eul_wid: tyc-at

On the Extensive Edition of the Work
Περὶ τῆς κατὰ πλάτος ἐκδόσεως τὸ ἔργον

Zosimus of Panopolis On the Extensive Edition of the Work PDF

On the Extensive Edition of the Work is an alchemical treatise written in Greek by Zosimus of Panopolis around 300 CE. Structured as a series of nine passages, the text interweaves concrete laboratory instructions with mystical and allegorical interpretations. The "Work" of its title refers to the central objective of alchemy, such as the creation of the philosopher's stone or the transmutation of metals. Zosimus frequently frames these technical processes within symbolic narratives involving visions, sacrifices, and dialogues, imbuing the material operations with spiritual significance.

The treatise survives as part of the oldest extant corpus of Greek alchemical writings preserved in its original form, though much of Zosimus's prolific output is lost. The remaining text is found primarily in later Byzantine manuscripts, most notably the 10th- or 11th-century codex Marcianus graecus 299. Its influence is further attested by ancient translations into Syriac and Arabic. Modern scholarship often interprets Zosimus's alchemy as a holistic spiritual discipline, wherein the purification and transformation of substances in the laboratory mirror the parallel purification and liberation of the practitioner's soul. This approach reflects the unique synthesis of Egyptian craft technology, Gnostic thought, and early Christian mysticism characteristic of his intellectual milieu in Panopolis.

2.159.(1t) ΠΕΡΙ ΤΗΣ ΚΑΤΑ ΠΛΑΤΟΣ ΕΚΔΟΣΕΩΣ ΤΟ ΕΡΓΟΝ Καὶ ταῦτα μὲν οὕτως πρὸς τοὺς Αἰγυπτίους προφήτας ὁ Δημόκριτος γράφει. «Ἐγὼ δὲ πρὸς σὲ, ὦ Φιλάρετε, πρὸς ὃν ἡ δύναμις, τὴν κατὰ πλάτος σοι γράφω τέχνην. Ὁ μὲν τῶν εἰδῶν κατάλογος οὕτως ἔχει. Ὑδράργυρος ἡ ἀπὸ κινναβάρεως, μαγνησία, καὶ στίμμι κοπτικὸν, χαλκηδόνιον, ἰταλικὸν, λιθάργυρος, ψιμμίθιον, μόλυβδος, κασσίτερος, σίδηρος, χαλκὸς, χρυσόκολλα κλαυδιανὸν, καδμεία, πυρίτης, ἀνδροδάμας, θεῖον ἄθικτον, ἀρσένικον, σανδαράχη, κιννάβαρις. Ταῦτα τὰ εἴδη ἐπίκοινα εἰς χρυσὸν καὶ ἄργυρον· λευκαινόμενα γὰρ λευκαίνουσι, καὶ ξανθούμενα ξανθοῦσιν. Τὰ οὖν λευκαίνοντα αὐτὰ ταῦτα· γῆ χεία, καὶ ἀστερίτης, γῆ σαμία, γῆ κιμωλία, καὶ ἀφροσέληνον. Τὰ δὲ λειούμενα, αὐτά· θεῖον ἄθικτον, ἅλας καππαδοκικὸν ἅλες παντοῖοι, ἁλὸς ἄνθη, τίτανος, ὃς προσκέκληται ὀπὸς συκαμίνου συκῆς, στυπτηρία σχιστὴ, μύσι, χάλκανθος, φύλλα περσέας, φύλλα δάφνης. Τὰ δὲ ξανθοῦντα, ταῦτα· γῆ ποντικὴ, ὅ ἐστιν ὀπτὴ, γῆ ἀττικὴ, ὅ ἐστιν ὁ κυανὸς, καὶ ἡ κυανὸς ἡ ἐπὶ τῶν δύο βαφῶν ἐπίκοινος· καὶ ἐν βοτάναις, κικίδιον, καὶ κνηκάνθιον, ἐλύδριον καὶ οἰχούμενον· καὶ ἐν ὀποῖς, κόμμι· Ἔλεγεν δὲ ἀντὶ τοῦ κόμμεως, εἰς γὰρ τὸ λευκὸν σύνθεμα τοὺς ὀποὺς βάλλουσι.
