εἶχεν ὄλβον μέγιστον.
ὑπερφρονήσας καταφρονήσας, παριδών. τὸν παρόντα δαίμονα τὴν παροῦσαν νῦν Περσαῖς δυστυχίαν.
ἄλλων πραγμάτων. ὄλβον τὴν εὐδαιμονίαν ἣν εἶχε.
εὔθυνος δικαστής. εὔθυνος τιμωρός.
πρὸς ταῦτʼ ἐκεῖνον πρὸς ταῦτα ὑμεῖς οἱ κεχρημένοι τῇ σωφροσύνῃ, ἢ οἱ χρῄζοντες καὶ θέλοντες σωφρονεῖν, πινύσκετε καὶ συνετίζετε καὶ σωφρονίζετε ἐκεῖνον τὸν Ξέρξην ἐν συνετοῖς νουθετήμασιν, ὥστε λῆξαι καὶ παύσασθαι θεοβλαβοῦντα καὶ τὴν ἐκ τῶν θεῶν βλάβην πάσχοντα διὰ τῆς κενοδοξίας. ἢ κεχρημένον ἀντὶ τοῦ χρείαν ἔχοντα καὶ ἄξιον ὄντα σωφρονεῖν. ἐκεῖνον τὸν Ξέρξην. κεχρημένοι εἰς τὸ κεχρημένοι ὑποστίξας ἀντὶ τοῦ χρῄζοντες νοήσεις. εἰ δὲ συνάψεις τοῦτο πρὸς τὸ εὐλόγοις νουθετήμασιν, ἀντὶ τοῦ χρησάμενοι, ὅθεν καὶ πρὸς τὸ λῆξαι ὥστε ἔξωθεν λάβῃς.
πινύσκετʼ νουθετεῖτε.
θεοβλαβοῦντʼ ἐκ θεῶν βλαπτόμενον, ἢ βλάπτοντα τοὺς θεούς.
πάντα γὰρ ὑπὸ τοῦ ἄλγους τῶν ἐπελθόντων τῷ Ξέρξῃ κακῶν πάντα τὰ μέρη τῶν ποικίλων ἐσθημάτων αὐτοῦ στημορραγοῦσι, καὶ μετὰ τῶν στημόνων αὐτῶν διαρρέουσιν ἐν τῷ σώματι αἱ λακίδες καὶ διασχίσεις, τουτέστιν ὑπὸ τῆς θλίψεως διέρρηξε τὰ ἱμάτια αὐτοῦ ὁ Ξέρξης.
λακίδες σχίσματα.
στημορραγοῦσι διαρρήνυνται.
ὑμεῖς δὲ πρέσβεις πρὸς τὸν χορόν φησιν ὁ Δαρεῖος ὅτι ἐγὼ μὲν ἄπειμι κάτω εἰς τὸν ᾍδην· ὑμεῖς δὲ, ὦ γεραιοὶ, χαίρετε, ἐν κακοῖς μὲν ὄντες, ὅμως δὲ χαίρετε, ψυχῇ διδόντες ἡδονήν. ἤγουν θύοντες ἐμοὶ καὶ τὴν ἐμὴν ψυχὴν ἡδύνοντες διὰ τῶν θυσιῶν, τοῖς γὰρ θανοῦσι θυσία μόνη ἐστὶ προσδεκτέα, πλοῦτος δὲ οὐδὲν ὠφελεῖ. ἐν κακοῖς ὄντες.
χρήματʼ πλοῦτος.
ἦ πολλὰ ὁ χορὸς ἀκούσας ἀπὸ τοῦ Δαρείου ἃ μέλλουσι καὶ ἔτι παθεῖν οἱ Πέρσαι κακὰ, φησὶν, ὄντως ἤλγησα ἀκούσας τοῖς Πέρσαις πολλὰ πήματα καὶ παρόντα καὶ μέλλοντʼ ἔτι, ἢ ἃ νῦν πάσχουσι καὶ ἃ μέλλουσιν ἔτι αὐτοῖς ἐπελθεῖν.
ἀτιμίαν διάρρηξιν.
ἀμπέχει περικαλύπτει.
οὐ γὰρ τὰ φίλτατʼ οὐ γὰρ τοὺς ἐμοὶ φιλτάτους ἐν ταῖς αὐτῶν ἀνάγκαις προδώσω καὶ παραβλέψομαι.
ὦ πόποι θαυμαστικῶς σύγκρισιν ποιεῖται τῶν ἐπὶ Δαρείου εὐτυχημάτων πρὸς τὰ νῦν κακὰ, καί φησιν, ὄντως μεγάλης βιοτῆς, ἀγαθῆς τε πολισσονόμου, καὶ τὴν πόλιν καλῶς νεμούσης καὶ διευθετούσης, ἐτύχομεν ἐπὶ τοῦ Δαρείου.
πολισσονόμου καλλίστης ὑπαρχούσης πολιτικῆς.
ἐπεκύρσαμεν ἐπετύχομεν.
εὖθʼ ὁ γεραιὸς εὖτε καὶ ὁπηνίκα ἦρχε καὶ ἐβασίλευε τῆς ἡμετέρας χώρας ὁ Δαρεῖος, ὁ ἄμαχος βασιλεὺς, ὁ ἱσόθεος, ὁ πανταρκὴς καὶ εἰς πάντας ἀρκῶν καὶ εὐεργετῶν καὶ διευθετῶν καὶ διέπων καλῶς, καὶ παντάπασι δίκαιος γενόμενος. τὸ εὖτε εἰ μὲν ἄνω συνάψεις, ἐπεκύρσαμεν γράψεις· εἰ δὲ κάτω, ἀπεκύρσαμεν γράψεις, οὗ δὴ στίξας ἀρξάμενος ἀπὸ τοῦ εὖτε ὑποστίξεις πρὸς τὸ χώρας.
πανταρκὴς ὁ παντὶ βοηθῶν. ἀκάκης ἄμαχος πρᾷος, εἰρηνικός. ἢ ὁ μὴ κάκην καὶ δειλίαν ἔχων.
