Ἀστραμψύχου Αἰγυπτίου πρὸς τὸν βασιλέα Πτολεμαῖον περὶ προρρήσεως διαφόρων ζητημάτων.
Ὅτι μηδὲν ὤφειλέ σε τῶν καλῶν λανθάνειν καὶ τῶν εἰς τὸν ἀνθρώπινον βίον χρησίμων, ἐπιστάμενος δὲ περιέργως μᾶλλον ἔχοντά σε καὶ ἐπιθυμητικῶς περὶ τὰ τοιαῦτα, πάλιν ἑτέραν ἐξέπεμψα βίβλον πολὺν κόπον ὑπομείνας. ἐκ γὰρ τῶν ἀδύτων ἀπανθισάμενος τὰ δοκοῦντά σε λανθάνειν ἤδη δῆλα ποιῶ ὅπως μηδὲν ἄγνωστον καταλείπηταί σοι τῶν προσηκόντων. ἔστι δὲ ἡ βίβλος εὕρημα Πυθαγόρου τοῦ φιλοσόφου σκεπτικὴ προγνώσεως διʼ ἀριθμῶν, ἣν διερχόμενος εὑρήσεις οὕτως ἔχουσαν. πρόκεινται καταγεγραμμέναι αἱ σκέψεις τῶν καθʼ ἕκαστα ζητημάτων, διʼ ἃς ὁ προσιὼν ἐρωτᾷ, καὶ ταύταις παράκεινται ἀριθμοὶ ἀρχόμενοι ἀπὸ τοῦ ιβ καὶ προϊόντες κατὰ τὴν τάξιν τοῦ φυσικοῦ ἀριθμοῦ. λαμβάνων οὖν τὸν παρακείμενον τῇ προκειμένῃ ζητήσει τοῦτʼ ἔστι τῇ προβληθείσῃ παρὰ τοῦ ἐρωτῶντος καὶ κατέχων παρὰ σαυτῷ λέγε τὸν ἐρωτῶντα ἵνα λάχῃ καὶ εἴπῃ σοι ἀριθμόν τινα ἀπὸ τοῦ α μέχρι δεκάδος ὃν ἂν ἐθελήσῃ καὶ ὁ θεὸς δῷ αὐτῷ ἐν ἀνοίξει τοῦ στόματος. καὶ λαμβάνων τοῦτον τὸν ἀριθμὸν συντίθει μετὰ τοῦ προτέρου ἀριθμοῦ τοῦ ζητήματος. καὶ μεταβὰς εὑρήσεις σελίδα περιέχουσαν ἀριθμοὺς διὰ μέλανος ἀρχομένους ἀπὸ τοῦ ιγ καὶ ἐφεξῆς κατὰ τὴν τάξιν τῶν ἀριθμῶν καὶ τούτοις ἄλλους παρακειμένους ἀριθμοὺς διὰ κινναβάρεως οὐ κατὰ τὴν τάξιν τῶν ἀπὸ μονάδος ἀριθμῶν, ἀλλʼ ἀναμὶξ κειμένους κατὰ τὴν τῶν ζητημάτων ἀπόκρισιν. τὸν γοῦν διὰ κινναβάρεως ἀριθμὸν τὸν παρακείμενον τῷ μέλανι ὃς ἐστὶν ἐκ τῆς συνθέσεως τοῦ τε ἀριθμοῦ τοῦ ζητήματος καὶ τοῦ ὃν ἔδωκέ σοι ὡς κλῆρον ὁ ἐρωτῶν ζητήσας ἔμπροσθεν εὑρήσεις εἰς τὴν τῶν ἐκκειμένων δεκάδων τάξιν καὶ ταύτην τὴν δεκάδα σκοπῶν ὅρα τοὺς ἐν ἀρχῇ τῶν στίχων παρακειμένους ἀριθμοὺς καὶ τὴν παρακειμένην ἀπόκρισιν τῷ ἀριθμῷ, ὃν ἔδωκέ σοι ὁ ἐρωτῶν ὡς κλῆρον. ταύτην ἀποφαίνου. οἷον ὡς ἐπὶ ὑποδείγματος κείσθω ζητεῖν τινὰ εἰ προκόψει ἐν τιμῇ, ᾧτινι παράκειται ἀριθμὸς ὁ ιϛ. ὑποκείσθω δὲ καὶ ὁ ἐρωτῶν ὅτι ἔδωκέ σοι ὡς κλῆρον ἀριθμὸν τὸν ε. οὓς καὶ ἑνώσας ποιήσεις τὸν κα. ὃν ζητήσας ἔμπροσθεν εἰς τὴν τῶν ἀριθμῶν σελίδα τῶν καταγεγραμμένων ὡς εἴρηται διὰ μέλανος εὑρήσεις αὐτῷ παρακείμενον διὰ κινναβάρεως τὸν η ἀριθμόν. καὶ ζητήσας ἔμπροσθεν τὴν η δεκάδα εὑρήσεις τῷ ε ἀριθμῷ τοῦ κλήρου παρακειμένην ἀπόκρισιν τὸ προκόψεις μετὰ χρόνον καθὼς ἐπιθυμεῖς. πάλιν δὲ εἰ ἐπὶ τοῦ αὐτοῦ ἐρωτήματος τοῦ ἔχοντος τὸν ιϛ ἀριθμὸν δῴη σοι ὁ ἐρωτῶν ὡς κλῆρον τὸν ι ἀριθμὸν — ἐπεὶ μείζονα ἀριθμὸν ἕτερον οὐκ ἐφεῖται αὐτῷ λαχεῖν —, γίνεταί σοι ὁ ἐξ ἀμφοτέρων συντιθέμενος ἀριθμὸς ὁ κϛ. τοῦτον σκοπήσας ἐν τῇ τῶν διὰ μέλανος ἀριθμῶν σελίδι εὑρήσεις διὰ κινναβάρεως παρακείμενον τὸν ιη. ζητήσας οὖν τὴν ιη δεκάδα εὑρήσεις ἐν αὐτῇ τῷ ι τοῦ κλήρου ἀριθμῷ παρακειμένην ἀπόκρισιν τὸ προκόψεις ἐπὶ καλῷ καὶ δοξασθήσῃ· κατὰ τὴν αὐτὴν οὖν ἀναλογίαν καὶ μέθοδον, καὶ εἰ ἕτερός τις εἴη ὁ κληρούμενος … . ταύτῃ τῇ διαγνώσει χρώμενος καὶ ὁ πρὸ σοῦ βασιλεὺς Ἀλέξανδρος ὁ ἐκ Μακεδόνων τῆς οἰκουμένης ἐκράτησε, καὶ σὺ δʼ ὁμοίως χρώμενος ἀδιάλειπτον ἕξεις τὸ κλέος ἐν ἅπασιν ἀνθρώποις. ἔρρωσο.
Οὕτω μὲν οὖν ὁ Ἀστράμψυχος, οἱ δὲ τῆς εἰς τὸν ἕνα θεὸν ἀκλινῶς ἀντεχόμενοι λατρείας προσέθηκαν καὶ εὐχὴν εἰς θεὸν ὀφειλομένην λέγεσθαι παρʼ ἀμφοτέρων, τοῦ τε δηλονότι ἐρωτῶντος καὶ τοῦ τὴν ἀπόκρισιν διδόντος, ὑπὲρ τοῦ εὐμενὲς αὐτοῖς ἔσεσθαι τὸ θεῖον καὶ τὸ ἐσόμενον ἀποκαλύψαι κατὰ τὴν ζήτησιν. καὶ ἔστιν ἡ εὐχὴ αὕτη.
Παντόκρατορ κύριε θεὲ οὐράνιε, φῶς ἀένναον καὶ δύναμις ἀόρατε, ὁ μήτε λόγῳ νοούμενος μήτε διανοίᾳ χωρούμενος, ὁ κτίζων καὶ συνέχων καὶ τρέφων τὰ σύμπαντα διὰ τῶν ἁγίων σου ἀγγέλων Μιχαὴλ Γαβριὴλ Ῥαφαὴλ καὶ τῶν λοιπῶν ἁπάντων, αὐτός, κύριε, σύνελθε καὶ συνέργησον ἐμοὶ τῷ δούλῳ σου εἰς τὴν ἀψευδῆ τοῦ ζητουμένου δήλωσίν τε καὶ βεβαίωσιν, ὅτι εὐλόγητος εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.
Ταύτην εὔχου τὴν εὐχὴν πρὶν λάχῃς, ἅμα δὲ σὺν σοὶ ταύτην εὐχέσθω καὶ ὁ ἐρωτῶν. ἐπιτήρει δὲ καὶ ἡμέραν καὶ ὥραν, ἐν ᾗ συγκροτεῖται μάλιστα ὁ χρησμός. ὀφείλεις οὖν ἐρωτᾶν ἐν ἡμέραις μὲν τῆς ἑβδομάδος τῇ τε τρίτῃ, ἥτις ἐστὶ τοῦ θς̂· τῇ πέμπτῃ, ἥτις ἐστὶ τοῦ ♄· τῷ σαββάτῳ, ἥτις ἐστὶ τοῦ ζ̷ς̀· καὶ τῇ κυριακῇ ἥτις ἐστὶ τοῦ · ἐν δὲ ταῖς λοιπαῖς οὐδαμῶς. καὶ ἐν ταῖς ὥραις δὲ τὴν μὲν κυριακὴν ἐν ὥρᾳ τρίτῃ, τὸ δὲ σάββατον ἐν ὥρα ἕκτῃ, τὴν δὲ πέμπτην ἐν ὥρᾳ πέμπτῃ, τὴν δὲ τρίτην ἐν ὥρᾳ τρίτῃ· ἐν γὰρ ταῖς τοιαύταις ἡμέραις καὶ ὥραις βεβαιότεραι δίδονται αἱ ἀποκρίσεις. καὶ ἔτι πρὸ τοῦ σκέψασθαι τὴν ἐρώτησιν σκέψασθαι εἰ ἔστιν ὥρα τοῦ ἐπιβαλέσθαι τῷ χρησμῷ, ὅπερ τρισκαιδέκατόν ἐστι κεφάλαιον· καὶ λαβόντα κλῆρον ποιῆσαι κατὰ τὴν ἐκτεθεῖσαν μέθοδον, εἶθʼ οὕτως ζητῆσαι περὶ αὐτοῦ τοῦ ἐρωτήματος. σκοπεῖν δὲ δεῖ καὶ τὰς ἡμέρας τῆς σελήνης καθὼς ἐνταῦθα ἔκκεινται· ἡμέρας α πρωΐας β δείλης γ μὴ χρῶ δ διʼ ὅλης τῆς ἡμέρας ε μὴ χρῶ ϛ διʼ ὅλης τῆς ἡμέρας ζ πρωΐας η μὴ χρῶ θ δείλης ι δείλης ια δείλης ιβ δείλης ιγ πρωΐας ιδ δείλης ιε πρωΐας ιϛ ὥρᾳ τρίτῃ ιζ δείλης ιη ὥρᾳ τρίτῃ ιθ μὴ χρῶ κ μὴ χρῶ κα πρωΐας κβ πρωΐας κγ δείλης κδ μὴ χρῶ κε δείλης κϛ δείλης κζ μὴ χρῶ κη δείλης κθ δείλης λ δείλης
