eul_wid: ljk-aa

Περὶ τῶν Σημείων τῶν Ὑδάτων, Ἀνέμων, Θυελλῶν, καὶ Εὐδίας
On Signs of Waters, Winds, Storms, and Fair Weather

Theophrastus of Eresus On Signs of Waters, Winds, Storms, and Fair Weather PDF

1.1 Σημεῖα ὑδάτων καὶ πνευμάτων καὶ χειμώνων καὶ εὐδιῶν ὧδε ἐγράψαμεν καθʼ ὅσον ἦν ἐφικτὸν, ἃ μὲν αὐτοὶ προσκοπήσαντες ἃ δὲ παρʼ ἑτέρων οὐκ ἀδοκίμων λαβόντες. Τὰ μὲν οὖν ἐπὶ τοῖς ἄστροις δυομένοις καὶ ἀνατέλλουσιν ἐκ τῶν ἀστρονομικῶν δεῖ λαμβάνειν.
1.2 Εἰσὶ δὲ δύσεις διτταί· οἵ τε γὰρ ἀφαυ νισμοὶ δύσεις εἰσί· τοῦτο δέ ἐστιν ὅταν ἅμα συνδύνῃ τῷ ἡλίῳ τὸ ἄστρον, καὶ ὅταν ἀνατέλλοντος δύνῃ. Ὁμοίως δὲ καὶ ἀνατολαὶ διτταὶ, αἱ μὲν ἑῷοι ὅταν προανατέλλῃ τοῦ ἡλίου τὸ ἄστρον, αἱ δʼ ἀκρόνυχοι ὅταν ἅμα δυομένῳ ἀνατέλλῃ. Αἱ μὲν οὖν τοῦ ἀρκτούρου λεγόμεναι ἀνατολαὶ ἀμφοτέρως συμβαίνουσιν· ἡ μὲν γὰρ τοῦ χειμῶνος ἀκρόνυχός ἐστιν, ἡ δὲ μετωπορινὴ ἑῴα. Τῶν δʼ ἄλλων αἱ πλεῖσται τῶν ὀνομαζομένων ἑῷαι οἷον Πλειάδος καὶ Ὠρίωνος καὶ κυνός.
1.3 Τῶν δὲ λοιπῶν σημείων ἔνια μὲν ἴδια κατὰ πάσας χώρας ἐστὶν ἐν ὅσαις ὄρη ὑψηλὰ καὶ αὐλῶνές εἰσι, μάλιστα δὲ ὅσα πρὸς θάλασσαν καθήκει τῶν ὑψηλῶν· τῶν τε γὰρ πνευμάτων ἀρχομένων τὰ νέφη προσπίπτει πρὸς τοὺς τοιούτους τόπους καὶ μεθισταμένων εἰς τοὐναντίον ἀντιμεθίστανται καὶ ὑγρότερα γινόμενα διὰ βάρος εἰς τὰ κοῖλα συγκαθίζει. Διὸ δεῖ προσέχειν οὗ ἄν τις ἱδρυμένος ᾖ. Ἔστι γὰρ ἀεί τινα λαβεῖν τοιοῦτον γνώμονα καὶ ἔστι σαφέστατα σημεῖα τὰ ἀπὸ τούτων.
1.4 Διὸ καὶ ἀγαθοὶ γεγένηνται κατὰ τόπους τινὰς ἀστρονόμοι ἔνιοι οἷον Ματρικέτας ἐν Μηθύμνῃ ἀπὸ τοῦ Λεπετύμνου, καὶ Κλεόστρατος ἐν Τενέδῳ ἀπὸ τῆς Ἴδης, καὶ Φαεινὸς Ἀθήνῃσιν ἀπὸ τοῦ Λυκαβηττοῦ τὰ περὶ τὰς τροπὰς συνεῖδε, παρʼ οὗ Μέτων ἀκούσας τὸν τοῦ ἑνὸς δέοντα εἴκοσιν ἐνιαυτὸν συνέταξεν. Ἦν δὲ ὁ μὲν Φαεινὸς μέτοικος Ἀθήνησιν ὁ δὲ Μέτων Ἀθηεναῖος. Καὶ ἄλλοι δὲ τὸν τρόπον τοῦτον ἠστρολόγησαν.
1.5 Ἄλλα δέ ἐστι σημεῖα ἃ λαμβάνεται ἀπό τε ζώων τῶν κατʼ οἰκίαν καὶ ἑτέρων τινῶν τόπων καὶ παθημάτων, μάλιστα δὲ κυριώτατα ἀπὸ τοῦ ἡλίου καὶ τῆς σελήνης· ἡ γὰρ σελήνη νυκτὸς οἷον ἥλιός ἐστι· διὸ καὶ αἱ σύνοδοι τῶν μηνῶν χειμέριοί εἰσιν ὅτι ἀπολείπει τὸ φῶς τῆς σελήνης ἀπὸ τετράδος φθίνοντος μέχρι τετράδος ἱσταγͅ μένου. Ὥσπερ οὖν ἡλίου ἀπόλειψις γίνεται κατὰ τὸν ὅμοιον τρόπον καὶ τῆς σελήνης ἔκλειψις.
1.6 Δεῖ οὖν προσέχειν μάλιστα ταῖς ἀνατολαῖς ταῖς τούτων καὶ ταῖς δύσεσιν ὁποίας ἂν ποιῶνται τὸν βουλόμενον προγινώσκειν. Πρῶτον μὲν οὖν ληπτέον ὅτι αἱ διχοτομίαι διορίζουσι τὰς ὥρας ὥστε ἐπὶ τούτων δεῖ ἀθρεῖν καὶ ἐνιαυτὸν καὶ μῆνα καὶ ἡμέραν. Διχοτομεῖ δὲ τὸν μὲν ἐνιαυτὸν Πλείας τε δυομένη καὶ ἀνατέλλουσα· ἀπὸ γὰρ δύσεως μέχρι ἀνατολῆς τὸ ἥμισυ τοῦ ἐνιαυτοῦ ἐστίν. Ὥστε δίχα τέμνεται ὁ πᾶς χρόνος.
1.7 Ὁμοίως δὲ καὶ αἱ τροπαὶ καὶ ἰσημερίαι ποιοῦσιν. Οἵα τις ἂν οὖν ᾖ κατάστασις τοῦ ἀέρος Πλειάδος δυομένης οὕτω ἔχει ὡς ἐπὶ τὸ πολὺ μέχρι τροπῶν, κἂν μεταβάλλῃ, μετὰ κἀκεῖθεν ὡσαύτως μέχρι Πλειάδος, καὶ ἀπὸ ταύτης μέχρι τροπῶν θερινῶν, καὶ ἐντεῦθεν μέχρι ἰσημερίας, καὶ ἀπὸ ἰσημερίας μέχρι Πλειάδας δύσεως.
1.8 Ὡς δʼ αὕτως ἔχει καὶ περὶ τὸν μῆνα ἕκαστον· διχοτομοῦσι γὰρ αἵ τε πανσέληνοι καὶ αἱ ὀγδόαι καὶ αἱ τετράδες, ὥστε ἀπὸ νουμηνίας ὡς ἀπʼ ἀρχῆς δεῖ σκοπεῖν. Πταβάλλει γὰρ ὡς ἐπὶ τὸ πολὺ ἐν τῇ τετράδι, ἐὰν δὲ μὴ ἐν τῇ ὀγδόη, εἰ δὲ μὴ πανσελήνῳ· ἀπὸ δὲ πανσελήνου εἰς ὀγδόην φθίνοντος, καὶ ἀπὸ ταύτης εἰς τετράδα, ἀπὸ δὲ τετράδος εἰς τὴν νουμηνίαν.
