Καὶ ὅτι τοὺς χρησίμους λόγους αὐτοὺς δεῖ ζητεῖν· καὶ τί δεῖ φάναι τὴν τῶν λόγων, ἢ ὅτι τέχνη, ἢ ὅτι πρότερόν ἐστιν ἢ τὸ τί δέ ἐστιν, ἢ ὁποῖον τί δεῖ, καὶ ἵνα τί δεῖ· καὶ περὶ νοημάτων ἀνεπιγράφησαν ἃ ἦν καθέκαστα καὶ ἄτομοι πάντες, ὃν καὶ ἄπυρα, καθὼς ἔστιν εὑρεῖν ἀπειρίαν ἄτομον. Ὥσπερ δὲ δʹ ὄντων τῶν μουσικῶν γενικωτάτων στοχῶν, αʹ, βʹ, γʹ, δʹ, γίνονται παρʼ αὐτοῖς τῷ εἴδει διάφοροι στοχοὶ κδʹ, κέντροι καὶ ἶσοι καὶ πλάγιοι καθαροί τε καὶ ἄηχοι· καὶ ἀδύνατον ἄλλως ὑφανθῆναι τὰς κατὰ μέρος ἀπείρους μελῳδίας τῶν ὕμνων, ἢ θεραπειῶν ἢ ἀποκαλύψεων, ἢ ἄλλου σκέλους τῆς ἱερᾶς ἐπιστήμης, καὶ οἷον ῥεύσεως, ἢ φθορᾶς, ἢ ἄλλων μουσικῶν παθῶν ἐλευθέρας· τοῦτο κἀνταῦθα ἔστιν εὑρεῖν τὸν δυνατὸν ἐπὶ τῆς μιᾶς καὶ ἀληθοῦς κυριωτάτης ὕλης τῆς ὀρνιθογονίας.
Καὶ ὥσπερ τετραμερῆ τὴν ἀρίστην φιλοσοφίαν, ἤτοι τὴν ὕλην ὑπὸ τῆς φύσεως δεδειγμένην εὑρίσκομεν τὴν γενικήν τε καὶ εἰδικὴν, καὶ τάξεων τὰς διαφορὰς, οὕτω καὶ τὴν καλὴν φιλοσοφίαν ζητοῦντες, τετραμερῆ ταύτην εὑρήκαμεν, τὸ πρῶτον ἔχουσαν μέλανσιν, δεύτερον λεύκωσιν, καὶ τὸ τρίτον ξάνθωσιν, καὶ τέταρτον ἴωσιν. Πάλιν δὲ, ὡς ἕκαστος τῶν εἰρημένων στοχῶν ἐξ ὧν γενικῶν ἔχει πλησίον ἑαυτοῦ πάντως ἡμιστόχιον ἢ μεσόκεντρον, διʼ οὗ κατὰ τάξιν προσβαίνει ἢ ἀποβαίνει, οὕτω κἀνταῦθα, μεταξὺ μελανώσεως καὶ λευκώσεώς ἐστιν ἡ ταριχεία, καὶ τῶν εἰδῶν ἡ πλύσις· μεταξὺ δὲ λευκώσεως καὶ ξανθώσεώς ἐστιν ἡ χοοποίησις· τούτων ξανθώσεώς τε καὶ ἰώσεώς ἐστιν ὁ τοῦ συνθέματος διχασμός. Τῆς δὲ ἰώσεως πέρας ἡ διὰ τοῦ ὀργάνου τοῦ μασθωτοῦ οἰκονομία, καὶ ἡ ἕνωσις τῶν μερῶν· καὶ ἀδύνατον ἄλλως, οἷον τὴν καθʼ εἱρμὸν ἐπιστήμης. Εἰ γὰρ καί τινες ξάνθωσιν ἄνευ λευκώσεως ἐπετήδευσαν, ὧν ἐστιν ὁ Πηβίχιος, ἀλλʼ οὐκ ἄνευ ταριχείας, ἢ πλύσεως τῶν εἰδῶν, ἅτινά ἐστι μέρη τῆς τελείας λευκώσεως.
Ὅτι τὸ παρὸν βιβλίον ὀνομάζεται βίβλος μεταλλικὴ καὶ χυμευτικὴ περὶ χρυσοποιίας, ἀργυροποιίας, ὑδραργύρου πήξεως, ἔχων αἰθάλας, βαφὰς φούρμουσαι ἀπὸ βροτισίων, ὡσαύτως καὶ λίθων πρασίνων, καὶ λυχνιτῶν, καὶ ἑτέρων πάντων χρωμάτων, καὶ μαργάρων, καὶ δερμάτων ἐρυθροδανώσεις βασιλικῶν. Ταῦτα δὲ πάντα γίνονται ὑπὸ ὑδάτων θαλασσίων, ὠῶν, διὰ τέχνης μεταλλικῆς.