Οἱ μὲν διὰ μέλανος ἀριθμοὶ συναγόμενοι ἐκ τῶν ζητημάτων καὶ τοῦ κλήρου εἰσίν, οἱ δὲ διὰ κινναβάρεως τῶν δεκάδων. ιγ κ ιδ ρα ιε μδ ιϛ ϙη ιζ ιθ ιη ϙγ ιθ οθ κ λε κα η κβ μϛ κγ κδ κδ κζ κε οα κϛ ιη κζ ιε κη λζ κθ νϛ λ ρβ λα λη λβ λδ λγ γ λδ ξη λε οϛ λϛ ν λζ νγ λη δ λθ ϙϛ μ μ μα κα μβ κγ μγ ο μδ ϙθ με ξβ μϛ λα μζ λγ μη ε μθ με ν ρ να μα νβ λθ νγ ια νδ οδ νε ι νϛ μθ νζ πγ νη ϙδ νθ πϛ ξ ξα ξα οε ξβ νβ ξγ ϛ ξδ μβ ξε οη ξϛ μη ξζ νθ ξη ζ ξθ α ο ϙε οα ϙ οβ ιζ ογ κβ οδ π οε ξ οϛ πδ οζ μγ οη ιδ οθ νε π λ πα ξδ πβ νη πγ πε πδ πζ πε κϛ πϛ ξϛ πζ ξζ πη θ πθ οβ ϙ ιγ ϙα πα ϙβ ιβ ϙγ νζ ϙδ κθ ϙε κε ϙϛ πθ ϙζ οζ ϙη νδ ϙθ ξε ρ ογ ρα λβ ρβ ιϛ ργ β ρδ να ρε κη ρϛ λϛ ρζ ξγ ρη πβ ρθ πη ρι ϙα ρια ϙβ ριβ ϙζ ριγ ργ ριδ μζ ριε ξθ Ἀρχὴ τῶν ζητημάτωνιβ εἰ πλεύσω ἀκινδύνως ιγ εἰ ἔστιν ὥρα τοῦ ἐπιβαλέσθαι τῷ χρησμῷ ιδ εἰ στρατεύσομαι ιε εἰ κοινωνήσω τῷ πράγματι ιϛ εἰ προκόψω ἐν τιμῇ ιζ εἰ ἀποδημήσω ιη εἰ συναλλάξαι συμφέρει μοι ιθ εἰ εὐτυχής εἰμι κ εἰ ἀγοράσω τὸ προκείμενον κα εἰ γαμήσω καὶ συμφέρει μοι κβ εἰ ἕξω βλαβῆναι ἐν τῷ πράγματι κγ εἰ κινηθήσομαι τοῦ τόπου μου κδ εἰ τέξεταί μου ἡ γυνή κε εἰ εὑρήσω δανείσασθαι ἄρτι κϛ εἰ ἀποδώσω ἃ ὀφείλω κζ εἰ ἐλεύσεται ὁ ἀπόδημος κη εἰ δώσω τοὺς λόγους μου ἄρτι κθ εἰ σωθήσομαι κατηγορούμενος λ εἰ τὸ γεννώμενον θρέψω λα εἰ ὑβρισθήσομαι ἐν τῷ πράγματι λβ εἰ ἀπαλλαγήσομαι τῆς δουλείας λγ εἰ κληρονομήσω τὸν πατέρα λδ εἰ κληρονομήσω τὴν μητέρα λε εἰ ἄρξω ἐν τῷ πράγματι λϛ εἰ εὑρήσω τὸν φυγόντα λζ εἰ ἕξω ἐσχάτην καλήν λη εἰ κληρονομήσω τὸν φίλον λθ εἰ ἀγορανομήσω μ εἰ εὑρήσω τὸ ἀπολόμενον μα εἰ σοφιστεύσω μβ εἰ σωθήσομαι ἀσθενῶν μγ εἰ ἀνοίξω ἐργαστήριον μδ εἰ ἕξω χρόνον ζωῆς με εἰ ἐπιτεύξομαι γραμμάτων μϛ εἰ καταλλαγήσομαι τοῖς κυρίοις μζ εἰ τεκνώσω μη εἰ κληρονομήσω τοὺς γονεῖς μθ εἰ λήψομαι τὴν φερνήν ν εἰ παραμενεῖ μοι τὰ ὑπάρχοντα να εἰ νικήσω ἣν ἔχω δίκην νβ εἰ κληρονομήσω τὴν γυναῖκα νγ εἰ συκοφαντούμενος σωθήσομαι νδ εἰ ὁ ἀσθενῶν σωθήσεται νε εἰ λήψομαι ἣν θέλω γυναῖκα νϛ εἰ συνεχόμενος ἀπολυθήσομαι νζ εἰ πωλήσω τὸν φόρτον νη εἰ δανείσας οὐκ ἀπολέσω νθ εἰ ἐκτρώσει μου ἡ γυνή ξ εἰ οἰκονομήσω ξα εἰ μισθώσομαι καὶ συμφέρει μοι ξβ εἰ κληρονομήσω τὸ πρόσωπον ξγ εἰ νικήσω τὸν ἀντίδικον ξδ εἰ θεάσομαι θάνατον τέκνου ξε εἰ στρατηγήσω ξϛ εἰ γενήσομαι κληρικός ξζ εἰ ἐπιτεύξομαι τῆς ἐπικλήσεως ξη εἰ ἕξω ἐλπίδα πίστεως ξθ εἰ θεὶς παραβόλιον νικήσω ο εἰ γαμήσω τὴν φίλην οα εἰ ἀπολήψομαι τὴν παρακαταθήκην οβ εἰ λήψομαι ὀψώνιον ογ εἰ μενῶ ὅπου ὑπάγω οδ εἰ πωληθήσομαι οε εἰ ἕξω ὄφελος ἀπὸ τοῦ φίλου οϛ εἰ δοθήσεταί μοι ἑτέρῳ συναλλάξαι οζ εἰ ἀποκαταστήσομαι εἰς τὸν τόπον μου οη εἰ λήψομαι κομητάτον οθ εἰ λήψομαι τὸ ἀργύριον π εἰ ζῇ ὁ ἀπόδημος πα εἰ κερδανῶ ἀπὸ τοῦ πράγματος πβ εἰ προσγραφήσεται τὰ ἐμά πγ εἰ εὑρήσω πωλῆσαι πδ εἰ δυνήσομαι ἀγοράσαι ὃ ἐνθυμοῦμαι πε εἰ γενήσομαι βιοπράγος πϛ εἰ φυγαδευθήσομαι πζ εἰ πρεσβεύσω τὰ πρὸς θεόν πη εἰ γενήσομαι βουλευτής πθ εἰ λάθος ἔσται μου τῷ δρασμῷ ϙ εἰ ἀπαλλαγήσομαι τῆς γυναικός ϙα εἰ πεφαρμάκευμαι ϙβ εἰ λήψομαι λεγάτον ϙγ εἰ ὃ ἐπιβάλλομαι ἀπαρτίσω ϙδ εἰ θεάσομαι τὴν πατρίδα ϙε εἰ γενήσομαι δεκάπρωτος ϙϛ εἰ ἀπαλλαγήσομαι τοῦ κλήρου ϙζ εἰ παραμενεῖ μοι ἡ γυνή ϙη εἰ παραμενῶ πρεσβύτερος ϙθ εἰ ἀγοράσω χωρίον ἢ οἰκίαν ρ εἰ καταληφθήσομαι μοιχὸς ἄρτι ρα εἰ γενήσομαι ἐπίσκοπος ρβ εἰ ἀπαλλαγήσομαι τῆς φίλης ργ εἰ ὁ συνεχόμενος ἀπολυθήσεται Ἀρχὴ τῶν δεκάδων δεκὰς αηα οὐχ ἕξεις ἐλπίδα πίστεως β οὐκ ἐπιτεύξῃ τῆς ἐπικλήσεως ἄρτι γ κατασταθήσῃ κληρικός, βραδέως δέ δ στρατηγήσεις καὶ εὐημερήσεις καὶ δοξασθήσῃ ε ἕξεις θάνατον ἰδεῖν καὶ χαρῆναι ἄρτι ϛ νικήσεις. ἀγώνισαι ζ κληρονομήσεις μετὰ δίκης η ἐὰν μισθώσῃ, βλαβήσῃ πολύ θ οἰκονομήσεις μέν, φθονηθήσῃ δὲ παρʼ ὁτουοῦν ι ἐκτρώσει μετὰ κινδύνου, πλὴν σωθήσεται δεκὰς βηα ἀπαλλαγήσῃ τῆς φίλης σου β οὐχ ἕξεις τύχην ἐπισκοπεῦσαι. μὴ ἔλπιζε γ μοιχοῦ γένεσιν ἕξεις σαπράν δ ἀγοράσεις ὃ θέλεις χωρίον ἢ οἰκίαν ε παραμενεῖς πρεσβύτερος ἕως θανάτου ϛ οὐ παραμενεῖ σοι ἡ γυνή. ἄλλην γαμήσεις ζ ἀπαλλαγήσῃ τοῦ κλήρου θελήσας η γενήσῃ δεκάπρωτος ταχέως θ ἕξεις τὴν πατρίδα ἰδεῖν μετὰ χρόνου ι οὐκ ἀπαρτίσεις ὃ ἐνθυμῇ. μὴ προσδόκα δεκὰς γηα οὐκ ἐλευθερωθήσῃ ἄρτι β ὑβρισθήσῃ, οὐ πάνυ δέ. μὴ λυποῦ γ σωθήσεται τὸ γεννηθὲν μετὰ κόπου δ οὐ σωθήσῃ τῆς κατηγορίας ἄρτι. μερίμνα ε δώσεις ἄρτι τοὺς λόγους σου ἐπὶ τὸ συμφέρον ϛ ἐλεύσεται ὁ ἀπόδημος ὑγιαίνων ζ ἀποδώσεις ἄρτι ἃ ὀφείλεις καὶ χαρήσῃ η οὐχ εὑρήσεις ἄρτι δανείσασθαι παρʼ οὗ ἐλπίζεις θ τέξεται καὶ κινδυνεύσει ἕως θανάτου ι οὐ κινηθῄσῃ τοῦ τόπου σου ἄρτι. μὴ φοβοῦ δεκὰς δηα οὐχ ἕξεις ἐσχάτην καλήν β οὐχ εὑρήσεις τὸν φυγόντα νῦν γ ἄρξεις καὶ εὐημερήσεις δ κληρονομήσεις τὴν μητέρα ε κληρονομήσεις τὸν πατέρα ϛ οὐκ ἐλευθερωθήσῃ ἄρτι. μὴ προσδόκα ζ μέχρι λόγων ὑβρισθήσῃ η τραφῄσεται τὸ γεννηθέν θ οὐ σωθήσῃ τῆς κατηγορίας ι δώσεις τοὺς λόγους σου βραδέως δεκὰς εηα οὐ συμφέρει σοι ἄρτι τεκνῶσαι β οὐ καταλλαγήσῃ τοῖς κυρίοις νῦν γ δὸς τὰ γράμματα. ἐπιτεύξῃ δ ἕξεις χρόνον ζωῆς καλόν ε ἄνοιξον ἐργαστήριον· ὠφέλιμον γάρ ϛ σωθήσῃ τῆς ἀσθενείας, βραδέως δέ ζ σοφιστεύσεις ἐπὶ ξένης καὶ πλουτήσεις η οὐχ εὑρήσεις τὸ ἀπολόμενον νῦν θ ἀγορανομήσεις, ἄρτι δὲ οὔ ι οὐ κληρονομήσεις τὸν φίλον· προλειφθήσῃ γάρ δεκὰς ϛηα οὐ κληρονομήσεις β μίσθωσαι· κερδανεῖς γὰρ πολύ γ οἰκονομήσεις καλῶς καὶ δοξασθήσῃ δ τῇ ἐρχομένῃ γαστρὶ κρατήσει ε μὴ δανείσῃς ἐπεὶ ἀπολεῖς ϛ οὐ πωλήσεις τὸν φόρτον ἄρτι ζ ἀπολυθήσῃ τῆς συνοχῆς νῦν η λήψῃ ἣν θέλεις γυναῖκα καὶ μεταμεληθήσῃ θ ὁ ἀσθενῶν κινδυνεύσει ι σωθήσῃ τῆς συκοφαντίας διὰ φίλου δεκὰς ζηα ἐπιτεύξῃ τῆς ἐπικλήσεως β οὐ κατασταθήσῃ κληρικός γ στρατηγήσεις καὶ κινδυνεύσεις δ οὐχ ἕξεις θάνατον ἰδεῖν νῦν ε νικήσεις ἄρτι. ἀγωνίζου χαίρων ϛ κληρονομήσεις, οὐ πάντα δέ ζ μὴ μισθώσῃ ἄρτι· οὐ γὰρ συμφέρει σοι η οἰκονομήσεις νῦν καὶ δοξασθήσῃ θ οὐκ ἐκτρώσει ἡ γυνή. μὴ φρόντιζε ι ἐὰν δανείσῃς, ἐπὶ ὑποθήκῃ δάνεισον δεκὰς ηηα οὐκ ἀγοράσεις τὸ προκείμενον β εὐτυχήσεις ἐπʼ ἐσχάτων μακρὰν γηράσας γ συναλλάξας κερδανεῖς πολύ δ μὴ ἀποδημήσῃς· οὐ γὰρ συμφέρει σοι ε προκόψεις μετὰ χρόνου καθὼς ἐπιθυμεῖς ϛ κοινωνήσεις καὶ ἁμαρτήσεις ζ ἐὰν στρατεύσῃ, μεταμεληθήσῃ η οὐκ ἔχεις ὥραν τοῦ ἐπερωτῆσαι θ ἐὰν πλεύσῃς ἄρτι, κινδυνεύσεις ι ὁ συνεχόμενος χρόνῳ ἀπολυθήσεται δεκὰς θηα οὐχ ἁμαρτήσεις. πρέσβευσον β οὐ φυγαδευθήσῃ, ὑβρισθήσῃ δὲ μετρίως γ οὐ γενήσῃ ποτὲ βιοπράγος δ ἀγοράσεις ὃ ἐνθυμῇ καὶ πωλήσεις