eul_wid: lli-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Fragments on Heimarmenē by Xenarchus the Comic Poet

Fragments on Fate is a modern designation for a collection of fifty-eight excerpts from the lost comedies of Xenarchus, a comic poet of the fourth century BCE. These passages do not constitute a single, coherent work but are rather individual lines and short segments compiled under the thematic heading "On heimarmenē" by the fifth-century CE anthologist Stobaeus. Preserved within his vast Anthology, these fragments were selected for their sententious or philosophical content concerning fortune and divine will, though they originally functioned within the dramatic and often ironic contexts of Middle or New Comedy. The excerpts explore the tension between heimarmenē and human agency, the capricious role of fortune in human affairs, and the influence of the gods, frequently employing these concepts to deliver social critique on topics such as wealth, status, and personal relationships. As the complete plays of Xenarchus are otherwise lost, these fragments survive solely through this indirect transmission. Their principal scholarly value lies in illustrating how philosophical discourse, including emerging Stoic ideas, permeated popular Athenian culture and in providing crucial, if fragmentary, evidence for reconstructing the themes and techniques of a comic poet whose work has not endured in its complete form. The standard modern edition for these texts is found in Greek Comic Poets.

ΒΟΥΤΑΛΙΩΝ
φθίνει δόμος
ἀσυστάτοισι δεσποτῶν κεχρημένος
τύχαις, ἀλάστωρ τʼ εἰσπέπαικε Πελοπιδῶν.
ἄστυτος οἶκος, κοὔτε βυσαύχην θεᾶς
Δηοῦς σύνοικος, γηγενὴς βολβός, φίλοις
ἑφθὸς βοηθῶν, δυνατός ἐστʼ ἐπαρκέσαι·
μάτην δὲ πόντου κυανέαις δίναις τραφεὶς
φλεβὸς τροπωτήρ, πουλύπους, ἁλοὺς βρόχων
πλεκταῖς ἀνάγκαις, τῆς τροχηλάτου κόρης
πίμπλησι λοπάδος στερροσώματον κύτος.
ΔΙΔΥΜΟΙ
ὡς ὑπό τι νυστάζειν γε καὐτὸς ἄρχομαι.
ἡ τἀγαθοῦ γὰρ δαίμονος συνέσεισέ με
ἄκρατος ἐκποθεῖσα φιάλη παντελῶς,
ἡ τοῦ δὲ σωτῆρος Διὸς τάχιστά γε
ἀπώλεσε ναύτην καὶ κατεπόντωσέν μʼ ὁρᾷς.
πίμπλη σὺ μὲν ἐμοί, σοὶ δʼ ἐγὼ δώσω πιεῖν·
ἀμυγδαλῆ μὲν παιζέτω παρʼ ἀμυγδαλῆν.
ΠΕΝΤΑΘΛΟΣ
δεινά, δεινὰ κοὐκ ἀνασχετὰ
ἐν τῇ πόλει πράττουσιν οἱ νεώτεροι.
ὅπου γὰρ οὐσῶν μειράκων μάλʼ εὐπρεπῶν
ἐπὶ τοῖσι πορνείοισιν, ἃς ἔξεσθʼ ὁρᾶν
εἱληθερούσας, στέρνʼ ἀπημφιεσμένας,
γυμνὰς ἐφεξῆς τʼ ἐπὶ κέρως τεταγμένας·
ὧν ἔστιν ἐκλεξάμενον ᾗ τις ἥδεται,
λεπτῇ, παχείᾳ, στρογγύλῃ, μακρᾷ, ῥικνῇ,
νέᾳ, παλαιᾷ, μεσοκόπῳ, πεπαιτέρᾳ,
μὴ κλίμακα στησάμενον εἰσβῆναι λάθρᾳ,
μηδὲ διʼ ὀπῆς κάτωθεν εἰσδῦναι στέγης,
μηδʼ ἐν ἀχύροισιν εἰσενεχθῆναι τέχνῃ.
αὐταὶ βιάζονται γὰρ εἰσέλκουσί τε,
τοὺς μὲν γέροντας ὄντας ἐπικαλούμεναι
πατρίδια, τοὺς δʼ ἀπφάρια, τοὺς νεωτέρους.
