ΟΤΙ ΑΙ ΠΟΙΟΤΗΤΕΣ ΑΣΩΜΑΤΟΙ
Οὐδέν σε τῶν ἐμῶν ἀγνοεῖν βουλόμενος, οὐδʼ ἂν πάνυ τι σμικρὸν εἶναι δοκῇ — αὐτὸ γὰρ τὸ λανθάνειν τι τὸν φίλον οὐ σμικρόν ἐστιν —, ὁμιλίαν μοι γενομένην πρός τινα δηλῶσαί σοι βούλομαι μετὰ τῆς ἐνδεχομένης ἀκριβείας ἐξεργασάμενος· ὁ γὰρ ἐξ ὑπογυίου λόγος περαινόμενος τῆς ἀκριβείας λείπεται, ἄλλως τε καὶ εἰ τύχοιεν κοινωνοῦντες τῶν λόγων ἀντιφιλοτιμούμενοί τε καὶ φιλόνεικοι. ἦν δὲ ὁ περὶ τῶν ποιοτήτων λόγος καὶ τῶν συμβεβηκότων ἁπάντων, ἅ φασιν εἶναι Στωϊκῶν παῖδες σώματα· πρὸς οὓς χρὴ τάδε λέγειν.
Ἆρʼ οὐχὶ σῶμά τινος φήσαντος εὐθὺς νοεῖν ἡμῖν συμβέβηκε τριχῇ τινα διαστατὴν οὐσίαν ἀντίτυπον, αὐτὸ δὲ μόνον εἰ φαίη τι τριχῇ διαστατόν, οὐ μᾶλλον σῶμα νοῆσαι τὸ λεγόμενον ἢ καὶ τὸ κενὸν καὶ τὸν τόπον; χρὴ δὲ τοὺς ὅρους καὶ τὰς ὑπογραφὰς καὶ τὰς λογικὰς δηλώσεις τινῶν αὐτῶν εἶναι καὶ μόνων ἐκείνων δηλωτικάς, ἃ δηλοῦν βουλόμεθα, καὶ μὴ κοινὰς πρὸς ἕτερα, ὅτε γε μὴ τὸν περὶ τῶν κοινῶν λόγον ἀπαιτούμεθα. ὅτι δὲ κοινόν ἐστι τοῦτο, δῆλον — λέγω δὲ τὸ τριχῇ διαστατὸν σώματός τε καὶ κενοῦ καὶ τόπου· Στωϊκοὺς μὲν ὁμολογεῖν ἀναγκαῖον, ἅτε κενὸν ἀπολιπόντας ἐν τῇ τῶν ὄντων πραγμάτων φύσει, κἂν ἐν τῷ κόσμῳ τοῦθʼ ὑπάρχειν μὴ λέγωσι· τοὺς δʼ ἄλλους φιλοσόφους νοεῖν γε πάντως ἀναγκαῖον· πῶς γὰρ ἂν ἀπέφασκον τοῦ κενοῦ τὴν φύσιν, εἰ μηδὲν ἐνενόουν τὸ σύνολον; εἰ δὲ νοοῦσιν, οὐκ ἄλλο τι νοεῖν φήσουσι τἀληθὲς ὁμολογεῖν βουλόμενοι. πάντως γε σῶμα, καθάπερ οὐ δίχα χρόνου, δῆλον ὡς οὐδὲ δίχα τόπου καὶ τούτου δήπου τριχῇ διαστατοῦ, ἵνα δέξηται τὸ τριχῇ διαστατὸν εἰς ἑαυτόν. μαρτύριον τούτων τῶν αἰσθητῶν σωμάτων ἕκαστον· πηχυαῖον γάρ τι φέρε τῷ μήκει, σπιθαμιαῖον δὲ τῷ πλάτει καὶ τῷ βάθει τετραδάκτυλον σῶμα ἀναλόγου δεῖται τόπου τοῦ χωρήσοντος αὐτό. τοῦθʼ ἡμῖν ἔστω διάταγμα καὶ περὶ τοῦ λόγῳ θεωρητοῦ παντὸς σώματος. τοιαύτης δὲ οὔσης τῆς τοῦ σώματος νοήσεως καὶ τοῦ κατʼ αὐτὴν ὁριστικοῦ λόγου, πᾶς ὁμολογήσει δῆλον ὡς οὐκ ὢν δύσερις μὴ τὸν αὐτὸν ἐπιδέχεσθαι λόγον καὶ τὰς ποιότητας διʼ ὧν δηλοῦταί τε καὶ νοεῖται· ὥστʼ οὐχὶ τούτων ἑκάστη — λέγω δὲ τῶν τριῶν διαστάσεων — τὴν ἴσην ἔχει φύσιν οὐδὲ τὸν αὐτὸν ἐπιδέχεται λόγον οὔθʼ ὅλον ἔστι λέγειν σῶμα τοῦ σώματος τὸ μῆκος — πλὴν εἰ ἄρα κατὰ συμπλοκήν —, συμβεβηκὸς δὲ τῷ σώματι. ὅ θʼ ὅμοιος ἐπὶ τοῦ πλάτους καὶ βάθους καὶ βάρους καὶ τοῦ σχήματος λόγος καὶ τῶν λοιπῶν ἁπαξαπλῶς ποιοτήτων τε καὶ συμβεβηκότων. ἀλλʼ ἀπατᾷ τινας τὸ μὴ δίχα σώματος ταῦτʼ εἶναι μηδὲ νοεῖσθαι. ὅπερ εἰ σκοποίημεν, ὥρα μίαν πάντα ποιεῖν ὕλην καὶ μηδὲν ἕτερον εἶναι λέγειν, ἀλλʼ ἓν μόνον τὸ σῶμα. εἰ δὲ τοῦτʼ ἄτοπον· ἀναρίθμητοι γάρ εἰσιν οὐσιῶν τε κατʼ ἰδιότητα φύσεις καὶ ποιοτήτων καὶ συμβεβηκότων διαφόρων τε καὶ ποικίλων καὶ ἐναντίων· μηδʼ οὖν ἕτερον ἑτέρῳ τούτων ταὐτὸν λέγωμεν, ἔνθα τίς ἐστιν ἡμῖν λόγος περὶ διαφορᾶς. εἴ τε καὶ τὸ συμβεβηκὸς τῷ σώματι σχῆμα φήσομεν σῶμα, σῶμα σώματι συμβεβηκέναι δῆλον ὡς ἐροῦμεν, ὅπερ ἄτοπον· τί γὰρ μᾶλλον αὐτῶν οὐσίαν, τί δὲ συμβεβηκὸς φήσομεν; εἴ τε μίαν ἔχομεν νόησιν τοῦ σώματος ὡς σώματος, ὁ τὸ σχῆμα σῶμα λέγων ἢ κενὸν νοήματος ὄνομα προφέρεται τὸ τοῦ συμβεβηκότος ἢ συνωνύμως ὀνομάζει τῷ σώματι. εἰ δʼ ἐστὶν ἄτοπον ἑκάτερον — καὶ γὰρ σημαίνει τι καὶ διὰ τοῦτό ἐστιν ὄνομα καὶ δηλοῖ τι νόημα τοῦ σώματος ἕτερον, εἰ καὶ μὴ χωριστικῶς —, οὐκ ἔστι σῶμα τὸ σχῆμα. ὁ δʼ ὅμοιος ἐπὶ τῶν λοιπῶν συμβεβηκότων λόγος, χρωμάτων τε καὶ χυμῶν καὶ τῶν πρὸς ὄσφρησιν καὶ τῶν πρὸς ἀκοήν, φωνῶν λόγων συριγμῶν μυγμῶν ποππυσμῶν στεναγμῶν ῥωχμῶν ῥογχασμῶν βόμβων ἤχων ψόφων· εἰ δὲ λέγοι τις ταῦτά τε καὶ τὰ τοιαῦτα πάντα ὑπάρχειν ἀέρα πεπληγμένον πως, καλὸν ἐπειπεῖν αὐτῷ τὸ Μενάνδρειον «ταῦτά σʼ ἀπολώλεκεν, ὦ πονηρέ,» τὸ μὴ δίχα σώματος νοεῖσθαί τι τοιοῦτο. ὅπερ ὁμολογῶ καὶ αὐτός, οὔ φημι δὲ δεῖν ἓν καὶ ταὐτὸν εἶναι νομίζειν τὸ ἔχον τῷ ἐχομένῳ. οὔτε γὰρ Κλεάνθης ἦν φῦμα, ἐπεὶ συμβεβήκει τοῦτʼ αὐτῷ τὸ νόσημα, οὔτε Χρύσιππος, ἔτι δʼ Ἐπίκουρος στραγγουρία, ἐπειδὴ ἐκ τούτου τοῦ πάθους αὐτοῖς συνέβη καταστρέψαι τὸν βίον. οὔκουν οὐδὲ πληγὴ τοῦ ἀέρος ἀήρ ἐστιν, ἀλλὰ διαφέρει καὶ τῇ φύσει καὶ τῇ νοήσει καὶ τῷ δηλοῦντι λόγῳ, τί ποτʼ ἐστὶ τούτων ἑκάτερον. ὅτι δʼ ἐστὶν ἀλλήλων τε καὶ τοῦ σώματος ἕτερα τὰ σχήματα — ἀνύσω γὰρ ἐπὶ τούτων νῦν τὸν λόγον —, μάρτυρες γεωμέτραι ἕτερον κύκλου τε καὶ τῶν ἄλλων σχημάτων ὅρον ἀποδιδόντες καὶ ἕτερον τοῦ σώματος. ὧν δʼ οἱ λόγοι τε τυγχάνουσιν ὄντες ἕτεροι καὶ τὰ σημαινόμενα καὶ πολὺ πρότερον αἱ νοήσεις, ταῦτα πάντα πῶς ἂν ἓν εἶναι λέγοι τις σωφρονῶν;
Εἴ τε καὶ τὰ συμβεβηκότα φήσομεν τῷ σώματι σώματα, τί τούτων ἐροῦμεν τίνι συμβεβηκέναι; πότερα ταῦτα τῷ συνήθως ὑφʼ ἁπάντων καλουμένῳ σώματι ἢ τούτοις ἅπασι κοινῶς τε καὶ κατʼ ἰδίαν ἑκάστῳ τὸ σῶμα; ἑκάτερον γὰρ ἄτοπον· εἴτε γὰρ ταῦτα σωματικὴν οὐσίαν ἔχειν λεγόμενα συμβέβηκε τῷ σώματι, εἰ μὲν οὖν ᾗ σώματά ἐστι συμβεβηκότα, καλοῦμεν πάντα τὰ ὄντα σώματα καὶ οὐχὶ τὰ μὲν συμβεβηκότα, τὰ δὲ σώματα· εἰ δʼ οὐχ ᾗ σώματα, ἀλλὰ ἄλλο τι, οὐκ ἄρα σῶμά ἐστι τὸ συμβεβηκός. εἴτε τούτοις ἅπασι σώμασιν οὖσι σῶμα ὄν τι συνήθως ὑφʼ ἁπάντων καλούμενον συμβέβηκε, τό τε παραπλήσιον ἔστι