eul_wid: bfy-ab
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Fragments on Desire and Festivity by Anacreon of Teos

The Fragments on Desire and Festivity is a modern descriptive title for the collected surviving poetry of Anacreon of Teos, a major lyric poet of the Archaic period. His work survives only in fragments, quoted by later authors and ranging from single lines to short stanzas. Composed for musical performance at aristocratic symposia, these poems are characterized by themes of erotic desire, wine, and conviviality. The extant pieces focus on the pursuit and admiration of beloveds, detailing both the pleasures and pains of love, alongside celebrations of drinking and festivity as an escape from care. A recurring emphasis on seizing present pleasures in light of human mortality underpins a prevailing tone of playful wit and charm, often employing mythological parody. No complete poems survive; the fragments are preserved indirectly through quotations in later Greek authors, grammarians, and anthologists, as well as via papyrus discoveries. Anacreon was canonized as one of the nine lyric poets and admired for his technical skill. His poetry influenced later Hellenistic literature and inspired a long tradition of imitative verse. During the Renaissance, the recovery of his fragments helped shape the European Anacreontic tradition of lyric poetry centred on love and revelry.

. . . οὐδε...[.]ς.φ..α..[...]..[
φοβερὰς δʼ ἔχεις πρὸς ἄλλωι
⸏φρένας, ὦ καλλιπρό[σ]ωπε παίδ[ων·
καί σε δοκεῖ μενε[...´̣].....[
πυκινῶς ἔχουσα[
⸏ἀτιτάλλειν· ς[.].[....]...[
τὰς ὑακιν[θίνας ἀρ]ούρας
ἵ]να Κύπρις ἐκ λεπάδνων
⸏....]´[.]α[ς κ]ατέδησεν ἵππους·
......]δʼ ἐν μέσωι κατῆξας
......]ωι διʼ ἅσσα πολλοὶ
⸏πολ]ιητέων φρένας ἐπτοέαται·
λεωφ]όρε λεωφόρʼ Ἡρο[τ]ίμη,
… λη γάρ εἰς·
… ειν·
… κι
… ον
. . .
[χα]λεπ̣ῶ̣ι̣ δεπυκτάλιζ.[
[ ]αν ὁρέω τε κἀνακύπτω[
[ ].ωι πολλὴν ὀφείλω
[]ν̣ χάριν ἐκφυγὼν ἔρωτα[
[ ]νυσε παντάπασι, δεσμ[ῶν
[ ]. χαλεπῶν διʼ Ἀφροδίτη[
[ ]φέροι μὲν οἶνον ἄγγ.[
[ ]φέροι δʼ ὕδω[ρ].λαφλ̣[
[ ].ε καλέοι[..]ιν[
[ ]χαρις, ἄρτ̣[..]ς δ[
[ ].[
. . .
. . . [ ].[
[ ]α·λε[
[ ]πες[
[ ]ννυχ[
[ ] ειδε̣μ.[
⸏ἡδύ τε καὶ π̣[
ἀλλʼ ἐρόεντα[
δῶρα πάρεστ[
⸏Πιερίδων, β[
κα[ὶ] Χάρισιν,[
δʼ ἡ[....]´̣.[.].[
[ ]....[
[ ].ος, χαλ.[
[ ].α χαροπο.[
[ ] πάννυχος πετοίμην [
[ ἰ]χθυοέντων δελιπ [
[] χρυσολόφου⟦ς⟧ Παλλάδ[ος
[]τηλόθεν.[
[ ἄ]νθεσιν β[
[ ]ικία δʼ ὑψ[
[ ].οναε[
. . .
[]υστ̣[
[ ]νθ̣[
[ ]ω[
[].ιδ[.].[
[]α̣σλε[
[].ᾱν [
[ ]
. . .
. . . [].α.[
[ ]ωνβιον[
[ ]λοκοντ̣α̣[
[ ]αδυσποτ[
[]κερονν̣[
. . .
. . . [].μαπ[
[ ].αις [
[ ].τον[
. . .