φυράσας ε ἐὰν ἄρτι πωλήσῃς, βλαβήσῃ ϛ οὐ προσγραφήσετι τὰ σά. μὴ φοβοῦ ζ κερδανεῖς ἀπὸ τοῦ πράγματος ὀλίγον η οὐ ζῇ ὁ ἀπόδημος· ἐφαρμακεύθη γάρ θ λήψῃ τὸ ἀργύριον κόπῳ πολλῷ ι λήψῃ κομητάτον ἄρτι δεκὰς ιηα σωθήσεται ἀπὸ τῆς ἀσθενείας ἄρτι β οὐ σωθήσῃ τῆς συκοφαντίας. περίτρεχε γ οὐ κληρονομήσεις τὴν γυναῖκα· προτελευτήσεις γάρ δ μὴ λέγε τὴν δίκην ἄρτι· ἡττηθήσῃ γάρ ε οὐ παραμενεῖ σοι πάντα τὰ ὑπάρχοντα ϛ λήψῃ τὴν φερνὴν βραδέως ζ κληρονομήσεις τοὺς γονεῖς σου, οὐ μόνος δέ η τεκνώσεις καὶ θρέψεις καὶ θάψεις θ καταλλαγήσῃ τοῖς κυρίοις καμάτῳ ι δώσεις τὰ γράμματα καὶ ὠφεληθήσῃ δεκὰς ιαηα οὐ κληρονομήσεις τὴν γυναῖκα β λέγε τὴν δίκην ἄρτι· νικήσεις γάρ γ παραμενεῖ σοι τὰ ὑπάρχοντα πάντα δ οὐ λήψῃ τὴν φερνὴν ἄρτι ε κληρονομήσεις τοὺς γονεῖς οὐκ εἰς μακράν ϛ τεκνώσεις, λυπηθήσῃ δὲ ἐπʼ αὐτοῖς ζ οὐ καταλλαγήσῃ τοῖς κυρίοις σου νῦν η οὐκ ἐπιτεύξῃ γραμμάτων ἄρτι θ μεσοχρόνιος εἶ. μὴ λυποῦ, ἀλλʼ εὔχου ι ἀνοίξεις ἐργαστήριον μετὰ μάχης δεκὰς ιβηα πεφαρμάκευσαι. σεαυτῷ βοήθει β οὐκ ἀπαλλαγήσῃ τῆς γυναικὸς ἕως θανάτου γ λήσεται σου ὁ δρασμὸς νῦν δ γενήσῃ βουλευτής, ἄρτι δὲ οὔ ε οὐ πρεσβεύσεις μόνος. μὴ ἔλπιζε ϛ οὐ φυγαδευθήσῃ. μὴ φοβοῦ ζ οὐ γενήσῃ βιοπράγος τελείως η οὐκ ἀγοράσεις ἄρτι ὃ ἐνθυμῇ θ πωλήσεις πλὴν ἐπὶ βλάβῃ ι οὐ προσγραφήσεται τὰ σά. μὴ φοβοῦ δεκὰς ιγηα ἀλάθητος ἔσται σου ὁ δρασμός β γενήσῃ βουλευτὴς μετὰ δανείου γ πρεσβεύσεις μόνος καὶ ὠφεληθήσῃ δ φυγαδευθήσῃ πρὸς χρόνον καὶ κερδανεῖς ε οὐ γενήσῃ βιοπράγος ϛ οὐκ ἀγοράσεις ἄρτι. μὴ ἐνθυμοῦ ζ οὐχ εὑρήσεις ἄρτι πωλῆσαι η οὐ προσγραφήσεται ἄρτι τὰ σά. μὴ ἀγωνία θ κερδανεῖς ἀπὸ τοῦ πράγματος ὀλίγον ι ζῇ ὁ ἀπόδημος καὶ ὑγιαίνει, χρονίσει δέ δεκὰς ιδηα οὐκ ἀποκατασταθήσῃ εἰς τὸν τόπον σου β οὐ δοθήσεταί σοι συναλλάξαι ἑτέρῳ γ ὠφεληθήσῃ ἀπὸ τοῦ πράγματος τοῦ φίλου σου δ πωληθήσῃ μέν, ἄρτι δὲ οὔ ε οὐ μενεῖς ὅπου ὑπάγεις ϛ λήψῃ ὀφώνιον, ἄρτι δὲ οὔ ζ ἀπολήψῃ τὴν παρακαταθήκην η ἐὰν γήμῃς τὴν φίλην, βλαβήσῃ θ θὲς παραβόλιον· νικήσεις γάρ ι οὐχ ἕξεις ἐλπίδα πίστεως δεκὰς ιεηα οὐκ ἀποδώσεις ἃ ὀφείλεις β οὐ δανείσῃ ἐπὶ ὑποθήκῃ γ τέξεται καὶ τὸ γεννώμενον σωθήσεται δ κινηθήσῃ τοῦ τόπου σου ἐπὶ τὸ χεῖρον ε βλαβήσῃ, ὀλίγον δέ ϛ γαμήσεις μέν, λύσεις δὲ τὸν γάμον ζ ἀγοράσεις τὸ προκείμενον καὶ βλαβήσῃ η ὀψίτυχος εἶ. μὴ ἀγωνία θ συναλλάξεις ταχέως καὶ κερδανεῖς ι ἀποδημήσεις ἐξαπίνης ἐπὶ καλῷ δεκὰς ιϛηα οὐχ ἕξεις γένεσιν ἐπισκόπου β καταληφθήσῃ ἐπὶ μοιχείᾳ νῦν γ ἀγοράσεις ἀγρὸν ὃν θέλεις ἢ οἰκίαν δ παραμενεῖς πρεσβύτερος ἕως γήρως ε οὐ παραμενεῖ σοι ἡ γυνή· μοιχευθήσεται γάρ ϛ ἀπαλλαγήσῃ τοῦ κλήρου μετὰ μάχης ζ γενήσῃ δεκάπρωτος ταχέως η ἕξεις τὴν πατρίδα ἰδεῖν ἐπὶ καλῷ θ ἀπαρτίσεις ὃ ἐπιβάλλῃ ταχέως ι οὐ λήψῃ λεγάτον· διαβληθήσῃ γάρ δεκὰς ιζηα οὐκ ἀπολήψῃ τὴν παρακαταθήκην β οὐ γαμήσεις τὴν φίλην· πεπόρνευκε γάρ γ μὴ θῇς παραβόλιον· νικηθήσῃ γάρ δ ἕξεις ἐλπίδα πίστεως καλήν ε ἐπιτεύξῃ τῆς ἐπικλήσεως ϛ κατασταθήσῃ κληρικός ζ οὐ συμφέρει σοι στρατηγῆσαι η ὄψει θάνατον ἐπικερδῆ θ νικήσεις. ἀγωνίζου ἕως τέλους ι κληρονομήσεις ταχέως δεκὰς ιηηα οὐχ εὑρήσεις δανείσασθαι β τέξεται καλὸν καὶ καλῶς γ οὐ κινηθήσῃ τοῦ τόπου σου ἄρτι δ οὐ βλαβήσῃ. μὴ ἀγωνία ε γαμήσεις καὶ λύσεις τὸν γάμον ζηλοτυπήσας ϛ ἀγοράσεις τὸ προκείμενον ἐν τάχει ζ εὐτυχήσεις ἐξ ἰδίων κόπων η οὐ συναλλάξεις ἄρτι οὐδενί θ οὐκ ἀποδημήσεις νῦν. περίμεινον ι προκόψεις ἐπὶ καλῷ καὶ δοξασθήσῃ δεκὰς ιθηα οὐ προκόψεις ἄρτι β κοινωνήσεις καλῶς καὶ ὠφεληθήσῃ γ στρατεύσῃ μετὰ κόπου καὶ μεταμεληθήσῃ δ μὴ ἐρώτα. ἐναντία ἐστὶν ἡ ἡμέρα ε πλεύσεις μετὰ τὸ ἐγκοπῆναι ϛ ὁ συνεχόμενος ἀπολυθήσεται τῆς συνοχῆς ζ ἀπαλλαγήσῃ τῆς φίλης μετὰ βίας η γενήσῃ ἐπίσκοπος καὶ ὠφεληθήσῃ θ καταληφθήσῃ ἐπὶ μοιχείᾳ. πρόσεχε ι οὐκ ἀγοράσεις τὸ κτῆμα νῦν δεκὰς κηα οὐ πλεύσεις καλῶς β ὁ συνεχόμενος ἀπολυθήσεται γ ἀπαλλαγήσῃ τῆς φίλης ὅτε οὐκ ἐλπίζεις δ γενήσῃ ἐπίσκοπος ὅτε οὐκ ἐλπίζεις ε καταληφθήση ἐπὶ μοιχείᾳ νῦν ϛ οὐκ ἀγοράσεις χωρίον νῦν ζ παραμενεῖς πρεσβύτερος ἕως γήρως η οὐ παραμενεῖ σοι ἡ γυνή. γαμηθήσεται ἑτέρῳ θ ἀπαλλαγήσῃ τοῦ κλήρου καὶ ὠφεληθήσῃ πολύ ι γενήσῃ δεκάπρωτος ὅτε οὐκ οἶδας δεκὰς καηα οὐχ εὑρήσεις τὸ ἀπολόμενον β οὐκ ἀγορανομήσεις ἄρτι. περίμεινον γ κληρονομήσεις τὸν φίλον μετὰ δίκης δ οὐχ ἕξεις ἐσχάτην καλήν. ἐπαιτῆσαί σοι ἀπόκειται ε οὐχ εὑρήσεις τὸν φυγόντα νῦν, μετὰ χρόνου δέ ϛ ἄρξεις καὶ εὐδοκιμήσεις καὶ δοξασθήσῃ ζ κληρονομήσεις τὴν μητέρα ἐξ ἡμισείας η οὐ κληρονομήσεις τὸν πατέρα· προτελευτήσεις γάρ θ οὐκ ἐλευθερωθήσῃ νῦν, ἀλλὰ μετὰ χρόνου ι ὑβρισθήσῃ μετὰ ταῦτα, ἄρτι δὲ οὔ δεκὰς κβηα λήψῃ ὀψώνιον β οὐκ ἀπολήψῃ τὴν παρακαταθήκην γ οὐ δυνήσῃ γῆμαι τὴν φίλην δ θὲς παραβόλιον· νικήσεις γάρ ε ἕξεις ἐλπίδα πίστεως καλήν ϛ ἐπιτεύξῃ τῆς ἐπικλήσεως ζ κατασταθήσῃ κληρικός, βραδέως δέ η στρατηγήσεις καὶ εὐημερήσεις καὶ δοξασθήσῃ θ θεάσῃ δύο θανάτους ἀκερδεῖς ι οὐ νικήσεις τέως. μὴ φρόντιζε δεκὰς κγηα οὐ δυνήσῃ σοφιστεῦσαι β οὐχ εὑρήσεις τὸ ἀπολόμενον ἄρτι γ ἀγορανομήσεις ἄρτι δ οὐ κληρονομήσεις τὸν φίλον. μὴ ἔλπιζε ε ἕξεις ἐσχάτην καλήν ϛ οὐχ εὑρήσεις τὸν φυγόντα· ἔπλευσε γάρ ζ ἄρχοντος γένεσιν ἕξεις η οὐ κληρονομήσεις τὴν μητέρα· προτελευτήσεις γάρ θ κληρονομήσεις τὸν πατέρα τρίτην μοῖραν ι οὐκ ἐλευθερωθήσῃ. σιώπα δεκὰς κδηα βλαβήσῃ μεγάλως β γαμήσεις καὶ μεταμεληθήσῃ μηδὲν ὠφελῶν γ ἀγοράσεις τὸ προκείμενον, ἐὰν θέλῃς δ εὐτυχήσεις ἐξ ἀλλοτρίων κληρονομήσας ε συναλλάξεις καὶ ὠφεληθήσῃ πολλά ϛ ἀποδημήσεις καὶ μεταμεληθήσῃ ζ προκόψεις ἐξ ἀνελπίστων η οὐ συμφέρει σοι κοινωνῆσαι· ζημιωθήσῃ γάρ θ στρατεύσῃ καὶ ταχὺ προκόψεις ι σήμερον καρτέρησον καὶ αὔριον ἐρώτησον δεκὰς κεηα οὐχ ἕξεις τὴν πατρίδα ἰδεῖν β οὐκ ἀπαρτίσεις ὃ ἐπιβάλλῃ γ λήψῃ λεγάτον, ὀλίγον δέ δ οὐ πεφαρμάκευσαι, ἀλλὰ μεμάγευσαι