---
title: Fragments Silli and-Nature
title_greek: Ἀποσπάσματα Σίλλοι καὶ Περὶ φύσεως
author: Xenophanes of Colophon
eul_wid: beu-aa
eul_aid: beu
canonical: "https://eulogikon.org/works/xenophanes-colophon-silli-nature-beu-aa"
period: Archaic
dialect: Ionic (frg)
domain: Philosophy
format: Verse
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Fragments Silli and-Nature

*Ἀποσπάσματα Σίλλοι καὶ Περὶ φύσεως*

**Author:** Xenophanes of Colophon

**eul_wid:** `beu-aa` · [HTML page](https://eulogikon.org/works/xenophanes-colophon-silli-nature-beu-aa)

## Text

### book 9

ἐξ ἀρχῆς καθ’ Ὅμηρον, ἐπεὶ μεμαθήκασι πάντες ...

### book 10.1

πάντα θεοῖς’ ἀνέθηκαν Ὅμηρός θ’ Ἡσίοδός

### book 10.2

τε, ὅσσα

### book 10.3

παρ’ ἀνθρώποισιν ὀνείδεα καὶ ψόγος ἐστίν, κλέπτειν μοιχεύειν

### book 10.4

τε καὶ ἀλλήλους ἀπατεύειν.

### book 11.1

ὡς

### book 11.2

πλεῖστ’ ἐφθέγξαντο θεῶν ἀθεμίστια ἔργα, κλέπτειν μοιχεύειν

### book 11.3

τε καὶ ἀλλήλους ἀπατεύειν.

### book 13.1

ἀλλ’ εἰ χεῖρας ἔχον βόες 〈ἵπποι τ’〉 ἠὲ λέοντες ἢ γράψαι

### book 13.2

χείρεσσι καὶ ἔργα

### book 13.3

τελεῖν ἅπερ ἄνδρες, ἵπποι μέν θ’ ἵπποισι, βόες δέ τε βουσὶν ὁμοίας καί 〈κε〉 θεῶν ἰδέας ἔγραφον καὶ σώματ’ ἐποίουν[ln_5]τοιαῦθ’, οἷόν

### book 13.4

περ καὐτοὶ δέμας εἶχον 〈ἕκαστοι〉.

### book 14.1

Αἰθίοπές

### book 14.2

τε 〈θεοὺς

### book 14.3

σφετέρουσ〉 σιμοὺς μέλανάς

### book 14.4

τε Θρῆικές

### book 14.5

τε γλαυκοὺς καὶ πυρρούς 〈φασι πέλεσθαι〉.

### book 15.1

ἑστᾶσιν δ’ ἐλάτη〈ς βάκχοι〉 πυκινὸν

### book 15.2

περὶ δῶμα.

### book 16

οὔ τοι ἀπ’ ἀρχῆς πάντα θεοὶ θνητοῖς’ ὑπέδειξαν, ἀλλὰ χρόνωι ζητοῦντες ἐφευρίσκουσιν ἄμεινον.

### book 17

καί 〈κ’〉 ἐπιθυμήσειε νέος νῆς ἀμφιπόλοιο.

### book 18.1

πὰρ

### book 18.2

πυρὶ χρὴ τοιαῦτα λέγειν

### book 18.3

χειμῶνος ἐν ὥρηι ἐν κλίνηι μαλακῆι κατακείμενον, ἔμπλεον ὄντα, πίνοντα γλυκὺν οἶνον, ὑποτρώγοντ’ ἐρεβίνθους· ‘τίς πόθεν εἷς ἀνδρῶν; πόσα

### book 18.4

τοι ἔτε’ ἐστί, φέριστε;[ln_5]πηλίκος ἦσθ’, ὅθ’ ὁ Μῆδος ἀφίκετο;‘

### book 19.1

εἷς θεὸς ἔν

### book 19.2

τε θεοῖσι καὶ ἀνθρώποισι μέγιστος, οὔ τι δέμας θνητοῖσιν ὁμοίιος οὐδὲ νόημα.

### book 20

οὖλος ὁρᾶι, οὖλος δὲ νοεῖ, οὖλος δέ τ’ ἀκούει.

### book 21.1

ἀλλ’ ἀπάνευθε πόνοιο νόου

### book 21.2

φρενὶ πάντα κραδαίνει.

### book 22.1

αἰεὶ δ’ ἐν

### book 22.2

ταὐτῶι μίμνει κινεύμενος οὐδέν, οὐδὲ μετέρχεσθαί μιν ἐπιπρέπει ἄλλοτε ἄλληι.

### book 23.1

ἐκ γαίης γὰρ πάντα καὶ εἰς γῆν πάντα

### book 23.2

τελευτᾶι.

### book 24.1

γαίης μὲν τόδε

### book 24.2

πεῖρας ἄνω

### book 24.3

παρὰ ποσσὶν ὁρᾶται ἠέρι

### book 24.4

προσπλάζον, τὸ κάτω δ’ ἐς ἄπειρον ἱκνεῖται.

### book 25

γῆ καὶ ὕδωρ πάντ’ ἔσθ’ ὅσα γίνοντ(αι) ἠδὲ φύονται.

### book 26.1

πηγὴ δ’ ἐστὶ θάλασς’ ὕδατος, πηγὴ δ’ ἀνέμοιο· οὔτε γὰρ ἐν νέφεσιν 〈πνοιαί κ’ ἀνέμοιο φύοιντο〉 〈ὀμβροφυέσσιν〉 ἔσωθεν ἄνευ πόντου μεγάλοιο οὔτε ῥοαὶ ποταμῶν οὔτ’ αἰ〈θέροσ〉 ὄμβριον ὕδωρ,[ln_5]ἀλλὰ μέγας πόντος γενέτωρ νεφέων ἀνέμων

### book 26.2

τε καὶ ποταμῶν.

### book 27

ἠέλιός θ’ ὑπεριέμενος γαῖάν τ’ ἐπιθάλπων.

### book 28

ἥν τ’ Ἶριν καλέουσι, νέφος καὶ τοῦτο πέφυκε, πορφύρεον καὶ φοινίκεον καὶ χλωρὸν ἰδέσθαι.

### book 29.1

πάντες γὰρ γαίης

### book 29.2

τε καὶ ὕδατος ἐκγενόμεσθα.

### book 30.1

καὶ τὸ μὲν οὖν

### book 30.2

σαφὲς οὔ τις ἀνὴρ ἴδεν οὐδέ τις ἔσται εἰδὼς ἀμφὶ θεῶν

### book 30.3

τε καὶ ἅσσα λέγω

### book 30.4

περὶ πάντων· εἰ γὰρ καὶ τὰ μάλιστα τύχοι

### book 30.5

τετελεσμένον εἰπών, αὐτὸς ὅμως οὐκ οἶδε· δόκος δ’ ἐπὶ πᾶσι τέτυκται.

### book 31.1

ταῦτα δεδοξάσθω μὲν ἐοικότα

### book 31.2

τοῖς ἐτύμοισι.

### book 32.1

ὁππόσα δὴ θνητοῖσι

### book 32.2

πεφήνασιν εἰσοράασθαι,

### book 33

καὶ μὲν ἐνὶ σπεάτεσσί τεοις καταλείβεται ὕδωρ.

### book 34

εἰ μὴ χλωρὸν ἔφυσε θεὸς μέλι, πολλὸν ἔφασκον γλύσσονα σῦκα πέλεσθαι.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: beu-aa`.