. . . … μεριμ
… διτην
… υμον
… ὰνυστ
…
. . .
. . . [ ]κομ[
[]ν̣δρ̣.[
[]..[.].[
[].νεν̣[
[ ]λεπ[
[]υ̣κτο[
. . .
. . . [].ραδα[
[]α̣φρον[
[ ]ένθα[
. . .
. . . … πρ σμερδ
. . .
καὶ κόμης, ἥ τοι κατʼ ἁβρὸν
ἐσκίαζεν αὐχένα·
νῦν δὲ δὴ σὺ μὲν στολοκρός,
ἡ δʼ ἐς αὐχμηρὰς πεσοῦσα
χεῖρας ἀθρόη μέλαιναν
ἐς κόνιν κατερρύη
τλημον … ς τομῆι σιδήρου
περιπεσοῦσʼ· ἐγὼ δʼ ἄσηισι
τείρομαι· τί γάρ τις ἔρξηι
μηδʼ ὑπὲρ Θρήικης τυχών;
οἰκτρὰ δὴ φρονεῖν ἀκου
τὴν ἀρίγνωτον γυναῖκα
πολλάκις δὲ δὴ τόδʼ εἰπεῖν
δαίμονʼ αἰτιωμένην·
ὡς ἂν εὖ πάθοιμι, μῆτερ,
εἴ μʼ ἀμείλιχον φέρουσα
πόντον ἐσβάλοις θυίοντα
πορφυρέοισι κύμασι
…
. . .
[ ]...[
[ ].ατα̣[
[ ]κορον[
[].τα..[
[ ]αμο..[
[ ].νβ..[
[ ].ην̣.[
. . . . .
γουνοῦμαί σʼ ἐλαφηβόλε
ξανθὴ παῖ Διὸς ἀγρίων
δέσποινʼ Ἄρτεμι θηρῶν·
ἥ κου νῦν ἐπὶ Ληθαίου
δίνηισι θρασυκαρδίων
ἀνδρῶν ἐσκατορᾶις πόλιν
χαίρουσʼ, οὐ γὰρ ἀνημέρους
ποιμαίνεις πολιήτας.
οὗτος δηὖτʼ Ἰηλυσίους
τίλλει τοὺς κυανάσπιδας.
σινάμωροι πολεμίζουσι θυρωρῶι
ὁ Μεγιστῆς δʼ ὁ φιλόφρων δέκα δὴ μῆνες ἐπεί τε
στεφανοῦταί τε λύγωι καὶ τρύγα πίνει μελιηδέα.
μυθιῆται
δʼ ἀνὰ νῆσον ὦ Μεγιστῆ
διέπουσιν ἱρὸν ἄστυ,
καί μʼ ἐπίβωτον
κατὰ γείτονας ποήσεις.
ἄγε δὴ φέρʼ ἡμὶν ὦ παῖ
κελέβην, ὅκως ἄμυστιν
προπίω, τὰ μὲν δέκʼ ἐγχέας
ὕδατος, τὰ πέντε δʼ οἴνου
κυάθους ὡς ἂν ὑβριστιῶς
ἀνὰ δηὖτε βασσαρήσω.
ἄγε δηὖτε μηκέτʼ οὕτω
πατάγωι τε κἀλαλητῶι
Σκυθικὴν πόσιν παρʼ οἴνωι
μελετῶμεν, ἀλλὰ καλοῖς
ὑποπίνοντες ἐν ὕμνοις.
ὦναξ, ὧι δαμάλης Ἔρως
καὶ Νύμφαι κυανώπιδες
πορφυρῆ τʼ Ἀφροδίτη
συμπαίζουσιν, ἐπιστρέφεαι
δʼ ὑψηλὰς ὀρέων κορυφάς·
γουνοῦμαί σε, σὺ δʼ εὐμενὴς
ἔλθʼ ἡμίν, κεχαρισμένης
δʼ εὐχωλῆς ἐπακούειν·
Κλεοβούλωι δʼ ἀγαθὸς γένεο
σύμβουλος, τὸν ἐμόν γʼ ἔρω-
τʼ, ὦ Δεόνυσε, δέχεσθαι.