ε ἀπαλλαγήσῃ τῆς γυναικὸς γελώμενος ϛ λήσεταί σου ὁ δρασμὸς πρὸς ὀλίγον ζ γενήσῃ βουλευτὴς καὶ φυρατής η πρεσβεύσεις καὶ εὐημερήσεις, ἐὰν σπεύσῃς θ οὐ φυγαδευθήσῃ τὸ σύνολον. μὴ φοβοῦ ι γενήσῃ βιοπράγος καὶ δοξασθήσῃ δεκὰς κϛηα ἀγοράσεις ὃ ἐνθυμῇ β οὐχ εὑρήσεις ἄρτι πωλῆσαι καὶ κερδᾶναι γ οὐ προσγραφήσεται τὰ σά. μὴ μερίμνα δ κερδανεῖς ὀλίγον ἀπὸ τοῦ πράγματος ε ζῇ ὁ ἀπόδημος καὶ ἔρχεται. μὴ ἀγωνία ϛ λήψῃ τὸ ἀργύριον βραδέως ζ οὐ λήψῃ ἀρτίως κομητάτον η ἀποκατασταθήσῃ εἰς τὸν τόπον σου θ μὴ συναλλάξῃς ἄρτι· βλαβήσῃ γάρ ι οὐχ ἕξεις ὠφέλειαν ἀπὸ τοῦ φίλου σου δεκὰς κζηα οὐ κινηθήσῃ τοῦ τόπου σου β οὐ βλαβήσῃ. μὴ ἀγωνία, ἀλλʼ εὔχου γ γαμήσεις ἣν οἶδας, εἰ θέλεις, ταχέως δ ἀγοράσεις τὸ προκείμενον μετὰ κόπου ε εὐτυχήσεις ἐξ ἰδίων κόπων ϛ συναλλάξεις ἄρτι καὶ κερδανεῖς πολύ ζ ἀποδημήσεις μακράν η προκόψεις ἐξαπίνης ὅτε οὐκ οἶδας θ μὴ κοινώνει. οὐ συμφέρει σοι ι στρατεύσῃ, ἄρτι δὲ οὔ δεκὰς κηηα πλεύσεις καλῶς καὶ περιχαρῶς β ἀπολυθήσεται ὁ συνεχόμενος μετὰ κόπου γ ἀπαλλαγήσῃ τῆς φίλης σου δ γενήσῃ ἐπίσκοπος κοπιάσας πολλά ε οὐ καταληφθήσῃ μοιχός. μὴ ἀγωνία ϛ ἀγοράσεις χωρίον ἢ οἰκίαν ζ οὐ παραμενεῖς πρεσβύτερος η παραμενεῖ σοι ἡ γυνή, ἐὰν θέλῃς θ οὐκ ἀπαλλαγήσῃ τοῦ κλήρου ἕως θανάτου ι γενήσῃ δεκάπρωτος δεκὰς κθηα ἀπαρτίσεις ὃ ἐπιβάλλῃ β οὐ λήψῃ λεγάτον ὅλως γ οὐ πεφαρμάκευσαι. μὴ ἀγωνία δ οὐκ ἀπαλλαγήσῃ τῆς γυναικός ε οὐ λήσεται σου ὁ δρασμός ϛ γενήσῃ βουλευτής, ἄρτι δὲ οὔ ζ πρεσβεύσεις, οὐ μόνος δέ η οὐ φυγαδευθήσῃ. μὴ ἀγωνία θ γενήσῃ βιοπράγος ἐξαπίνης ι ἀγοράσεις ὃ ἐνθυμῇ, ἐὰν θέλῃς δεκὰς ληα οὐ λήψῃ ἄρτι τὸ ἀργύριον β λήψῃ κομητάτον κόπῳ πολλῷ γ ἀποκατασταθήσῃ εἰς τὸν τόπον σου δ οὐ δυνήσῃ ἑτέρῳ συναλλάξαι ε οὐκ ὠφεληθήσῃ ἀπὸ τοῦ φίλου οὐδέν ϛ οὐ πωληθήσῃ ἄρτι· οὐ γὰρ συμφέρει σοι ζ οὐ μενεῖς, ἀλλʼ ἀπέρχῃ η οὐ λήψῃ ὀψώνιον θ οὐκ ἀπολήψῃ τὴν παρακαταθήκην ι γαμήσεις τὴν φίλην καὶ βλαβήσῃ δεκὰς λαηα κενῶς ἐπιτεύξῃ γραμμάτων β οὐχ ἕξεις χρόνον ζωῆς πολύν γ ἀνοίξεις ἐργαστήριον βραδέως δ σωθήσῃ τῆς ἀσθενείας εἰ προσέξεις ε σοφιστεύσεις ἐξαπίνης ϛ οὐχ εὑρήσεις τὸ ἀπολόμενον ζ ἀγορανομήσεις καὶ ὠφεληθήσῃ η οὐ κληρονομήσεις τὸν φίλον. μὴ προσδόκα θ ἕξεις ἐσχάτην καλήν ι εὑρήσεις ἄρτι τὸν φυγόντα δεκὰς λβηα οὐ καταληφθήσῃ ἐπὶ μοιχείᾳ β οὐκ ἀγοράσεις χωρίον ἢ οἰκίαν γ οὐ παραμενεῖς πρεσβύτερος δ οὐ παραμενεῖ σοι ἡ πρώτη γυνή ε ἀπαλλαγήσῃ τοῦ κλήρου ϛ οὐ γενήσῃ δεκάπρωτος ἄρτι ζ οὐ δυνήσῃ ἄρτι τὴν πατρίδα ἰδεῖν η οὐκ ἀπαρτίσεις ὃ ἐπιβάλλῃ θ οὐ λήψῃ λεγάτον. μὴ προσδόκα ι πεφαρμάκευσαι. σεαυτῷ βοήθει δεκὰς λγηα οὐ καταλλαγήσῃ τοῖς κυρίοις β μὴ δῷς τὰ γράμματα ἄρτι γ ἕξεις χρόνον ζωῆς, πλὴν ἀλγήσεις τοὺς πόδας δ οὐκ ἀνοίξεις ἐργαστήριον ἄρτι ε σωθήσῃ τῆς ἀσθενείας· ἀνεκλήθης γάρ ϛ σοφιστεύσεις ἐν τῇ πατρίδι σου ζ οὐχ εὑρήσεις τὸ ἀπολόμενον η οὐκ ἀγορανομήσεις ἄρτι θ οὐ κληρονομήσεις τὸν φίλον. χλευάζῃ ι οὐχ ἕξεις ἐσχάτην καλήν· ἐπαιτήσεις γάρ δεκὰς λδηα ὑβρισθήσῃ δεινῶς β θρέψεις τὸ γεννηθέν γ σωθήσῃ τῆς κατηγορίας δ δώσεις τοὺς λόγους σου. μὴ ἀγωνία ε οὐκ ἐλεύσεται ὁ ἀπόδημος· ἔγημε γάρ ϛ οὐκ ἀποδώσεις ἃ ὀφείλεις ζ δανείσῃ καὶ εὐθὺς αὐτὰ δαπανήσεις η τέξεται μετὰ κινδύνου κόρην θ κινηθήσῃ τοῦ τόπου σου. ἐπισκευάζου ι οὐ βλαβήσῃ. μὴ ἀγωνία δεκὰς λεηα οὐκ εἶ εὐτυχής β συναλλάξεις ἐξαπίνης καὶ κερδανεῖς γ οὐκ ἀποδημήσεις μακράν δ προκόψεις ταχέως ἐπὶ καλῷ ε μὴ κοινώνει. οὐ συμφέρει σοι ϛ ἐὰν στρατεύσῃ, μεταμεληθήσῃ ζ οὐκ ἔστιν ὥρα. ἔασον ἄρτι η μὴ πλεύσῃς ἄρτι· ναυαγήσεις γάρ θ ὁ συνεχόμενος ταχέως ἀπολυθήσεται ι οὐκ ἀπαλλαγήσῃ τῆς φίλης σου δεκὰς λϛηα … β μὴ πλεύσῃς, προλέγω σοι γ ὁ συνεχόμενος ἀπολυθήσεται δ οὐκ ἀπαλλαγήσῃ τῆς φίλης σου ε οὐ γενήσῃ ἐπίσκοπος. μὴ προσδόκα ϛ οὐ καταληφθήσῃ μοιχὸς τέως ζ ἀγοράσεις τὸ κτῆμα καὶ οὐ παραμενεῖ σοι η παραμενεῖς πρεσβύτερος θ οὐ παραμενεῖ σοι ἡ γυνή ι οὐκ ἀπαλλαγήσῃ τοῦ κλήρου δεκὰς λζηα οὐκ ἐλεύσεται ὁ ἀπόδημος β ἀποδώσεις ἄρτι ἃ ὀφείλεις γ δανείσῃ καὶ βλαβήσῃ· οὐ μενεῖ γάρ δ τέξεται μετὰ κινδύνου ἄρρεν ε οὐ κινηθήσῃ τοῦ τόπου σου τέως ϛ οὐ βλαβήσῃ. μὴ ἀγωνία ζ γαμήσεις τὴν ἐκ συνηθείας καθʼ ἡμέραν η ἀγοράσεις τὸ προκείμενον καμάτῳ θ εὐτυχήσεις ἐφʼ ἑκάστῳ ι συναλλάξεις καὶ πραγματεύσῃ δεκὰς ληηα σωθήσεται τὸ γεννώμενον ἐπὶ καλῷ β οὐ σωθήσῃ τῆς κατηγορίας· προελήφθης γάρ γ δώσεις ἄρτι τοὺς λόγους σου ἐπὶ καλῷ δ οὐκ ἐλεύσεται ἄρτι ὁ ἀποδημῶν. μὴ προσδόκα ε ἀποδώσεις ἄρτι ἃ ὀφείλεις καὶ χαρήσῃ ϛ οὐ δεῖ σε δανείσασθαι ἄρτι. περίμεινον ζ τέξεται ταχυθάνατον θῆλυ η κινηθήσῃ τοῦ τόπου σου ταχὺ ἐπὶ τὸ κρεῖττον θ βλαβῆναι ἕξεις ἐν πρώτοις, ἐν δὲ τῷ τέλει κερδανεῖς ι βλαβήσῃ ἐπὶ τῷ πρώτῳ γάμῳ. μακροθύμησον δεκὰς λθηα εἰπὲ τὴν δίκην β οὐ παραμενεῖ σοι τὰ ὑπάρχοντα γ οὐ λήψῃ τὴν φερνήν, ἐὰν μὴ δικάσῃ δ κληρονομήσεις τοὺς γονεῖς μόνος ε τεκνώσεις ταχέως καὶ λυπηθήσῃ ἐπʼ αὐτοῖς ϛ οὐ καταλλαγήσῃ τοῖς κυρίοις σου νῦν· οὐ γὰρ συμφέρει ζ δώσεις τὰ γράμματα ταχέως η ἕξεις χρόνον ζωῆς καὶ πλοῦτον, εἶτα ἐπαιτήσεις θ οὐκ ἀνοίξεις ἐργαστήριον νῦν. περίμεινον ι σωθήσῃ τῆς ἀσθενείας ταχέως. μόνον εὐθύμει δεκὰς μηα οὐκ ἀγορανομήσεις β οὐ κληρονομήσεις τὸν φίλον. μὴ ἔλπιζε γ ἕξεις ἐσχάτην καλήν, ὀλίγην δέ δ οὐχ εὑρήσεις τὸν φυγόντα νῦν ε ἕξεις γένεσιν ἄρχοντος καλήν ϛ κληρονομήσεις τὴν μητέρα νῦν ζ οὐ κληρονομήσεις τὸν πατέρα ποτέ η ἐλευθερωθήσῃ μετὰ λεγάτου καλοῦ θ οὐχ ὑβρισθήσῃ τὸ σύνολον. μὴ ἀγωνία ι σωθήσεται τὸ γεννηθὲν καὶ ταχὺ αὐξανεῖ δεκὰς μαηα οὐ παραμενεῖ σοι τὰ ὑπάρχοντα β οὐ λήψῃ τὴν φερνήν, εἰ μὴ δικάσῃ γ οὐ κληρονομήσεις τοὺς γονεῖς· προτελευτήσεις γάρ δ οὐ τεκνώσεις ἐξ αὐτῆς. μὴ προσδόκα ε καταλλαγήσῃ τοῖς κυρίοις βραδέως ϛ οὐ δώσεις ἄρτι τὰ γράμματα καὶ συμφέρει ζ μετὰ χρόνου εὐτυχήσεις καὶ γηράσεις η ἀνοίξεις ἐργαστήριον καὶ πλουτήσεις θ οὐ σωθήσῃ τῆς ἀρρωστίας σου ι οὐ σοφιστεύσεις. ἄλλο τι πρᾶττε δεκὰς μβηα οὐ νικήσεις. σιώπα β κληρονομήσεις ὅτε οὐκ ἐλπίζεις γ μὴ μισθώσῃ ἄρτι. περίμεινον, μὴ σπεῦδε δ οἰκονομήσεις καὶ κατηγορηθήσῃ παρὰ πολλῶν ε οὐκ ἐκτρώσει ἡ γυνή σου. χαῖρε ϛ μὴ δανείσῃς· βραδέως γὰρ ἀπολήψῃ ζ πωλήσεις τὸν φόρτον καὶ κερδανεῖς η οὐκ ἀπολυθήσῃ τῆς συνοχῆς· μακροθύμει θ λήψῃ ἣν θέλεις γυναῖκα καὶ πλουτήσεις ι ὁ ἀσθενῶν μακρονοσήσας ὑγιανεῖ δεκὰς μγηα οὐ δέδοταί σοι συναλλάξαι β ὠφεληθήσῃ ἀπὸ τοῦ φίλου σου ὀλίγον γ πωληθήσῃ καὶ μεταμεληθήσῃ μηδὲν ὠφελῶν δ οὐ μενεῖς ὅπου ὑπάγεις· οὐ γὰρ συμφέρει ε λήψῃ ὀψώνιον μερικόν ϛ οὐκ ἀπολήψῃ τὴν παρακαταθήκην ζ οὐ συμφέρει σοι γῆμαι τὴν φίλην η μὴ θῇς παραβόλιον· νικηθήσῃ γάρ θ ἕξεις ἐλπίδα πίστεως πάνυ καλήν ι οὐκ ἐπιτεύξῃ τῆς ἐπικλήσεως νῦν δεκὰς μδηα οὐ δοθήσεταί σοι στρατεύσασθαι β ἐπερώτησον καὶ ἀκούσῃ τὴν ἀλήθειαν γ πλεύσεις καὶ χειμασθήσῃ ἐξαπίνης δ ὁ συνεχόμενος ἀπολυθήσεται ἄρτι ε ἀπαλλαγήσῃ τῆς φίλης καὶ μεταμεληθήσῃ ϛ γενήσῃ ἐπίσκοπος ὅταν γηράσῃς ζ καταληφθήσῃ ἐπὶ μοιχείᾳ καὶ ζημιωθήσῃ η οὐκ ἀγοράσεις τὸ κτῆμα. μὴ προσδόκα θ οὐ παραμενεῖς πρεσβύτερος ι παραμενεῖ σοι ἡ γυνὴ ἕως γήρως δεκὰς μεηα κληρονομήσεις τοὺς γονεῖς β τεκνώσεις ἄρρεν καὶ θῆλυ καὶ χαρήσῃ γ καταλλαγήσῃ τοῖς κυρίοις καὶ ὠφεληθήσῃ δ κενῶς δώσεις τὰ γράμματα ε οὐχ ἕξεις χρόνον ζωῆς. διάθου ϛ οὐκ ἀνοίξεις ἐργαστήριον· οὐ γὰρ δέδοταί σοι ζ ἀπαλλαγήσῃ τῆς ἀσθενείας, βραδέως δέ η σοφιστεύσεις καὶ εὐτυχήσεις ἐν τῷ πράγματι θ εὑρήσεις τὸ ἀπολόμενον νῦν. φρόντισον ι οὐκ ἀγορανομήσεις ὅταν θέλῃς· ἐμποδίζῃ γάρ δεκὰς μϛηα … β οὐκ ἀγοράσεις τὸ προκείμενον γ εὐτυχήσεις ἐκ πολλῶν σου καμάτων δ μὴ συναλλάξῃς. μηδὲν ποίει. οὐ συμφέρει ε ἀποδημήσεις ἐξαπίνης καὶ πολὺ ὠφεληθήσῃ ϛ προκόψεις ὅτε οὐκ ἐλπίζεις ἐπὶ τὸ κρεῖττον ζ κοινωνήσεις καὶ βλαβεὶς μεταμεληθήσῃ η στρατεύσῃ καὶ ταχὺ προκόψεις ἐπὶ τὸ κρεῖττον θ ἐρώτα μετὰ πίστεως καὶ ἀκούσῃ τὴν ἀλήθειαν ι πλεύσεις μετὰ τὸ ἐγκοπῆναι καλῶς δεκὰς μζηα σωθήσῃ τῆς κατηγορίας πολλῇ παρακλήσει β δώσεις τοὺς λόγους σου βραδέως γ ἐλεύσεται ὁ ἀπόδημος ἄρτι χαίρων δ ἀποδώσεις ἃ ὀφείλεις κατὰ μέρος. μὴ ἀγωνία ε δανείσῃ ἐπὶ ὑποθήκῃ καὶ διασύρεις καιρόν ϛ τέξεται ἄχρηστον. μὴ λυποῦ ζ κινηθήσῃ τοῦ τόπου σου. ἑτοιμάζου καὶ χαῖρε η βλαβῆναι ἕξεις. φοβοῦ καὶ σαυτὸν τήρει θ γαμήσεις καὶ σεαυτοῦ καταγνώσῃ μετανοῶν ι οὐκ ἀγοράσεις τὸ προκείμενον δεκὰς μηηα οὐ στρατηγήσεις πώποτε β οὐχ ἕξεις θάνατον ἰδεῖν νῦν. μὴ ἀγωνία γ νικήσεις. ἀγωνίζου ἕως θανάτου δ κληρονομήσεις καὶ ταχὺ τελευτήσεις ε μισθώσῃ καὶ κερδανεῖς πολύ ϛ οἰκονομήσεις καὶ κατηγορηθήσῃ καὶ φθονηθήσῃ ζ οὐκ ἐκτρώσει. μὴ φοβοῦ, ἀλλʼ εὔχου η δάνεισον· ἀπολήψῃ γὰρ εὐχαριστῶν θ πωλήσεις τὸν φόρτον καλῶς ι ἀπολυθήσῃ τῆς συνοχῆς. εὐθύμει δεκὰς μθηα λήψῃ ἣν θέλεις γυναῖκα β ὁ ἀσθενῶν σωθήσεται καμάτῳ πολλῷ γ οὐ σωθήσῃ τῆς συκοφαντίας. περίτρεχε δ κληρονομήσεις τὴν γυναῖκα, οὐ μόνος δέ ε μὴ λέγε τὴν δίκην ἄρτι· ἡττηθήσῃ γάρ ϛ παραμενεῖ σοι τὰ ὑπάρχοντα πάντα ζ οὐ λήψῃ τὴν φερνήν η κληρονομήσεις τοὺς γονεῖς μόνος θ τεκνώσεις καὶ χαρήσῃ ἐπʼ αὐτοῖς μεγάλως ι οὐ καταλλαγήση τοῖς κυρίοις ἄρτι δεκὰς νηα οὐ δυνήσῃ νῦν ἄρξαι β κληρονομήσεις τὴν μητέρα ἐξ ἡμισείας γ οὐ κληρονομήσεις τὸν πατέρα. μὴ ἔλπιζε δ οὐκ ἐλευθερωθήσῃ ἄρτι, ἀλλὰ μετὰ χρόνου ε οὐχ ὑβρισθήση. μὴ ἀγωνία, ἀλλὰ καρτέρει ϛ σωθήσεται τὸ γεννηθὲν μετὰ καμάτου ζ σωθήσῃ τῆς κατηγορίας διὰ φίλου καλοῦ η δώσεις ἄρτι τοὺς λόγους σου ἐπὶ καλῷ θ ἐλεύσεται ὁ ἀπόδημος ὑγιαίνων ι μὴ ἀποδῷς ἄρτι ἃ ὀφείλεις. περίμεινον δεκὰς ναηα … β ἀπαλλαγήσῃ τῆς φίλης σου ἄρτι γ γενήσῃ ἐπίσκοπος ταχύ, μεταμεληθήσῃ δέ δ καταληφθήσῃ μοιχὸς καὶ οὐ βλαβήσῃ ε ἀγοράσεις τὸ κτῆμα ὃ ἐνθυμῇ ϛ παραμενεῖς πρεσβύτερος ἕως γήρως ζ οὐ παραμενεῖ σοι ἡ γυνή· μοιχεύεται γάρ η ἀπαλλαγήσῃ τοῦ κλήρου. φρόντιζε θ γενήσῃ δεκάπρωτος ἐν τάχει ι οὐ θεάσῃ τὴν πατρίδα ἄρτι δεκὰς νβηα ἐὰν ἄρτι μισθώση, βλαβήσῃ β οἰκονομήσεις εὐθέως καλῶς γ ἐκτρώσει καὶ κινδυνεύσει. πρόσεχε δ ἐὰν δανείσῃς, βραδέως ἀπολήψῃ καὶ μετὰ μάχης ε πωλήσεις τὸν φόρτον ταχέως καὶ χαρήσῃ ϛ ἀπολυθήσῃ τῆς συνοχῆς ἐν τάχει ζ λήψῃ ἣν θέλεις γυναῖκα ἐπὶ κακῷ σου η ὁ ἀσθενῶν μετὰ κινδύνου σωθήσεται θ σωθήσῃ τῆς συκοφαντίας πολλῇ παρακλήσει ι οὐ κληρονομήσεις τὴν γυναῖκα. μὴ ἔλπιζε δεκὰς νγηα οὐχ εὑρήσεις τὸν φυγόντα β ἄρξεις καὶ εὐημερήσεις καὶ δοξασθήσῃ γ κληρονομήσεις τὴν μητέρα μόνος δ οὐ κληρονομήσεις τὸν πατέρα· προτελευτήσεις γάρ ε ἐλευθερωθήσῃ δοὺς ἀργύριον μετὰ παρακλήσεως ϛ ὑβρισθήσῃ δεινῶς· ἀλλὰ μὴ φρόντιζε ζ οὐ ζήσεται τὸ γεννώμενον. ἄρτι τελευτᾷ η οὐ σωθήσῃ κατηγορούμενος. συσκευάζου θ δώσεις ἄρτι τοὺς λόγους σου καὶ ὠφεληθήσῃ ι οὐκ ἐλεύσεται ὁ ἀπόδημος· ἀσχολεῖται γάρ δεκὰς νδηα οὐ παραμενεῖ σοι ἡ γυνή β οὐ δυνήσῃ ἀπαλλαγῆναι τοῦ κλήρου γ οὐ γενήσῃ δεκάπρωτος. μὴ ἔλπιζε δ θεάσῃ τὴν πατρίδα ἐν τάχει ε οὐκ ἀπαρτίσεις ὃ ἐπιβάλλῃ ϛ λήψῃ λεγάτον ἐπὶ βλάβῃ πολλῇ ζ οὐ πεφαρμάκευσαι, ἀλλὰ μεμάγευσαι η οὐκ ἀπαλλαγήσῃ τῆς γυναικὸς ἄρτι. καρτέρει θ λήσεται σου ὁ δρασμὸς πρὸς ὀλίγον ι οὐ γενήσῃ βουλευτὴς τέως. περίμεινον δεκὰς νεηα οὐ λήψῃ κομητάτον β ἀποκατασταθήσῃ εἰς τὸν τόπον σου γ συναλλάξεις καὶ κερδανεῖς τὰ ἑτέρων δ ἥξει σοι ὄφελος ἀπὸ τοῦ φίλου σου πολύ ε οὐ πωληθήσῃ. οὐ συμφέρει σοι. περίμεινον ϛ μενεῖς ὅπου ὑπάγεις ὀλίγον καιρόν ζ λήψῃ ὀψώνιον βραδέως η ἀπολήψῃ τὴν παρακαταθήκην ἀκινδύνως θ οὐ γαμήσεις τὴν φίλην. μὴ πλανῶ ι μὴ θῇς παραβόλιον· νικηθήσῃ γάρ δεκὰς νϛηα δώσεις τοὺς λόγους σου β οὐκ ἐλεύσεται ὁ ἀπόδημος ἄρτι γ ἀπόδος ἄρτι ἃ ὀφείλεις, εἴπερ ἐθέλεις δ οὐ δυνήσῃ δανείσασθαι ἄρτι. περίμεινον ε τέξεται μετὰ κινδύνου πολλοῦ ϛ κινηθήσῃ τοῦ τόπου σου ἐπὶ τὸ κρεῖττον ζ βλαβήσῃ ὀλίγον· ἀλλὰ μὴ λυποῦ η οὐ γαμήσεις