πρῶτα μὲν εὐδοκίμου περιβόητοι ἦμεν ἐκ πολέμου πανταχοῦ τροπαιουχοῦντες· οἱ δὲ δημωφελεῖς δῆμοι πάντα τὰ νόμιμα ἐπολιτεύοντο. πρῶτα μὲν καὶ πρωτοτύπως ἀπεφαινόμεθα στρατιᾶς εὐδοκίμου, ἤτοι περιβοήτου καὶ τροπαιοφορούσης, τουτέστι διὰ στρατιᾶς, κατὰ πόλεμον εὐδοκιμοῦμεν καὶ ἐπεύθυνον, ἤγουν κατὰ τὸ εὐθὺ ἐξήγοντο καὶ ἐπλατύνοντο, πάντα τὰ νόμιμα τῶν πυργουμένων καὶ τετειχισμένων πόλεων· καὶ ὡρμῶμεν κατὰ τὰ νενομισμένα ἔθη ταῖς πόλεσι ταῖς πορθουμέναις, οὐ τεμένη πορθοῦντες, οὐ τάφους ἀνασπῶντες, ὡς Ξέρξης ἐτόλμησε ποιῆσαι. λέγεται δὲ καὶ πύργινα νόμιμα τὰ πυργοῦντα καὶ συνιστῶντα τὰς πόλεις. ἀπεφαινόμεθʼ τὸ ἀπό πρὸς τὸ εὐδοκίμου σύναπτε, ἵνʼ ᾖ, ἀπὸ τῆς εὐδοκίμου στρατιᾶς ἐφαινόμεθα καὶ ἔκδηλοι πᾶσιν ἦμεν τὰ ἐς πολέμους. νόμιμα οἱ νόμοι.
τὰ πύργινα πάντʼ τὰς πόλεις πάσας. ἐπεύθυνον διῴκουν.
νόστοι αἱ ὑποστροφαί.
ὅσας δʼ εἷλε πόλεις τοῦτο θαυμαστικῶς φησιν ὅτι τῇ ἀρετῇ Ἕλληνας ὑπέταξε Δαρεῖος, ἀλλʼ οὐκ ἀνάγκῃ. ὅσας πολλάς. εἷλε ἔλαβε. οὐ διαβὰς καὶ οὐ διελθών.
οὐδʼ ἀφʼ ἑστίας συθεὶς σκληροτέρα ἡ συναλοιφὴ ποταμοῦδʼ ἀφʼ ἑστίας, οἷόν ἐστι τὸ τοῦ ἕνεκα τοὔνεκα. τὸ τέλειον ἦν ποταμοῦ οὐδʼ ἀφʼ ἑστίας· ὧδε δὲ ἐκβληθέντος τοῦ υ καὶ κραθέντος τοῦ ο καὶ τῆς ου διφθόγγου εἰς τὴν ου δίφθογγον, ποτάμʼ οὐδʼ ἀφʼ ἑστίας γίνεται ὑπερβιβασμῷ τοῦ τόνου, ὡς καὶ τὸ τοῦ ἕνεκα, τούνεκα. συθεὶς ὁρμηθείς.
οἷαι Στρυμονίου πελάγους οἷαί εἰσιν αἱ Ἀχελωίδες νῆσοι τοῦ Στρυμονίου πελάγους αἱ πάροικοι τῶν Θρῃκίων ἐπαύλων, ἤγουν τῆς Θρᾴκης. Ἀχελωίδες παραθαλάσσιοι. Ἀχελῷος γὰρ τὸ ὕδωρ κατὰ γλῶσσαν. πάροικοι πλησιόχωροι.
ἐπαύλων κατοικήσεων.
λίμνας τʼ ἔκτοθεν ἤγουν αἱ ἔξωθεν θαλάσσης. εἶτα παρακατιὼν ἐφερμηνεύων φησὶν ὅτι ἐκείνας λέγει αἳ κατὰ τὴν χέρσον ἐλαύνουσαι τὸν πύργον, ἤγουν ὡς ἐπὶ τὸ πλεῖστον τῇ χέρσῳ πλησιάζονται, τούτου τοῦ ἄνακτος ὑπήκοοι, ἤγουν τοῦ Δαρείου, αὐχώμεναι, ἤτοι αὖχος αὐτὸν καὶ καύχημα ἔχουσαι, περὶ τὸν εὐρὺν πόρον τῆς Ἕλλης· ὡς μέχρι Ὑπερβορέων παρατεινούσης τῆς τῶν Περσῶν ἀρχῆς. λίμνας θαλάσσης. ἔκτοθεν καὶ αἱ ἔξω τῆς θαλάσσης, ὅσαι εἰσὶ μεσήπειροι, ὡς καὶ μέχρι Ὑπερβορέων παρατεινάσης τῆς ἀρχῆς τῶν Περσῶν.
περὶ πύργον περὶ τεῖχος.
τοῦδʼ ἄνακτος ἄιον τῷ Δαρείῳ ὑπήκουον. τοῦδʼ ἄνακτος τοῦ Δαρείου. ἄιον ἤκουον.
εὐχόμενοι φημιζόμεναι.
μυχία τε Προποντὶς ἀπὸ κοινοῦ τὸ οἷαί εἰσιν αἱ περὶ τὸν Ἑλλήσποντον τὴν οἴκησιν ἔχουσαι, ἡ Προποντίς τε, ἤτοι τοῦ Εὐξείνου πελάγους, ἡ μυχία καὶ ἡ ἐν μυχοῖς τοῦ Ἑλλησπόντου κειμένη· καὶ τὸ στόμα τοῦ πόντου, ἤγουν ὁ Βόσπορος· οὗτος γὰρ στόμα πόντου λέγεται. μυχία βαθεῖα· ἢ ἐν τῷ μυχῷ τοῦ Ἑλλησπόντου κειμένη.
