eul_wid: efq-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Fragments on Adonis and Cinyras by Plato the Comic Poet

The Fragments on Adonis and Cinyras is a modern collective title for numerous excerpts attributed to the Athenian comic poet Plato, a contemporary of Aristophanes. These fragments, preserved through quotation by later grammarians and authors such as Athenaeus, are believed to originate from several now-lost comedies that featured the mythological figures of Adonis, the beautiful youth beloved by Aphrodite, and Cinyras, the king of Cyprus. Ranging from single words to several lines, the fragments exemplify the characteristic techniques of Attic Old Comedy, including mythological parody, satirical commentary, and intricate wordplay. The content indicates that the source plays engaged in parodying myths concerning Adonis and Aphrodite, satirizing contemporary religious practices like the Adonia festival, and offering social and political commentary on Athenian life, often through metatheatrical references and robust, sometimes scatological, comedy. As the complete works of Plato the Comic Poet are lost, these fragments, systematically collected in modern editions such as Greek Comic Poets, provide indispensable evidence for the breadth of Old Comedy beyond the surviving plays of Aristophanes. They are crucial for scholarly attempts to reconstruct lost works, analyse comic technique, and understand Athenian social history, religious attitudes, and intellectual life in the late fifth century BCE.

ΑΔΩΝΙΣ
εἶτʼ οὐχ ὑπέρου μοι περιτροπὴ γενήσεται;
περὶ τῶν δὲ πλευρῶν οὐδεμίαν ὤραν ἔχεις.
ὦ Κινύρα, βασιλεῦ Κυπρίων ἀνδρῶν δασυπρώκτων,
παῖς σοι κάλλιστος μὲν ἔφυ θαυμαστότατός τε
πάντων ἀνθρώπων, δύο δʼ αὐτὸν δαίμονʼ ὀλεῖτον,
ἡ μὲν ἐλαυνομένη λαθρίοις ἐρετμοῖς, ὁ δʼ ἐλαύνων.
Ἀδώνιον
ἀφοδεῦσαι
ὁ δὲ ἀχυρός
λειποτάξιον
τυροκνῆστις
ΑΙ ΑΦ ΙΕΡΩΝ
οὐδʼ ὅστις αὐτῆς ἐκπίεται τὰ χρήματα.
δότω τὴν κιθάραν τις ἔνδοθεν
καὶ τοὐπιπόρπαμα.
πόθεν ὁρμιὰ καὶ κάλαμος;
λέπει τραχεῖαν ἔχων
μαλλωτὰς χλαμύδας
ΑΜΦΙΑΡΕΩΣ
καὶ νὴ Δίʼ εἰ Πάμφιλόν γε φαίης
κλέπτειν τὰ κοίνʼ ἅμα τε συκοφαντεῖν.
ΓΡΥΠΕΣ
ἀνηρπάκασʼ ἁπαξάπαντʼ αὐτῷ κανῷ.
ἃ ἇ, γελῶν ἐπηκροασάμην πάλαι.
ἰχθῦς, κωλᾶς, φύσκας
πλειστηριάσαντες
ΔΑΙΔΑΛΟΣ
εὖ ἴστε· πολλαὶ τῶν ἀλεκτρυόνων βίᾳ
ὑπηνέμια τίκτουσιν ᾠὰ πολλάκις. …
ὁ δὲ παῖς ἔνδον τὰς ἀλεκτρυόνας σοβεῖ.
ΕΛΛΑΣ Η ΝΗΣΟΙ
βούλει τήνδε σοι πλεκτὴν καθῶ
κἄπειτʼ ἀνελκύσω σε δεῦρο;
εἴξασιν ἡμῖν οἱ νόμοι
τούτοισι τοῖς λεπτοῖσιν ἀραχνίοισιν, ἃ
ἐν τοῖσι τοίχοις ἡ φάλαγξ ὑφαίνεται.
λαβὼν οὖν
τὸν σκύλακα τὸν τοῦ προξένου κἄπειτα δῆσον αὐτόν.
εἰ μὲν οὖν ταύτην σὺ τὴν θάλατταν ἀποδώσεις ἑκών,
εἰ δὲ μή γε, ταῦτα πάντα συντριαινῶν ἀπολέσω.