ἄρτι. περίμενον· συμφέρει γάρ θ ἀγοράσεις τὸ προκείμενον καὶ χαρήσῃ ι εὐτυχήσεις ταχέως ἐπὶ τὸ κρεῖττον δεκὰς νζηα οὐ λήψῃ λεγάτον. μὴ προσδόκα β πεφαρμάκευσαι. σεαυτῷ βοήθει γ ἀπαλλαγήσῃ τῆς γυναικὸς καὶ μεταμεληθήσῃ δ λήσεταί σου ὁ δρασμὸς πρὸς καιρόν ε οὐ γενήσῃ βουλευτὴς ἄρτι. φρόντιζε ϛ πρεσβεύσεις οὐ μόνος· συμφέρει γάρ ζ οὐ φυγαδευθήσῃ. μὴ φοβοῦ. εὐθύμει η γενήσῃ βιοπράγος καὶ εὐχαριστήσεις θ ἀγοράσεις ὃ ἐνθυμῇ καὶ μεταμεληθήσῃ ι οὐχ εὑρήσεις ἄρτι πωλῆσαι. περίμεινον δεκὰς νηηα κερδανεῖς ὀλίγον ἀπὸ τοῦ πράγματος β ζῇ ὁ ἀπόδημος καὶ ἔρχεται μετὰ χρόνου γ λήψῃ ἀργύριον μετὰ χρόνου δ οὐ λήψῃ ἄρτι κομητάτον ε ἀποκατασταθήσῃ εἰς τὸν τόπον σου ϛ ἐὰν συναλλάξῃς, βλαβήσῃ ζ οὐ πωλήσεις ἐπὶ τῷ συμφέροντί σου η ὠφεληθήσῃ ἀπὸ τοῦ φίλου σου πολύ θ μενεῖς ὅπου ὑπάγεις, ἐὰν σπεύσῃς ι λήψῃ ὀψώνιον καλῶς δεκὰς νθηα οὐ κατασταθήσῃ κληρικός β οὐ στρατηγήσεις ἄρτι. μὴ ἔλπιζε γ οὐχ ἕξεις θάνατον ἰδεῖν δ οὐ νικήσεις τελείως. μὴ ἔλπιζε ε κληρονομήσεις, οὐ μόνος δέ ϛ μίσθωσαι· ὠφεληθήσῃ γὰρ πολύ ζ οὐ δέδοταί σοι οἰκονομῆσαι ἄρτι η οὐκ ἐκτρώσει. μὴ φοβοῦ θ μὴ δανείσῃς, ἵνα μὴ μεταμεληθῇς ι πωλήσεις τὸν φόρτον καλῶς καὶ χαρήσῃ δεκὰς ξηα πωληθήσῃ, ἄρτι δὲ οὔ β μενεῖς ὅπου ὑπάγεις ὀλίγον γ λήψῃ ὀψώνιον καλὸν νῦν δ ἀπολήψῃ τὴν παρακαταθήκην ε γαμήσεις τὴν φίλην, νῦν δὲ οὔ ϛ θὲς παραβόλιον· νικήσεις γάρ ζ οὐχ ἕξεις ἐλπίδα πίστεως τὸ σύνολον η ἐπιτεύξῃ τῆς ἐπικλήσεως ταχέως θ κατασταθήσῃ κληρικὸς βραδέως ι οὐ στρατηγήσεις ποτέ. μὴ ἔλπιζε δεκὰς ξαηα ἐκτρώσει καὶ κινδυνεύσει β δάνεισον ἐπὶ ὑποθήκῃ ὅσον θέλεις γ πωλήσεις τὸν φόρτον βραδέως. μὴ ἐκκάκει δ οὐκ ἀπαλλαγήσῃ τῆς συνοχῆς. περίμεινον ε οὐ λήψῃ ἣν θέλεις γυναῖκα ϛ ὁ ἀσθενῶν μακρονοσήσας σωθήσεται ζ σωθήσῃ τῆς συκοφαντίας διὰ φίλων η οὐ κληρονομήσεις τὴν γυναῖκα θ σπούδασον εἰπεῖν τὴν δίκην ἄρτι ι οὐ παραμενεῖ σοι τὰ ὑπάρχοντα ἐπὶ πολύ δεκὰς ξβηα οὐχ ἕξεις χρόνον ζωῆς β οὐκ ἀνοίξεις ἐργαστήριον ἄρτι γ οὐ σωθήσῃ τῆς ἀσθενείας. διάθου δ οὐ σοφιστεύσεις νῦν. ἄλλο τι ποίει ε οὐχ εὑρήσεις νῦν τὸ ἀπολόμενον ϛ οὐκ ἀγορανομήσεις ἄρτι. μὴ ἔλπιζε ζ οὐ κληρονομήσεις νῦν τὸν φίλον η οὐχ ἕξεις ἐσχάτην καλήν. σεαυτῷ βοήθει θ οὐχ εὑρήσεις τὸν φυγόντα νῦν ι οὐκ ἄρξεις ἄρτι, ἀλλὰ μετὰ χρόνου δεκὰς ξγηα στρατεύσῃ, ἀλλʼ ἐπὶ βλάβῃ β … γ πλεύσεις νῦν καλῶς καὶ χαρήσῃ δ οὐκ ἀπολυθήσεται ὁ συνεχόμενος ἄρτι ε ἀπαλλαγήσῃ τῆς φίλης ἐπʼ ὠφελείᾳ ϛ οὐχ ἕξεις τύχην ἐπισκοπεῦσαι ζ … η οὐκ ἀγοράσεις ἄρτι χωρίον ἢ οἰκίαν θ οὐ παραμενεῖς πρεσβύτερος ι οὐ παραμενεῖ σοι ἡ γυνή δεκὰς ξδηα οὐ σωθήσεται ὁ ἀπόδημος β περὶ τοῦ ἀργυρίου ἀπόστειλον ταχέως γ λήψῃ κομητάτον ὡς θέλεις δ οὐκ ἀποκατασταθήσῃ εἰς τὸν τόπον σου ἕως γήρως ε ἐὰν συναλλάξῃς ἑτέρῳ, ὠφεληθήσῃ ϛ οὐχ ἕξεις ὠφέλειαν ἀπὸ τοῦ φίλου σου ζ ὅπου ἂν πραθῇς, μεταμεληθήσῃ η μενεῖς ὅπου ὑπάγεις καὶ καλῶς θ συναλλάξεις ἐν τῷ πράγματι τοῦ ὀψωνίου ι οὐκ ἀπολήψῃ τὴν παρακαταθήκην δεκὰς ξεηα οὐ παραμενεῖς πρεσβύτερος β οὐ παραμενεῖ σοι ἡ γυνὴ ἕως γήρως γ οὐκ ἀπαλλαγήσῃ τοῦ κλήρου ἕως θανάτου δ γενήσῃ δεκάπρωτος ταχύ ε οὐχ ἕξεις τὴν πατρίδα ἰδεῖν ϛ ἀπαρτίσεις ταχέως ὃ ἐπιβάλλῃ ζ λήψῃ λεγάτον, ὀλίγον δέ η πεφαρμάκευσαι. σεαυτῷ βοήθει θ οὐκ ἀπαλλαγήσῃ τῆς γυναικός ποτε ι λήσεται σου ὁ δρασμὸς πρὸς ὀλίγον δεκὰς ξϛηα γενήσῃ βιοπράγος β οὐκ ἀγοράσεις ὃ ἐνθυμῇ· οὐ γὰρ συμφέρει γ πωλήσεις καὶ κερδανεῖς πολύ δ προσγραφήσεται τὰ σά. ἄλλα κτῆσαι ε κερδανεῖς ἀπὸ τοῦ πράγματος ὀλίγον ϛ ζῇ ὁ ἀπόδημος καὶ ἔρχεται ὑγιαίνων ζ λήψῃ τὸ ἀργύριον κατὰ μέρος η οὐ λήψῃ ἄρτι κομητάτον θ οὐκ ἀποκατασταθήσῃ εἰς τὸν τόπον σου ι ἐὰν ἑτέρῳ συναλλάξῃς, βλαβήσῃ δεκὰς ξζηα φυγαδευθήσῃ πρὸς ὀλίγον β οὐ γενήσῃ τελείως βιοπράγος γ ἀγοράσεις ὃ ἐνθυμῇ καὶ χαρήσῃ δ βραδέως εὑρήσεις πωλῆσαι, καλῶς δέ ε οὐ προσγραφήσεται τὰ σά. μὴ φοβοῦ ϛ κερδανεῖς ἀπὸ τοῦ πράγματος πολύ ζ οὐκ ἐλεύσεται ὁ ἀπόδημος· οὐ γὰρ ζῇ η λήψῃ τὸ ἀργύριον ἄρτι θ οὐ λήψῃ κομητάτον νῦν ι οὐκ ἀποκατασταθήσῃ εἰς τὸν τόπον σου δεκὰς ξηηα οὐ κληρονομήσεις τὸν πατέρα β οὐκ ἐλευθερωθήσῃ ἄρτι. μὴ προσδόκα γ οὐχ ὑβρισθήσῃ. μᾶλλον χαῖρε δ σωθήσεται τὸ γεννηθὲν μετὰ καμάτου ε σωθήσῃ τῆς κατηγορίας παρακλήσει ϛ δώσεις τοὺς λόγους σου δωρεάν ζ ἐλεύσεται ὁ ἀπόδημος χρονίσας. χαῖρε η οὐκ ἀποδώσεις ἃ ὀφείλεις ἄρτι, ἀλλὰ μετὰ χρόνου θ βραδέως δανείσῃ παρʼ οὗ θέλεις ι τέξεται καὶ τὸ γεννώμενον ἄχρηστον ἔσται δεκὰς ξθηα πλεύσεις νῦν β ἀπολυθήσεται ὁ συνεχόμενος νῦν γ ἀπαλλαγήσῃ τῆς φίλης διὰ χρόνου δ οὐχ ἕξεις γενέσθαι ἐπίσκοπος. μὴ ἔλπιζε ε οὐ καταληφθήσῃ μοιχός ϛ ἀγοράσεις χωρίον ἢ οἰκίαν ζ παραμενεῖς πρεσβύτερος η οὐ παραμενεῖ σοι ἡ γυνή· φίλον γὰρ ἔχει θ ἀπαλλαγήσῃ τοῦ κλήρου ι οὐ γενήσῃ δεκάπρωτός ποτε δεκὰς οηα σωθήσῃ τῆς ἀσθενείας σου β οὐ σοφιστεύσεις. ἄλλο τι πρᾶττε γ εὑρήσεις τὸ ἀπολόμενον ταχέως καὶ χαρήσῃ δ ἀγορανομήσεις καὶ ὠφεληθήσῃ πολύ ε κληρονομήσεις τὸν φίλον ἐξ ἡμισείας ϛ ἕξεις ἐσχάτην καλήν. μόνον εὔχου ζ εὑρήσεις ἄρτι τὸν φυγόντα η ἄρξεις καὶ εὐημερήσεις καὶ δοξασθήσῃ θ οὐ κληρονομήσεις τὴν μητέρα. ἄλλῳ ἀπόκειται ι κληρονομήσεις τὸν πατέρα μόνος δεκὰς οαηα τέξεται μετὰ κινδύνου β κινηθήσῃ τοῦ τόπου σου ἄφνω ἐπὶ τὸ κρεῖττον γ βλαβήσῃ ἐν τούτῳ, ἐν δὲ τῷ ἑτέρῳ ὠφεληθήσῃ δ γῆμαι ἕξεις ἐπὶ καλῷ, ἐὰν σπεύσῃς ε οὐκ ἀγοράσεις τὸ προκείμενον· οὐ γὰρ ἐπαρκεῖς ϛ εὐτυχήσεις ἐπʼ ἐσχάτων καὶ οἰκοδεσποτήσεις ζ συναλλάξεις καὶ κερδανεῖς διὰ τῶν ἀλλοτρίων η ἀποδημήσεις ἐξαπίνης καὶ κερδανεῖς θ οὐ προκόψεις ἄρτι. μὴ ἔλπιζε ι κοινωνήσεις ἐπʼ ὠφελείᾳ δεκὰς οβηα οὐ γενήσῃ βουλευτής β οὐ πρεσβεύσεις μόνος· οὐ γὰρ συμφέρει σοι γ οὐ φυγαδευθήσῃ. μὴ φοβοῦ δ οὐ γενήσῃ βιοπράγος τὸ σύνολον ε ἀγοράσεις ὃ ἐνθυμῇ καὶ μεταμεληθήσῃ ϛ εὑρήσεις πωλῆσαι βραδέως ζ προσγραφήσεται τὰ σά. πρόσεχε η κερδανεῖς ἀπὸ τοῦ πράγματος. πρόσεχε θ ἐλεύσεται ὁ ἀπόδημος μετὰ φίλου καλοῦ ι οὐ λήψῃ τὸ ἀργύριον ὅλως δεκὰς ογηα οὐκ ἀγοράσεις χωρίον ἢ οἰκίαν β παραμενεῖς πρεσβύτερος ἕως γήρως γ οὐ παραμενεῖ σοι ἡ γυνή· μοιχεύεται γάρ δ ἀπαλλαγήσῃ τοῦ κλήρου μετὰ γήρως ε γενήσῃ δεκάπρωτος ἐξαπίνης ϛ ἕξεις τὴν πατρίδα ἰδεῖν, βραδέως δέ ζ ἀπαρτίσεις ὃ ἐπιβάλλῃ ταχέως η λήψῃ λεγάτον, ὀλίγον δέ θ οὐ πεφαρμάκευσαι. τί ἀκαιρεῖς; ι οὐκ ἀπαλλαγήσῃ τῆς γυναικός. μὴ μερίμνα δεκὰς οδηα οὐ σωθήσῃ τῆς συκοφαντίας β κληρονομήσεις τὴν γυναῖκα μόνος γ εἰπὲ τὴν δίκην ἄρτι· νικήσεις γάρ δ οὐ παραμενεῖ σοι τὰ ὑπάρχοντα ἕως γήρως ε οὐ λήψῃ τὴν φερνήν· οὐ γὰρ εὑρήσεις τι ϛ οὐ κληρονομήσεις τοὺς γονεῖς σου· ἐμισήθης γάρ ζ οὐ τεκνώσεις ἄρτι. μὴ προσδόκα η καταλλαγήσῃ τοῖς κυρίοις καὶ ἀγαπηθήσῃ ὑπʼ αὐτῶν θ δὸς τὰ γράμματα. ἐπιτεύξῃ οὗ χρῄζεις ι ἕξεις χρόνον ζωῆς καὶ πάνυ καλόν δεκὰς οεηα οὐκ οἰκονομήσεις β ἐκτρώσει καὶ κινδυνεύσει ἕως θανάτου γ ἐὰν δανείσῃς, βραδέως ἀπολήψῃ δ οὐ πωλήσεις τὸν φόρτον ταχύ ε ἀπολυθήσῃ τῆς συνοχῆς ἄρτι ϛ λήψῃ ἣν θέλεις γυναῖκα ἐπὶ κακῷ ζ ὁ ἀσθενῶν σωθήσεται καμάτῳ πολλῷ η σωθήσῃ τῆς συκοφαντίας ταχύ θ οὐ κληρονομήσεις τὴν γυναῖκα μόνος ι ἀγωνίζου, εἰπὲ τὴν δίκην· νικήσεις γάρ δεκὰς οϛηα κληρονομήσεις τὴν μητέρα β οὐ κληρονομήσεις τὸν πατέρα· μὴ ἔλπιζε γ ἐλευθερωθήσῃ, ἄρτι δὲ οὔ δ οὐχ ὑβρισθήσῃ νῦν, ἀλλὰ μετὰ χρόνου ε τὸ γεννώμενον μὴ τρέφε, συμβουλεύω σοι ϛ κινδυνεύσεις ἐπὶ τῇ κατηγορίᾳ ζ δώσεις τοὺς λόγους σου μεθʼ ὕβρεως η οὐκ ἐλεύσεται ὁ ἀπόδημος· ἀσχολεῖται γάρ θ ἀποδώσεις ἄρτι ἃ ὀφείλεις ἐκ κόπων σου ι οὐ δυνήσῃ ἄρτι δανείσασθαι· οὐ γὰρ πιστεύσει σοί τις δεκὰς οζηα οὐ παραμενεῖ σοι ὁ κλῆρος β γενήσῃ δεκάπρωτος, ὅτε οὐκ οἶδας γ ἕξεις τὴν πατρίδα ἰδεῖν ἐξαπίνης δ ἀπαρτίσεις ὃ ἐπιβάλλῃ καὶ δοξασθήσῃ ε οὐ λήψῃ λεγάτον. μὴ ἔλπιζε ϛ οὐ πεφαρμάκευσαι. μὴ φοβοῦ ζ ἀπαλλαγήσῃ τῆς γυναικὸς ἐπʼ ὠφελείᾳ η οὐ λήσεται σου ὁ δρασμός θ γενήσῃ βουλευτής, ἄρτι δὲ οὔ ι πρεσβεύσῃ μόνος καὶ δοξασθήσῃ δεκὰς οηηα ὄψει θάνατον ὃν οὐ θέλεις β οὐ νικήσεις ἄρτι. συμφέρει σοι καρτερῆσαι γ οὐ κληρονομήσεις ἄρτι. σιώπα δ μισθώσῃ καὶ κερδανεῖς ὅσον ἐπιθυμεῖς ε οἰκονομήσεις ἄρτι· οὐδεὶς γάρ σε ἐμποδίσει ϛ οὐκ ἐκτρώσει. μὴ φοβοῦ τὸ σύνολον ζ δάνεισον ἐπὶ ὑποθήκῃ καὶ οὐκ ἀπολέσεις η οὐ πωλήσεις τὸν φόρτον. μὴ σπεῦδε θ ἀπολυθήσῃ τῆς συνοχῆς ἐξ ἀνελπίστων ι μὴ λάβῃς ἣν θέλεις γυναῖκα· συμφέρει γάρ σοι δεκὰς οθηα οὐ συμφέρει σοι συναλλάξαι β ἀποδημήσεις ἐξαπίνης καὶ μακράν γ οὐ προκόψεις ἄρτι. ἐμποδίζῃ γάρ δ καλῶς κοινωνήσεις καὶ εὐχαριστήσεις ε στρατεύσῃ καὶ ταχὺ προκόψεις ἐπὶ τὸ κρεῖττον ϛ ἐπερώτησον ὥρᾳ ϛ καὶ ἀκούσῃ τὴν ἀλήθειαν ζ πλεύσεις μετὰ τὸ ἐκκοπῆναι καὶ καλῶς η ἀπολυθήσεται ὁ συνεχόμενος μετὰ κόπου θ ἀπαλλαγήσῃ τῆς φίλης ταχέως ι γενήσῃ ἐπίσκοπος, πλὴν βραδέως δεκὰς πηα μενεῖς ὅπου ὑπάγεις β οὐ λήψῃ ὀψώνιον. μὴ προσδόκα γ ἀπολήψῃ τὴν παρακαταθήκην ὁλόκληρον δ γαμήσεις τὴν φίλην ε θὲς παραβόλιον· νικήσεις γάρ ϛ ἕξεις ἐλπίδα πίστεως καὶ πάνυ καλήν ζ ἐπιτεύξῃ τῆς ἐπικλήσεως ταχέως η οὐκ ἀποκατασταθήσῃ κληρικός. ἄλλο τι πρᾶττε θ οὐ στρατηγήσεις ἄρτι. μὴ προσδόκα ι ἕξεις θάνατον ἰδεῖν ἐπιζήμιον δεκὰς παηα ἀπαλλαγήσῃ τῆς γυναικός β οὐ λήσεται σου ὁ δρασμός. ἄρτι ἐμπίπτεις γ γενήση βουλευτὴς βραδέως, ζημιωθήσῃ δέ δ πρεσβεύσεις μόνος καὶ οὐ συμφέρει σοι ε οὐ φυγαδευθήσῃ. μὴ φοβοῦ. μακροθύμησον ϛ γενήσῃ βιοπράγος καὶ κτήσῃ πολλὰ ἀγαθά ζ ἀγοράσεις ὃ ἐνθυμῇ καὶ μεταπωλήσεις αὐτό η οὐχ εὑρήσεις πωλῆσαι ὡς θέλεις θ προσγραφήσεται τὰ σὰ ἄρτι. φρόντιζε ι οὐ κερδανεῖς ὅλως ἀπὸ τοῦ πράγματος δεκὰς πβηα μὴ κοινωνήσῃς. οὐ συμφέρει σοι β στρατεύσῃ οὐκ ἐπὶ τὸ συμφέρον γ … δ πλεύσεις ἀπροσδοκήτως καὶ καλῶς ε οὐκ ἀπολυθήσεται ὁ συνεχόμενος ϛ οὐκ ἀπαλλαγήσῃ τῆς φίλης διὰ πολλοῦ ζ ἐπισκοπήσεις πολλὰ ἀγωνισάμενος η οὐ καταληφθήσῃ ἐπὶ μοιχείᾳ. μὴ φοβοῦ θ ἀγοράσεις χωρίον μετὰ καμάτου ι οὐ παραμενεῖς πρεσβύτερος δεκὰς πγηα οὐκ ἀπολυθήσῃ τῆς συνοχῆς β λήψῃ ἣν θέλεις γυναῖκα καὶ ἔσῃ κύριος γ σωθήσεται τῆς ἀσθενείας ταχέως, εἰ προσέχεις δ οὐ σωθήσῃ τῆς συκοφαντίας πολλὰ ἰσχύσας ε οὐ κληρονομήσεις τὴν γυναῖκα. ἑτέρῳ δέδοται ϛ ἐὰν εἴπῃς τὴν δίκην ἄρτι, νικήσεις ζ παραμενεῖ σοι ὀλίγα τῶν ὑπαρχόντων η λήψῃ τὴν φερνὴν καὶ σκορπίσεις αὐτήν θ οὐ κληρονομήσεις τοὺς γονεῖς. ἑτέρῳ δέδοται ι οὐ τεκνώσεις ἄρτι. περίμεινον δεκὰς πδηα οὐχ ἕξεις ὠφέλειαν ἀπὸ τοῦ φίλου σου β πωληθήσῃ καὶ καλῶς σοι ἔσται παρʼ οἷς πραθήσῃ γ οὐ μενεῖς ὅπου ὑπάγεις· οὐ γὰρ φθάνεις δ οὐ λήψῃ ὀψώνιον ἄρτι ε ἀπολήψῃ τὴν παρακαταθήκην ὁλόκληρον ϛ γαμήσεις τὴν φίλην καὶ οὐ παραμενεῖ σοι ζ μὴ θῇς παραβόλιον· νικηθήσῃ γάρ η ἕξεις ἐλπίδα πίστεως καλήν θ ἐπιτεύξῃ ἐπικλήσεως, ἧς ποθεῖς ι κατασταθήσῃ κληρικὸς βραδέως δεκὰς πεηα προσγραφήσεται τὰ σά β κερδανεῖς ἀπὸ τοῦ πράγματος ὀλίγον γ ζῇ ὁ ἀπόδημος καὶ ἔρχεται δ λήψῃ τὸ ἀργύριον κατὰ μέρος ε λήψῃ κομητάτον ϛ ἀποκατασταθήσῃ εἰς τὸν τόπον σου ταχέως ζ συναλλάξεις ἑτέρῳ καὶ κερδανεῖς πολύ η οὐχ ἕξεις ὠφέλειαν ἀπὸ τοῦ φίλου σου θ πωληθήσῃ καὶ οὐκ ἐλευθερωθήσῃ ι μενεῖς ὅπου ὑπάγεις δεκὰς πϛηα μὴ δανείσῃς· οὐ γὰρ συμφέρει β πωλήσεις τὸν φόρτον ταχέως γ οὐκ ἀπολυθήσῃ τῆς συνοχῆς ἄρτι δ λήψῃ κόπῳ ἣν θέλεις γυναῖκα ε ὁ ἀσθενῶν μακρονοσήσας ὑγιανεῖ ϛ σωθήσῃ τῆς συκοφαντίας, ἐὰν προσέχῃς ζ κληρονομήσεις τὴν γυναῖκα, οὐ μόνος δέ η νικήσεις τὴν δίκην, ἐὰν κάμῃς, μέχρι τέλους θ οὐ παραμενεῖ σοι πάντα τὰ ὑπάρχοντα ι λήψῃ τὴν φερνὴν μετὰ μάχης δεκὰς πζηα οὐχ εὑρήσεις πωλῆσαι τὰ σά β οὐ προσγραφήσεται τὰ σά. μὴ φρόντιζε γ οὐ κερδανεῖς ἀπὸ τοῦ πράγματος τὸ σύνολον δ οὐ ζῇ ὁ ἀπόδημος. μὴ προσδέχου αὐτόν ε λήψῃ τὸ ἀργύριον κατὰ μέρος ϛ οὐ λήψῃ ἄρτι κομητάτον, ἐκδέχου δέ ζ ἀποκατασταθήσῃ εἰς τὸν τόπον σου μετὰ χαρᾶς η εἰ συναλλάξεις ἑτέρῳ, βλαβήσῃ πολύ θ ἕξεις ὠφέλειαν