ΒΙΒΛΟΣ ΑΛΗΘΗΣ ΣΟΦΕ ΑΙΓΥΠΤΙΟΥ ΚΑΙ ΘΕΙΟΥ ΕΒΡΑΙΩΝ ΚΥΡΙΟΥ ΤΩΝ ΔΥΝΑΜΕΩΝ ΣΑΒΑΩΘ. ΣΩΣΙΜΟΥ ΘΗΒΑΙΟΥ ΜΥΣΤΙΚΗ ΒΙΒΛΩΣ
Ο ΤΗΣ ΥΔΡΑΡΓΥΡΟΥ ΣΤΑΘΜΟΣ. —Ἀγαθοδαίμων· πέψον, ῥύου τὸν χρυσὸν, καὶ ἐπιβάλλεται ὁ χαλκός· καὶ γίνεται τὸ δίχυτον πέταλον Μαρίας, ἵνα πυρὸς καταβαφῆς ἐλαίῳ πίπτῃ ἢ μέλιτι, καὶ θραβαθὴ καὶ ἀναληφθείη ὑδράργυρος ὡσεὶ διὰ καμάτου. Ὁ χαλκὸς πάλιν ἰὸς ἴσος συγχωνεύεσθαι τῷ χρυσῷ εἰς ὑδράργυρον σταθμοῦ. Καὶ ἡ Μαρία· «Ὁπόταν οὖν γένηται μάλαγμα καθʼ ἑαυτὸ, ἢ διʼ ὀξάλμης, καὶ πεφθῇ, συλλείου τῷ θείῳ, ἤγουν αἰθάλῃ θείου, ἢ ληκυθίῳ, καὶ κηροτακίδι· καὶ ἐπίβαλε ἢ συλλείου καὶ βλέπε εἰ ἐτελείωσας· εἰ δὲ μὴ ἐτελείωσας ξανθῷ τινι ἰὸν ἡμῶν, ὃς ἦν μετὰ τοῦ προβαφίου, καὶ ὁποιὸν χρυσόν ἐστι τέλειον, ἵνα μὴ ξανθωθέντα αὐτόν· ἐπίβαλε πάλιν σὺν τῷ προβαφίῳ ἢ συλλείου μετὰ τραπέντος ἀργύρου, τοῦ κελοῦ ἀστράπτοντος, τοῦ ἰοῦ μέρος αʹ, τοῦ ὠμοῦ μύσεως, προβαφίου, ὡς εἶπεν, χαλκοῦ τὸ μέρος λύει.»
Πέπτεται, κἂν γὰρ μὴ ἔχῃ ὑδράργυρον δεῖ πέπτειν, ὅτι πρὸ τοῦ πυρὸς οὐ βαφή· τὸ δὲ ἀπὸ τῶν ὑλῶν καθάρσιον, ἵνα δείξῃ ὅτι ἐστὶ καθαρόν. πείραζε δὲ ἢ καὶ χώνευε· ἂν ἔχῃς τὰς δύο ἀγωγὰς, καὶ τὴν Ἰουδαίων καὶ τοῦ ..., μὴ ὀκνήσῃ οὖν πειράζειν κατὰ μέρος πάντα οἷα ὑπεθέμην σοι. Οὐ γὰρ ἀμφιβολίας αἰτία ἐστὶν ἡ ὑπόθεσις, ἀλλʼ ἵνα σὺ πειράσῃς ἔσοι ἡ τύχη ἐνήλατός ἐστιν ἢ εἰς πάνυ εὐτυχής. Ἐμπεσὼν εἰς τὰ μαθήματα ταῦτα, οὐκ ἔστι ἔσοι ἀτυχής· ἀλλὰ γὰρ νικήσεις μεθόδῳ πενίαν, τὴν ἀνίατον νόσον, μάλιστα ἐὰν εὐεὶ εἰσοὶ καὶ φροντίσῃς, διῶξον τοὺς κωλύτας, ὅτι διὰ τῶν μυρίων βίβλων, καλὸν λευκωθεὶς καὶ ξανθωθεὶς ὁ χαλκὸς, εἰς τὴν δίπλωσιν χύμεντος μόνον ἐστὶν ἐπιτήδειος, καὶ ἰωθῇ, καὶ διὰ μυρίων μεθοδευθῇ μόνον χύμεντός ἐστιν ἁρμόδιος, ὁ δὲ χαλκὸς ἡμῶν, τουτέστιν τὸ πᾶν σύνθεμα· ὅπερ μὲν ἦν ἡ λημματικὴ — καὶ αὐτῇ αὐτοῖς ἐδήλωσαν —, ἡ ἀπὸ αἰῶνος ζητουμένη καταβαφὴ, καὶ μὴ εὑρισκομένη εἰ μὴ ὧδε· Καὶ τίς ἡ αἰτία αὐτοῦ ἐπιτήδειος, ἐδήλωσα σοι περὶ τοῦ χαλκάνθου στίχον· λέγει ὅτι ὥδε καὶ ὁ χαλκὸς βάπτει, καὶ ὁ μόλυβδος, καὶ πᾶν τὸ δεκτικὸν τῆς βαφῆς.