σκώληκα
τάξαι
χρηστήρια
ΕΟΡΤΑΙ
τῶν γὰρ τετραπόδων οὐδὲν ἀποκτείνειν ἔδει
ἡμᾶς τὸ λοιπόν, πλὴν ὑῶν. τὰ γὰρ κρέα
ἥδιστʼ ἔχουσι, κοὐδὲν ἀφʼ ὑὸς γίγνεται
πλὴν ὑστριχὶς καὶ πηλὸς ἡμῖν καὶ βοή.
ἐξιόντι μοι
ἁλιεὺς ἀπήντησεν φέρων μοι κεστρέας.
Β. ἰχθῦς ἀσίτους καὶ πονηροὺς ...
εὖ γέ σοι γένοιθʼ, ὅτι
ἔσωσας ἐκ τῶν σῖγμα τῶν Εὐριπίδου.
τὸν μαινόμενον, τὸν Κρῆτα, τὸν μόγις Ἀττικόν.
καὶ τὰς ὀφρῦς σχάσασθε καὶ τὰς ὄμφακας.
ὁπόθεν ἔσοιτο μᾶζα καὶ παροψίδες.
ἔπειτα κλίνην ἀμφίκολλον πυξίνην
κατηδέσθημεν ἂν
καὶ κατεκόπημεν εὐθύς.
ἐμφέρεσθε δὲ
τὰ ῥάμματα.
ὡς μέγα μέντοι πάνυ τὴν Αἴτνην ὄρος εἶναί φασι τεκμαίρου,
ἔνθα τρέφεσθαι τὰς κανθαρίδας τῶν ἀνθρώπων λόγος ἐστὶν
οὐδὲν ἐλάττους.
ὁ δὲ τὸν ἐγκέφαλόν τις ἐξαύσας καταπίνει.
ἀστραβεύειν
τὰς ἐγκεντρίδας
κόφινος
στυλοβάτην
ΕΥΡΩΠΗ
Α. γυνὴ καθεύδουσʼ ἐστὶν ἀργόν. Β. μανθάνω.
Α. ἐγρηγορυίας δʼ εἰσὶν αἱ παροψίδες,
αὗται μόνον κρείττους πολὺ χρῆμʼ εἰς ἡδονὴν
ἠταλλαβεῖν. οὐ γάρ τινες παροψίδες
εἴσʼ, ἀντιβολῶ σε;
ἁλιευόμενός ποτʼ αὐτὸν εἷλον ἀνδράχμη
μετὰ πρημνάδων, κἄπειτʼ ἀφῆχʼ, ὅτι ἦν βόαξ.
ἠμηχάνουν
ΖΕΥΣ ΚΑΚΟΥΜΕΝΟΣ
πρὸς κότταβον παίζειν, ἕως ἂν σφῷν ἐγὼ
τὸ δεῖπνον ἔνδον σκευάσω. Ἡρακλῆς πάνυ βούλομαι.
ἀλλʼ ἄγγος ἔστʼ; Α. ἀλλʼ εἰς θυΐαν παιστέον.
Ἡρακλῆς φέρε τὴν θυΐαν, αἶρʼ ὕδωρ, τὰ ποτήρια
παράθετε. παίζωμεν δὲ περὶ φιλημάτων.
Α. . . . . . ἀγεννῶς οὐκ ἐῶ
παίζειν. τίθημι κοττάβεια σφῷν ἐγὼ
τασδί τε τὰς κρηπῖδας ἃς αὕτη φορεῖ,
καὶ τὸν κότυλον τὸν σόν. Ἡρακλῆς βαβαιάξ, οὑτοσὶ
μείζων ἀγὼν τῆς Ἰσθμιάδος ἐπέρχεται.
ἀγκυλοῦντα δεῖ σφόδρα
τὴν χεῖρα πέμπειν εὐρύθμως τὸν κότταβον.
τὸν κότυλον φέρει
ὥσθʼ ἅττʼ ἔχω ταῦτʼ ἐς ταρίχους ἀπολέσω.
κεράτινον εἶχον σκευοφόριον καμπύλον.
καί τοι φορεῖτε γλῶτταν ἐν ὑποδήμασιν,
στεφανοῦσθʼ ὑπογλωττίσιν, ὅταν πίνητέ που,
κἂν καλλιερῆτε, γλῶτταν ἀγαθὴν πέμπετε.
γλώττης ἀγαθῆς οὐκ ἔστʼ ἄμεινον οὐδὲ ἕν. …
ἡ γλῶττα δύναμιν τοὺς λόγους ἐκτήσατο,
ἐκ τῶν λόγων δʼ ἅττʼ αὐτὸς ἐπιθυμεῖς ἔχεις.
ἐπὶ Μανδροβόλου χωρεῖ.
ΙΩ
πρόσφερε δεῦρο δὴ τὴν κεφαλὴν τῆς δέλφακος.
ΚΛΕΟΦΩΝ
σὲ γάρ, γραῦ, συγκατῴκισεν σαπρὰν
ὀρφῷσι σελαχίοις τε καὶ φάγροις βοράν.
ἵνʼ ἀπαλλαγῶμεν ἀνδρὸς ἁρπαγιστάτου.
ἀλλʼ αὐτὸς ἀπαρτὶ τἀλλότριʼ οἰχήσει φέρων.
ἐψάθαλλε λεῖος ὤν
ἀργύρια
μάραγναν
ΛΑΙΟΣ
οὐχ ὁρᾷς ὅτι
ὁ μὲν Λέαγρος, Γλαύκωνος ὢν μεγάλου γένους,
ἀβελτεροκόκκυξ ἠλίθιος περιέρχεται,
σικυοῦ πέπονος εὐνουχίου κνήμας ἔχων;
Φιλωνίδην δʼ οὐ τέτοκεν ἡ μήτηρ ὄνον
τὸν Μελιτέα, κοὐκ ἔπαθεν οὐδέν;
ἐπινέφελον
ἴσσα
ΛΑΚΩΝΕΣ Η ΠΟΙΗΤΑΙ
ὅταν δέωμαι γωνιαίου ῥήματος,
τούτῳ παριστῶ καὶ μοχλεύω τὰς πέτρας.
καὶ μὴν ὄμοσόν μοι μὴ τεθνάναι. Β. τὸ σῶμʼ ἐγώ,
ψυχὴν δʼ ἀνήκειν ὥσπερ Αἰσώπου ποτέ.
ἅνδρες δεδειπνήκασιν ἤδη σχεδὸν ἅπαντες. Β. εὖγε.
Α. τί οὐ τρέχων σὺ τὰς τραπέζας ἐκφέρεις; ἐγὼ δὲ
νίπτρον παραχέων ἔρχομαι. Β. κἀγὼ δὲ παρακορήσων.
σπονδὰς δʼ ἔπειτα παραχέας τὸν κότταβον παροίσω.
τῇ παιδὶ τοὺς αὐλοὺς ἐχρῆν ἤδη προχείρους εἶναι,
καὶ προαναφυσᾶν. Α. τὸ μύρον ἤδη παράχεον βαδίζων
Αἰγύπτιον, κᾆτʼ ἴρινον· στέφανον ἔπειθʼ ἑκάστῳ
δώσω φέρων τῶν ξυμποτῶν. νεοκρᾶτά τις ποιείτω.
Β. καὶ δὴ κέκραται. Α. τὸν λιβανωτὸν ἐπιτιθεὶς εἶπε …
σπονδὴ μὲν ἤδη γέγονε, καὶ πίνοντές εἰσι πόρρω.
καὶ σκόλιον ᾖσται, κότταβος δʼ ἐξοίχεται θύραζε.
αὐλοὺς δʼ ἔχουσά τις κορίσκη Καρικὸν μέλος τι
μελίζεται τοῖς συμπόταις, κἄλλην τρίγωνον εἶδον
ἔχουσαν, εἶτʼ ᾖδεν πρὸς αὐτὸ μέλος Ἰωνικόν τι.
πάσας παραφερέτω
κιόκρανα
μυλαβρίδες
ΜΑΜΜΑΚΥΘΟΣ
ΜΕΝΕΛΕΩΣ
εἰπέ μοι,
ὡς ὀλίγα λοιπὰ τῶν ἐπιτραπεζωμάτων.