λέγειν κἀκεῖνο πυνθάνεσθαι, εἰ μένον ἓν ἀδιαίρετον πᾶσιν αὐτοῖς συμβεβηκέναι λέγοιτο ἂν ἢ μεριζόμενον ἰσαρίθμως αὐτοῖς· τοῦτο γὰρ οὐδʼ ἐπὶ τοῦ χρόνου μεμένηκεν ἀναμφισβήτητον, οὗ καὶ τὸ σμικρότατον ἅμα πᾶσί φασί τινες τοῖς οὖσι συμβεβηκέναι πράγμασιν. εἰ δέ τις τουτὶ φεύγων ὡς ἄτοπον ἰσαρίθμως ἐρεῖ τοῖς καλουμένοις συμβεβηκόσιν, ἃ καὶ αὐτὰ κα λεῖ σώματα, συμβεβηκέναι τὴν οὐσίαν, πολλὰ τολμῶν ἀγνοεῖ· ἐπεὶ μεταπλάττει τῶν πραγμάτων τὴν φύσιν καὶ τὴν νόησιν, οὐ τῷ σώματι τὰ συμβεβηκότα λέγων συμβεβηκέναι, τὸ δὲ σῶμα τοῖς συμβεβηκόσι, καὶ σῶμα σώματι ποιεῖ συμβεβηκός, ὥστε καὶ ἀπορεῖν εἰκότως, τί τίνι φήσει χρῆναι λέγειν συμβεβηκέναι. εἴ τε ἰσαρίθμως τοῖς συμβεβηκόσι μερισθὲν τὸ συνήθως λεγόμενον σῶμα ἑκάστῳ τούτων ἴδιόν τι συμβέβηκεν, ἄλλο μέρος τοῦ σώματος ἄλλῳ μέρει τοῦ συμβεβηκότος συμβήσεται. εἴ τε καὶ τὰ συμβεβηκότα σώματά ἐστι, πᾶν δὲ σῶμα ἐπʼ ἄπειρον τέμνεται καὶ ἕκαστον τῶν ἀπείρων τούτων σωμάτων πᾶσι τοῖς ἄλλοις συμβεβηκόσι σωματικοῖς οὖσι καὶ αὐτοῖς συμβέβηκεν, σκόπει τὸ πλῆθος τῶν ἀτόπων· τό τε σῶμα σώματι συμβεβηκέναι καὶ τὸ ἓν εἶναι νομιζόμενον τοῖς ἀπείροις καὶ τὸ ἅμα τε ὅλον καὶ μὴ ὅλον· ὅλον μὲν, ᾗ παμφερὲς τὸ σχῆμα καὶ τὸ ποσὸν τῆς τοῦ μήλου στρογγυλότητος πᾶσι τοῖς ἄλλοις συμβεβηκόσι τῷ μήλῳ συμβέβηκεν, οὐχ ὅλον δέ, ᾗ ἕκαστον τῶν ἀπείρων τμημάτων οὐκ ἔστι ταὐτὸν τῷ ἀφʼ οὗ τέτμηται. εἴ τε καὶ τὸ σῶμα τοῦ μήλου σῶμά ἐστι καὶ τὸ σχῆμα καὶ ἡ χρόα καὶ ἡ ὀσμὴ καὶ ὁ πρὸς γεῦσιν χυμὸς καὶ ἕκαστον τούτων ἐπʼ ἄπειρον τέμνεται, μόνον οὐκ ἐξ ἀπείρων τμημάτων τὸ μῆλον ἔσται συνεστηκός, ὧν ἕκαστον καὶ στρογγύλον ἔσται παραπλησίως ὅλῳ τῷ μήλῳ, εἴ γε ταὐτοῦ κεκοινώνηκε σχήματος, καὶ ὠχρὸν καὶ γλυκὺ φέρε ἢ αὐστηρὸν καὶ τοιοῦτόν τι πρὸς ὄσφρησιν· καὶ πάλιν ἕκαστον τῶν ἀπείρων τμημάτων μῆλον ἔσται, εἰ πάντα ταῦτʼ ἔχει. ἐξ ἀπείρων οὖν σωμάτων, μᾶλλον δὲ μήλων τὸ ὀφθαλμοφανὲς μῆλον ἔσται συνεστηκός, ὅπερ γελοῖόν γε πολλαχῶς, ἀτὰρ δὴ καὶ τὸ τῶν τμημάτων ἕκαστον οὐκ ἔχον τὴν στρογγυλότητα μηκέτʼ εἶναι μῆλον, μήλου δὲ μέρος· μετὰ γὰρ τοῦ στρογγύλου φέρε σχήματος ἦν τὸ μῆλον. εἰ δὲ ἓν μῆλον μόνον ἐστὶν ἐκ μιᾶς μὲν οὐσίας σωματικῆς, πολλῶν δὲ καὶ διαφόρων συμβεβηκότων συνεστηκός, οὐκ ἔστι τούτων δῆλον ὡς οὐδὲν σῶμα. πότερόν τε τούτων ἕκαστον ἴδιον ἐπέχει τόπον ἢ πάντα τὸν αὐτόν; εἰ μὲν γὰρ ἴδιον, οὔτε συμμεταλαμβάνει δῆλον ὡς τῆς ἀλλήλων ἰδιότητος καὶ ποιότητος οὔτε μῆλόν ἐστιν ἐσχηματισμένον στρογγύλον καὶ κεχρωσμένον ὠχρότητι καὶ πεποιωμένον κατὰ γεῦσιν ὧδέ πως καὶ κατʼ ὄσφρησιν οὕτως. εἰ δʼ ἅμα πάντʼ ἐστὶ καὶ ἕνα κατέχει τόπον, σύγχυσίς ἐστι τῶν ἰδιωμάτων καθάπερ ἐπὶ τῶν συνθέτων καὶ ἐκ πλειόνων καὶ διαφόρων ὑλῶν μεμιγμένων φαρμάκων, ἐφʼ ὧν ἡ ἑκάστης τῶν μιγνυμένων ὑλῶν ἰδιότης καὶ ποιότης εἰλικρινὴς οὐ σῴζεται, ἓν δέ τι γίγνεται παρʼ ἑκάστην ἕτερον. οὔκουν εἰλικρινής ἐστι γνῶσις ἑκάστου ὡς εἰπεῖν εἴδους, ὅτι τουτὶ τὸ στρογγύλον σχῆμα τοῦ μήλου καὶ τουτὶ τὸ χρῶμα καὶ τῶν ἄλλων συμβεβηκότων ἕκαστον, ἔτι δὲ μᾶλλον, εἰ μὴ παραθετικῶς ἀλλήλων ἅπτεται ταῦτα τὰ μόρια, ἀλλὰ ὅλα διʼ ὅλων μέμικται, ἡ ἑκάστου ἰδία ποιότης ἀπόλλυται. ἀλλʼ οὐδὲ μῖξιν ἔστιν εἰπεῖν ταύτην κυρίως· πῶς γὰρ ὧν καθʼ ἑαυτάς τινες ἰδιότητες οὔκ εἰσιν ἐγνωσμέναι καὶ κατειλημμέναι, ταῦτʼ ἔστι φάναι μεμῖχθαι; ἐπιτείνεται δὲ τὸ ἄπορον τοῦ λόγου, εἰ καὶ τὸ μῆκος τοῦ σώματος σῶμά ἐστι καὶ τὸ πλάτος καὶ τὸ βάθος. ἅμα γὰρ ἄπειροι, φημί, σωμάτων ἀπειρίαι γενήσονται ἐν βρα χεῖ κατὰ περιγραφὴν πρὸς αἴσθησιν τόπῳ. τό τε τῶν πολλῶν, μᾶλλον δὲ ἀπείρων σωμάτων πλῆθος ἆρά γε οὖν ἦν ἀΐδιον; καὶ πῶς ἔτι φήσουσιν ἄποιον τὴν πρώτην οὐσίαν, ἐξ ἧς φασι τόν τε κόσμον καὶ τῶν ἐπὶ μέρους εἰδῶν ἕκαστον γεγονέναι; ἢ γέγονεν ἔκ τινος χρόνου καὶ συνῆλθεν εἰς ταὐτὸν ἅπαντα, ἵνα ἐκ συνεργείας γένηται τὰ συγκρίματα; ἀλλὰ καὶ τοῦτʼ ἀτοπώτατον εἶναι λέγομεν καὶ κατὰ πλείους τρόπους, πρῶτον μὲν ὅτι μὴ μιᾶς ἦν ὕλης φύσις, ὡς ἔοικεν, ἄποιος σωματική, πολλαὶ δὲ καὶ ἄπειροι διαφοραὶ ἡμῖν γενήσονται τῆς κοινῆς οὐσίας· ἡ μὲν τῶν ἐπʼ εἴδους μυρίων σχημάτων, ἡ δὲ χροιᾶς καὶ ταύτης ἀναρίθμου κατʼ εἶδος, ἡ δὲ χυμοῦ τοῦ πρὸς γεῦσιν, οὗ πάλιν ἀτερμάτιστός τίς ἐστι διαφορά, ἡ δὲ τοῦ πρὸς ὄσφρησιν καὶ τούτου πολύχουν ἔχοντος ἐξαλλαγήν. ἄπειροι τοιγαροῦν ἔσονται κατʼ αὐτοὺς ἀπειρίαι καὶ διαφοραὶ ποιοτήτων σωματικῶν· μία δέ, ἣν οὐ πεποιωμένην ἐπιμερισθῆναι χρὴ τοῖς ἄλλοις δηλαδή. καίτοι τίνα ποτʼ ἔτι χρείαν ταύτης ἔχουσιν, ἵνα σωματικαὶ γένωνται; φθάνουσί γε καὶ σώματα εἶναι καὶ πεποιωμέναι τινὲς οὐσίαι. ἕκαστόν τε τῶν ἀπείρων τούτων σωμάτων εἰ ἐπʼ ἄπειρον τέμνεται, ἄπειροι ἀπειρίαι πῶς συνέλθωσι καὶ πότε; τὸ γὰρ ἄπειρον ἀδιεξίτητον. εἴ τε καὶ τὸ φῶς ἐστι σῶμα καὶ ἡ λευκότης καὶ ἡ θερμότης, πᾶν δὲ σῶμα ποσόν ἐστι καὶ πηλίκον καὶ συναυξητικὴν φύσιν ἔχει, τὸ καταυγασθὲν καὶ θερμανθὲν ὕδωρ ὑπὸ ἡλίου πῶς οὐ πλεῖόν τε καὶ μεῖζον γίγνεται καὶ διὰ τοῦτο μείζονος δεῖται τόπου; πῶς δὲ καὶ εἰς βραχὺν τόπον καὶ κεγχριαῖον, ἂν οὕτω τύχῃ, συνίασιν ἥ τε σχηματότης καὶ τῶν λοιπῶν συμβεβηκότων ἕκαστον; εἰ δʼ ἅμα γεγόνει καὶ ἐξ ἀϊδίου, οὔτε μεταβάλλειν ὤφειλε τὸ σύνολον οὔτε φθείρεσθαι· τὸ γὰρ ἀΐδιον ἀμετάβλητον, καθάπερ τῶν θεῶν αἱ φύσεις. εἰ δὲ τοῦτʼ ἔστιν ἀληθές, πῶς τινα μετασχηματίσομεν, φέρε εἰπεῖν τὸν κηρόν; καὶ τί ποτε γίγνεται, ἐὰν τετράγωνον ὄντα τέως ποιήσωμεν στρογγύλον; εἰ γὰρ ἦν τὸ τετράγωνον τῇ οὐσίᾳ τῇ τοῦ κηροῦ τέως, νῦν δʼ ἐστὶν ἡ στρογγυλότης, πόθεν ἐλήλυθεν καὶ μετὰ ποίας αἰτίας τότε αὐτὴν ἐπάγουσι; καὶ εἴτε διὰ σώματος, ἄτοπον· σῶμα γὰρ διὰ σώματος χωρεῖν ἀδιανόητον, εἰ ἐπιστήσειέ τις τὴν ἀντιτυπίαν, ὅτι ἐστὶν ἴδιον σώματος, ὡς ὁ περὶ αὐτοῦ διδάσκει λόγος, προηγουμένως· εἴτε διὰ κενοῦ, ὅτι τε μηδὲν εἶναί φασιν ἐν τῷ κόσμῳ κενὸν οἱ Στωϊκοί, καὶ διότι δὲ σῶμα οὖσαν τὴν στρογγυλότητα καὶ τὰ λοιπὰ δέον ἔχειν συμβεβηκότα καὶ σχῆμα, ὃ καὶ αὐτὸ πάλιν ἐξ ἑτέρου δῆλον ὡς σωματικοῦ συνεστὸς ἔσται σχήματος κἀκεῖνο ἐξ ἄλλου καὶ τοῦτʼ εἰς ἄπειρον. καὶ εἴτε ἐκ στρογγύλων τῶν ἐπʼ ἄπειρον τεμνομένων σχημάτων τὸ ἀθρόον τοῦτο κατὰ ὄψιν τὴν ἡμετέραν ἀποτετελεσμένον στρογγύλον συνέστηκε, σκόπει τὸν μῦθον καὶ πόσα τῷδε τῷ πλάσματι παρακολουθεῖ τὰ ἄπορα· εἴτε μὴ ἐκ στρογγύλων, πῶς ἐξ αὐτῶν γένηταί τι στρογγύλον; γελοῖον δὲ καὶ τὸ λέγειν εἰς στρογγύλα σχήματα τὸ στρογγύλον σχῆμα τέμνεσθαι ἀντιμαρτυρούσης τῆς αἰσθήσεως, ὅτι οὔτε τὸ στρογγύλον εἰς στρογγύλα τέμνεται οὔτε τὸ τετράγωνον εἰς τετράγωνα. τί δʼ ἐπὶ τοῦ παρʼ ἀκαρὲς μετασχηματισμοῦ κηροῦ φήσουσι; πότερον ἀντιπαραχωροῦσιν ἀλλήλαις ἅμα νοήματι αἱ τῶν διαφόρων σωμάτων σχηματότητες; καὶ πῶς οὐ γελοῖον καθάπερ ἐμψύχους καὶ λογικὰς οὐσίας ἐξίστασθαι καὶ παραχωρεῖν ἀλλήλαις ὡς ἐκ συνθήματος; καὶ μᾶλλον ἄπορον ἔτι γίγνεται τὸ λεγόμενον, εἰ ἐκτείναιμεν ἅμα νοήματι τοὺς δακτύλους καὶ συστέλλοιμεν. εἰ γὰρ μὴ συμβεβηκός ἐστιν ἡ πυγμὴ μηδʼ ἡ ἔκτασις, ἀλλὰ σώματα, ἀπείρους ἅμα σωματικὰς σχηματότητας χρὴ λέγειν ἀφίστασθαι καὶ παραγίγνεσθαι· κἂν δύο δὲ μόνας εἶναι φήσῃς καὶ μὴ ἰσαρίθμους ταῖς ἐκτάσεσι καὶ συστολαῖς, ἔτι ποικίλως ἐστὶν ἄπορον τὸ λεγόμενον, ἔτι δὲ μᾶλλον ἀπορώτερον, εἰ μηδὲ παραγίγνονται αἱ τῆς συστολῆς καὶ ἐκτάσεως σχηματότητες, ἀλλʼ ἑτέρα ἐφʼ ἑτέρᾳ τῆς χειρὸς ἀπορρέουσιν. ἐχρῆν γὰρ ἐν ἀκαρεῖ χρόνῳ τὸν ὀρχηστὴν διαπεφορῆσθαι, ἄλλων ἐπʼ ἄλλοις ἀλήκτως ἀπʼ αὐτοῦ σωμάτων ἀποχωρούντων. ἐπὶ δὲ τούτου τί φήσουσιν; εἴ γε μὲν ἀΐδια τῆς οἰνότητος ἀποτελεστικὰ σώματα, πῶς ὄξος γίγνεται; πῶς δὲ ἀπέπτατο, ποῦ δὲ οἴχεται, καὶ πόθεν ἥκει τὰ τῆς τοῦ ὄξους ποιότητος ἀποτελεστικὰ σώματα; εἰ δʼ ἐνυπῆρχε τῷ οἴνῳ καὶ τέως, πῶς ἦν οἶνος, ἀλλʼ οὐκ ὄξος ἢ μέση τις ἐξ ἀμφοῖν τρίτη ποιότης οὔτε οἶνος οὖσα οὔτε ὄξος, εἴτε κατὰ μῖξίν ἐστιν ἡ κρᾶσις εἴτε κατὰ παράθεσιν;
