eul_wid: tyc-bt

Creation of Mercury
Ὑδραργύρου ποίησις

Zosimus of Panopolis Creation of Mercury PDF

The Creation of Mercury is a concise, three-part alchemical treatise written in Greek around 300 CE by Zosimus of Panopolis. As a foundational text in early alchemy, it provides technical instructions for preparing and using mercury, a substance whose name derives from the Greek words for "liquid silver," in operations aimed at transmuting base metals into noble ones like gold or silver. The work survives in full through later Byzantine manuscripts, most notably from the 10th and 11th centuries, which compiled and preserved early alchemical writings. Zosimus wrote in Greco-Roman Egypt for an audience of fellow practitioners within an esoteric, workshop-based tradition that blended hands-on craft knowledge with philosophical and spiritual ideas. The text details specific laboratory procedures, including the grinding and mixing of ingredients like ceruse and red arsenic with vinegar, heating in a lidded vessel, and repeated cycles of washing, drying, and calcination. Modern scholars interpret such texts as part of a larger effort to frame practical chemical processes within a narrative of material purification and spiritual transformation, reflecting alchemy's dual nature as both a technical craft and a speculative philosophy.

2.221 ΥΔΡΑΡΓΥΡΟΥ ΠΟΙΗΣΙΣ Λαβὼν ψιμύθιον καὶ σανδαράχην ἴσα λείωσον μετὰ ὄξους ἕως γένηται γλοιῶδες. Εἶτα βαλὼν εἰς λωπάδα ἀγάνωτον, .
2.222 πώμασον πώματι χαλκῷ, περιπήλωσον, καὶ ὑπόκαιε ἄνθραξιν ἠρέμα, καὶ ὅτ’ ἂν εἰκάσῃς ὅτι καλῶς ἔχει, ἀναπώμασον ἐλαφρῶς, καὶ πτερῷ ἄφελε τὴν ὑδράργυρον. Λαβὼν ἄμμον τὴν χρυσίζουσαν, λείωσον, ψῦξον ἕως ἂν ξηρανθῇ, καὶ συμμίξας πάλιν ἅλατι, ὄπτησον ἐν καμίνῳ ἡμέραν καὶ νύκτα. Καὶ ἄρας πλῦνε ἕως 〈ἂν〉 τὸ ἄλας ἀπορρεύσῃ· καὶ πάλιν ξήρανον, καὶ φύρασον ὄξει, καὶ ἔασον βραχὺ ἕως συμπίῃ καὶ ξηρανθῇ· καὶ πάλιν δὸς εἰς τὴν κάμινον μὴ ἀποπλύνας, καὶ τοῦτο ποίει καθάπαξ, φυρῶν τῷ ὄξει, καὶ διδοὺς εἰς τὴν κάμινον τετράκις ἢ πεντάκις, ἵνα γένηται ὡς μίλτος. Ἔπειτα λαβὼν ἕλκυσμα ἀσήμου ἰσόσταθμον, λείωσον καὶ ἀνάμιξον. Εἶτα χωνεύσας χώρισον, καὶ μόλυβδον ἐπίπασσε ἐπ’ ἀμφοτέροις, μέχρις ἂν ἀναλωθῶσι, καὶ ψύξας εὑρήσεις τὸν μόλυβδον σκληρόν· τοῦτον ψωμαρίῳ χώνευσον· ἐκφύσησον ἵνα δείξῃ. Λαβὼν γῆν ἀπὸ τῆς ὄχθης τοῦ ἐν Αἰγύπτῳ χρυσορρόου ποταμοῦ, συμφύρασον ἀφαιρέματι ἐκ τοῦ σιλιγνοπωλίου προσείσας καὶ τοῦ λεπτοῦ προσμίξας καὶ ποιήσας φύραμα, ἀναμίγνυε εἰς λεκάνην ὀστρακίνην, ἄχρις ἂν κολληθῇ βʹ ἐπιμελῶς καὶ γένηται ὡς φύραμα ἄρτου. Εἶτα ἀναλαβὼν καὶ πλάσας ἀρτίσκους, καὶ στοιβάσας ἐπιμελῶς ἐπὶ σανίδος, ψῦξον εἰς ἥλιον ἄχρις οὗ ξηρανθῇ λίαν. Καὶ βαλὼν εἰς ὅλμον, καὶ ἀναλαβὼν, βάλε εἰς χύτραν καινήν· καὶ πωμάσας ἐπιμελῶς τὴν χύτραν, θὲς ἀπέχουσαν τοῦ χαμαὶ παλαιστήν. Καὶ ἀνακάλυψον αὐτὴν βολβίτοις, καὶ ὑπόκαυσον ὑποκάτω. Καὶ ὅτ’ ἂν ἀποσχῇ ἡ φλόξ, ἀνακαλύψας, κίνει σιδήρῳ ἄχρις ἂν ἴδῃς ὅλον ὠπτη μένον καὶ ὅμοιον σποδῷ μελαίνῃ. Ἐὰν δὲ μὴ ᾖ γεγονὼς, ἀνακινήσας .
2.222 πάλιν τῇ αὐτῇ ἀγωγῇ καὶ ἀνακαλύψας, κατάμαθε καὶ κάθελε ἀπὸ τοῦ πυρὸς, καὶ ἔα ψυγῆναι ἡμέραν μίαν. Καὶ ἄρας δράκα ταῖς δύο χερσὶ, βάλε εἰς λεκάνην ὀστρακίνην, καὶ ἐπιβαλὼν ὑδράργυρον, κίνει τῇ χειρὶ γυμνάζων. Εἶτα ἄρας ἄλλην δράκα ἐκ τῆς χύτρας, ἐπίβαλλε ἄλλην δράκα ὕδατος, καὶ ἀπόπλυνε. Καὶ πάλιν ἑτέραν δράκα ἐπίβαλλε, καὶ ὁμοίως ἀπόπλυνε. Ποίει δὲ τοῦτο ἕως κενωθῇ ἡ χύτρα, καὶ τότε πλῦνον καθαρῶς ἕως ἂν καταντήσῃ εἰς τὴν ὑδράργυρον. Καὶ βαλὼν εἰς ῥάκος, ἐκπίασον ἐπιμελῶς ἕως κενωθῇ· καὶ λύσας τὸ ῥάκος, εὑρήσεις τὸ στερρόν. Τοῦτο ποιήσας, σφαιρίον βάλε 〈εἰσ〉 βατάνιον καινὸν, καὶ ποίησον εἰς τὸ μέσον ἐκ τῆς ἀπαλειφῆς ὡς βοθύνιον, καὶ κάθες τὸ σφαιρίον. Καὶ πωμάσας, θὲς ἵνα φθάσῃ ἴσως· καὶ τὸ περὶ τὸ ἥμισυ μέσον τοῦ βατανίου πάλιν περιπώμασον τὴν χύτραν· καὶ ἔστω πρόσκολλος τῷ βατανίῳ. Καὶ ἐπιθεὶς ἐπὶ κυθρόποδος, ὑπόκαιε ξύλοις στερροῖς ἢ βολβίτοις λαμπρῶς καίων, ἄχρι πυρρωθῇ λίαν τοῦ βατανίου ὁ πυθμήν. Μόνον ὕδωρ ἔστω σοι παρακείμενον, ἐξ οὗ τὴν οὔσκην σπόγγῳ παράβρεχε, προσέχων μὴ τὸ ὕδωρ εἰς τὸ βατάνιον γένηται· ὅτ’ ἂν δὲ γένηται ἔμπυρον, κάθελε τὸ βατάνιον ἐκ τοῦ πυρὸς, καὶ ἀνακαλύψας, εὑρήσεις ὃ ζητεῖς.