Β. ὁ γὰρ θεοῖσιν ἐχθρὸς αὐτὰ κατέφαγεν.
ἀγελαίους ἄρτους
ΜΕΤΟΙΚΟΙ
σημεῖα παρασημεῖα, κλεῖν παρακλείδιον
ΜΥΡΜΗΚΕΣ
ΝΙΚΑΙ
τουτὶ προσαναβῆναι τὸ σιμὸν δεῖ.
ἰχθύων δὲ πλύμα
ΝΥΞ ΜΑΚΡΑ
ἀλλʼ αὖ γέλοιον ἄνδρα μου μὴ φροντίσαι
μηδέν.
ἐνταῦθʼ ἐπʼ ἄκρων τῶν κροτάφων ἕξει λύχνον
δίμυξον.
ἕξουσιν οἱ πομπῆς λυχνούχους δηλαδή.
κᾆθʼ ἧκεν ἄρτους πριάμενος
μὴ τῶν καθαρύλλων, ἀλλὰ μεγάλους Κιλικίους.
αὐτοσχεδίασμα
ΞΑΝΤΡΙΑΙ Η ΚΕΡΚΩΠΕΣ
τῶνδε βουλευτὶς πόνων
ἦν δὴ θόρυβος τευταζόντων.
χαῖρε παλαιογόνων ἀνδρῶν θεατῶν ξύλλογε παντοσόφων.
ΠΑΙΔΑΡΙΟΝ
φέρε τοῦτʼ ἐμοὶ
δεῖξον τὸ κανοῦν μοι δεῦρο μὴ μάχαιρʼ ἔνι.
εἰ μὲν μὴ λίαν ... ὦνδρες, ἠναγκαζόμην
στρέψαι δεῦρʼ, οὐκ ἂν παρέβην εἰς λέξιν τοιάνδʼ ἐπῶν.
ὥσπερ τοὺς πουλύποδας πρώτιστά σε
ΠΕΙΣΑΝΔΡΟΣ
ἤδη φαγών τι πώποθʼ, οἷα γίγνεται,
ὀψάριον ἔκαμες, καὶ προσέστη τοῦτό σοι;
Β. ἔγωγε πέρυσι κάραβον φαγών.
χαλεπῶς ἂν οἰκήσαιμεν ἐν Βυζαντίοις,
ὅπου σιδαρέοισι τοῖς νομίσμασιν
χρῶνται.
ὥσπερ κνεφάλλων ἢ πτίλων σεσαγμένος
γυνὴ γάρ, ἢν μὲν αὐτὴν
ἀεὶ κολάζῃς, ἐστὶ πάντων κτημάτων κράτιστον,
ἐὰν δʼ ἀνῇς, ὕβριστόν ἐστι χρῆμα κἀκόλαστον.
Ἄρεος νεοττός
πολιτοκοπεῖν
ΠΕΡΙΑΛΓΗΣ
ὦ θεῖε Μόρυχε, πῶς γὰρ οὐ δαίμων ἔφυς;
καὶ Γλαυκέτης ἡ ψῆττα, καὶ Λεωγόρας,
οἳ ζῆτε τερπνῶς οὐδὲν ἐνθυμούμενοι.
ὃς πρῶτα μὲν Κλέωνι πόλεμον ἠράμην
χρηστὸν μὴ κατὰ Μειδίαν ὀρτυγοκόπον
ἀλλʼ ἡγούμεσθʼ εὖ κἀνδρείως πολλῷ πάντων προέχοντες.
ΠΟΙΗΤΗΣ
τὸν δέλφακα
ἀπῆγε σιγῇ.
ὁρᾶτε τὸ διῆρες ὑπερῷον.
μόνος δʼ ἄγευστος,
ἄσπλαγχνος ἐνιαυτίζομἀπλάκουντος, ἀλιβάνωτος.
