eul_wid: bea-ab

Epigrams
Ἐπιγράμματα

Demodocus of Leros Epigrams PDF

book 235.1.1 Καὶ τόδε Δημοδόκου· Χῖοι κακοί, οὐχ ὁ μέν, ὃς δ’ οὔ,
book 235.1.2 πάντες, πλὴν Προκλέους· καὶ Προκλέης δὲ Χίος.
book 236.1.1 Πάντες μὲν Κίλικες κακοὶ ἀνέρες· ἐν δὲ Κίλιξιν
book 236.1.2 εἷς ἀγαθὸς Κινύρης, καὶ Κινύρης δὲ Κίλιξ.
book 237.1.1 Καππαδόκην ποτ’ ἔχιδνα κακὴ δάκεν, ἀλλὰ καὶ αὐτὴ
book 237.1.2 κάτθανε γευσαμένη αἵματος ἰοβόλου.
book 238.1.1 Καππαδόκαι φαῦλοι μὲν ἀεί, ζώνης δὲ τυχόντες
book 238.1.2 φαυλότεροι, κέρδους δ’ εἵνεκα φαυλότατοι.
book 238.1.3 ἢν δ’ ἄρα δὶς καὶ τρὶς μεγάλης δράξωνται ἀπήνης,
book 238.1.4 δὴ τότε γίνονται φαυλεπιφαυλότατοι.
book 238.5 μή, λίτομαι, βασιλεῦ, μὴ τετράκις, ὄφρα μὴ αὐτὸς
book 238 κόσμος ὀλισθήσῃ καππαδοκιζόμενος.