σφαίρηι δηὖτέ με πορφυρῆι
βάλλων χρυσοκόμης Ἔρως
νήνι ποικιλοσαμβάλωι
συμπαίζειν προκαλεῖται·
ἡ δʼ, ἐστὶν γὰρ ἀπʼ εὐκτίτου
Λέσβου, τὴν μὲν ἐμὴν κόμην,
λευκὴ γάρ, καταμέμφεται,
πρὸς δʼ ἄλλην τινὰ χάσκει.
Κλεοβούλου μὲν ἔγωγʼ ἐρέω,
Κλεοβούλωι δʼ ἐπιμαίνομαι,
Κλεόβουλον δὲ διοσκέω.
ὦ παῖ παρθένιον βλέπων
δίζημαί σε, σὺ δʼ οὐ κλύεις,
οὐκ εἰδὼς ὅτι τῆς ἐμῆς
ψυχῆς ἡνιοχεύεις.
ἐγὼ δʼ οὔτʼ ἂν Ἀμαλθίης
βουλοίμην κέρας οὔτʼ ἔτεα
πεντήκοντά τε κἀκατὸν
Ταρτησσοῦ βασιλεῦσαι,
μεὶς μὲν δὴ Ποσιδηίων
ἕστηκεν νεφέλη δʼ ὕδωρ
… βαρὺ δʼ ἄγριοι
χειμῶνες κατάγουσι.
τί μὲν πέτεαι
συρίγγων κοϊλώτερα
στήθεα χρισάμενος μύρωι;
σὲ γάρ
φη Ταργήλιος ἐμμελέως
δισκεῖν
πολλὰ δʼ ἐρίβρομον
Δεόνυσον,
ἀλλʼ ὦ τρὶς κεκορημένε
Σμερδίη
σὺ γὰρ ἦς ἔμοι-
γʼ ἀστεμφής
Λευκίππην ἔπι δίνεαι
ὁ δʼ ὑψηλὰ νενωμένος
οὔτʼ ἐμὴν ἁπαλὴν κάσιν·
οὐ δηὖτʼ ἔμπεδός εἰμι
οὐδʼ ἀστοῖσι προσηνής·
ξανθῆι δʼ Εὐρυπύληι μέλει
ὁ περιφόρητος Ἀρτέμων,
ἠρίστησα μὲν ἰτρίου λεπτοῦ μικρὸν ἀποκλάς,
οἴνου δʼ ἐξέπιον κάδον· νῦν δʼ ἁβρῶς ἐρόεσσαν
ψάλλω πηκτίδα τῆι φίληι κωμάζων παιδὶ ἁβρῆι.
ψάλλω δʼ εἴκοσι
χορδαῖσι μάγαδιν ἔχων,
Ὦ Λεύκασπι, σὺ δʼ ἡβᾶις.
τίς ἐρασμίην
τρέψας θυμὸν ἐς ἥβην τερένων ἡμιόπων ὑπʼ αὐλῶν
ὀρχεῖται;
ἀρθεὶς δηὖτʼ ἀπὸ Λευκάδος
πέτρης ἐς πολιὸν κῦμα κολυμβῶ μεθύων ἔρωτι.
ἱπποθόρων δὲ Μυσοὶ
εὗρον μεῖξιν ὄνων
ἀναπέτομαι δὴ πρὸς Ὄλυμπον πτερύγεσσι κούφηις
διὰ τὸν Ἔρωτʼ· οὐ γὰρ ἐμοὶ … θέλει συνηβᾶν.
ὑποπόλιον γένειον χρυσοφαέννων,
πτερύγων ἢ ἀετοῖς παραπετέσθω,
χαῖρε φίλον φῶς χαρίεντι μειδιῶν προσώπωι·
εἶμι λαβὼν εἰσάρας,
ἀσπίδα ῥίψας ποταμοῦ καλλιρόου παρʼ ὄχθας,
δακρυόεσσάν τʼ ἐφίλησεν αἰχμήν
οἰνοχόει δʼ ἀμφίπολος μελιχρὸν
οἶνον τρικύαθον κελέβην ἔχουσα.