θαυμάζω τοι τηνδὶ πιθάκνην
πότερʼ ὀστρακίνην ἢ βίβλον ἔχων τὴν δήποτε
ψήφισμα ἔθηκεν
λάσανα
Σεβῖνος
ψαφαρόν
ΠΡΕΣΒΕΙΣ
κᾆτʼ ἔλαβον Ἐπικράτης τε καὶ Φορμίσιος
παρὰ τοῦ βασιλέως πλεῖστα δωροδοκήματα,
ὀξύβαφα χρυσᾶ καὶ πινακίσκους ἀργυροῦς.
κυάθους ὅσους ἐκλεπτέτην ἑκάστοτε
σκευάρια δὴ κλέψας ἀπεκήρυξʼ ἐκφέρων
ἄναξ ὑπήνης Ἐπίκρατες σακεσφόρε
Ἡράκλεις, τῶν βεμβράδων
χαίρεις, οἶμαι, μεταπεττεύσας αὐτὸν διακλιμακίσας τε,
τὸν ὑπηνόβιον σπαρτιοχαίτην ῥυποκόνδυλον ἑλκετρίβωνα.
ἁρμοστῆρας
ἀπέσχαζε
ΣΚΕΥΑΙ
ἅψαι μόνον σὺ κἂν ἄκρῳ τοῦ Μορσίμου,
ἵνα σου πατήσω τὸν Σθένελον μάλʼ αὐτίκα.
καὶ τοῖς τρόποις ἁρμόττον ὥσπερ περὶ πόδα
ὥστʼ εἴ τις ὀρχοῖτʼ εὖ, θέαμʼ ἦν· νῦν δὲ δρῶσιν οὐδέν,
ἀλλʼ ὥσπερ ἀπόπληκτοι στάδην ἑστῶτες ὠρύονται.
ἀναβιῶνʼ ἐκ τῆς νόσου
ΣΟΦΙΣΤΑΙ
Ξενοκλῆς ὁ δωδεκαμήχανος,
ὁ Καρκίνου παῖς τοῦ θαλαττίου
τὸ Σποργίλου κουρεῖον, ἔχθιστον τέγος
καὶ γὰρ Προμηθεύς ἐστιν ἀνθρώποις ὁ νοῦς.
κἂν ᾖ γαλεός, κἂν λειόβατος, κἂν ἔγχελυς.
ἐν τρισὶν
πληγαῖς ἀπηδέσθη τὸ ῥάμφος.
ὀθόνινον πρόσωπον
ἀπαρτί
δεδειπνάναι
κέρκους
λυχνίας
πλαίσιον
ΣΥΜΜΑΧΙΑ
ὠτογλυφίδα λαβοῦσʼ ἀνασκαλεύεται.
τὸ γὰρ ἕψημά σου
γευόμενος ἔλαθον ἐκροφήσας.
νάρκη γὰρ ἑφθὴ βρῶμα χαρίεν γίγνεται.
βατίς τε καὶ σμύραινα πρόσεστι.
ἐγὼ γὰρ ὑμῖν ἢν φράσω
εἴξασιν γὰρ τοῖς παιδαρίοις τούτοις, οἳ ἑκάστοτε γραμμὴν
ἐν ταῖσιν ὁδοῖς διαγράψαντες διανειμάμενοι δίχʼ ἑαυτοὺς
ἑστᾶσʼ αὐτῶν οἱ μὲν ἐκεῖθεν τῆς γραμμῆς, οἱ δʼ αὖ ἐκεῖθεν.
εἷς δʼ ἀμφοτέρων ὄστρακον αὐτοῖς ἀνίησιν εἰς μέσον ἑστώς,
κἂν μὲν πίπτῃσι τὰ λεύκʼ ἐπάνω, φεύγειν ταχὺ τοὺς ἑτέρους δεῖ,
τοὺς δὲ διώκειν.
ἢ ʼξ Ἀρκαδίας οὕτω δριμυτάτην ὀρίγανον
αὐλητρίδα πεζήν
κεναγγίαν
ὀρνιθευτής
παραθήκην
πορνοβοσκῆσαι
ΣΥΡΦΑΞ
Α. ὁδὶ μὲν Ἀναγυράσιος ὀρφώς ἐστί σοι.
Β. οἶδʼ, ᾧ φίλος Μυννίσκος ἔσθʼ ὁ Χαλκιδεύς.
Α. καλῶς λέγεις.