1.9 Ὡς δʼ αὕτως καὶ ἐπὶ τῆς ἡμέρας ἔχουσιν αἱ μεταβολαὶ ὡς ἐπὶ τὸ πολύ. Ἀνατολὴ γὰρ καὶ πρωῒ καὶ μεσημβρία καὶ δείλη καὶ δύσις καὶ τὰ τῆς νυκτὸς μέρη τὰ ἀνάλογα ταὐτὸ ποιεῖ τοῖς εἰρημένοις περὶ πνευμάτων καὶ χειμῶνος καὶ εὐδίας. Μάλιστα γὰρ ἐὰν μέλλῃ μεταὁάλλειν ἐν ταῖς διχοτομίαις μεταβάλλει. Καθόλου μὲν οὖν τὰς ὥρας οὕτω δεῖ παρατηρεῖν, καθʼ ἕκαστα δὲ τῶν σημείων κατὰ τὸν ὑπογεγραμμένον τρόπον.
1.10 Ὕδατος μὲν οὖν σημεῖα τὰ τοιαῦτα δοκεῖ εἶναι. Ἐναργέστατον μὲν οὖν τὸ ἑωθινὸν ὅταν πρὸ ἡλίου ἀνατολῆς φαίνηται ἐπιφοινίσσον σημεῖον· ἢ γὰρ αὐθημερινὸν ἐπισημαίνει ἢ τριῶν ἡμερῶν ὡς ἐπὶ τὸ πολύ. Δηλοῖ δὲ καὶ τὰ ἄλλα σημεῖα· ἐὰν γὰρ μὴ πρότερον τριταῖα μάλιστα σημαίνει τὸ ἐπιφοινίσσον καὶ δύνοντος, ἧττον δὲ ἢ τὸ ἑωθινοῦ.
1.11 Καὶ ἐὰν δύνῃ χειμῶνος ἢ ἔαρος εἰς νεφέλιον τριῶν ἡμερῶν ὡς τὰ πολλὰ ἐπισημαίνει. Καὶ ἐὰν ῥάβδοι νοτόθεν, ταὐτὰ δὲ ταῦτα βορρᾶθεν γινόμενα ἀσθενέστερα. Καὶ ἐὰν ἀνίσχων μέλαν σημεῖον ἴσχῃ, καὶ ἐὰν ἐκ νεφελῶν ἀν ἐχῃ ὑδατικὸν, καὶ ἐὰν ἀκτῖνες ἀνίσχοντος ἀνατείνωσι πρὶν ἀνατεῖλαι κοινὸν ὕδατος σημεῖον καὶ ἀνέμου. Καὶ ἐὰν καταφερομένου τοῦ ἡλίου ὑφίστηται νέφος ὑφʼ οὗ ἐὰν σχίζωνταν αἱ ἀκτῖνες χειμερινὸν τὸ σημεῖον. Καὶ ὅταν καυματίας δύηται καὶ ἀνατέλλῃ, ἐὰν μὴ ἄνεμος γένηται ὕδατος τὸ σημεῖον.
1.12 Τὰ αὐτὰ δὲ σημαίνει καὶ σελήνη πανσελήνῳ ἀνίσχουσα, ἀσθενέστερα δὲ ὁ μείς. Ἐὰν μὲν ᾖ πυρώδης πνευματώδη σημαίνει τὸν μῆνα, ἐὰν δὲ ζοφώδης ὑδατώδη· σημαίνει δὲ ὅτι ἂν σημαίνῃ τριταῖος ὢν ὁ μείς.