οὐδʼ ἀργυρῆ κω τότʼ ἔλαμπε Πειθώ.
ἐκ ποταμοῦ ʼπανέρχομαι πάντα φέρουσα λαμπρά.
Σίμαλον εἶδον ἐν χορῶι πηκτίδʼ ἔχοντα καλήν.
τὸν μυροποιὸν ἠρόμην Στράττιν εἰ κομήσει.
πρὶν μὲν ἔχων βερβέριον, καλύμματʼ ἐσφηκωμένα,
καὶ ξυλίνους ἀστραγάλους ἐν ὠσὶ καὶ ψιλὸν περὶ
πλευρῆισι … βοός,
νήπλυτον εἴλυμα κακῆς ἀσπίδος, ἀρτοπώλισιν
κἀθελοπόρνοισιν ὁμιλέων ὁ πονηρὸς Ἀρτέμων,
κίβδηλον εὑρίσκων βίον,
πολλὰ μὲν ἐν δουρὶ τιθεὶς αὐχένα, πολλὰ δʼ ἐν τροχῶι,
πολλὰ δὲ νῶτον σκυτίνηι μάστιγι θωμιχθείς, κόμην
πώγωνά τʼ ἐκτετιλμένος·
νῦν δʼ ἐπιβαίνει σατινέων χρύσεα φορέων καθέρματα
παῖς Κύκης καὶ σκιαδίσκην ἐλεφαντίνην φορεῖ
γυναιξὶν αὔτως …
φίλη γάρ εἰς ξείνοισιν· ἔασον δέ με διψέοντα πιεῖν.
καλλίκομοι κοῦραι Διὸς ὠρχήσαντʼ ἐλαφρῶς.
νῦν δʼ ἀπὸ μὲν στέφανος πόλεως ὄλωλεν.
οὔτε γὰρ ἡμετέρειον οὔτε καλόν
ὀρσόλοπος μὲν Ἄρης φιλεῖ μεναίχμην
ἡδυμελὲς χαρίεσσα χελιδοῖ
μνᾶται δηὖτε φαλακρὸς Ἄλεξις
πολιοὶ μὲν ἡμὶν ἤδη
κρόταφοι κάρη τε λευκόν,
χαρίεσσα δʼ οὐκέτʼ ἥβη
πάρα, γηραλέοι δʼ ὀδόντες,
γλυκεροῦ δʼ οὐκέτι πολλὸς
βιότου χρόνος λέλειπται·
διὰ ταῦτʼ ἀνασταλύζω
θαμὰ Τάρταρον δεδοικώς·
Ἀίδεω γάρ ἐστι δεινὸς
μυχός, ἀργαλῆ δʼ ἐς αὐτὸν
κάτοδος· καὶ γὰρ ἑτοῖμον
καταβάντι μὴ ἀναβῆναι.
φέρʼ ὕδωρ φέρʼ οἶνον ὦ παῖ φέρε δʼ ἀνθεμόεντας ἡμὶν
στεφάνους ἔνεικον, ὡς δὴ πρὸς Ἔρωτα πυκταλίζω.
πλεκτὰς
δʼ ὑποθυμίδας περὶ στήθεσι λωτίνας ἔθεντο.
ἀστραγάλαι δʼ Ἔρωτός εἰσιν
μανίαι τε καὶ κυδοιμοί
ἐκδῦσα κιθῶνα δωριάζειν
παρὰ δηὖτε Πυθόμανδρον
κατέδυν Ἔρωτα φεύγων.
διὰ δηὖτε Καρικουργέος
ὀχάνου χεῖρα τιθέμενοι
ἔραμαι δέ τοι συνηβᾶν
χαρίεν γὰρ ἔχεις ἦθος.
καλὸν εἶναι τῶι Ἔρωτι τὰ δίκαιά φησιν.