νοεῖ μὲν ἕτερʼ, ἕτερα δὲ τῇ γλώττῃ λέγει.
δότω τις ἡμῖν μαζονομεῖον ἔνδοθεν.
καὶ πίεσθʼ ὕδωρ πολύ.
σὲ μέν, ὦ μοχθηρέ, παλινδορίαν παίσας αὐτοῦ καταθήσω.
ΥΠΕΡΒΟΛΟΣ
εὐτυχεῖς, ὦ δέσποτα.
Β. τί δʼ ἔστι; Α. βουλεύειν ὀλίγου '́λαχες πάνυ.
ἀτὰρ οὐ λαχὼν ὅμως ἔλαχες, ἢν νοῦν ἔχῃς.
Β. πῶς ἢν ἔχω νοῦν; Α. ὅτι πονηρῷ καὶ ξένῳ
ἐπέλαχες ἀνδρί, οὐδέπω γὰρ ἐλευθέρῳ. …
Β. ἄπερρʼ· ἐγὼ δʼ ὑμῖν τὸ πρᾶγμα δὴ φράσω·
Ὑπερβόλῳ βουλῆς γάρ, ἄνδρες, ἐπέλαχον.
ὁ δʼ οὐ γὰρ ἠττίκιζεν, ὦ Μοῖραι φίλαι,
ἀλλʼ ὁπότε μὲν χρείη «διῃτώμην» λέγειν,
ἔφασκε «δῃτώμην», ὁπότε δʼ εἰπεῖν δέοι
«ὀλίγον», «ὀλίον» ἔλεγεν.
καὶ τοσοῦτον εὐερίας ἀπολέλαυχʼ Ὑπέρβολος,
ὥστε ἀθλιώτατός ἐστι.
φύλλιον ἢ ῥαφανίδιον
ἀρτοσιτεῖν
ΦΑΩΝ
ἐγὼ δʼ ἐνθάδʼ ἐν τῇ ʼρημίᾳ
τουτὶ διελθεῖν βούλομαι τὸ βυβλίον
πρὸς ἐμαυτόν. Β. ἔστι δʼ, ἀντιβολῶ σε, τοῦτο τί;
Α. Φιλοξένου καινή τις ὀψαρτυσία.
Β. ἐπίδειξον αὐτὴν ἥτις ἔστʼ. Α. ἄκουε δή.
ἄρξομαι ἐκ βολβοῖο, τελευτήσω δʼ ἐπὶ θύννον.
Β. ἐπὶ θύννον; οὐκοῦν τῆς τελευτῆς πολὺ
κράτιστον ἐνταυθὶ τετάχθαι τάξεως.
Α. βολβοὺς μὲν σποδιᾷ δαμάσας καταχύσματι δεύσας
ὡς πλείστους διάτρωγε· τὸ γὰρ δέμας ἀνέρος ὀρθοῖ.
καὶ τάδε μὲν δὴ ταῦτα· θαλάσσης δʼ ἐς τέκνʼ ἄνειμι …
οὐδὲ λοπὰς κακόν ἐστιν· ἀτὰρ τὸ τάγηνον ἄμεινον …
ὀρφών, αἰολίαν συνόδοντά τε καρχαρίαν τε
μὴ τέμνειν, μή σοι νέμεσις θεόθεν καταπνεύσῃ·
ἀλλʼ ὅλον ὀπτήσας παράθες· πολλὸν γὰρ ἄμεινον.
πουλύποδος πλεκτὴ δʼ, ἢν πιλήσῃς κατὰ καιρόν,
ἑφθὴ τῆς ὀπτῆς, ἢν ᾖ μείζων, πολὺ κρείττων,
ἢν ὀπταὶ δὲ δύʼ ὦσʼ, ἑφθῇ κλαίειν ἀγόρευε.
τρίγλη δʼ οὐκ ἐθέλει νεύρων ἐπιήρανος εἶναι·
παρθένου Ἀρτέμιδος γὰρ ἔφυ καὶ στύματα μισεῖ.
σκορπίος αὖ— Β. παίσειέ γέ σου τὸν πρωκτὸν ὑπελθών.