νᾶσοί θʼ αἱ νῆσοί τε· ἀπὸ κοινοῦ τὸ οἷαί εἰσιν, αἵτινες περίκλυστοι καὶ ὑπὸ τῆς θαλάσσης κλυζόμεναι κατὰ τὸν Εὔξεινον πόντον — τοῦτον γὰρ πρῶνα ἅλιον λέγει — ὑποτασσόμεναι καὶ προσκαθήμεναι τῇ ἡμετέρᾳ γῇ. μετὰ κατά. πρῶνʼ ἐξοχήν.
τᾷδε γᾷ τῇ περὶ τὸν Ἑλλήσποντον. προσήμεναι προσκαθήμεναι.
Λέσβος Λέσβος πόλις Αἰολική. μητρόπολις δὲ τῶν Αἰολικῶν πόλεων, περίμετρον ἔχουσα θʹ σταδίων μεταποιουμένη τῆς Ὀρφέως κεφαλῆς. ἐκεῖ γάρ φασιν μετὰ θάνατον αὐτὴν λαλοῦσαν προσενεχθῆναι· τοῦτο δὲ ἐμυθεύθη διὰ τὸ ἀρίστους ἐκεῖ καὶ μετὰ Ὀρφέως γενέσθαι ἄνδρας λογίους, ὧν ἦν καὶ Ἀρίων ὁ Μηθυμναῖος καὶ Πιττακὸς καὶ ὁ ποιητὴς Ἀλκαῖος καὶ ἡ Σαπφὼ, θαυμαστόν τι, φασὶ, γυναικὸς χρῆμα· πρὸς ἣν οὐδεμία γυνὴ ἐφάμιλλος εἰς ποιήσιν ἦν. ἦν δὲ πεντάπολις ἡ Λέσβος, ἔχουσα τῶν εʹ τὴν Λέσβον, ἀφʼ ἧς ἡ νῆσος Λέσβος ἐλέγετο, ἐκ τοῦ μέρους λαχοῦσα τὸ ὄνομα, ὥσπερ καὶ νῦν Μιτυλήνη λέγεται ἡ αὐτὴ ἀπὸ πόλεως ὁμωνύμου μιᾶς ἐκείνων τῶν εʹ· τῷ δὲ αὐτῷ λόγῳ καὶ Λυκόφρων αὐτὴν Ἴσσαν ἐκάλεσε· μία γὰρ καὶ ἡ Ἴσσα τῆς αὐτῆς πενταπόλεως. οἵα Λέσβος μεταβέβηκεν εἰς τὸ Αἰγαῖον πέλαγος. ἡ γὰρ Λέσβος ἐν τῷ Αἰγαίῳ ἐστὶν, ὁμοίως καὶ ἡ Σάμος. Λέσβος νῆσος· ἤγουν ἡ Μιτυλήνη.
Τήνῳ τε καὶ ἡ Ἄνδρος νῆσος ἡ συνάπτουσα τῇ νήσῳ Τήνῳ καὶ συνημμένη αὐτῇ καὶ ἀγχιγείτων ταύτης τυγχάνουσα. συνάπτουσʼ πλησιάζουσα.
καὶ τὰς ἀγχιάλους μεσάγκτους τὰς ἄγχι τῆς θαλάσσης κειμένας καὶ πρὸς τὸν αἰγιαλόν.
ἐκράτυνε ἐδέσποζε. μεσάκτους ἐπειδὴ τὰ κύκλῳ τῶν νήσων ἀκταί εἰσι, διὰ τοῦτο μεσάκτους τὰς νήσους καλεῖ.
Κυπρίας τὰς ἐν τῇ Κύπρῳ.
Σαλαμῖνά τε Σαλαμῖνα τὴν ἐν Κύπρῳ φησίν· ἧς ἡ μητρόπολις ἡ ἐν τῇ Ἀττικῇ δηλαδὴ νῆσος Σαλαμὶν αἰτία ἐστὶ τῶνδε τῶν στεναγμάτων. ἄποικοι γάρ εἰσιν οἱ ἐν Κύπρῳ Σαλαμίνιοι τῶν ἐν τῇ Ἀττικῇ· φασὶ γὰρ ὅτι τοῦ Αἴαντος αὐτόχειρος σφαγέντος ἐν Τροίᾳ ὁ Τεῦκρος ὁ αὐτοῦ ἀδελφὸς ἐν τῇ Σαλαμῖνι τῇ αὐτοῦ πατρίδι κατελθὼν οὐκ ἐδέχθη τῷ πατρὶ αὐτῶν Τελαμῶνι, ἀλλʼ ἐδιώχθη ἀπὸ τῆς Σαλαμῖνος, ὡς μὴ τὸν ἀδελφὸν αὐτοῦ κωλύσας σφαγιασθησόμενον ὑφʼ αὑτοῦ. κατελθὼν οὖν ἐν τῇ Κύπρῳ ἐδείματο πόλιν καὶ ταύτην ἐκάλεσε Σαλαμῖνα ἐπʼ ὀνόματι τῆς ἐν Ἀττικῇ.
ματρόπολις αἱ Ἀθῆναι.
στεναγμάτων τὸ νῦν πρὸς τὸ στεναγμάτων σύναπτε.
εὐκτεάνους πλουσίας. τινὲς κατὰ κλῆρον τὸν Ἰόνιον, ἤτοι τὰς κλῆρον καὶ λάχος ἐχούσας τὸν Ἰόνιον κόλπον. τινὲς δὲ τὸ εὐκτεάνους κατὰ κλῆρον ἀντὶ τοῦ κατὰ πλοῦτόν φασιν. νήσους ἢ πόλεις. κλῆρον θέσιν.
ἐκράτυνε ἐδέσποζε. σφετέραις ἰδίαις. ἀκάματον θαυμαστὸν, μέγα. παρῆν παρυπῆρχεν αὐτῷ, τῷ Δαρείῳ.
τευχηστήρων ὡπλισμένων. ἐπικούρων βοηθῶν.