πολλὴν ἀπὸ τοῦ φίλου σου ι οὐ πωληθήσῃ ἀλλʼ ἐλευθερωθήσῃ δεκὰς πηηα προκόψεις καλῶς β μὴ κοινώνει. οὐ συμφέρει σοι γ στρατεύσῃ καὶ προκόψεις ταχέως δ … ε … ϛ ὁ συνεχόμενος ἀπολυθήσεται ζ ἀπαλλαγήσῃ τῆς φίλης σου ἐπὶ ζημίᾳ η γενήσῃ ἐπίσκοπος, ἄρτι δὲ οὔ. περίμεινον μικρόν θ καταληφθήσῃ μοιχὸς ἄρτι. πρόσεχε ι οὐκ ἀγοράσεις χωρίον ἢ οἰκίαν δεκὰς πθηα γενήσῃ δεκάπρωτος β ἕξεις τὴν πατρίδα ἰδεῖν καὶ χαρήσῃ γ ἀπαρτίσεις ὃ ἐπιβάλλῃ δ λήψῃ λεγάτον πολύ, ἐὰν προσέχῃς ε πεφαρμάκευσαι ἀληθῶς. σεαυτῷ βοήθει ϛ οὐκ ἀπαλλαγήσῃ τῆς γυναικὸς καλῶς ζ λήσεταί σου ὁ δρασμὸς ἕως χρόνου η γενήσῃ βουλευτὴς καὶ ὠφεληθήσῃ πλουτήσας θ πρεσβεύσεις καὶ ἐπιτεύξῃ ἐν τῷ πράγματι ι φυγαδευθήσῃ δεκὰς ϙηα γαμήσεις τὴν φίλην ἄρτι β θὲς παραβόλιον· νικήσεις γάρ γ οὐχ ἕξεις ἐλπίδα πίστεως τὸ σύνολον δ ἐπιτεύξῃ ἐπικλήσεως ἧσπερ ηὔξω ε κατασταθήσῃ κληρικὸς καὶ γενήσῃ λοιμός ϛ στρατηγήσεις καὶ εὐημερήσεις ἕως τέλους ζ ὄψει θάνατον οἰκείου ταχέως. ἀλλὰ μακροθύμει η νικήσεις. μὴ ἀγωνία θ κληρονομήσεις καὶ ζημιωθήσῃ πολύ ι ἐὰν μισθώσῃ, βλαβήσῃ πολύ δεκὰς ϙαηα ἀποδημῆσαι ἕξεις ἄρτι β οὐ προκόψεις νῦν. μὴ φαντάζου γ μὴ κοινώνει. οὐ συμφέρει σοι. ζημιωθήσῃ δ στρατεύσῃ καὶ πολὺ βλαβήσῃ ε … ϛ πλεύσεις μετὰ κινδύνου, ἀλλὰ θάρρει ζ ὁ συνεχόμενος ἀπολυθήσεται χρόνῳ η απαλλαγήσῃ τῆς φίλης καὶ βλαβήσῃ θ γενήσῃ ἐπίσκοπος βραδέως ι οὐ καταληφθήσῃ μοιχός. μὴ ἀγωνία δεκὰς ϙβηα συνάλλαξον· ὠφεληθήσῃ γάρ β ἐὰν ἀποδημήσῃς, βλαβήσῃ γ προκόψεις καθὼς ηὔξω δ οὐ συμφέρει σοι κοινωνεῖν ε οὐ στρατεύσῃ. μὴ προσδόκα ϛ μετὰ φόβου ἐρώτησον καὶ ἀκούσῃ τὴν ἀλήθειαν ζ πλεύσεις, ἄρτι δὲ οὔ η κινδυνεύει ὁ συνεχόμενος καὶ τελευτήσει θ οὐκ ἀπαλλαγήσῃ τῆς φίλης σου ι οὐχ ἕξεις ἐπισκοπῆσαι. μὴ προσδόκα δεκὰς ϙγηα οὐκ ἀποδημήσεις νῦν β προκόψεις ἐξαπίνης ὅτε οὐκ οἶδας γ κοινωνήσεις ἐπὶ βλαβῇ δ οὐ στρατεύσῃ ἄρτι. τί σπεύδεις ε εἰ πιστῶς ἐρωτᾷς, ἐρώτησον ϛ πλεύσεις μετὰ τὸ ἐγκοπῆναι καὶ συμφέρει σοι ζ ὁ συνεχόμενος ἀπολυθήσεται η ἀπαλλαγήσῃ τῆς φίλης καὶ μεταμεληθήσῃ θ γενήσῃ ἐπίσκοπος, βραδέως δέ ι οὐ καταληφθήσῃ μοιχὸς ἄρτι, ὕστερον δέ δεκὰς ϙδηα οὐ πωλήσεις τὸν φόρτον ἄρτι β ἀπολυθήσῃ τῆς συνοχῆς γ οὐ λήψῃ ἣν θέλεις γυναῖκα δ σωθήσεται τῆς ἀσθενείας ταχέως ε οὐ σωθήσῃ τῆς συκοφαντίας. μερίμνα ϛ κληρονομήσεις τὴν γυναῖκα ζ εἰπὲ τὴν δίκην· νικήσεις γάρ η παραμενεῖ σοι τὰ ὑπάρχοντα θ λήψῃ τὴν φερνὴν κατὰ μέρος ι οὐ κληρονομήσεις τοὺς γονεῖς· προτελευτήσεις γάρ δεκὰς ϙεηα θὲς παραβόλιον· νικήσεις γάρ β ἕξεις ἐλπίδα πίστεως γ ἐπιτεύξῃ τῆς ἐπικλήσεως δ κατασταθήσῃ κληρικὸς μετὰ χρόνον μακρόν ε οὐ συμφέρει σοι στρατηγῆσαι ϛ οὐκ ὄψει ἄρτι θάνατον ζ οὐ νικήσεις. σιώπα η κληρονομήσεις, ἀλλʼ οὐ μόνος θ ἐὰν μισθώσῃ, βλαβήσῃ ι οἰκονομήσεις πιστευθεὶς καὶ δοξασθήσῃ δεκὰς ϙϛηα οὐ κληρονομήσεις τὸν φίλον β οὐχ ἕξεις ἐσχάτην καλήν. σεαυτῷ βοήθει γ εὑρήσεις τὸν φυγόντα εὐθέως. μὴ λυποῦ δ οὐχ ἕξεις ἄρξαι νῦν. τί προσδοκᾷς; ε κληρονομήσεις τὴν μητέρα, οὐ μόνος δέ ϛ οὐ κληρονομήσεις τὸν πατέρα μόνος ζ ἐλευθερωθήσῃ βραδέως. ἀλλὰ μὴ λυποῦ η οὐχ ὑβρισθήσῃ. μὴ ἀγωνία, ἀλλὰ θάρρει θ οὐ ζήσεται τὸ γεννώμενον, ἀλλὰ τελευτήσει ι σωθήσῃ τῆς κατηγορίας μετὰ ὀλίγον δεκὰς ϙζηα εὐτυχήσεις ἱλαρῶς β μὴ συναλλάξῃς ἄρτι. περίμεινον γ οὐκ ἀποδημήσεις ταχέως· ἐπέχει γάρ δ προκόψεις καὶ εὐτυχήσεις ταχέως ε κοινωνήσεις καὶ οὐ συμφέρει σοι· ζημιωθήσῃ γάρ ϛ στρατεύσῃ νῦν καὶ ὠφεληθήσῃ πολύ ζ ἐπιβαλοῦ μετὰ καθαροῦ τοῦ συνειδότος η πλεύσεις μετὰ τὸ ἐγκοπῆναι θ ὁ συνεχόμενος νῦν ἀπολυθήσεται τῆς συνοχῆς ι ἀπαλλαγήσῃ τῆς φίλης. μωροποιεῖ. συμφέρει σοι δεκὰς ϙηηα κοινωνήσεις καὶ βλαβήσῃ β οὐ στρατεύσῃ νῦν. περίμεινον γ οὐκ ἔστιν ὥρα τοῦ ἐπιβαλέσθαι δ οὐ πλεύσεις νῦν· οὐ γὰρ ἕτοιμος εἶ ε οὐκ ἀπολυθήσεται ὁ συνεχόμενος ϛ οὐκ ἀπαλλαγήσῃ τῆς φίλης ζ γενήσῃ ἐπίσκοπος, ἐὰν ἀγαπήσῃς τὸν κλῆρον η καταληφθήσῃ μοιχὸς βράδιον, ἀλλὰ σωθήσῃ θ ἀγοράσεις κτῆμα ἢ οἰκίαν ἐξ ἰδίων κόπων ι παραμενεῖς πρεσβύτερος ἕως θανάτου δεκὰς ϙθηα οὐκ ἀνοίξεις ἐργαστήριον β οὐ σωθήσῃ ἀσθενῶν γ σοφιστεύσεις ἐξαπίνης καὶ δοξασθήσῃ δ εὑρήσεις τὸ ἀπολόμενον βραδέως ε ἀγορανομήσεις, ἄρτι δὲ οὔ ϛ οὐ κληρονομήσεις τὸν φίλον ζ οὐχ ἕξεις ἐσχάτην καλήν, ἀλλὰ πονηράν η οὐχ εὑρήσεις τὸν φυγόντα θ οὐκ ἄρξεις νῦν ὧν ἐπιθυμεῖς. μὴ προσδόκα ι οὐ κληρονομήσεις τὴν μητέρα. μὴ ἔλπιζε δεκὰς ρηα οὐ λήψῃ τὴν φερνήν β οὐ κληρονομήσεις τοὺς γονεῖς· προτελευτήσεις γάρ γ τεκνώσεις, ἄρτι δὲ οὔ. περίμεινον δ οὐ καταλλαγήσῃ τοῖς κυρίοις σου ἐπὶ συμφέροντι ε ἐπιτεύξῃ γραμμάτων ὧν χρῄζεις ϛ οὐχ ἕξεις χρόνον ζωῆς ζ ἀνοίξεις ἐργαστήριον ἐξαπίνης η σωθήσῃ ἀσθενῶν. μὴ ἀγωνία θ σοφιστεύσεις ἐν τιμῇ πολλῇ ι οὐχ εὑρήσεις τὸ ἀπολόμενόν ποτε δεκὰς ραηα ἐπιβαλοῦ ὥρᾳ γ, ἅπαξ δέ β πλεύσεις, ἀλλʼ ἐγκοπήσῃ τῷ πράγματι γ στρατεύσῃ καὶ μεταμεληθήσῃ πολύ δ κοινωνήσεις καὶ ζημιωθήσῃ πολύ ε οὐ δυνήσῃ προκόψαι ἄρτι· ἐμποδίζῃ γάρ ϛ ἀποδημήσεις ὅπου θέλεις ἐπὶ καλῷ σου ζ μὴ συναλλάξῃς, ἐπεὶ βλαβήσῃ πολύ η εὐτυχήσεις ἐκ κόπων πολλῶν καὶ κακῶν θ ἀγοράσεις τὸ προκείμενον ι οὐ γαμήσεις ἄρτι. περίμεινον δεκὰς ρβηα σωθήσῃ τῆς κατηγορίας ἄρτι β δώσεις ἄρτι τοὺς λόγους σου ἐπʼ ὠφελείᾳ γ οὐκ ἐλεύσεται ὁ ἀπόδημος· ἐπόθησε γὰρ γυναῖκα δ οὐκ ἀποδώσεις ἄρτι ἃ ὀφείλεις ε δάνεισαι καὶ οὐ ζημιωθήσῃ, κερδανεῖς δέ ϛ τέξεται, ἀλλʼ ἄχρηστον ἔσται τὸ γεννώμενον ζ οὐ κινηθήσῃ τοῦ τόπου σου. μὴ ἀγωνία η ἕξεις ὀλίγον βλαβῆναι. μὴ λυποῦ θ γαμήσεις καὶ λυπηθήσῃ μεταμεληθείς ι οὐκ ἀγοράσεις τὸ προκείμενον, ἐπεὶ μὴ εὐπορεῖς δεκὰς ργηα … β οὐ γενήσῃ ἐπίσκοπος. μὴ περίμενε γ εὑρεθήσῃ μοιχὸς μετʼ οὐ πολύ δ οὐκ ἀγοράσεις χωρίον ἢ οἰκίαν ε οὐ παραμενεῖς πρεσβύτερος ϛ παραμενεῖ σοι ἡ γυνή· σωφρονεῖ γάρ ζ ἀπαλλαγήσῃ τοῦ κλήρου ἐν τάχει η γενήσῃ δεκάπρωτος καὶ εὐδοκιμήσεις θ οὐ βλέψεις τὴν πατρίδα ι …