1.13 Ἀστέρες πολλοὶ διᾴττοντες ὕδατος ἢ πνεύματος, καὶ ὅθεν ἂν διᾴττωσιν ἐντεῦθεν τὸ πνεῦμα ἢ τὸ ὕδωρ. Καὶ ἐὰν ἀκτῖνες ἀθρόαι ἀνίσχωσιν ἀνιόντος ἢ δύνοντος σημεῖον ὕδατος. Καὶ ὅταν ἀνίσχοντος τοῦ ἡλίου αἱ αὐγαὶ οἷον ἐκλείποντος χρῶμα ἴσχωσιν ὕδατος σημεῖον. Καὶ ὅταν νεφέλαι πόκοις ἐρίων ὅμοιαι ὦσιν ὕδωρ σημαίνει. Ὑετοῦ δὲ σημεῖα πομφόλυγες ἀνιστάμεναι πλείους ἐπὶ τῶν ποταμῶν ὕδωρ σημαίνουσι πολύ. Ὡς δʼ ἐπὶ τὸ πολὺ ἶρις περὶ λύχνον ἢ διὰ λύχνου διαφαινομένη νότια σημαίνει ὕδατα.
1.14 Καὶ οἱ μύκητες ἐὰν νότια ᾖ ὕδωρ σημαίνουσι, σημαίνουσι δὲ καὶ ἄνεμον κατὰ λόγον ὡς ἂν ἔχωσι πλήθους καὶ μεγέθους, σμικροὶ δὲ καὶ κεγχρώδεις καὶ λαμπροὶ ὕδωρ καὶ ἄνεμον. Καὶ ὅταν χειμῶνος τὴν φλόγα ὁ λύχνος ἀπωθῇ διαλιπὼν οἷον πομφόλυγας ὕδατος σημεῖον, καὶ ἐὰν πηδῶσιν αἱ ἀκτῖνες ἐπʼ αὐτὸν, καὶ ἐὰν σπινθῆρες ἐπιγένωνται.
1.15 Ὄρνιθες λουόμενοι μὴ ἐν ὕδατι βιοῦντες ὕδωρ ἢ χειμῶνας σημαίνουσι. Καὶ φρύνη λουομένη καὶ βάτραχοι μᾶλλον ᾄδοντες σημαίνουσιν ὕδωρ. Καὶ ἡ σαύρα φαινομένη ἣν καλοῦσι σαλαμάνδραν, ἔτι δὲ καὶ χλωρὸς βάτραχος ἐπὶ δένδρου ᾄδων ὕδωρ σημαίνει. Χελιδόνες τῇ γαστρὶ τύπτουσαι τὰς λίμνας ὕδωρ σημαίνουσι. Βοὺς τὴν προσθίαν ὁπλὴν λείξας χειμῶνα ἢ ὕδωρ σημαίνει.
1.16 Κορώνη ἐπὶ πέτρας κορυσσομένη ἣν κῦμα κατακλύζει ὕδωρ σημαίνει· καὶ κολυμβῶσα πολλάκις καὶ περιπετομένη ὕδωρ σημαίνει. Κόραξ πολλὰς μεταβάλλειν εἰωθὼς φωνὰς, τούτων ἐὰν ταχὺ δὶς φθέγξηται καὶ ἐπιρροιζήση καὶ τινάξῃ τὰ πτέρα ὕδωρ σημαίνει. Καὶ ἐὰν ὑετῶν ὄντων πολλὰς μεταβάλλῃ φωνὰς καὶ ἐὰν φθειρίζηται ἐπʼ ἐλαίας. Καὶ ἐάν τε εὐδίας ἐάν τε ὕδατος ὄντος μιμῆται τῇ φωνῇ οἷον σταλαγμοὺς ὕδωρ σημαίνει. Ἐάν τε κόρακες ἐάν τε κολοιοὶ ἄνω πέτωνται καὶ ἱερακίζωσιν ὕδωρ σημαίνουσι. Καὶ ἐὰν κόραξ εὐδίας μὴ τὴν εἰωθυῖαν φωνὴν ἴῃ καὶ ἐπιρροιβδῇ ὕδωρ σημαίνει.