νῦν δʼ οὐκ ἀμφιλόγως νῦν δὲ πάλιν οὐκ ἀμφιβόλως, ἀλλʼ ἀληθῶς ταῦτα φέρομεν ἐν τοῖς πολέμοις, δηλαδὴ τὰς ἐπελθούσας ἡμῖν συμφορὰς, τὰς ἐκ θεοῦ τραπείσας πρὸς ἡμᾶς. ἢ θεόθρεπτα, τὰ ἐκ θεῶν τρεφόμενα καὶ αὐξανόμενα διʼ ἡμᾶς. ἢ ὑπὸ θεῶν ἐνεχθέντα καὶ θεοῖς δόξαντα.
θεόπρεπτα θεόπεμπτα.
δμαθέντες δαμασθέντες.
πλαγαῖσι ὑπὸ τῶν Ἀθηναίων.
ἰὼ, δύστηνος ἐγὼ ὁ Ξέρξης ὑπομιμνησκόμενος τῶν ὅλων Περσῶν ὀλωλότων αἰσχύνῃ καὶ ἐλέῳ πιεζόμενος θρηνεῖ, λέγων, φεῦ τῆς στυγερᾶς καὶ μισητῆς ταύτης μοίρας κυρήσας καὶ ἐπιτυχὼν, κακοτελευτήτου καὶ εἰς κακὰ καταντησάσης. στυγερᾶς λυπρᾶς. μοίρας δυστυχίας.
ἀτεκμαρτοτάτης ἀπροσδοκήτου.
ὡς λίαν. ὠμοφρόνως ἀπηνῶς. ἐνέβη ἐνέσκηψε.
τήνδʼ ἡλικίαν τοὺς γέροντας.
εἴθʼ ὤφελε, Ζεὺς ὑπομνησθεὶς ὁ Ξέρξης τῶν νέων ἀνδρῶν τῶν οἰχομένων ἐν Ἑλλάδι φησὶ ταῦτα, εἴθε ὤφελεν ὁ Ζεὺς κἀμὲ μετὰ τῶν φθαρέντων ἀνδρῶν κατακαλύψαι τῇ μοίρᾳ τοῦ θανάτου.
τῶν οἰχομένων τῶν φθαρέντων.
καλύψαι ἀφανίσαι.
ὀτοτοῖ, βασιλεῦ ὁ χορὸς ἰδὼν τὸν Ξέρξην ὀδυρόμενον φησὶ πρὸς αὐτὸν, φεῦ, ὦ βασιλεῦ τῆς ἀγαθῆς δεξιᾶς καὶ τῆς μεγάλης τιμῆς τῆς τοῖς Πέρσαις νεμηθείσης καὶ τὰ Περσῶν διοικούσης καὶ διεπούσης καὶ διευθετούσης ἅπαντα, τοῦ κόσμου τε τῶν ἀνδρῶν, ἤτοι τῆς παρατάξεως καὶ τῆς στρατηγίας καὶ τῆς κατὰ λόγον κοσμήσεως καὶ εὐταξίας τῶν Περσῶν, οὓς νῦν ὁ δαίμων καὶ ἡ τύχη ἠφάνισεν. ἢ τοῦ κόσμου, ἀντὶ τοῦ τῆς νεότητος, περιφραστικῶς, τῶν νέων ἀνδρῶν καὶ γενναίων. στρατιᾶς ἕνεκα.
περσονόμου τῆς νενομισμένης τοῖς Πέρσαις.
κόσμου ἕνεκα.
δαίμων ἡ τύχη. ἀπέκειρε ἠφάνισε.
γᾶ δʼ αἰάζει τὰν ἐγγαίαν ἡ γῆ δὲ ἡ τῶν Περσῶν αἰάζει καὶ θρηνεῖ τὴν ἥβην καὶ τὴν ἡλικίαν τῶν Περσῶν τὴν ἐγγαίαν καὶ τὴν ἐγχώριον. ἢ οὕτως, ἡ γῆ ἡμῶν τὴν ἔξω τῆς γῆς ἥβην σεσαγμένην ὑπὸ τοῦ ᾍδου καὶ διὰ τὸν Ξέρξην κταμένην αἰάζει. ἢ τὴν ἀποκτανθεῖσαν ἐν τῷ Ξέρξῃ, τῷ σάκτορι καὶ τῷ πληρωτῇ τοῦ ᾍδου. παρὰ τὸ σάττω τὸ ἐπιφορτίζω καὶ γεμίζω. διʼ αὐτὸν γὰρ ἀπέθανον οἱ Πέρσαι, καὶ αὐτὸς αἴτιος γέγονεν τοῦ θανεῖν αὐτοὺς καὶ ὑπὸ τὸν ᾍδην γενέσθαι. ἢ οὕτως, ἡ γῆ ἡμῶν θρηνεῖ τὴν ὑπὸ γῆν κρυφθεῖσαν ἡλικίαν τῶν Περσῶν τῷ Ξέρξῃ ἀναιρεθεῖσαν τῷ τοῦ ᾍδου πληρωτῇ. γαῖα ἡ Περσίς. αἰάζει θρηνεῖ. ἔγγαιον ἐγχώριον.
ἥβαν ἡλικίαν. Ξέρξα ὦ. κταμέναν ἐκβληθεῖσαν.
ᾍδου σάκτορι Ἄρει, διʼ οὗ πληροῦται ὁ ᾍδης νεκρῶν. ἢ σάκτορι ἀντὶ τοῦ φθορεῖ.