2.160 Φανερὰ δὲ ἔστω τὰ τῇ ἰώσει ὕστερον συλλειούμενα καὶ ὧδε ἁρμῶσαι ἡ μαρτυρία ἡ λέγουσα ὅτι τὰ ἀνούσια σώματα καλῶς ἐνεργοῦσιν χωρὶς πυρός. Τινὲς βούλονται δεύτερον καὶ τρίτον ἐν τῇ ἱώσει βαλεῖν βοτάνας, ἄνθος ἀναγαλλίδος, καὶ ῥὰ, καὶ τὰ ὅμοια· καὶ κρόκον τινὲς χρῶνται καὶ ῥίζαν μανδραγόρου τὴν τὰ σφαιρία ἔχουσαν. Ἐγὼ δὲ προσθήσω ὅτι χωρὶς αὐτῆς οὐδὲν βάπτεται· καὶ ταύτῃ πάντα συλλειοῦται ἐν τῇ ἰώσει μετὰ κόμμεως. Ἐμνημόνευσαν δὲ πάντες ὅτι οὐ δεῖ εἰς τοῦτο τὸ ὕδωρ ζύμην καταφθείρειν· καὶ ὁμοιοῦται τῷ μέλλοντι βάπτεσθαι σώματι. Ἐὰν ἀργύρεον μέλλῃς βάπτειν, ἀργύρου πέταλον συνσήπειν· ἐὰν δὲ χρυσοῦν, χρυσοῦ πέταλον συνσήπειν· ὁ γὰρ σῖτος σῖτον γεννᾷ, καὶ ὁ λέων λέοντα, καὶ χρυσὸς χρυσόν. Ἐπίβαλλε γὰρ, φησὶν, ἄργυρον κοινὸν, καὶ βάπτεις. Ὁ γὰρ εἷς ζωμὸς κατὰ τῶν ἀμφοτέρων σήπειν κατηγορεῖται· ὅτι τοιοῦτος λόγος ἐν τῷ παρόντι περὶ τῆς τοῦ φαρμάκου βαφῆς· τὸ γὰρ θεῖον ὕδωρ σκευασθὲν κατὰ ἀλήθειαν, καὶ τὸ καλῶς συγκραθὲν τὰ φάρμακα βάπτει, καὶ ὅταν βαφῇ τὸ φάρμακον, τότε καὶ αὐτὸ βάπτει. Διὰ τοῦτο ζύμας καὶ προζύμια καὶ ὀξυζύμια, καὶ χρυσοζύμια, καὶ ὅσα κέκρυπται· ἐν δὲ πᾶσι τὸ πᾶν εὑρίσκεται τοῖς νοοῦσιν. Ἰδοὺ οὖν τὰ δʹ σώματα πυρίμαχα, ὑπόστατα, τουτέστιν τὸ ὕστερον σύνθεμα, οὗ καὶ αὐτοῦ συντεθέντος, παραλαμβάνομεν μέρος ἓν, ἐπιβάλλοντες ὕδωρ θεῖον ὁμοῦ, ἕως γένηται τὸ χρῶμα καὶ ὁ τόνος τοῦ ὁμοίου κατὰ Μαρία ν .