ἐμὲ γὰρ λόγων εἵνεκα παῖδες ἂν φιλέοιεν·
χαρίεντα μὲν γὰρ ἄιδω, χαρίεντα δʼ οἶδα λέξαι.
ἀσήμων
ὑπὲρ ἑρμάτων φορέομαι.
νεότης τε κὐγιείη
χθόνιον δʼ ἐμαυτὸν ἦρεν.
ἀπὸ δʼ ἐξείλετο θεσμὸν μέγαν,
ἀλλὰ πρόπινε
ῥαδινοὺς ὦ φίλε μηρούς,
ἀγανῶς οἷά τε νεβρὸν νεοθηλέα
γαλαθηνὸν ὅς τʼ ἐν ὕληι κεροέσσης
ἀπολειφθεὶς ἀπὸ μητρὸς ἐπτοήθη.
καθαρῆι δʼ ἐν κελέβηι πέντε τε καὶ τρεῖς ἀναχείσθω.
ἐπὶ δʼ ὀφρύσιν σελίνων στεφανίσκους
θέμενοι θάλειαν ἑορτὴν ἀγάγωμεν
Διονύσωι
ἀπό μοι θανεῖν γένοιτʼ· οὐ γὰρ ἂν ἄλλη
λύσις ἐκ πόνων γένοιτʼ οὐδάμα τῶνδε,
Διονύσου σαῦλαι Βασσαρίδες
οὐ δηὖτέ μʼ ἐάσεις μεθύοντʼ οἴκαδʼ ἀπελθεῖν
μεγάλωι δηὖτέ μʼ Ἔρως ἔκοψεν ὥστε χαλκεὺς
πελέκει, χειμερίηι δʼ ἔλουσεν ἐν χαράδρηι.
ἀπέκειρας δʼ ἁπαλῆς κόμης ἄμωμον ἄνθος·
Σικελὸν κότταβον ἀγκύληι δαΐζων
ἐγὼ δὲ μισέω
πάντας ὅσοι χθονίους ἔχουσι ῥυσμοὺς
καὶ χαλεπούς· μεμάθηκά σʼ, ὦ Μεγιστῆ,
τῶν ἀβακιζομένων,
πῶλε Θρηικίη, τί δή με λοξὸν ὄμμασι βλέπουσα
νηλέως φεύγεις, δοκεῖς δέ μʼ οὐδὲν εἰδέναι σοφόν;
ἴσθι τοι, καλῶς μὲν ἄν τοι τὸν χαλινὸν ἐμβάλοιμι,
ἡνίας δʼ ἔχων στρέφοιμί σʼ ἀμφὶ τέρματα δρόμου·
νῦν δὲ λειμῶνάς τε βόσκεαι κοῦφά τε σκιρτῶσα παίζεις,
δεξιὸν γὰρ ἱπποπείρην οὐκ ἔχεις ἐπεμβάτην.
κλῦθί μεο γέροντος εὐέθειρα χρυσόπεπλε κοῦρα
ἀλκίμων σʼ ὦ ʼριστοκλείδη πρῶτον οἰκτίρω φίλων·
ὤλεσας δʼ ἥβην ἀμύνων πατρίδος δουληΐην.
εὖτέ μοι λευκαὶ μελαίνηισʼ ἀναμεμείξονται τρίχες,
αἱ δέ μεο φρένες
ἐκκεκωφέαται·
Θρηικίην σίοντα χαίτην
κοίμισον δέ, Ζεῦ, σόλοικον φθόγγον
καὶ θάλαμος ἐν ὧι κεῖνος οὐκ ἔγημεν ἀλλʼ ἐγήματο.
ξείνοισίν ἐστε μειλίχοισιν ἐοικότες
στέγης τε μοῦνον καὶ πυρὸς κεχρημένοις.
πάλαι ποτʼ ἦσαν ἄλκιμοι Μιλήσιοι.
μηδʼ ὥστε κῦμα πόντιον
λάλαζε, τῆι πολυκρότηι
σὺν Γαστροδώρωι καταχύδην
πίνουσα τὴν ἐπίστιον.
ἐρέω τε δηὖτε κοὐκ ἐρέω
καὶ μαίνομαι κοὐ μαίνομαι.
ὁ μὲν θέλων μάχεσθαι,
πάρεστι γάρ, μαχέσθω.
λίην δὲ δὴ λιάζεις
κοὐ μοκλὸν ἐν θύρηισι διξῆισιν βαλὼν
ἥσυχος κατεύδει.
κνυζή τις ἤδη καὶ πέπειρα γίνομαι
σὴν διὰ μαργοσύνην.
ἐγὼ δʼ ἔχων σκύπφον Ἐρξίωνι
τῶι λευκολόφωι μεστὸν ἐξέπινον,
στεφάνους δʼ ἀνὴρ τρεῖς ἕκαστος εἶχεν,
τοὺς μὲν ῥοδίνους, τὸν δὲ Ναυκρατίτην·
κατηρεφέες παντοίων ἀγαθῶν
χεῖρά τʼ ἐν ἠγάνωι βαλεῖν
ἐγὼ δʼ ἀπʼ αὐτῆς φεύγω ὥστε κόκκυξ.
βούλεται ἀπεροπὸς ἡμὶν εἶναι·
πλέξαντες μηροῖσι πέρι μηρούς
ὁρᾶν ἀεὶ λίην πολλοῖσι γὰρ μέλεις.
διὰ δὲ δειρὴν ἔκοψε μέσην
κὰδ δὲ λῶπος ἐσχίσθη
κωμάζει δὲ ὡς ἂν δεῖ Διόνυσος,
μελαμφύλλωι δάφναι χλωρᾶι τʼ ἐλαίαι τανταλίζει
ὑβρισταὶ καὶ ἀτάσθαλοι καὶ οὐκ εἰδότες
ἐφʼ οὓς τὰ βέλη κυκλώσεσθε.
ἁλιπόρφυρον ῥέγος·
ἄστυ Νυμφέων
ἐπίσταται τυραννικά,
ἔρωτα πίνων
ἥλιε καλλιλαμπέτη
κόρωνα βαίνων
κωτίλη χελιδών
οἰνηρὸς θεράπων
οἰνοπότις γυνή,
ῥαδινοὺς πώλους
ῥεραπισμένωι νώτωι
σαῦλα βαίνειν,
τακερὸς δʼ Ἔρως
φόρτον Ἔρωτος,
ἁβρός·
Ἀθαμαντίδα
τὠκινάκηι,
ἀκταινῶσαι·
ἀμιθάς·
ἀνήλατος,
αὐτάγητοι·
Βάθυλλος
γονυκρότους
δίτοκον
ἐξυνῆκεν,
ἧσε
ἱρωστί,
κάλυκας
καταπτύστην
λυδοπαθεῖς,
Πολυκράτης
σαλαΐζειν
ὕμνον
Φίλλος·
χαριτόεις
. . . . . [ ]ας̣[
[ ]ε̣λ̣ι.[...].αν̣[
[ ἀμφο]τερα[...]σχερ̣[
[ ].στ̣ο̣π̣[..]ο̣να[
το δόρυ ους̣[.]κ̣α̣ι̣.α̣[.]α̣νακ̣[
ἐν̣ Παρθενείοις· πα[ῖς δʼ] Ἀστερ[οπαίου γε-
γένημαι, ὅς πο̣[.].θ̣ια.ν[..]ας ἀμ[φοτέραι-
σι χερσὶ ῥῖπτεν καὶ [..]α̣μ̣[
ὁ̣ δὲ χαλκέοις θ̣ρασυ̣[
π̣εην̣⟦ν̣⟧ χὠμοπτο̣λι[
μάχαι θαυμαινετ̣..[
λεων ἱέντα ῥόμ[βον
κτλ.
Ἄβδηρα καλὴ Τηίων ἀποικίη.
ἕκητι Συλοσῶντος εὐρυχωρίη.
αἰνοπαθῆ πατρίδʼ ἐπόψομαι