Πρὸς δʼ οἷς ἔφην ἀτόποις οὐδʼ ἑνουμένην ἔτι χρὴ λέγειν ὑπάρχειν τὴν οὐσίαν, ἐκ πολλῶν δὲ καὶ ποικίλων καὶ διαφόρων καὶ ἐναντίων καὶ ἀπείρων ἢ μόνον οὐκ ἀπείρων κατʼ ἀριθμὸν συγκρίσεων συνεστηκυῖαν καὶ εἰς ἀπείρους πάλιν συγκρίσεις τεμνομένην τὴν μίαν τήνδε τινὰ τὴν ὁρωμένην φέρε τοῦ μήλου φύσιν. ἥν τε λέγουσιν οἱ Στωϊκοὶ πρώτην ὕλην καὶ πρώτην οὐσίαν, ἐξ ἧς φασι τόν τε κόσμον καὶ τῶν ἐν αὐτῷ πραγμάτων ἕκαστον πεποιηκέναι τὸν Δία, εἰ καθάπερ αἱ ποιότητες σῶμα ἦν, πῶς οὐκ ἦν καὶ αὐτὴ ποιότης ἢ εἶχέ γε ποιότητα; εἴ τε τὰς ἄλλας ποιότητας οὐκ εἶχε, δηλαδὴ πάντως ὑπῆρχε βάρος καὶ πέρας, ἅπερ φασὶν εἶναι σώματα· πῶς δʼ ἁπλῆν ἔτι φασὶ τὴν πρώτην οὐσίαν, ἀλλʼ οὐχὶ σύγκριμα; εἰ δὲ πεπερασμένην εἶναί φασι καὶ πέρασι κεχρημένην, καὶ σχῆμα δῆλον ὡς ἐκέκτητο· ἄτοπον γάρ ἐστιν ἰδίοις περικλειόμενον σῶμα πέρασι μὴ μετὰ σχήματος πάντως ὑπάρχειν, εἰ καὶ μὴ συννοοῖτο τοῦτʼ αὐτῷ καθʼ ὑπόθεσιν. ὥστε εἴπερ εἶχε ταῦθʼ ἅπερ ἔφην πάντα, ταῦτα δʼ ἐστί, καθάπερ αὐτοί φασι, σώματα, οὔτε ἄποιος ἦν δηλαδὴ οὔθʼ ἁπλῆ, πολλῶν δὲ καὶ διαφόρων σύνοδος ἦν σωμάτων καὶ σύγκριμα· ταύτῃ δὲ οὐδὲν ἀμιγὲς ἦν κατʼ αὐτούς. εἰ δὲ μηδὲν εἶχε τούτων, πρῶτον μὲν ἀδιανόητον καὶ πλὴν ὀνόματος οὐδέν. οὔτε γὰρ μὴ ποιὸν εἶναι ὁτιοῦν ἔνεστιν, οὔτε ποιόν, οὐχὶ δὲ καὶ τὰς τρεῖς διαστάσεις ἔχον καὶ σχῆμά τι πάντως αὐτῷ συμβεβηκὸς ἴδιον. ἀδιανόητόν τε καὶ τὸ μήτε βαρὺ τοῦθʼ ὑπάρχειν μήτε κοῦφον, οὐχ ἧττον δʼ ἄτοπον, εἰ λέγοι τις ἅμα τοῦτʼ ἔχειν ἀμφότερα καὶ κατὰ τὰ αὐτὰ καὶ μὴ πρὸς ἄλλο καὶ ἄλλο κρινόμενον, τό τε μηδʼ ἐκείνης ἐχούσης οὐσίαν ποιὰν τῶν ἐξ αὐτῆς ὥς φασι γεγονότων πρῶτον τεττάρων ἕκαστον ἔχειν ποιότητα. εὐλογώτερον γάρ ἐστιν, εἴπερ ἦν ἄποιος, καὶ τὰ διʼ αὐτῆς εἶναι γιγνόμενα καὶ πλαττόμενα. Εἰ δὲ μηδʼ αὐτὸ εἶχε τούτων μηδὲ ἓν καθʼ ὑπόθεσιν τὸ αἰθέριον δὴ ἐκεῖνο πῦρ, ὑφʼ οὗ φασι τά τε στοιχεῖα καὶ τὸν κόσμον γεγονέναι, πῶς ταῦτʼ ἔχει τὰ γεννήματα καὶ ποιήματα καὶ πλάσματα; οὐ μᾶλλον ἢ χρυσοῦ περιθήσει ποθʼ ὁ κεραμεὺς ποιότητα τοῖς ἐκ πηλοῦ πλαττομένοις ὑπʼ αὐτοῦ. ὁ μὲν οὖν ἰατρὸς συντιθεὶς ἐκ πολλῶν φαρμάκων ἕτερον φάρμακον ἰδίαν ποιότητα πάντων ἐχόντων ποιὸν ἕτερον ἐκ τῆς μίξεως ποιεῖ· τὸν Δία δʼ οὔ φασι μῖξαι τῇ πρώτῃ οὐσίᾳ καὶ σχηματότητα οὐδὲ μηκότητα οὐδὲ τῶν ἄλλων τι συμβεβηκότων. εἰ δὲ μίγνυσιν ὄντα καὶ αὐτά, δῆλον ὡς ἀΐδια ταῦτʼ ἐστίν, καὶ πῶς ἔτι μόνην λέγουσι τὴν πρώτην ὕλην ἀΐδιον τὴν ἄποιον, οὐχὶ δὲ καὶ τὰς ἄλλας ποιότητας καὶ πάντα τὰ συμβαίνοντα; οὐδὲ γὰρ ποιητὴν εἶναί φασι καθάπερ τινὰ χειροτέχνην τὸν Δία, ἀλλʼ ὅλον διʼ ὅλης τῆς ὕλης διεληλυθότα πάντων δημιουργὸν γεγονέναι. τήν τε πηλικότητα τοῦ θείου πυρὸς καὶ τὰ ἐπὶ μέρους τῇ πηλικότητι συμβεβηκότα, τό τε μῆκος καὶ πλάτος καὶ βάθος, καὶ πρὸς τούτοις τὸ λογικὸν αὐτοῦ καὶ τὴν μακαριό τητα, εἰ μὲν οὐσίας εἶναι φήσουσι καὶ σωματικὰς αὐτὰς ἐροῦσιν, ἐκ σωμάτων δῆλον ὡς ἦν ὁ Ζεὺς συνεστηκὼς καὶ οὐχ ἁπλοῦν ἦν, ἀλλὰ καὶ σύγκριμα· εἰ δὲ ἀνουσίους ταύτας τὰς τῶν συμβεβηκότων φύσεις ἐροῦσι, τὸ λεγόμενον ὑφʼ ἡμῶν κρατύνεται, τὸ μὴ σωματικὴν ἔχειν φύσιν τὰ συμβεβηκότα μηδὲ τὰς ποιότητας. εἰ δὲ μεταποιήσας αὑτὸν ὁ Ζεὺς ἰσαρίθμως οἷς ἔφην συμβεβηκόσι τροπὰς ἴσχει ποιοτήτων μυρίας, χείρων ἐστὶ τοῦ μυθολογουμένου Πρωτέως· ὁ μὲν γὰρ εἰς ὀλίγας φύσεις ἑαυτὸν μετεποίει καὶ μετεμόρφου καὶ ταύτας οὐκ ἀπρεπεῖς· ἤτοι μὲν πρώτιστα λέων γένετʼ ἠϋγένειος, αὐτὰρ ἔπειτα δράκων καὶ πάρδαλις ἠδὲ μέγας σῦς· γίγνετο δʼ ὑγρὸν ὕδωρ καὶ δένδρεον ὑψιπέτηλον· ὁ δὲ οὐκ ἔστιν ὅ,τι μὴ καὶ τῶν αἰσχίστων γίγνεται· διὰ μὲν ἀνδρὸς ἄφρονος ἄφρων ἐστὶ δηλαδή, διὰ δὲ αἰσχροῦ γνώμης αἰσχροποιός, διὰ δὲ ζῴων ἀλόγων ἀποθηριούμενος, διὰ δὲ λίθων καὶ ξύλων ἄψυχος γενόμενος, διὰ δὲ κο πρίου βδελυρὰ φύσις, ἔτι δʼ ἀχρεῖον. εἰ δʼ αὑτὸν μὲν οὐ μεταποιῶν τὴν ὕλην μεταπλάττει καὶ σχηματίζει καὶ ποιοῖ, ζητῶ, πῶς ἐστιν οἷός τε ταῦτα ποιεῖν· οὐ μᾶλλον ἢ πλάστης ποτʼ ἀνδριάντα ποιήσειε χρυσοῦν ἐκ μολύβδου.
Κἀκεῖνα εἰπεῖν τοῖς φιλονείκοις ἀνδράσιν οὐκ ἄτοπον· καὶ γάρ τοι κίνησις εἰ προσγίγνεται τοῖς σώμασι καὶ πάλιν ἀπογίγνεται, σῶμα δʼ εἶναί φασιν αὐτήν, ὥρα λέγειν προσιόντων τινῶν ἡμῖν σωμάτων κινεῖσθαι καὶ πάλιν ἀπιόντων ἠρεμεῖν. εἴ τε καὶ τὰ πάθη προσγίγνεται καὶ πάλιν ἀπογίγνεται καί φασι καὶ ταῦθʼ ὑπάρχειν σώματα, πῶς οὐ γελοῖον καὶ τὸ κνῆσμα λέγειν σῶμα καὶ μὴ μόνον τὸ κνῆσαν ἀλλὰ καὶ τὸ κνησόμενον; ἀλλʼ ἐπεὶ δίχα σώματος τοῦ τε δρῶντος καὶ τοῦ πάσχοντος οὐδὲν πάθος γίγνεται, τοῦτʼ αὐτοὺς ἠπάτησε πρὸς τὸ καὶ τὰ πάθη καλεῖν σώματα. ἀλλʼ εἰ μὲν τῷ κατὰ ἀναφορὰν τρόπῳ τῆς κλήσεως οὕτως ἐκάλουν, οὐδʼ ἂν αὐτὸς ἐχαλέπαινον αὐτοῖς· οἶδα γὰρ οὕτω καὶ ἄμπελον λεγομένην λευκὴν κατὰ τὴν ἐπὶ τοὺς γιγνομένους ἀπʼ αὐτῆς λευκοὺς βότρυας ἀναφοράν, καὶ χρόνον κακὸν διὰ τὰς ἐν αὐτῷ γενομένας συμφοράς, καὶ νύκτα ἀβοήθητον, ἐν ᾗ τις ἐπικουρίας οὐκ ἔτυχεν· εἰ δὲ πρώτως καὶ κυρίως, ἁμαρτάνουσιν. ἐσχηματισμένον γοῦν σῶμα λέγομεν καὶ πεπονθὸς καὶ κινούμενον, οὐ τὸ σχῆμα σῶμα καὶ τὸ πάθος καὶ τὴν κίνησιν, οὐδὲ τὴν πυγμὴν σῶμα, ἀλλὰ χεῖρά πως ἐσχηματισμένην.