εἶεν γυναῖκες ... ὡς ὑμῖν πάλαι
οἶνον γενέσθαι τὴν ἄνοιαν εὔχομαι·
ὑμῖν γὰρ οὐδέν, καθάπερ ἡ παροιμία,
ἐν τῷ καπήλῳ νοῦς ἐνεῖναί μοι δοκεῖ.
εἰ γὰρ Φάωνα δεῖσθʼ ἰδεῖν, προτέλεια δεῖ
ὑμᾶς ποιῆσαι πολλὰ πρότερον τοιαδί.
πρῶτα μὲν ἐμοὶ γὰρ κουροτρόφῳ προθύεται
πλακοῦς ἐνόρχης, ἄμυλος ἐγκύμων, κίχλαι
ἑκκαίδεχʼ ὁλόκληροι μέλιτι μεμιγμέναι,
λαγῷα δώδεκʼ ἐπισέληνα. τἄλλα δὲ
ἤδη τάδʼ εὐτελέστατʼ ἔστʼ. ἄκουε δή.
βολβῶν μὲν Ὀρθάνῃ τρίʼ ἡμιεκτέα,
Κονισάλῳ δὲ καὶ παραστάταιν δυοῖν
μύρτων πινακίσκος χειρὶ παρατετιλμένων·
λύχνων γὰρ ὀσμὰς οὐ φιλοῦσι δαίμονες.
πύργης τετάρτης κυνί τε καὶ κυνηγέταιν,
Λόρδωνι δραχμή, Κυβδάσῳ τριώβολον,
ἥρῳ Κέλητι δέρμα καὶ θυλήματα.
ταῦτʼ ἐστὶ τἀναλώματʼ. εἰ μὲν οὖν τάδε
προσοίσετʼ, εἰσέλθοιτʼ ἄν· εἰ δὲ μή, μάτην
ἔξεστιν ὑμῖν διὰ κενῆς βινητιᾶν.
τὰ δʼ ἀλλότριʼ ἔσθʼ ὅμοια ταῖς παροψίσιν·
βραχὺ γάρ τι τέρψαντʼ ἐξανήλωται ταχύ.
τῷ στόματι τὸν κύαθον ὧδʼ εἰληφότας
ὡς καὶ νῦν ἔχομεν παρουσίας
ὦ χρυσοῦν ἀνάδημα,
ὦ τοῖσιν ἐμοῖς τρυφεροῖσι τρόποις ... ὦ γλυκὺς ἀγκών.
ἀκταινῶσαι
ἀναίνεσθαι
ἀτηρίας
ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ
ὁ σὸς δὲ τύμβος ἐν καλῷ κεχωσμένος
τοῖς ἐμπόροις πρόσρησις ἔσται πανταχοῦ,
οὓς ἐκπλέοντάς τʼ εἰσπλέοντάς τʼ ὄψεται,
χὠπόταν ἅμιλλʼ ᾖ τῶν νεῶν θεάσεται.
μετὰ ταῦτα δὲ
Εὐαγόρου παῖς ἐκ πλευρίτιδος Κινησίας
σκελετός, ἄπυγος, καλάμινα σκέλη φορῶν,
φθόης προφήτης, ἐσχάρας κεκαυμένος
πλείστας ὑπʼ Εὐρυφῶντος ἐν τῷ σώματι.
λαβοῦ λαβοῦ τῆς χειρὸς ὡς τάχιστά μου·
μέλλω στρατηγὸν χειροτονεῖν Ἀγύρριον. …
προσίσταταί μου πρὸς τὸ βῆμα μαντίλη. …
βόσκει δυσώδη Κέφαλον, αἰσχίστην νόσον.
ἢν γὰρ ἀποθάνῃ
εἷς τις πονηρός, δύʼ ἀνέφυσαν ῥήτορες·
οὐδεὶς γὰρ ἡμῖν Ἰόλεως ἐν τῇ πόλει,
ὅστις ἐπικαύσει τὰς κεφαλὰς τῶν ῥητόρων.
κεκολλόπευκας· τοιγαροῦν ῥήτωρ ἔσει.
