νῦν γὰρ δὴ ζάπεδον καθαρὸν καὶ χεῖρες ἁπάντων
καὶ κύλικες· πλεκτοὺς δʼ ἀμφιτιθεῖ στεφάνους,
ἄλλος δʼ εὐῶδες μύρον ἐν φιάληι παρατείνει·
κρητὴρ δʼ ἕστηκεν μεστὸς ἐυφροσύνης·
ἄλλος δʼ οἶνος ἑτοῖμος, ὃς οὔποτέ φησι προδώσειν,
μείλιχος ἐν κεράμοις, ἄνθεος ὀζόμενος·
ἐν δὲ μέσοις ἁγνὴν ὀδμὴν λιβανωτὸς ἵησιν,
ψυχρὸν δʼ ἐστὶν ὕδωρ καὶ γλυκὺ καὶ καθαρόν·
παρκέαται δʼ ἄρτοι ξανθοὶ γεραρή τε τράπεζα
τυροῦ καὶ μέλιτος πίονος ἀχθομένη·
βωμὸς δʼ ἄνθεσιν ἂν τὸ μέσον πάντηι πεπύκασται,
μολπὴ δʼ ἀμφὶς ἔχει δώματα καὶ θαλίη.
χρὴ δὲ πρῶτον μὲν θεὸν ὑμνεῖν εὔφρονας ἄνδρας
εὐφήμοις μύθοις καὶ καθαροῖσι λόγοις,
σπείσαντάς τε καὶ εὐξαμένους τὰ δίκαια δύνασθαι
πρήσσειν· ταῦτα γὰρ ὦν ἐστι προχειρότερον,
οὐχ ὕβρεις· πίνειν δʼ ὁπόσον κεν ἔχων ἀφίκοιο
οἴκαδʼ ἄνευ προπόλου μὴ πάνυ γηραλέος.
ἀνδρῶν δʼ αἰνεῖν τοῦτον ὃς ἐσθλὰ πιὼν ἀναφαίνει,
ὡς ἦι μνημοσύνη καὶ τόνος ἀμφʼ ἀρετῆς,
οὔ τι μάχας διέπειν Τιτήνων οὐδὲ Γιγάντων
οὐδὲ … Κενταύρων, πλάσματα τῶν προτέρων,
ἢ στάσιας σφεδανάς· τοῖς οὐδὲν χρηστὸν ἔνεστιν·
θεῶν δὲ προμηθείην αἰὲν ἔχειν ἀγαθήν.
ἀλλʼ εἰ μὲν ταχυτῆτι ποδῶν νίκην τις ἄροιτο
ἢ πενταθλεύων, ἔνθα Διὸς τέμενος
πὰρ Πίσαο ῥοῆις ἐν Ὀλυμπίηι, εἴτε παλαίων
ἢ καὶ πυκτοσύνην ἀλγινόεσσαν ἔχων
εἴτε τὸ δεινὸν ἄεθλον ὃ παγκράτιον καλέουσιν,
ἀστοῖσίν κʼ εἴη κυδρότερος προσορᾶν,
καί κε προεδρίην φανερὴν ἐν ἀγῶσιν ἄροιτο,
καί κεν σῖτʼ εἴη δημοσίων κτεάνων
ἐκ πόλεως, καὶ δῶρον ὅ οἱ κειμήλιον εἴη—
εἴτε καὶ ἵπποισιν· ταῦτά κε πάντα λάχοι,
οὐκ ἐὼν ἄξιος ὥσπερ ἐγώ· ῥώμης γὰρ ἀμείνων
ἀνδρῶν ἠδʼ ἵππων ἡμετέρη σοφίη.
ἀλλʼ εἰκῆι μάλα τοῦτο νομίζεται, οὐδὲ δίκαιον
προκρίνειν ῥώμην τῆς ἀγαθῆς σοφίης·
οὔτε γὰρ εἰ πύκτης ἀγαθὸς λαοῖσι μετείη
οὔτʼ εἰ πενταθλεῖν οὔτε παλαισμοσύνην,
οὐδὲ μὲν εἰ ταχυτῆτι ποδῶν, τόπερ ἐστὶ πρότιμον,
ῥώμης ὅσσʼ ἀνδρῶν ἔργʼ ἐν ἀγῶνι πέλει,
τούνεκεν ἂν δὴ μᾶλλον ἐν εὐνομίηι πόλις εἴη·
σμικρὸν δʼ ἄν τι πόλει χάρμα γένοιτʼ ἐπὶ τῶι,
εἴ τις ἀεθλεύων νικῶι Πίσαο παρʼ ὄχθας·
οὐ γὰρ πιαίνει ταῦτα μυχοὺς πόλεως.
ἁβροσύνας δὲ μαθόντες ἀνωφελέας παρὰ Λυδῶν,
ὄφρα τυραννίης ἦσαν ἄνευ στυγερῆς,
ἤιεσαν εἰς ἀγορὴν παναλουργέα φάρεʼ ἔχοντες,
οὐ μείους ὥσπερ χείλιοι ὡς ἐπίπαν,
αὐχαλέοι, χαίτηισιν ἀγαλλομεν εὐπρεπέεσσιν,
ἀσκητοῖς ὀδμὴν χρίμασι δευόμενοι.
οὐδέ κεν ἐν κύλικι πρότερον κεράσειέ τις οἶνον
ἐγχέας, ἀλλʼ ὕδωρ καὶ καθύπερθε μέθυ.
πέμψας γὰρ κωλῆν ἐρίφου σκέλος ἤραο πῖον
ταύρου λαρινοῦ, τίμιον ἀνδρὶ λαχεῖν
τοῦ κλέος Ἑλλάδα πᾶσαν ἀφίξεται, οὐδʼ ἀπολήξει,
ἔστʼ ἂν ἀοιδάων ἦι γένος Ἑλλαδικόν.
νῦν αὖτʼ ἄλλον ἔπειμι λόγον, δείξω δὲ κέλευθον.
καί ποτέ μιν στυφελιζομένου σκύλακος παριόντα
φασὶν ἐποικτῖραι καὶ τόδε φάσθαι ἔπος·
«παῦσαι, μηδὲ ῥάπιζʼ, ἐπεὶ ἦ φίλου ἀνέρος ἐστὶν
ψυχή, τὴν ἔγνων φθεγξαμένης ἀϊών».
ἤδη δʼ ἑπτά τʼ ἔασι καὶ ἑξήκοντʼ ἐνιαυτοὶ
βληστρίζοντες ἐμὴν φροντίδʼ ἀνʼ Ἑλλάδα γῆν·
ἐκ γενετῆς δὲ τότʼ ἦσαν ἐείκοσι πέντέ τε πρὸς τοῖς,
εἴπερ ἐγὼ περὶ τῶνδʼ οἶδα λέγειν ἐτύμως.
ἀνδρὸς γηρέντος πολλὸν ἀφαυρότερος.
οὐκ ἴση πρόκλησις αὕτη, ἀσεβεῖ πρὸς εὐσεβῆ.
ἀλλʼ οἱ βροτοὶ δοκέουσι γεννᾶσθαι θεούς,
τὴν σφετέρην δʼ ἐσθῆτα ἔχειν φωνήν τε δέμας τε,
ἐγὼ δὲ ἐμαυτὸν πόλιν ἐκ πόλεως φέρων ἐβλήστριζον,