καὶ τῶνδʼ ἑκάστην ἔστιν ἀδεῶς, εὐτελῶς,
μεθʼ ἡμέραν, πρὸς ἑσπέραν, πάντας τρόπους·
ἃς δʼ οὔτʼ ἰδεῖν ἔστʼ οὔθʼ ὁρῶντʼ ἰδεῖν σαφῶς,
ἀεὶ δὲ τετρεμαίνοντα καὶ φοβούμενον,
δεδιότα ἐν τῇ χειρὶ τὴν ψυχὴν ἔχοντα·
ἃς πῶς ποτʼ, ὦ δέσποινα ποντία Κύπρι,
βινεῖν δύνανται, τῶν Δρακοντείων νόμων
ὁπόταν ἀναμνησθῶσι προσκινούμενοι;
ἐμοὶ γένοιτο σοῦ ζώσης, τέκνον,
ἐλευθέριον πιοῦσαν οἶνον ἀποθανεῖν.
ὅρκον δʼ ἐγὼ γυναικὸς εἰς οἶνον γράφω.
ΠΟΡΦΥΡΑ
οἱ μὲν ποιηταὶ λῆρός εἰσιν· οὐδὲ ἓν
καινὸν γὰρ εὑρίσκουσιν, ἀλλὰ μεταφέρει
ἕκαστος αὐτῶν ταὔτʼ ἄνω τε καὶ κάτω.
τῶν δʼ ἰχθυοπωλῶν φιλοσοφώτερον γένος
οὐκ ἔστιν οὐδὲν οὐδὲ μᾶλλον ἀνόσιον.
ἐπεὶ γὰρ αὐτοῖς οὐκέτʼ ἔστʼ ἐξουσία
ῥαίνειν — ἀπείρηται δὲ τοῦτο τῷ νόμῳ —,
εἷς τις θεοῖσιν ἐχθρὸς ἄνθρωπος πάνυ
ξηραινομένους ὡς εἶδε τοὺς ἰχθῦς, μάχην
ἐποίησʼ ἐν αὐτοῖς ἐξεπίτηδες εὖ πάνυ·
ἦσαν δὲ πληγαί, καιρίαν δʼ εἰληφέναι
δόξας καταπίπτει καὶ λιποψυχεῖν δοκῶν
ἔκειτο μετὰ τῶν ἰχθύων. βοᾷ δέ τις
«ὕδωρ ὕδωρ». ὁ δʼ εὐθὺς ἐξάρας πρόχουν
τῶν ὁμοτέχνων τις τοῦ μὲν ἀκαρῆ παντελῶς
κατέχεε, κατὰ τῶν ἰχθύων δʼ ἁπαξάπαν.
εἴποις γʼ ἂν αὐτοὺς ἀρτίως ἡλωκέναι.
εἶθʼ ἁλιεὺς ὢν ἄκρος σοφίαν
ἐπὶ μὲν παγούροις τοῖς θεοῖς ἐχθροῖσι καὶ
ἰχθυδίοις εὕρηκα παντοδαπὰς τέχνας,
γέροντα βούγλωττον δὲ μὴ ταχέως πάνυ
συναρπάσομαι; καλόν γʼ ἂν εἴη.
μὰ τὸν Διόνυσον, ὃν σὺ λάπτεις ἴσον ἴσῳ.
ΠΡΙΑΠΟΣ
σὺ δὲ μηκέτʼ ἔγχει, παιδάριον, εἰς ἀργυροῦν·
εἰς τὸ βαθὺ πάλιν ἄγωμεν. εἰς τὸν κάνθαρον,
παιδάριον, ἔγχει. Β. νὴ Δία, νὴ τὸν κάνθαρον.
ΣΚΥΘΑΙ
ἑπτὰ δὲ καπάνας ἔτρεφον εἰς Ὀλύμπια.
Β. τί λέγεις; καπάνας; Α. ναί· καπάνας Θετταλοὶ
πάντες καλοῦσι τὰς ἀπήνας. Β. μανθάνω.
τουτὶ τὸ κακὸν οὐκ ἔστʼ ἔτι
κακόν, τὸ θυγάτριόν τέ μου σεσινάπικεν
διὰ τῆς ξένης.
ΣΤΡΑΤΙΩΤΗΣ
φιλύρας εἶχε γὰρ
ὁ παῖς ἄφυλλον στέφανον ἀμφικείμενον.
ΥΠΝΟΣ
εἶτʼ εἰσὶν οἱ τέττιγες οὐκ εὐδαίμονες,
ὧν ταῖς γυναιξὶν οὐδʼ ὁτιοῦν φωνῆς ἔνι;