καίτοι πέπραγε τῶν τρόπων μὲν ἄξια,
αὑτοῦ δὲ καὶ τῶν στιγμάτων ἀνάξια·
οὐ γὰρ τοιούτων εἵνεκʼ ὄστραχʼ εὑρέθη.
Α. οὗτος, τίς εἶ; λέγε ταχύ· τί σιγᾷς; οὐκ ἐρεῖς;
Ἑρμῆς Ἑρμῆς ἔγωγε Δαιδάλου φωνὴν ἔχων
ξύλινος βαδίζων αὐτόματος ἐλήλυθα.
λύσας δὲ ἀργὴν στάμνον εὐώδους ποτοῦ
ἵησιν εὐθὺς κύλικος εἰς κοῖλον κύτος,
ἔπειτʼ ἄκρατον κοὐ τεταγρανωμένον
ἔπινε κἀξημύστισεν.
φείδεσθε τοὐλαίου σφόδρʼ· ἐξ ἀγορᾶς δʼ ἐγὼ
ὠνήσομαι στίλβην τινʼ, ἥτις μὴ πότις.
πρῶτον μὲν οὖν μοι λέξον, ἀντιβολῶ· σὺ γάρ,
ὥς φασι, Χείρων ἐξέθρεψας Περικλέα.
οὐδεὶς ὁμαίμου συμπαθέστερος φίλος,
κἂν ᾖ . . . . . τοῦ γένους μακράν.
καὶ περιὼν ἅμα
τιλτὸν τάριχος ἐπριάμην τοῖς οἰκέταις.
τὰ γραμματεῖα τούς τε χάρτας ἐκφέρων
ἔπειτα δʼ οὐδείς ἐστʼ ἀνὴρ γαστρίστερος.
ἀνακογχυλιαστὸν ἐχθοδοπόν τι σκευάσω.
ὡς ἔστι μοι τὸ χρῆμα τοῦτο περὶ πόδα.
σαπρῷ γάρῳ βάπτοντες ἀποπνίξουσί με.
ἐμαυτὸν εἰς ἀπωλίαν οἰχήσομαι.
καὶ ταῦτα μανάκις τῆς ἡμέρας
σχοίνους λαβὼν ἄνειρε τὰ κρέα.
καὶ τῆς θύρας ἀνακῶς ἔχειν
χρῆσόν μοι τὴν χλαμύδα σου.
παῖδες, γέροντες, μειράκια, παλλάκια
κἆτʼ ἐν κλίναις ἐλεφαντόποσιν καὶ στρώμασι πορφυροβάπτοις
κἀν φοινικίσι Σαρδιανικαῖσιν κοσμησάμενοι κατάκεινται.
σὲ δὲ κοκκύζων ὄρθριʼ ἀλέκτωρ προκαλεῖται.
ὅτι δʼ ἂν ἡ συβώτρια, μηδʼ ἀγαθὴ γένοιτό μοι.
ἔχει δὲ μόνον δακτύλους αὐλητικούς.
ἀκλώστους στήμονας
κοπραγωγοὺς γαστέρας
λύω λέσχας
παῦσαι δυσωνῶν
αἰκῶς
ἄκοος
ἀκύκλιος
ἀλλοκοτώτατον καὶ ἀλλοκοτώτερον
ἀμφιμάσχαλος
ἀμφωτίδες
ἀνεγκλητί
ἀποθρέξεις
ἀρχωνίδας
ἄσκην
ᾆσμα καὶ ᾀσμάτιον καὶ ᾀσμόν
ἀτέραμνον
ἀφεῦσαν
τοῦ γάλα
γλωττήν
δέρρις
ἐγλιξάμην
ἕξπουν
ἴκτινα
καπνίαν
καταξῆναι
ναστοκόπος
παιδοφιλῆσαι
ποδάρια
ποδοκάκη
ὁ πρόσωπος
ῥᾴδια
ῥακετρίζειν
σπαρνόν
στρόβιλος
συκοφαντεῖν
σωμάτια
τερᾴζεις
τριταρτημόριον
ψυχορροφεῖν
ΑΜΦΙΣΒΗΤΗΣΙΜΑ
ὁ βασιλεὺς ἐπιώψατο ἀρρηφόρους
ἐπιτροπεῖν
μίσασθαι