1.17 Ἐὰν ἱέραξ ἐπὶ δένδρου καθεζόμενος καὶ εἴσω εἰσπετόμενος φθειρίζηται ὕδωρ σημαίνει. Καὶ θέρους ὅταν πολλοὶ ἀθρόοι φαυ νῶσιν ὄρνιθες οἳ βιοτεύουσιν ἐν νήσῳ ὕδωρ σημαίνουσιν· ἐὰν δὲ μέτριοι ἀγαθὸν αἰξὶ καὶ βοτοῖς, ἐὰν δὲ πολλοὶ ὑπερβολῇ αὐχμὸν ἰσχυρόν. Ὅλως δὲ ὄρνιθες καὶ ἀλεκτρυόνες φθειριζόμενοι ὑδατικὸν σημεῖον καὶ ὅταν μιμῶνται ὕδωρ ὡς ὗον.
1.18 Καὶ ἡ νῆττα ἥμερος ἐὰν ὑπιοῦσα ὑπὸ τὰ γεῖσα ἀποπτερυγίζηται ὕδωρ σημαίνει, ὁμοίως δὲ καὶ κολοιοὶ καὶ ἀλεκτρυόνες ἐάν τε ἐπὶ λίμνῃ ἢ θαλάττῃ ἀποπτερυγίζωνται ὡς νῆττα ὕδωρ σημαίνει. Καὶ ἐρωδιὸς ὄρθριον φθεγγόμενος ὕδωρ ἢ πνεῦμα σημαίνει· καὶ ἐὰν ἐπὶ θάλατταν πετόμενος βοᾷ μᾶλλον ὕδατος σημεῖον ἢ πνεύματος, καὶ ὅλως βοῶν ἀνεμῶδες.
1.19 Καὶ ὁ σπίνος ἐν οἰκίᾳ οἰκουμένῃ ἐὰν φθέγξηται ἕωθεν ὕδωρ σημαίνει ἢ χειμῶνα. Καὶ χύτρα σπινθηρίζουσα πᾶσα περίπλεως ὕδατος σημεῖον. Καὶ ἴουλοι πολλοὶ πρὸς τοῖχον ἕρποντες ὑδατκόν. Δελφὶς παρὰ γῆν κολυμβῶν καὶ ἀναδυόμενος πυκνὰ ὕδωρ ἢ χειμῶνα σημαίνει.
1.20 Ὕμηττος ἐλάττων, ἄνυδρος καλούμενος, ἐὰν τῷ κοίλῳ νεφέλιον ἔχῃ ὕδατος σημεῖον· καὶ ἐὰν ὁ μέγας Ὕμηττος τοῦ θέρους ἔχῃ νεοφέλας ἄνωθεν καὶ ἐκ πλαγίου ὕδατος σημεῖον. Καὶ ἐὰν ὁ ἄνυδρος Ὕμηττος λευκὰς ἔχῃ ἄνωθεν καὶ ἐκ πλαγίου. Καὶ ἐὰν περὶ ἰσημερίαν λὶψ πνεύσῃ ὕδωρ σημαίνει.
1.21 Αἱ δὲ βρονταὶ αἱ μὲν χειμεριναὶ καὶ ἑωθιναὶ μᾶλλον ἄνεμον ἢ ὕδωρ σημαίνουσιν· αἱ δὲ θεριναὶ μεσημβρίας καὶ ἑσπεριναὶ βρονταὶ ὑδατικὸν σημεῖον. Ἀστραπαὶ δὲ ἐάν γε πανταχόθεν γένωνται ὕδατος ἂν ἢ ἀνέμου σημεῖον, καὶ ἑσπεριναὶ ὡσαύτως. Καὶ ἐὰν ἀκρωρίας νότου πνέοντος νοτόθεν ἀστράψῃ ὕδωρ σημαίνει ἢ ἄνεμον. Καὶ ζέφυρος ἀστράπτων πρὸς βορείου ἢ χειμῶνα ἢ ὕδωρ σημαίνει. Καὶ θέρους αἰ ἑσπέριαι ἀστραπαὶ ὕδωρ αὐτίκα σημαίνουσιν ἢ τριῶν ἡμερῶν. Καὶ ὀπώρας βορρᾶθεν ἀστραπαὶ ὑδατικὸν σημεῖον.
