eul_wid: beu-aa
Ἀποσπάσματα Σίλλοι καὶ Περὶ φύσεωςFragments Silli and-Nature
Xenophanes of Colophon Fragments Silli and Nature PDF
| book 9 | ἐξ ἀρχῆς καθ’ Ὅμηρον, ἐπεὶ μεμαθήκασι πάντες ... |
| book 10.1 | πάντα θεοῖς’ ἀνέθηκαν Ὅμηρός θ’ Ἡσίοδός |
| book 10.2 | τε, ὅσσα |
| book 10.3 | παρ’ ἀνθρώποισιν ὀνείδεα καὶ ψόγος ἐστίν, κλέπτειν μοιχεύειν |
| book 10.4 | τε καὶ ἀλλήλους ἀπατεύειν. |
| book 11.1 | ὡς |
| book 11.2 | πλεῖστ’ ἐφθέγξαντο θεῶν ἀθεμίστια ἔργα, κλέπτειν μοιχεύειν |
| book 11.3 | τε καὶ ἀλλήλους ἀπατεύειν. |
| book 13.1 | ἀλλ’ εἰ χεῖρας ἔχον βόες 〈ἵπποι τ’〉 ἠὲ λέοντες ἢ γράψαι |
| book 13.2 | χείρεσσι καὶ ἔργα |
| book 13.3 | τελεῖν ἅπερ ἄνδρες, ἵπποι μέν θ’ ἵπποισι, βόες δέ τε βουσὶν ὁμοίας καί 〈κε〉 θεῶν ἰδέας ἔγραφον καὶ σώματ’ ἐποίουν[ln_5]τοιαῦθ’, οἷόν |
| book 13.4 | περ καὐτοὶ δέμας εἶχον 〈ἕκαστοι〉. |
| book 14.1 | Αἰθίοπές |
| book 14.2 | τε 〈θεοὺς |
| book 14.3 | σφετέρουσ〉 σιμοὺς μέλανάς |
| book 14.4 | τε Θρῆικές |
| book 14.5 | τε γλαυκοὺς καὶ πυρρούς 〈φασι πέλεσθαι〉. |
| book 15.1 | ἑστᾶσιν δ’ ἐλάτη〈ς βάκχοι〉 πυκινὸν |
| book 15.2 | περὶ δῶμα. |
| book 16 | οὔ τοι ἀπ’ ἀρχῆς πάντα θεοὶ θνητοῖς’ ὑπέδειξαν, ἀλλὰ χρόνωι ζητοῦντες ἐφευρίσκουσιν ἄμεινον. |
| book 17 | καί 〈κ’〉 ἐπιθυμήσειε νέος νῆς ἀμφιπόλοιο. |
| book 18.1 | πὰρ |
| book 18.2 | πυρὶ χρὴ τοιαῦτα λέγειν |
| book 18.3 | χειμῶνος ἐν ὥρηι ἐν κλίνηι μαλακῆι κατακείμενον, ἔμπλεον ὄντα, πίνοντα γλυκὺν οἶνον, ὑποτρώγοντ’ ἐρεβίνθους· ‘τίς πόθεν εἷς ἀνδρῶν; πόσα |
| book 18.4 | τοι ἔτε’ ἐστί, φέριστε;[ln_5]πηλίκος ἦσθ’, ὅθ’ ὁ Μῆδος ἀφίκετο;‘ |
| book 19.1 | εἷς θεὸς ἔν |
| book 19.2 | τε θεοῖσι καὶ ἀνθρώποισι μέγιστος, οὔ τι δέμας θνητοῖσιν ὁμοίιος οὐδὲ νόημα. |
| book 20 | οὖλος ὁρᾶι, οὖλος δὲ νοεῖ, οὖλος δέ τ’ ἀκούει. |
| book 21.1 | ἀλλ’ ἀπάνευθε πόνοιο νόου |
| book 21.2 | φρενὶ πάντα κραδαίνει. |
| book 22.1 | αἰεὶ δ’ ἐν |
| book 22.2 | ταὐτῶι μίμνει κινεύμενος οὐδέν, οὐδὲ μετέρχεσθαί μιν ἐπιπρέπει ἄλλοτε ἄλληι. |
| book 23.1 | ἐκ γαίης γὰρ πάντα καὶ εἰς γῆν πάντα |
| book 23.2 | τελευτᾶι. |
| book 24.1 | γαίης μὲν τόδε |
| book 24.2 | πεῖρας ἄνω |
| book 24.3 | παρὰ ποσσὶν ὁρᾶται ἠέρι |
| book 24.4 | προσπλάζον, τὸ κάτω δ’ ἐς ἄπειρον ἱκνεῖται. |
| book 25 | γῆ καὶ ὕδωρ πάντ’ ἔσθ’ ὅσα γίνοντ(αι) ἠδὲ φύονται. |
| book 26.1 | πηγὴ δ’ ἐστὶ θάλασς’ ὕδατος, πηγὴ δ’ ἀνέμοιο· οὔτε γὰρ ἐν νέφεσιν 〈πνοιαί κ’ ἀνέμοιο φύοιντο〉 〈ὀμβροφυέσσιν〉 ἔσωθεν ἄνευ πόντου μεγάλοιο οὔτε ῥοαὶ ποταμῶν οὔτ’ αἰ〈θέροσ〉 ὄμβριον ὕδωρ,[ln_5]ἀλλὰ μέγας πόντος γενέτωρ νεφέων ἀνέμων |
| book 26.2 | τε καὶ ποταμῶν. |
| book 27 | ἠέλιός θ’ ὑπεριέμενος γαῖάν τ’ ἐπιθάλπων. |
| book 28 | ἥν τ’ Ἶριν καλέουσι, νέφος καὶ τοῦτο πέφυκε, πορφύρεον καὶ φοινίκεον καὶ χλωρὸν ἰδέσθαι. |
| book 29.1 | πάντες γὰρ γαίης |
| book 29.2 | τε καὶ ὕδατος ἐκγενόμεσθα. |
| book 30.1 | καὶ τὸ μὲν οὖν |
| book 30.2 | σαφὲς οὔ τις ἀνὴρ ἴδεν οὐδέ τις ἔσται εἰδὼς ἀμφὶ θεῶν |
| book 30.3 | τε καὶ ἅσσα λέγω |
| book 30.4 | περὶ πάντων· εἰ γὰρ καὶ τὰ μάλιστα τύχοι |
| book 30.5 | τετελεσμένον εἰπών, αὐτὸς ὅμως οὐκ οἶδε· δόκος δ’ ἐπὶ πᾶσι τέτυκται. |
| book 31.1 | ταῦτα δεδοξάσθω μὲν ἐοικότα |
| book 31.2 | τοῖς ἐτύμοισι. |
| book 32.1 | ὁππόσα δὴ θνητοῖσι |
| book 32.2 | πεφήνασιν εἰσοράασθαι, |
| book 33 | καὶ μὲν ἐνὶ σπεάτεσσί τεοις καταλείβεται ὕδωρ. |
| book 34 | εἰ μὴ χλωρὸν ἔφυσε θεὸς μέλι, πολλὸν ἔφασκον γλύσσονα σῦκα πέλεσθαι. |