2.161 Ἐπειδὴ οὖν κατείληπται τὸ ὕστερον σύνθεμα τὰ ὑπόστατα δʹ σώματα, οἷς οὐ μόνον τὸ σύνθεμα τοῦ χρυσοζυμίου, ἀλλὰ καὶ τὸ σύνθεμα ἐπιβάλλει τοῦ ὕδατος τοῦ θείου· ἐπιβάλλειν γὰρ δεῖ τὰ προδεχθέντα, σίδηρον, ἢ κασσίτερον, ἢ μόλυβδον, ἢ χαλκὸν, καὶ τὰ ἑξῆς, πάντα τούτοις ἐπιβάλλεται. Ἄκουε αὐτοῦ λέγοντος ἐν τῷ κεφαλαίῳ τῶν δύο συνθεμάτων· «Ἐὰν εἰς σίδηρον προβαλών· ἐὰν εἰς χαλκὸν, προεξιοῖ· ἐὰν εἰς μόλυβδον, ποιεῖ ἄρρευστον, ἄτριστον, τὸν κασσίτερον προεργάζου, καὶ οὕτως ἐπίβαλλε, φησὶν, καὶ οὐ μὴ σφάλῃς, τουτέστιν προλεύκαναι.» Περὶ δὲ ἐξιώσεως καὶ χαλκοῦ διαλάβωμεν· πάντα τὰ τοιαῦτα εἴδη ἔχουσιν φύλλα περσέας καὶ δάφνης, καὶ γαῖ λευκαὶ, καὶ συκαμίνου καὶ συκῆς καὶ τιθυμάλλου ὀπὸς, καὶ νίτρον πυρρὸν καὶ ἅλας καππαδοκικὸν, καὶ τὰ ὅμοια· εἰς τοῦτον, φησὶν, τὸν ζωμὸν καθίενται αἱ λεπίδες τοῦ χαλκοῦ ἡμέρας ιεʹ, καὶ εὑρήσεις ἐξιωθέντα, τουτέστιν λευκανθέντα. Αὕτη οὖν ἡ σύνθεσις τοῦ ζωμοῦ λευκοῦ θείου. Ἐν τῇ ὑστέρᾳ 〈τάξει〉 τῶν ζωμῶν ὁ φιλόσοφος ἐξέδωκεν. Εἰ τοίνυν λευκὸν θεῖον, ἆρα τὸν χαλκὸν λευκαίνει; θεῖον γὰρ ξανθὸν οἰκονομήσας ὁ χαλκὸς διὰ χαλκάνθου καὶ σώρεως, καὶ ἐπιβαλὼν χαλκὸν, ξανθώσας αὐτὸν, τοῦτον τὸν χαλκὸν ἅμα τῷ θείῳ ἀποτίθεται εἰς ὄξος, καὶ τὰ ἑξῆς, ἵνα ἰωθῇ. Καὶ γάρ φησιν χάλκανθον ποιεῖν τὸ χρυσὸν ίνιον· εἰ δὲ χάλκανθος τῷ θείῳ, τῷ πυρίτῃ συνελειώθη μετὰ σώρεως, τὸ δὲ θεῖον τὸ ξανθὸν, ἔν τε τούτῳ τῷ ξανθῷ· ἐὰν ἐαθῇ κάτω ἵνα ἐσθίῃ· ἤγουν τὸ θεῖον τὸ ξανθόν. Καὶ τί ἄρα ἐξίωσις ἢ ξάνθωσις; ἐξίωσις οὖν καὶ ξάνθωσις χρώματι μόνον διενηνόχασιν ἀλλήλων· ἤγουν τὸ ἐξίωσις θείου λεύκωσις, ἡ δὲ ἴωσις, ξάνθωσις. Φέρε καὶ τὰ ἄλλα 〈ἃ〉 εἶπεν· ἐὰν εἰς σίδηρον προμάλαξιν ποιήσας τὸν σίδηρον λεπίδας λεπτὰς, ἐπίστρωσον γῆν σαμίαν, καὶ στυπτηρίαν σχιστὴν διπλώσας, ἔλασον, καὶ ἔσται μαλακὸς καὶ λευκός.
2.162 Τὰ δὲ τοιαῦτα εἴδη μέρη εἰσὶν τοῦ λευκοῦ θείου. Ὁ Ἑρμῆς μάλαξιν προθέμενος, ὕστερον ἔλεγεν· «Καὶ λευκανθήσεται». Διὰ τοῦτο ὁ φιλόσοφος ἔλεγεν· «Ἐπίβαλε τοῦ λευκοῦ φαρμάκου τὸ ἥμισυ, καὶ ἔσται πρῶτον τοῦτο τοῦ λευκοῦ θείου. Φέρε καὶ τὸ τί ἀτριστώσῃς ζητήσωμεν· Ὁ φιλόσοφος· «Λαβὼν μόλυβδον λευκόν. τὸν γενόμενον ἄρρευστον διὰ γῆς χείας, καὶ στυπτηρίας σχιστῆς.» Τὰ δὲ εἴδη ταῦτα μέρη εἰσὶ τοῦ λευκοῦ θείου. Τὸ δὲ λευκὸν θεῖον, λευκαινόμενον, λευκαίνει. Δημόκριτος δέ· «Ἐπειδ’ ἂν ἐξιώσῃς, καὶ μαλάξῃς, καὶ ἀτριστώσῃς, καὶ ἀρρευστώσῃς, ἢ λευκώσῃς». Ἡ δὲ λεύκωσις ἐκ τοῦ λευκοῦ θείου Όρα τὸν φιλόσοφον περὶ τούτου τοῦ θείου τοῦ λευκοῦ ἐκβακχεύοντα· «Ἐὰν γὰρ, φησὶν, γένηται τὸ φάρμακον μαρμάρῳ παρεμφερὲς, μέγα ἐστὶ μυστήριον· τὸν γὰρ χαλκὸν λευκαίνει, τουτέστιν ἐξιοῖ, μαλάσσει τὸν σίδηρον, ἄτριστον ποιεῖ τὸν κασσίτερον, ἄρρευστον τὸν μόλυβδον, ἀρρήκτους τὰς οὐσίας, ἀφεύκτους τὰς βαφάς. Αὗται αἱ βαφαὶ τὰ εἴδη ἀπὸ ὑδραργύρου ἕως χρυσοκόλλης καλούμενα χρυσάνθιον· εἰκότως εἴρηται παρά τινων τοῦτο τὸ θεῖον διὰ πάντων. Στέφανος γὰρ, ὅταν ἔλεγεν· «Ἀρρήκτους τὰς οὐσίας», τὰ τέσσαρα σώματα ἔλεγεν· ἄλλοι δὲ· «τοῦτο τὸ θεῖον ὕδωρ τὸ κατὰ πάντα μέγα μυστήριον, τὸ γενόμενον μαρμάρῳ παρεμφερὲς, τὸ λευκαῖνον πᾶσαν οὐσίαν, τὸ λευκαῖνον τὸ σῶμα τῆς μολυβδοχάλκου· τοῦτό ἐστιν ὁ τῶν κωβαθίων καπνός. Τοῦτο ὁ τὰς βαφὰς ἀρρήκτους τηρῶν, τοῦτο ὁ τὰς οὐσίας ἀρρήκτους διατηρῶν.
2.163 Τὸ δὲ ἀρρήκτους ἐὰν ἀκούσῃς, οὐχ ἵνα ἐλαιούμεναι αἱ οὐσίαι μὴ ῥαγῶσιν, ἀλλ’ ἵνα μὴ ἀπορρήξωσι τὰ εἰωθότα τε τῷ πυρὶ ἀφαντοῦσθαι ἀπὸ νεφέλης ἕως χρυσοκόλλης, ὅτι βαφὰς βούλεται αὐτὰς εἶναι. Ἄκουε αὐτοῦ λέγοντος περὶ αὐτῶν· «Ἐπιβάλλειν οὖν δεῖ σίδηρον, ἢ χαλκὸν, ἢ κασσίτερον, ἢ μόλυβδον.» Τοίνυν ταύτας βαφὰς καλεῖ· τὰ δὲ βαπτόμενα δʹ σώματα ἅτινα βαφέντα βάπτουσιν· τὸ δὲ βάπτον τὰς βαφὰς καὶ τὰ βαπτόμενα ὕδατα θείου, τὸ μέγα μυστήριον, τὸ μαρμάρῳ παρεμφερὲς, τὸ τὰ πάντα ποιοῦν ἐπιτήδεια, τὸ καῖον τὸν χαλκὸν καὶ λευκαῖνον, τὸ τὴν ὑδράργυρον πηγνύον, τὸ ἐξιοῦν· τοῦτό ἐστι τὸ τῆς ὅλης τέχνης μέγα μυστήριον· τὸ γὰρ ξανθὸν ὕδωρ ἐμφανὲς μυστήριον. Ἐπίβαλε λοιπὸν καὶ κόμμι μικρὸν, καὶ πᾶν σῶμα βάπτεις· τοῦτο αἴτιον καύσεως, λευκώσεως, ξανθώσεως, ὑδραργύρου πήξεως, ἰώσεως· τοίνυν ὅταν λέγῃ «ἀρρήκτους τὰς οὐσίας», περὶ τοῦ ἀπορρηγνύναι τὰς οὐσίας, τὰ εἴδη τὰ φευκτὰ λέγει. Τοῦτο δὲ τὸ λευκὸν θεῖον ἀνακεφαλαιοῦται ἐν τοῖς δυσὶ συνθέμασι. Λέγει γάρ· «Ἐὰν εἰς σίδηρον, προμαλάσσει», καὶ τὰ ἑξῆς, τουτέστιν πάντα προλεύκαναι, καθὼς ἀποδέδεικται· ὅταν ἐξιώσῃς καὶ μαλάξῃς καὶ ἀτριστώσῃς καὶ ἀρρευστώσῃς, τουτέστιν λευκάνῃς τὸ πᾶν, τὰ τέσσαρα σώματα ὑπόστατα· αὕτη γὰρ ἡ ἀρχὴ κατὰ μίαν τάξιν τὸ λευκάναι. Ἡ δὲ λεύκωσις ἐκ θείου λευκοῦ· ὁ δὲ τῶν λευκῶν θείων σταθμὸς ἐν τῇ ὑστέρᾳ 〈τάξει〉 τῶν λευκῶν ζωμῶν κεῖται, ἔχων τὸ ἀρσενίκου χρυσίζοντος 𐆄 αʹ, καὶ νίτρου καὶ τῶν ὁμοίων, καὶ φλοιῶν φύλλων περσέας καὶ δάφνης 𐆄 αʹ, καὶ συκαμίνου χυλοῦ, καὶ ἅλατος, καὶ τὰ ἑξῆς.
2.164 Πάντα πρὸς ἀνάλογον τοῦ οὐγκιασμοῦ δεῖ σε προσπλέξαι. Ἡ γὰρ ὑδράργυρος κατὰ τῶν δύο συνθεμάτων τὰ πάντα μέλλουσα ἀναλαμβάνειν ἤτοι μαλαγματίζειν, περὶ ἧς καὶ ἐν τῷ περὶ κινναβάρεως μηνύσω. Εἰ μὲν οὖν ἀναλήψεται, δεῖ μὴ ὠῶν λευκοῖς καὶ ὑγρῷ κομμίῳ λευκῷ λειοῦσθαι μετὰ τῶν δύο συνθεμάτων. Ἐν γὰρ τούτοις εἴωθεν ἡ ὑδράργυρος μολύνειν καὶ ἀναλαμβάνειν, καὶ πάντα μαλαγματίζειν, περὶ ὧν ἐν τοῖς μολυβδοχάλκοις προσεφώνησα. Τινὲς δὲ ὕδωρ θεῖον ἐλείωσαν παχύτερον ποιήσαντες, καὶ ἀνέλαβον τὰ συνθέματα τὴν ὑδράργυρον. Καὶ γὰρ τὸ λευκὸν σύνθεμα καὶ ὠὰ ἔχει καὶ κόμμι. Ἄλλοι ἐν τρούλλῳ μεγάλῳ ὑελίνῳ περιπηλώσαντες, ἔβαλλον τὰ πάντα καὶ ἀσθενεῖ πυρὶ ὤπτησαν, ἐπιβάλλοντες ὕδωρ θεῖον, ἑψήσαντες ὡς τὴν πορφύραν. Δεῖ δὲ προσέχειν ἐν τῇ μεταβολῇ, πῶς ἐκ θαλάττης οὖσα καὶ ἐκλύσματος, εἰς πορφύραν μετατρέπεται ἀληθινήν. Ἐντεῦθεν καὶ ὁ φιλόσοφος· «Τὸ γὰρ ψιμύθιον ἄλλην ἔχει δύναμιν παρὰ τὸ ἕλκυσμα, τουτέστι παρὰ τὸ χρυσίζον, ἢ πορφυρίζον, παρὰ τὸ λευκὸν ἢ ἀργυρῶδες.» Τὸ δὲ αὐτὸ σύνθεμα λειωθὲν ἕξει καὶ τὰς ἐνεργείας· τὰ ὅλα ἐκ μιᾶς, φησὶν, ὕλης τοῦ μολύβδου· ὁ δὲ χαλκὸς οἶδας λοιπὸν ὡς ὅλον σύνθετον· ὅθεν ἐν τῷ ἑλκύσματι μεταβολὴν ὠνόμασεν αὐτῷ ἐν ὑποδείγμασιν· ἑψήσαντες γὰρ ὕδωρ θεῖον· τῷ γὰρ «ἐψήσαντες» χρῶμα ἀνέδειξαν· καὶ οὐ μόνον ἥνωσαν τὴν ὑδράργυρον, ἀλλὰ καὶ ἐλεύκαναν καὶ ἐξάνθωσαν τὸ σύνθεμα ἑψοῦντες λεπτῷ πυρί, καὶ οὐκ ἐῶντες καπνὸν διὰ τοῦ τρούλλου ἀναδοθῆναι.
2.165 Μετ’ αὐτοῦ γὰρ τὸ πνεῦμα τὸ βαπτικὸν συναφίσταται. Ἑψοῦσι δὲ ἕως ἂν ἀραιώσῃ τὸ χρῶμα, οἱ μὲν ὥρας θʹ, οἱ δὲ ἡμέρας. Ὅταν δὲ οὕτως γένηται, περισκεπάζουσιν τὸν τροῦλλον φιάλῃ, καὶ τιθέασιν ἐν κηροτακίδι ἢ ἐν βωταρίῳ, ἐπάνω τῆς καμίνου, καὶ καίουσι τὴν κάμινον ἐκ προβάσεως ἡμέραν αʹ, ἄλλοι δύο· καὶ θεωροῦσι διὰ τῆς φιάλης πότε γίνεται ψιμμύθιον, καὶ κατασπῶσιν ὑπόφιμον. Τινὲς χρόνον ποιοῦσι, καὶ τὸ μέσον τρήσαντες εὑρίσκουσιν ὑποκάτω μόνα τῆς σκωρίας ἄνω ὑπολειφθείσης· εἰς γὰρ τὸ δίχρωμον ἡ σκωρία μετὰ τοῦ μολύβδου εὑρίσκεται· καὶ ἀποτινάξαντες τὴν σκωρίαν, ἔχουσι τὸ σῶμα· τοῦτον τὸν λίθον λειοῦσιν ἐν ἡλίῳ ἕως λευκανθῇ, σὺν τούτῳ στήσαντες ὑδραργύρου τὸ ἥμισυ τοῦ σταθμοῦ καὶ θεῖον πρὸς τὸ ὑπερέχειν, καὶ κόμμι λευκὸν, πήσσουσιν ἐν θερμοσποδιᾷ ἡμέραν ὅλην, ἕως τὸ ὕδωρ τοῦ θείου, πρὸς ὃ ἀναξηραίνει προσβάλλουσιν ὕδωρ θεῖον· καὶ ὅτε τὸ πᾶν ὕδωρ ἀναλωθῇ, μεταβαλόντες ὀπτοῦσιν βούκλας ἡμέραν μίαν εἱλικτῇ, καὶ εὑρίσκουσι ψιμύθιον. Τοῦτο ἔτι ζέον μεταβάλλουσιν εἰς θεῖον ἄπυρον, καὶ τὸ ὕδωρ τοῦ θείου, τὸ ἄλλο ἥμισυ τοῦ σταθμοῦ, καὶ ἐῶσι κάτω ἡμέρας, ἕως οὗ ἰωθῇ. Τινὲς καὶ εἰς ἱππείαν κόπρον χωννύουσιν τὰς αὐτὰς ἡμέρας ἐκεῖ· τούτῳ ἐπιβάλλουσιν χαλκὸν προσλαβόν τι μετὰ τὴν βαφὴν τοῦ λευκοῦ σιδήρου, ἐὰν θέλωσι ποιῆσαι ἄργυρον· ἐὰν δὲ χρυσὸν, συλλειοῦσι πάλιν ὑδράργυρον τὸ ἥμισυ τοῦ σταθμοῦ, καὶ θείου τὸ ἥμισυ, ξανθοῦ λέγω, καὶ ὕδωρ θείου ἀθίκτου καὶ κόμμεως· καὶ πήσσουσι, καθὼς καὶ τὸ πρῶτον, καὶ ὀπτῶσιν νυχθήμερα βʹ· καὶ ἐξενέγκαντες ζέον, βάλλουσιν εἰς τὸ λείψανον τοῦ θείου καὶ ὕδωρ θείου· καὶ καίουσιν ἡμέρας, καὶ ἕως οὗ καιῶσι τοῦτο· ἐπιβάλλουσιν ἄργυρον κοινόν.
2.166 Ἡ δὲ τοῦ λευκοῦ σκευὴ αὕτη· θεῖον, ἀρσένικον, σανδαράχη, κιννάβαρις, ἐξ ἰσότητος προτεταριχευμένα, ἅλατος καππαδοκικοῦ τὸ ἴσον, ἁλὸς ἄνθους, στυπτηρίας σχιστῆς, φέκλης ὀπτῆς, τιτάνου ὀπτοῦ, ἀφροσελήνου, μίσεως ὠμοῦ καὶ ὀπτοῦ, καὶ νίτρου καὶ ἁλὸς πρὸς τὸ ἥμισυ ἑκάστου ἁλὶ θαλασσίῳ (?) ἐν ἡλίῳ ἡμέρας ἀνίσους, ἕως γένηται ἄκαυστον. Ἔπειτα λύσον αὐτὰ ὕδατι θείῳ, ἕως ἀκαυστωθῇ, λευκῷ λέγω τῷ δι’ ἀσβέστου ἀπολελυμένου· καὶ ποιήσας ἄκαυστον ἔχεις, ἐκ τούτου μίσγεις τῇ μνᾷ μνᾶν ἡμίσειαν, ὕδατος θείου τὸ ἀρκοῦν. Τὸ δὲ ὕδωρ τοῦ θείου τὸ δι’ ἀσβέστου οὕτω γίνεται. Πάντα