1.22 Ἡ Εὔβοια ὅταν διαζωσθῇ μέση ὕδωρ διὰ ταχέων. Καὶ ἐὰν ἐπὶ τὸ Πήλιον νε͂ φέλη προσίζῃ ὅθεν ἂν προσίζῃ ἐντεῦθεν ὕδωρ ἢ ἄνεμον σημαίνει. Ὅταν ἶρις γένηται ἐπισημαίνει· ἐάν τε πολλαὶ ἴριδες γένωνται σημαίνει ὕδωρ ἐπὶ πολύ. Ἀλλὰ πολλάκις καὶ οἱ ὀξεῖς ἥλιοι ὅταν ἐκ νεφέλης. Πύρμηκες ἐν κοίλῳ χωρίῳ ἐὰν τὰ ὠὰ ἐκφέρωσιν ἐκ τῆς μυρμηκιᾶς ἐπὶ τὸ ὑψηλὸν χωρίον ὕδωρ σημαίνουσιν, ἐὰν δὲ καταφέρωσιν εὐδίαν. Ἐὰν παρήλιοι δύο γένωνται καὶ ὁ μὲν νοτόθεν ὁ δὲ βορρᾶθεν, καὶ ἅλως ἅμα ὕδωρ διὰ ταχέων σημαίνουσι. Καὶ ἅλως αἱ μέλαιναι ὑδατικὸν καὶ μᾶλλον αἱ δείλης.
1.23 Ἐν τῷ καρκίνῳ δύο ἀστέρες εἰσὶν, οἱ καλούμενοι ὄνοι, ὧν τὸ μεταξὺ τὸ νεφέλιον ἡ φάτνη καλουμένη. Τοῦτο ἐὰν ζοφῶδες γένηται ὑδατικόν. Ἐὰν μὴ ἐπὶ κυνὶ ὕσῃ ἢ ἐπὶ Ἀρκτούρῳ ὡς ἐπὶ τὸ πολὺ πρὸς ἰσημερίαν ὕδωρ ἢ ἄνεμος. Καὶ τὸ δημόσιον τὸ περὶ τὰς μυίας λεγόμενον ἀληθές· ὅταν γὰρ δάκνωσι σφόδρα ὕδατος σημεῖον. Σπίνος φθεγγόμενος ἕωθεν μὲν ὕδωρ σημαίνει ἢ χειμῶνα, δείλης δὲ ὕδωρ.
1.24 Τῆς δὲ νυκτὸς ὅταν τὸν Ὕμηττον κάτωθεν τῶν ἄκρων νεφέλη διαζώσῃ λευκὴ καὶ μακρὰ ὕδωρ γίνεται ὡς τὰ πολλὰ μετρίων ἡμερῶν. Καὶ ἐὰν ἐν Αἰγίνῃ καὶ ἐπὶ τοῦ Διὸς τοῦ Ἑλλανίου νεφέλη καθίζηται ὡς τὰ πολλὰ ὕδωρ γίνεται. Ἐὰν ὕδατα πολλὰ γίνηται χειμερινὰ τὸ ἔαρ ὡς τὰ πολλὰ γίνεται αὐχμηρόν· ἐὰν δʼ αὐχμηρὸς ὁ χειμῶν τὸ ἔαρ ὑδατῶδες. Ὅταν χιόνες πολλαὶ γίνωνται ὡς τὰ πολλὰ εὐετηρία γίνεται.
1.25 Φασὶ δέ τινες καὶ εἰ ἐν ἄστρασι ἄνθραξι corr. λαμπρὰ χάλαζα ἐπιφαίνηται χάλαζαν προσημαίνειν ὡς τὰ πολλά· ἐὰν δὲ ὥσπερ κέγχροι μικροὶ λαμπροὶ πολλοