eul_wid: rrg-aa

Diagram of the Great Solar Work Compared to the Economy of the Universe
Διάγραμμα τῆς μεγάλης ἡλιουργίας παραβαλλόμενον

Alchemist I Diagram of the Great Solar Work Compared to the Economy of the Universe PDF

2.388 ΔΙΑΡΓΑΜΜΑ ΤΗΣ ΜΕΓΑΛΗΣ ΗΛΙΟΥΡΓΙΑΣ ΠΑΡΑΒΑΛΛΟΜΕΝΟΝ ΕΙΣ ΤΗΝ ΟΙΚΟΝΟΜΙΑΝ ΤΟΥ ΠΑΝΤΟΣ Ἰστέον ὅτι ἡ μεγάλη ἡλιουργία παραβάλλεται καὶ εἰκονίζεται εἴς τε .
2.388 τὴν τοῦ παντὸς δημιουργίαν, καὶ εἰς αὐτὸν δὴ τὸν δημιουργὸν, κατὰ ἀλληγορίαν τοιάνδε. Τὸ πᾶν εἰς ἓξ πράγματα θεωρεῖται· εἴς τε τὰ τέσσαρα στοιχεῖα, 〈καὶ〉 εἰς ψυχὴν καὶ εἰς αὐτὸν δὴ τὸν θεὸν τὸν τούτων οἰκονόμον καὶ δημιουργόν.
2.388 Τὰ δὲ τέσσαρα στοιχεῖά εἰσι ταῦτα· πρῶτον μὲν καὶ ἀνωφερέστερον, τὸ πῦρ, δεύτερον καὶ ὑπὸ τοῦτο, ὁ ἀήρ· τρίτον καὶ ὑπὸ τοῦτο, ἡ γῆ, τέταρτον καὶ ὑπὸ ταύτην, τὸ ὕδωρ. Ἔχεις ἰδοὺ τὰ τέσσαρα στοιχεῖα· πρὸς τούτοις δὲ ἔστι καὶ ἡ ψυχὴ καὶ ὁ θεὸς ὁ τούτων οἰκονόμος καὶ ποιητής. Ἐν τούτοις τοῖς ἓξ τὸ πᾶν τεθεώρηται· εἰσὶ δὲ καὶ ἐν τῇ μεγάλῃ ὑλουργίας ὕλῃ πράγματα ἓξ αὐτοῖς εὐστόχως παραβαλλόμενα· εἰσὶ δὲ ταῦτα· ὕδωρ, αἰθάλη, σῶμα, τέφρα, νεφέλη καὶ πῦρ, καὶ τὰ μὲν 〈πρῶτα〉 τέσσαρα τούτων τοῖς ἐξ τοῖς τέσσαρσι στοιχείοις συμπαραβάλλονται· τὸ δέ γε πέμπτον, ἤγουν ἡ νεφέλη, τῇ ψυχῇ παρεικάζεται, τὸ δὲ ἕκτον, δηλονότι τὸ πῦρ, τῷ θεῷ εἰκονίζεται.