τὰ ὕδατα τοῦ καταλόγου ἐξ ἴσου συμμίξας, πρόσβαλε γᾶς λευκὰς, ἵνα σφοδρὸν λευκὸν γένηται· καὶ βαλὼν ἐν χύτρᾳ, ἐπίθες τὸ ὄργανον ὑποκαίων, καὶ λάμβανε τὸ στάζον· ἐκ τούτου χρῶ εἰς τὴν λείωσιν τοῦ θείου καὶ εἰς τὴν ἕψησιν τοῦ συνθέματος. Τὸ δὲ ξανθὸν θεῖον οὕτω ποίησον. Θείου, ἀρσενίκου, σανδαράχης, κινναβάρεως, σώρεως, χαλκάνθου, χαλκίτου, μίσεως, στυπτηρίας, νίτρου, ἅλατος, κυανοῦ ἀρμενίου· τοῦτο προταριχευθὲν λείου ὄξει ἐν ἡλίῳ ἀνίσους ἡμέρας. Ἐκ τούτου τοῦ θείου βάλλεις τῇ μνᾷ μνᾶν ἡμίσειαν. Τὸ δὲ ὕδωρ τοῦ θείου τὸ ἄθικτον οὕτω γίνεται· τὰ δὲ ὕδατα τοῦ καταλόγου ἐξίσου· καὶ γῆ ποντικὴ καὶ ἀττικὴ καὶ ἀρμένιον καὶ βοτάναι, δηλονότι τοῦ κρόκου καὶ ἐλυδρίου τὸ διπλοῦν· ἐπίθες εἰς χύτραν, καὶ ἑνώσας τὸ ὄργανον, λάμβανε τὸ ὕδωρ ἐκ τούτου καὶ τὸ θεῖον ἀκαυστοῖς· καὶ ποτίζεις τὸ σύνθεμα μετὰ κόμμεως, καὶ ὑδραργύρου καὶ θείου ὕδατος, ὡς προεῖπον, πρὸς ἥμισυ· καὶ πήξας ἐν θερμοσποδιᾷ ἕως τὸ ὕδωρ ὅλον ἀναλωθῇ, ὄπτα ἡμέρας βʹ ἢ γʹ, ἕως ξανθήσῃ εἰς ὑπερβολήν· καὶ ἐξενέγκας ἔτι ζέον, κατάβαπτε εἰς τὸ τοῦ φαρμάκου λείψανον, καὶ ἔα κάτω ἡμέρας ἀνίσους, ἕως ἰωθῇ.
2.167 Καὶ οὕτω ξηράναντες καὶ λειώσαντες, ἔχουσιν· ἐκ τούτου μίσγουσιν ἀργύρῳ κοινῷ, καὶ βάπτουσιν. Τινὲς δὲ ἰώσαντες καὶ εἰς ἱππείαν κόπρον χωννύουσιν. Ἀποδέδεικται οὖν πάντα τὰ εἴδη κοινὰ ἅμα τοῖς ζωμοῖς, πλὴν 〈ὅτι〉 λευκαινόμενα, λευκαίνουσιν, καὶ ξανθούμενα, ξανθοῦσιν. Ἰστέον μὲν ὅτι μετὰ τὸ τελειωθῆναι τῷ συνθέματι συμμίσγεις· τάχα οὐ τοῦτο τὸ βαπτικώτερον, περὶ οὗ θείου οὐδεὶς ἀπεσιώπησεν. Μάλιστα ὁ Ἀγαθοδαίμων ἔλεγεν· «Λάμβανε θεῖον ποτὲ μὲν λευκὴν, καὶ ἄλλοτε ξανθὴν, καὶ ἄλλοτε μέλαιναν, καὶ ἄλλοτε λευκὴν ἀμετάτρεπτον, καὶ ἄλλοτε ξανθὴν ἀμετάτρεπτον.» Ἀποδέδεικται οὖν, ὡς εἴρηται, πάντα τὰ εἴδη κοινὰ ἅμα τοῖς ζωμοῖς, πλὴν ὅτι λευκαινόμενα, λευκαίνουσι, καὶ ξανθούμενα, ξανθοῦσιν.