πάνυ γὰρ φύστις φύστις ἡ πεφυρμένη καὶ ἐπὶ γῆς πεσοῦσα. λέγεται καὶ φύστις ἡ ἔκφυσις, γονή. τοῦτο δὲ διὰ μέσου. Ἀγδαβάται γὰρ, ὅ ἐστιν ἔθνος Περσῶν, ἐξέφθινται καὶ ἐφθάρησαν, πολλοὶ φῶτες, ἄνθος καὶ καλλώπισμα τῆς χώρας, τοξοδάμαντες καὶ τοῖς τόξοις τοὺς ἐναντίους δαμάζοντες, πάνυ φύστις καὶ ἔκφυσις καὶ γονὴ μυριὰς ἀνδρῶν, ἤτοι πολὺ γένος τῶν Περσῶν. τὸ δὲ γάρ παρέλκον. τοξοδάμαντες πολεμικοί. φύστις μυριὰς ἤγουν πολὺ ἀναβλαστῆσαν γένος ἀνδρῶν ἦσαν οἱ Ἀγδαβάται. ὥσπερ πύθω πύσω πύστις ἡ ἐξ ἀγγελίας μάθησις, οὕτω καὶ ἐκ τοῦ φύω φύσω φύστις ἡ φυὴ καὶ ἡ φύσις.
ἐξέφθινται ἐφθάρησαν. κεδνᾶς ἀλκᾶς ἕνεκα τῆς ἀρίστης δυνάμεως τῶν Περσῶν.
Ἀσία δὲ χθὼν ἡ Ἀσία δὲ γῆ, ὦ βασιλεῦ, ἤτοι οἱ Πέρσαι πάντες ἐπὶ γόνυ κέκλινται, ἀντὶ τοῦ ὑπέκυψαν καὶ ἐφθάρησαν. ἢ ἐπὶ γόνυ ἡ Ἀσίας γῆ πέπτωκεν, ὀλοφυρομένη οὓς ἀπώλεσε. λέγει δὲ τοὺς πολίτας. τινὲς δέ φασιν ἐπὶ γόνυ αἴας, ἤτοι κατὰ πρόσωπον τῆς γῆς. γαίας γράφεται δὲ καὶ γαῖαν, καὶ συντάσσεται οὕτω· κέκλιται καὶ ἔκλινον τὸ γόνυ ἐπὶ τὴν γαῖαν.
αἰνῶς λίαν. ἐπὶ γόνυ κέκλιται τεταπείνωται καὶ καταβέβληται, ἐκ μεταφορᾶς τῶν μὴ δυναμένων στῆναι διὰ πήρωσιν σκέλους. εἴληπται δέ εἰς παροιμίαν.
ὅδʼ ἐγὼν ἤγουν ἀφορμὴ θρήνου πᾶσι γέγονα διὰ τὴν συμβᾶσαν ἐμοὶ συμφορὰν, καὶ τῇ πατρῴᾳ γῇ κακῶν αἴτιος γέγονα, διʼ ὧν τοσοῦτον πλῆθος ἀπώλεσα ἐν Ἑλλάδι. αἰακτὸς ποταπὸς θρηνητικός.
γέννᾳ τῶν Περσῶν.
προφθόγγου σοι πρὸ τοῦ σοῦ φθόγγου πέμψω αὐτὸς ἰαχὴν πολύδακρυν διὰ τὴν κακοφάτιδα βοὴν τῆς ὑποστροφῆς· εἶτα ἑρμηνεύων τὸ ἰαχὴν πολύδακρυν φησίν· ἰὰν καὶ φωνὴν κακὸν μέλος ἔχουσαν θρηνητῆρος Μαριανδυνοῦ, ὡς τῶν Μαριανδυνῶν θρηνῳδῶν ὄντων. πρόσφθογγον προσφώνησίν σοι, ἤγουν χαιρέτισμα πέμψω αὐτὸς ἰαχὴν πολύδακρυν διὰ τὴν κακοφάτιδα βοὴν τῆς ὑποστροφῆς. τινὲς δέ φασι πρὸ τοῦ φθόγγου καὶ τῆς ἐπαγγελίας τοῦ νόστου, ἢ πρὸ τῆς θρηνῳδίας τῆς περὶ σοῦ μελλούσης γενέσθαι. προσφθόγγου χαιρετιστικοῦ. νόστου ὑποστροφῆς. ἡ σύνταξις, πέμψω σοι τὴν βοὴν τοῦ νόστου τοῦ προσφθόγγου κακοφάτιδα ἰὰν καὶ βοὴν κακομέλετον Μαριανδυνοῦ θρηνητῆρος, ἰαχὴν λέγω πολύδακρυν· τουτέστιν, ὥσπερ τοὺς ἐξ ἀποδημίας ἰόντας προσφθέγγεσθαι δίκαιον, οὕτω καὶ ἐγὼ πρός σε πέμψω λόγους θρήνων καὶ κακῶν γέμοντας. τὸ δὲ ἰὰν κακομέλετον Μαριανδυνοῦ θρηνητῆρος ἀντὶ τοῦ θρῆνον ἀμελῆ καὶ ἄμουσον, οἷος ὁ τοῦ Μαριανδυνοῦ θρηνητῆρος· οἱ γὰρ Μαριανδυνοὶ κακῶς καὶ ἀμούσως θρηνοῦσιν. εἴληπται δὲ εἰς παροιμίαν.
κακομέλετον κακὸν καὶ ἄμουσον μέλος ἔχουσαν ὡς θρηνώδη καὶ ἀπευκτήν.
Μαριανδυνοῦ θρηνητῆρος Μαριανδυνοὶ αὐλοὶ, ἐπιτηδειότατα ἔχοντες πρὸς θρῆνον. Καλλίστρατος ἐν δευτέρῳ περὶ Ἡρακλείας Τιτυοῦ παῖδας εἶναί φησι δύο, Πριόλαν καὶ Μαριανδυνὸν, ὃν κυνηγετοῦντα ἀπολέσθαι, καὶ μέχρι τοῦ νῦν Μαριανδυνοὺς ἐν ἀκμῇ θέρους θρηνεῖν αὐτόν. τὸν δὲ Μαριανδυνὸν αὐξῆσαι μάλιστα τὴν θρηνητικὴν αὐλῳδίαν, καὶ διδάξαι ταύτην Ὕαγνιν τὸν Μαρσύου πατέρα. καὶ αὐλοὶ γάρ εἰσι Μαριανδυνοὶ ἐπιτηδειοτάτως ἔχοντες πρὸς τὰς θρηνῳδίας. ὅθεν καὶ τὸ περιφερόμενον «αὐλεῖ Μαριανδυνοῖς καλάμοις «κρούων Ἰαστί.» εἰσὶν οἱ Μαριανδυνοὶ ἔθνος Παφλαγονικόν. ἵετʼ πέμπετε. αἰανῆ σκοτεινὴν, ἢ κατηφείας πλήρη, ἐπειδὴ ἡ λύπη σκότισμα ἐπάγει καὶ κατήφειαν, διὰ τοῦτο αἰανὴν εἶπεν.
