ΕΛΕΓΕΙΑΙ
ΠΑΙΓΝΙΑ
Μνημοσύνης καὶ Ζηνὸς Ὀλυμπίου ἀγλαὰ τέκνα,
Μοῦσαι Πιερίδες, κλῦτέ μοι εὐχομένῳ·
χόρτον ἐμῇ συνεχῶς δότε γαστέρι, ἥτε μοι αἰεί
χωρὶς δουλοσύνης λιτὸν ἔθηκε βίον. . . . . . . . . . . . . . . . . . . .
ὠφέλιμον δὲ φίλοις, μὴ γλυκερὸν τίθετε.
χρήματα δʼ οὐκ ἐθέλω συνάγειν κλυτά, κανθάρου ὄλβον
μύρμηκός τʼ ἄφενος χρήματα μαιόμενος,
ἀλλὰ δικαιοσύνης μετέχειν καὶ πλοῦτον ἀγινεῖν
εὔφορον, εὔκτητον, τίμιον εἰς ἀρετήν.
τῶν δὲ τυχὼν Ἑρμῆν καὶ Μούσας ἱλάσομʼ ἁγνάς
οὐ δαπάναις τρυφεραῖς, ἀλλʼ ἀρεταῖς ὁσίαις.
ΥΜΝΟΣ ΕΣ ΕΥΤΕΛΙΗΝ
Χαῖρε, θεὰ δέσποινα, σοφῶν ἀνδρῶν ἀγάπημα,
Εὐτελίη, κλεινῆς ἔγγονε Σωφροσύνης·
σὴν ἀρετὴν τιμῶσιν, ὅσοι τὰ δίκαιʼ ἀσκοῦσιν.
ΕΠΗ
ΠΑΡΩΙΔΙΑΙ
καὶ μὴν Στίλπωνʼ εἰσεῖδον χαλέπʼ ἄλγεʼ ἔχοντα
ἐν Μεγάροισʼ, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς.
ἔνθʼ ἔτʼ ἐρίζεσκεν, πολλοὶ δʼ ἀμφʼ αὐτὸν ἑταῖροι·
τὴν δʼ ἀρετὴν παρὰ γράμμα διώκοντες κατέτριβον.
Φλειάσιόν τʼ Ἀσκληπιάδην καὶ ταῦρον Ἐρετρῆ
καὶ μὴν Μικκύλον εἰσεῖδον ...
τῶν ἐρίων ξαίνοντα γυναῖκά τε συγξαίνουσαν,
τὸν λιμὸν φεύγοντας ἐν αἰνῇ δηιοτῆτι.
ΠΗΡΗ
Πήρη τις πόλις ἐστὶ μέσῳ ἐνὶ οἴνοπι τύφῳ
καλὴ καὶ πίειρα, περίρρυτον οὐδὲν ἔχουσα,
εἰς ἣν οὔτε τις εἰσπλεῖ ἀνὴρ μωρὸς παράσιτος
οὔτε λίχνος πόρνης ἐπαγαλλόμενος πυγῇσιν,
ἀλλὰ θύμον καὶ σκόρδα φέρει καὶ σῦκα καὶ ἄρτους.
ἐξ ὧν οὐ πολεμοῦσι πρὸς ἀλλήλους περὶ τούτων,
οὐχ ὅπλα κέκτηνται περὶ κέρματος, οὐ περὶ δόξης.
οὔθʼ ὑπὸ χρυσείων δουλουμένη οὔθʼ ὑπʼ Ἐρώτων
τηξιπόθων οὐδʼ εἴ τι συνέμπορόν ἐστι φίλυβρι.
ἡδονῇ ἀνδραποδώδει ἀδούλωτοι καὶ ἄκναπτοι
ἀθάνατον βασίλειαν, ἐλευθερίαν, ἀγαπῶσιν.
μὴ πρὸ φακῆς λοπάδʼ αὔξων
ἐς στάσιν ἄμμε βάλῃς
κόγχον καὶ κύαμον σύναγʼ, ὦ φίλε, κἂν τάδε δράσῃς,
ῥηιδίως στήσεις στάσεως πενίας τε τροπαῖον.
ταῦτʼ ἔχω, ὅσσʼ ἔμαθον καὶ ἐφρόντισα καὶ μετὰ Μουσῶν
σέμνʼ ἐδάην· τὰ δὲ πολλὰ καὶ ὄλβια τῦφος ἔμαρψε.
στείχεις δή, φίλε κυρτών,
βαίνεις τʼ εἰς Ἀΐδαο δόμους κυφὸς διὰ γῆρας.
ἕλκε ποδὸς τεταγὼν διὰ βηλοῦ θεσπεσίοιο.
ΤΡΑΓΩΙΔΙΑΙ
ΕΦΗΜΕΡΙΣ
τίθει μαγείρῳ μνᾶς δέκʼ, ἰατρῷ δραχμήν,
κόλακι τάλαντα πέντε, συμβούλῳ καπνόν,
πόρνῃ τάλαντον, φιλοσόφῳ τριώβολον.
ἔρωτα παύει λιμός· εἰ δὲ μή, χρόνος·
ἐὰν δὲ τούτοις μὴ δύνῃ χρῆσθαι, βρόχος.
οὐχ εἷς πάτρα μοι πύργος, οὐ μία στέγη,
πάσης δὲ χέρσου καὶ πόλισμα καὶ δόμος
ἑτοῖμος ἡμῖν ἐνδιαιτᾶσθαι πάρα.
Κράτης Κράτητα χρημάτων ἀποστερεῖ.
ἐλευθεροῖ Κράτητα Θηβαῖον Κράτης.
εὖ γʼ, ὦ Τύχη μοι τῶν καλῶν διδάσκαλε,
ὡς εἰς τρίβωνα ῥαιδίως συστέλλομαι.
ὁ γὰρ χρόνος μʼ ἔκαμψε, τέκτων μὲν σοφός,
ἅπαντα δʼ ἐργαζόμενος ἀσθενέστερα.
οὐκ οἶσθα, πήρα δύναμιν ἡλίκην ἔχει
θέρμων τε χοῖνιξ καὶ τὸ μηδενὸς μέλειν.
χαλεπὸν γενέσθαι λιμὸν ἐπὶ τῷ δράγματι.
τὰ δʼ ἀργυρώματʼ ἐστὶν ἥ τε πορφύρα
εἰς τοὺς τραγῳδοὺς χρήσιμʼ, οὐκ εἰς τὸν βίον.
ὠνείδισάς μοι γῆρας ὡς κακὸν μέγα,
οὗ μὴ τυχόντι θάνατός ἐσθʼ ἡ ζημία,
οὗ πάντες ἐπιθυμοῦμεν. ἂν δʼ ἔλθῃ ποτέ,
ἀνιώμεθʼ. οὕτως ἐσμὲν ἀχάριστοι φύσει.