ΒΟΥΤΑΛΙΩΝ.
Φθίνει δόμος
ἀσυστάτοισι δεσποτῶν κεχρημένος
τύχαις, ἀλάστωρ τʼ εἰσπέπαικε Πελοπιδῶν.
ἄστυτος οἶκος, κοὔτε βυσαύχην θεᾶς
Δηοῦς σύνοικος, γηγενὴς βολβός, φίλοις
ἑφθὸς βοηθῶν, δυνατός ἐστʼ ἐπαρκέσαι·
μάτην δὲ πόντου κυανέαις δίναις τραφείς
φλεβὸς τροπωτήρ, πουλύπους, ἁλοὺς βρόχων
πλεκταῖς ἀνάγκαις, τῆς τροχηλάτου κόρης
πίμπλησι λοπάδος στερροσώματον κύτος.
ΔΙΔΥΜΟΙ.
Ὡς ὑπό τι νυστάζειν γε καὐτὸς ἄρχομαι.
ἡ τἀγαθοῦ δαίμονος . . . . . .
συνέσεισέ μʼ ἐκποθεῖσα φιάλη παντελῶς,
ἡ τοῦ δὲ σωτῆρος Διὸς τάχιστά γε
ἀπώλεσε ναύτην καὶ κατεπόντωσεν μʼ, ὁρᾷς.
Πίμπλα σὺ μὲν ἐμοί, σοὶ δʼ ἐγὼ δώσω πιεῖν·
ἀμυγδαλῆ μὲν παιζέτω παρʼ ἀμυγδαλῆν.
ΠΕΝΤΑΘΛΟΣ.
Δεινὰ δεινὰ κοὐκ ἀνασχετὰ
ἐν τῇ πόλει πράττουσιν οἱ νεώτεροι.
ὅπου γὰρ οὐσῶν μειράκων μάλʼ εὐπρεπῶν
ἐπὶ τοῖσι πορνείοισιν, ἃς ἔξεσθʼ ὁρᾶν
εἰληθερούσας, στέρνʼ ἀπημφιεσμένας,
γυμνὰς ἐφεξῆς τʼ ἐπὶ κέρως τεταγμένας·
ὧν ἔστιν ἐκλεξάμενον ᾗ τις ἥδεται,
λεπτῇ, παχείᾳ, στρογγύλῃ, μακρᾷ, ῥικνῇ,
νέᾳ, παλαιᾷ, μεσοκόπῳ, πεπαιτέρᾳ,
μὴ κλίμακα στησάμενον εἰσβῆναι λάθρᾳ,
μηδὲ διʼ ὀπῆς κάτωθεν εἰσδῦναι στέγης,
μηδʼ ἐν ἀχύροισιν εἰσενεχθῆναι τέχνῃ.
αὗται βιάζονται γὰρ εἰσέλκουσί τε,
τοὺς μὲν γέροντας ὄντας ἐπικαλούμεναι
πατρίδια, τοὺς δʼ ἀπφάρια, τοὺς νεωτέρους.
καὶ τῶνδʼ ἑκάστην ἔστιν ἀδεῶς, εὐτελῶς,
μεθʼ ἡμέραν, πρὸς ἑσπέραν, πάντας τρόπους·
ἃς δʼ οὔτʼ ἰδεῖν ἔστʼ οὔθʼ ὁρῶντʼ ἰδεῖν σαφῶς,
ἀεὶ δὲ τετρεμαίνοντα καὶ φοβούμενον.
ἃς πῶς ποτʼ, ὦ δέσποινα ποντία Κύπρι,
βινεῖν δύνανται, τῶν Δρακοντείων νόμων
ὁπόταν ἀναμνησθῶσι προσκινούμενοι;
Ἐμοὶ γένοιτο σοῦ ζώσης, τέκνον,
ἐλεύθερον πιοῦσαν οἶνον ἀποθανεῖν.
Ὅρκον δʼ ἐγὼ γυναικὸς εἰς οἶνον γράφω.
ΠΟΡΦΥΡΑ.
Οἱ μὲν ποιηταὶ λῆρός εἰσιν· οὐδὲ ἕν
καινὸν γὰρ εὑρίσκουσιν, ἀλλὰ μεταφέρει
ἕκαστος αὐτῶν ταὔτʼ ἄνω τε καὶ κάτω.
τῶν δʼ ἰχθυοπωλῶν φιλοσοφώτερον γένος
οὐκ ἔστιν οὐδὲν οὐδὲ μᾶλλον ἀνόσιον.
ἐπεὶ γὰρ αὐτοῖς οὐκέτʼ ἔστʼ ἐξουσία
ῥαίνειν — ἀπείρηται δὲ τοῦτο τῷ νόμῳ —,
εἷς τις θεοῖσιν ἐχθρὸς ἄνθρωπος πάνυ
ξηραινομένους ὡς εἶδε τοὺς ἰχθῦς, μάχην
ἐποίησʼ ἐν αὐτοῖς ἐξεπίτηδες εὖ πάνυ·
ἦσαν δὲ πληγαί, καιρίαν δʼ εἰληφέναι
δόξας καταπίπτει καὶ λιποψυχεῖν δοκῶν
ἔκειτο μετὰ τῶν ἰχθύων. βοᾷ δέ τις,
ὕδωρ ὕδωρ. ὁ δʼ εὐθὺς ἐξάρας πρόχουν
τῶν ὁμοτέχνων τις τοῦ μὲν ἀκαρῆ παντελῶς
κατέχεε, κατὰ τῶν ἰχθύων δʼ ἁπαξάπαν.
εἴποις γʼ ἂν αὐτοὺς ἀρτίως ἡλωκέναι.
Εἶθʼ ἁλιεὺς ὢν ἄκρος σοφίαν
ἐν παγούροις μὲν θεοῖς ἐχθροῖσι καὶ
ἰχθυδίοις εὕρηκα παντοδαπὰς τέχνας,
γέροντα βούγλωττον δὲ μὴ ταχέως πάνυ
συναρπάσομαι; καλόν γʼ ἂν εἴη.
Μὰ τὸν Διόνυσον, ὃν σὺ κάπτεις ἴσον ἴσῳ.
ΠΡΙΑΠΟΣ.
Σὺ δὲ μηκέτʼ ἔγχει, παιδάριον, εἰς τἀργυροῦν,
εἰς τὸ βαθὺ δὲ πάλιν ἄγωμεν, εἰς τὸν κάνθαραν,
παιδάριον, ἔγχει νὴ Δία, νὴ τὸν κάνθαρον.
ΣΚΥΘΑΙ.
Τουτὶ τὸ κακὸν οὐκ ἔστʼ ἔτι κακόν,
τὸ θυγάτριόν τέ μου σεσινάπικε διὰ τῆς ξένης.
Ἑπτὰ δὲ καπάνας ἔτρεφον εἰς Ὀλυμπίαν.
Β. τί λέγεις; καπάνας; Α. ναί· καπάνας Θετταλοὶ
πάντες καλοῦσι τὰς ἀπήνας. Β. μανθάνω.
ΣΤΡΑΤΙΩΤΗΣ.
Φιλύρας εἶχε γὰρ
ὁ παῖς ἄφυλλον στέφανον ἀμφικείμενον.
ΥΠΝΟΣ.
Εἶτʼ εἰσὶν οἱ τέττιγες οὐκ εὐδαίμονες,
ὧν ταῖς γυναιξὶν οὐδʼ ὁτιοῦν φωνῆς ἔνι;