δύσθροον δύσφημον. αὐδὰν φωνήν.
δαίμων ἤγουν ἡ παροῦσα δυστυχία.
μετάτροπος ἐναντίος· πρόσθεν γὰρ ηὐτύχουν, νῦν δὲ καταβέβλημαι.
ἥσω ἥσω καὶ πέμψω θρῆνον καὶ λίαν πανόδυρτον, σεβίζων καὶ σεβάζων τὰ λαοπαθῆ καὶ τὰ τῶν λαῶν πάθη τῆς γέννας καὶ ἀνατροφῆς, δηλαδὴ τῆς πόλεως τῆς πενθητῆρος καὶ τῆς ἀξίας πένθους· τὰ βάρη καὶ τὰ δυστυχήματα τὰ ἁλίτυπα, τὰ τῇ θαλάσσῃ τυφθέντα. λέγει δὲ τὰ σώματα τῶν Περσῶν. ἥσω πέμψω. πανόδυρτον πάγκλαυτον μέλος, ἤγουν ὡς πρώην εὐφήμουν σε, οὕτως νῦν πανόδυρτον μέλος πέμψω πενθητῆρος. σεβίζων καὶ διὰ θρήνου τιθεὶς τὰ λαοπαθῆ καὶ ἁλίτυπα βάρη τῇ γέννᾳ τῆς πόλεως, ἤγουν τὰ ἐν χέρσῳ καὶ θαλάσσῃ τοῖς Πέρσαις συμβάντα.
σεβίζων διὰ θρήνου τιμῶν.
ἁλίτυπά τε βάρη τά τε ἐν τῇ θαλάσσῃ γινόμενα δυστυχήματα.
ἀρίδακρυν πολύδακρυν.
Ἰώνων γὰρ ἀπηύρα ὁ Ἄρης· καὶ γὰρ τῶν Ἰώνων ὁ ναύφρακτος, ὁ ἑτεραλκὴς, ὁ ἑτέροις, ἤγουν τοῖς Ἕλλησιν, ἀλκὴν καὶ βοήθειαν δοὺς, ἀπηύρα καὶ ἀπήλαυσε τῶν Περσῶν καταθοινησάμενος αὐτοὺς, κερσάμενος καὶ κατακόψας αὐτοὺς εἰς πλάκα τὴν νυχίαν, ἤτοι νύκτα καὶ θάνατον γεγονυῖαν αὐτοῖς, κατὰ τὴν δυσδαίμονά τε ἀκτὴν, ἤγουν τὴν Σαλαμῖνα. ἀπηύρα ἀφείλετο ἡμᾶς.
ναύφρακτος ναυτικός.
Ἄρης τῶν Ἀθηναίων. ἑτεραλκὴς ἐπίθετον Ἄρεος.
νυχίαν πλάκα τὴν Ψυττάλειαν. κερσάμενος ἤτοι τεμὼν καὶ ἀφανίζων τοὺς ἐν αὐτῇ ὄντας Πέρσας.
ἀκτὰν τὴν Σαλαμῖνα.
πάντʼ τὰ συμβάντα. ἐκπεύθου ἐρώτα.
παραστάται συνασπισταί.
ὀλοοὺς ἀπέλιπον ὀλοοὺς καὶ ὀλεθρίους ἀπέλιπον ἔρροντας καὶ φθειρομένους ἐκ ναὸς Τυρίας καὶ Φοινίσσης, ἐπὶ ταῖς τῆς Σαλαμῖνος ἀκταῖς.
ἐκ ναὸς ἔρροντας ἀντὶ τοῦ φθαρέντας, τὸ ἐνεργητικὸν ἀντὶ παθητικοῦ. τοιοῦτόν ἐστι καὶ τὸ «ὦ κλεινὰ Σαλαμὶς, σὺ μέν που «ναίεις,» ἀντὶ τοῦ κατοικῇ. καὶ τὸ «πόλις ναιετάουσα,» ἀντὶ τοῦ κατοικουμένη.
εὐπάτωρ εὐγενής.
ἰὼ ἰώ μοί μοι φεῦ ἐμοὶ, τὰς στυγνὰς καὶ λύπης αἰτίας γενομένας Ἀθήνας κατιδόντες οἱ Πέρσαι πάντες οἱ τλήμονες ἀπαίρουσι καὶ ὑποχωροῦσι καὶ θνήσκουσιν ἑνὶ πιτύλῳ, ἤγουν τῷ τῆς μάχης θορύβῳ καὶ τῇ κραυγῇ. ἢ μιᾷ πτώσει καὶ πληγῇ. ἀπὸ τοῦ τύπτω. καὶ προεγράφη ἐν τῷ δευτέρῳ δράματι.
στυγνὰς Ἀθάνας στυγνὰς τὰς Ἀθήνας εἶπε διὰ τὴν ἐν αὐταῖς συμβᾶσαν αὐτῷ συμφοράν.
πιτύλῳ κτύπῳ, πτώσει.
ἀσπαίρουσι ψυχορραγοῦσι. ἀπαίρουσι γρ. καὶ ἀσπαίρουσι.
ὀφθαλμὸν μυρία μυρία πεμπαστὰν ἆρα καὶ τὸν ὀφθαλμὸν τὸν σὸν τὸν κατὰ πάντα πιστὸν, τὸν πεμπαστὴν καὶ ἀριθμητὴν τῶν Περσῶν μυρία μυρία αὐτοῦ ἔλιπες ἔνθα καὶ οἱ λοιποί; τινὲς δὲ οὕτως· ἆρα καὶ Ἄλπιστον τὸν παῖδα τοῦ Βατανώχου τὸν κατὰ πάντα πιστὸν ὀφθαλμὸν τὸν μυρία καὶ μυρίους πεμπαστὴν καὶ ἐπιμελητήν σου. ἄλλοι δὲ τὸν ὀφθαλμὸν πιστὸν λέγουσι, διότι ὁ βασιλέως ὀφθαλμὸς ἀριθμεῖ τὰ στρατεύματα. πεμπάζω γὰρ τὸ ἀριθμῶ, κυρίως δὲ τὸ κατὰ πεντάδα ἀριθμεῖν. οἱονεὶ μυριάδας ἀριθμοῦντα ὅλας καὶ ἡγεμονείας. οἱ Περσῶν γὰρ βασιλεῖς εἶχον δύο τινὰς, οἷς ἐπέτρεπον τὴν τῶν κοινῶν ἐπιτήρησιν, οὓς βασιλέως ἐκάλουν ὀφθαλμούς. πεμπαστὰν φορτιστήν· συνάπτεται πρὸς τὸ Περσῶν.
τοῦ Σησάμα οὗτοι πρόγονοι τούτου.
δαΐων ἕνεκα τῶν πολεμικωτάτων τούτων ἀνδρῶν.
ἀγαυοῖς θαυμαστοῖς. πρόκακα διʼ ὅλου κακά.
ἴυγγά μοι τοῦτό φησιν ὁ Ξέρξης πρὸς τὸν χορὸν, ὅτι ἴυγγα καὶ φιλίαν καὶ ἡδονὴν τῶν ἀγαθῶν ἑταίρων μοι Περσῶν ὑπομιμνήσκεις, λέγων ἐμοὶ πρόκακα, ἤτοι τὰ προγεγονότα κακά. ἢ πρόκακα ἀντὶ τοῦ ἁπλῶς κακὰ, μηδέν τι τῆς πρό προθέσεως σημαινούσης. τὸ δὲ ἄλαστα στυγνὰ ἀντὶ τοῦ λυπηρὰ καὶ κατηφείας αἴτια κακὰ, ἀνεπίληστα καὶ ἀεὶ μνημονευόμενα. ἴυγγα ἡδονὴν, χάριν.
ἑτάρων φίλων.
ἄλαστα ἀλάθητα. στυγνὰ μισητὰ, λυπρά.
βοᾷ δυσχεραίνει καὶ στενάζει διʼ ἐκείνων.
ἦτορ ἐμόν.
καὶ μὴν ἄλλο γε ποθοῦμεν καὶ μὴν ποθοῦμεν ἕτερόν τι μαθεῖν τὸν μυριόνταρχον τῶν Μάρδων ἀνδρῶν. οὗτοι δὲ ἔθνος Περσικόν. ποθοῦμεν ἐρωτῆσαί σε.
ἔταφον ἔταφον οὐχὶ ἑπόμενοι ὄπισθεν ἐν σκηναῖς τροχηλάτοις, οἷον ἔθανον, οὐκ εὐσχημόνως δὲ ἐτάφησαν. ἔθος γὰρ ἦν τοῖς Πέρσαις σκηνὰς τῶν ἁμαξῶν ἄνωθεν ποιουμένοις ἐπιφέρειν ἐκεῖσε τοὺς νεκροὺς καὶ οὕτως αὐτοὺς προπομπεύοντες ἔθαπτον.
οἵπερ ἀγρόται στρατοῦ οἱ ἄρχοντες. εἰ δὲ ἀκρόται, οἱ ἄκροι. ἐξ οὗ ἔσται ἀπὸ τοῦ ἄκρου· εἰ δὲ ἀγρόται, ἀπὸ τοῦ ἄγειν καὶ ἀγείρειν.
οἷαι διʼ αἰῶνος τύχαι γράφεται δαίμονος τύχαι.
δυσπόλεμον δυσπόλεμον ἄρα καὶ κακοτυχὲς καὶ ἄθλιον τὸ γένος τῶν Περσῶν, ἀτυχῆσαν ἐν τῷ τῶν Ἀθηναίων πολέμῳ. πῶς δʼ οὔ; στρατὸν πῶς δὲ οὐχὶ κόπτομαι καὶ πέπληγμαι καὶ θρηνῶ, τοσοῦτον στράτευμα ὀλέσας;
τί δʼ οὐκ ὄλωλεν εἰ μὲν εἰς τὸ τί δέ στίξεις, συντακτέον οὕτως· τί δέ; οὐκ ὄλωλε τὰ μεγάλα τῶν Περσῶν; εἰ δὲ καὶ εἰς τὸ οὐκ ὄλωλε, λείπει τὰ κακὰ, ἵνα ᾖ, τί δʼ οὐκ ὄλωλεν ὁ στρατός; μεγάλα τὰ τῶν Περσῶν κακά. ἢ οὕτως· τί δʼ οὐκ ὄλωλεν· στικτέον ἐν τῷ, τί δέ; εἶτα, οὐχὶ τὰ μεγάλα τῶν Περσῶν ὄλωλεν;
ὁρᾷς τὸ λοιπὸν ἤγουν θεωρεῖς τὸ ἐπίλοιπον λείψανον τοῦ ἐμοῦ στόλου, ἤγουν τῆς ἐμῆς στρατείας, ἤτοι τὴν φαρέτραν τὴν ἀπολειφθεῖσαν ἀπὸ τῶν ἐμῶν ὅπλων.
βαιά γʼ ὡς ἀπὸ πολλῶν ἤτοι τὰ ἔσωθεν ἐγκεκρυμμένα ὀλίγα εἰσὶν ὡς ἀπὸ πολλῆς πανοπλίας. καὶ εἶθʼ οὕτως ἐπιφέρει τὸ ἑξῆς, ὀδυρόμενος καὶ λέγων ὡς ἀπὸ πολλῶν ἐσπανίσμεθα βοηθειῶν.
Ἰαόνων λαὸς ὁ χορὸς ἐρωτηματικῶς φησι πρὸς τὸν Ξέρξην ὁ λαὸς τῶν Ἰαόνων καὶ τῶν Ἀθηναίων οὐ φυγαίχμας ἐστίν; ἤτοι οὐ φεύγων τὴν αἰχμήν; τουτέστι πτοούμενος τὸν πόλεμον. ὁ δὲ Ξέρξης φησὶ πρὸς τὸν χορὸν, ἀγανόρειός ἐστιν ὁ λαὸς τῶν Ἰαόνων, ἤγουν θαυμαστὸς ὁρᾶσθαι καὶ ἐπιτήδειος εἰς ἀνδρείαν. κατεῖδον δὲ βλάβην ἀνέλπιστον.
τραπέντα ναύφρακτον τοῦ Ξέρξου εἰπόντος ὅτι κατεῖδον πῆμα ἄελπτον, φησὶ πρὸς αὐτὸν ὁ χορὸς, τὸν ναυτικὸν ἡμῶν λαὸν τὸν ἡττηθέντα παρὰ τῶν Ἰαόνων λέγεις παθεῖν πῆμα ἄελπτον; ὁ δέ φησι πρὸς αὐτὸν ὅτι τοσοῦτον ἔδοξέ μοι τοῦτο χαλεπὸν ὥστε καὶ τὸν ἱματισμόν μου διέρρηξα ἐπὶ τῇ συμφορᾷ τούτου τοῦ κακοῦ. τοῦτο δὲ καὶ ὁ ἄγγελος προεῖπε.
καὶ πλεῖον ἢ παπαῖ ὑπερβαίνει θρῆνον.
καὶ σθένος δʼ ἐκολούσθη τῶν Περσῶν.
δόσιν κακὰν ἤτοι, δίδου δόσιν κακὴν, ἤγουν δάκρυα, τοῖς κακοῖς τῶν ἐμῶν κακῶν, ἤτοι τῶν συμφορῶν καὶ τῶν δυστυχιῶν τῶν ἐμῶν.
ἴυζε μέλος ὁμοῦ τιθεὶς ἤτοι συνηρμοσμένον καὶ ἁρμόζον τῇ ἐμῇ συμφορᾷ ἴυζε καὶ θρήνει.
βόα νῦν ἀντίδουπά μοι ἤτοι ἴσα τῇ ἐμῇ βοῇ, τουτέστι, φώνει μοι φωνὰς ἀντηχούσας ταῖς ἐμαῖς φωναῖς.
τὸ Μύσιον τὸ Μύσιον μέλος, τουτέστι τὸ θρηνητικόν. οἱ γὰρ Μυσοὶ καὶ οἱ Φρύγες μάλιστά εἰσι θρηνητικοί.
καί μοι γενείου ληπτέον ἔξωθεν τὸ κόπτε, ἤτοι τίλλε, καὶ τὴν λευκήρη καὶ γηραιὰν καὶ πεπολιωμένην τρίχα τοῦ σοῦ γενείου, διʼ ἐμὴν χάριν. Ἄλλως. πέρθε· οἱ δὲ γράφοντες ὕπερθε ἀμαθεῖς τοῦ μέτρου.
ἄπριγδʼ ἄπριγδα ὁ χορὸς ἀκούσας εἰπόντος ταῦτα τοῦ Ξέρξου, τίλλε τὴν σὴν γενειάδα, φησὶν, ἄπριγδα καὶ διʼ ὅλου μάλα γόεδνα καὶ λίαν λυπηρῶς καὶ γοερῶς τίλλω καὶ κόπτω τὰς τρίχας τοῦ γενείου μου. ἄπριγδα τοῦτο ἐπιφώνημα καὶ ἐπίφθεγμα ἐπὶ τῶν μετὰ σφοδρότητος τιλλόντων τὰς τρίχας. ἀντὶ τοῦ ἐπιτεταμένως καὶ ἀπρὶξ καὶ οἷον ἐμμανῶς τίλλε τὰς ἑαυτοῦ τρίχας. γόεδνα ἤτοι ἕδνα καὶ δῶρα τοῖς γόοις καὶ τοῖς θρήνοις διδόμενα. σύνηθες γὰρ τοῖς θρηνοῦσι τίλλειν τὰς ἑαυτῶν τρίχας.
πέπλον δʼ ἔρεικε κολπίαν ἤτοι τὸν σὸν κόλπον διαρρήγνυε ἐν τῇ ἀκμῇ καὶ τῇ δυνάμει τῆς χειρός. τὸ δὲ ἐρείκω τὸ σχίζω παρῆκται ἀπὸ τοῦ ἐρείκη, ὅπερ ἐστὶ φυτὸν εὔσχιστον.
καὶ ψάλλʼ ἔθειραν ἀπὸ τοῦ ψάλλειν τοῦ σημαίνοντος τὸ κόπτειν λέγεται καὶ χοιροψάλας Διόνυσος ὁ τίλλων τὰ μόρια τῶν γυναικῶν.
γοᾶσθʼ ἁβροβάται ἤτοι Πέρσαι τρυφηλοὶ καὶ ἁβρῶς καὶ τεθρυμμένως βαίνοντες ὀδύρεσθε.
δύσβατος δύσβατόν φησι τὴν Περσίδα οὐχ ὡς σκληρὰν καὶ δύσκολον εἰς ἔμβασιν, ἀλλʼ ὡς ἐπὶ κακῷ καὶ δυστυχίᾳ βαινομένην τῷ Ξέρξῃ.
ἢ ἢ φεῦ ὦ ὀλλύμενοι ταῖς ἀπὸ βάρεως ναυσὶ τρισκάλμοις.