Τί δὲ ποιήσουσι πρὸς τοὺς οὐδὲ ποιεῖν φάσκοντας τὰ σώματα, μόνα δὲ τὰ ἀσώματα; τί δὲ πρὸς Ἀριστοτέλην, ὃς καὶ αὐτὸς γενικὴν τῶν ὄντων διαίρεσιν ποιούμενος τὰ μὲν εἶναί φησιν οὐσίας, τὰ δὲ συμβεβηκότα; τί δὲ καὶ αὐτοὶ βουλόμενοι λέγουσιν οὐσίας τε καὶ συμβεβηκότα, εἰ καὶ αὐτά φασι σώματα, καὶ ταῦτα μήθʼ ὡς τὰ μέρη τοῦ σώματος ὀνομάζοντες σώματα, καθάπερ χεῖρα καὶ δάκτυλον, μήθʼ ὡς ἡ μνᾶ ἐν τῷ ταλάντῳ; εἴ τε τὸ σχῆμα τοῦ ἀνθρώπου σῶμά φασιν, ὥρα καὶ τὴν ζῳότητα σῶμα λέγειν καὶ τὸ γενητὸν εἶναι καὶ φθαρτὸν καὶ τὴν λογικότητα καὶ φρονιμότητα καὶ τὴν Ἀθηναιότητα καὶ τὸ φιλοσοφεῖν καὶ Σωφρονίσκου παῖδα εἶναι καὶ τὸ σι μὸν καὶ τὸ φαλακρὸν καὶ προγάστορα καὶ τοῖς ἄλλοις συμβεβηκόσιν ἰσαρίθμους λέγειν σωματότητας καὶ ὑπὲρ τὸν Βριάρεώ τε καὶ Τύφωνα λέγειν αὐτὸν πολυπλοκώτερον καὶ πολυσωματώτερον εἶναι ζῷον. ἥ τε ζῳότης εἰ σῶμά ἐστι, πῶς πᾶσι τοῖς ζῴοις συμβέβηκεν; πῶς δὲ τὸ εἶναι; πῶς δὲ τὸ ἐν τόπῳ εἶναι; καὶ εἰ καθάπερ ἴδιον ἐπέχει τόπον πᾶν ὀφθαλμοφανὲς σῶμα, οὕτω καὶ τῶν συμβεβηκότων ἕκαστον, ἄτοπον. οὔτε γὰρ ἔσται τούτων ἐπιμιξία οὔτε μία τις ἐξ αὐτῶν ἀποτελεσθήσεται φύσις. ἄπορον δὲ, καθάπερ ἔφην, καὶ τὸ ἕνα τόπον ἐπέχειν ἅπαντα φάναι· συγχυθέντα γὰρ εἰς μισγάγκειαν τὴν ἑτερότητα οὐ φυλάξει οὐδὲ τὴν ἑαυτοῦ φύσιν ἕκαστον, καθάπερ ἐπὶ τῶν μεμιγμένων φαρμάκων ἔφην γίγνεσθαι. πότερόν τε ὅλον, φημί, τὸ σῶμα τῆς ζῳότητος ἑκάστῳ τῶν τοσούτων συμβεβηκότων συμβέβηκεν ἢ καταδιαιρούμενον ἰσαρίθμως; ἑκάτερον γὰρ ἄτοπον, ὡς ὁ προηνυσμένος λόγος ἔδειξε. τί δὲ δεῖται, φημί, σωματότητος ἕκαστον αὐτῶν, εἰ φθάνει καὶ αὐτὸ σῶμα ὄν; ὅτι δὲ οὐκ ἔστι τῶν συμβεβηκότων ἕκαστον σῶμα, κἀκ τούτου τις ἂν μάθοι· μύοντες γὰρ σῶμα μὲν τῇ θίξει χρόνῳ καταλαμβάνομεν, χρόαν δὲ ἢ χυμὸν οὐ συγκαταλαμβάνομεν οὐδὲ σχῆμα κατὰ τὴν θῖξιν τοῦ σώματος· ἐχρῆν δὲ καὶ τούτων ἕκαστον ὑπὸ τῆς ὑλικῆς καὶ μὴ κατὰ περίληψιν θίξεως καταλαμβάνεσθαι. οὐδὲ γάρ ἐστι λόγῳ θεωρητὴ φέρε ἡ τοῦ μήλου στρογγυλότης. ὁ δʼ ὅμοιος περὶ τοῦ χυμοῦ λόγος. εἴ τε καὶ τῶν συμβεβηκότων ἕκαστον σῶμά ἐστι, τί βουλόμενοι τὸ σῶμα μόνον φασὶν ἐπʼ ἄπειρον τέμνεσθαι, οὐχὶ δὲ καὶ τὸ σχῆμα, φέρε δὲ καὶ τὴν γλυκύτητα καὶ τῶν ἄλλων ἕκαστον, οὐ τῷ κατὰ συμπλοκὴν τρόπῳ φημί, οὐδὲ κατὰ ἀναφορὰν ἐπὶ τὸ συνήθως καλούμενον σῶμα, ἀλλʼ ἀπʼ εὐθείας; διὰ τί δὲ μόνου, καθάπερ ἔφην, τοῦ σώματος τοῦτον ὅρον εἶναί φασι, τὸ τριχῇ διαστατὸν μετʼ ἀντιτυπίας, οὐχὶ δὲ καὶ χρόαν καὶ χυλὸν καὶ χυμὸν καὶ τῶν λοιπῶν συμβεβηκότων ἕκαστον οὕτως ὁρίζονται; εἰ δὲ σώματα πάντα ταῦτʼ εἶναί φασι — κἂν γὰρ ἐπʼ εἴδους διαφέρῃ, κοινῶς γε πάντα σώματα εἶναί φασιν —, ὥσπερ οὖν κἂν ἄνθρωπον ὁρίζωμαι κἂν ἵππον κἂν βοῦν, ζῷον γενητὸν καὶ θνητὸν ἐρῶ, ἅπερ ἐστὶ κοινά, προσαποδώσω δὲ τὴν ἑκάστου ἰδιότητα, οὕτω καὶ τῶν συμβεβηκότων ἕκαστον ὁριζόμενοι λεγέτωσαν οὐσίαν σωματικὴν τριχῇ διαστατὴν μετὰ ἀντιτυπίας.
Ταῦτα τοὺς Στωϊκούς, φίλε Πίνδαρε, λύειν ἀξίου μὴ συγκατασπῶντας ἑαυτοῖς ἄλλους ὡς τοῖς αὐτοῖς ἐνεχομένους πταίσμασιν, ἀλλʼ ἀποσκευαζομένους τὰ ἐγκλήματα. οὐ γάρ ἐστιν ἀντιλογία τῶν ψευδοδοξιῶν ἡ κοινωνία πρὸς ἑτέρους, ἀλλʼ ἡ λύσις.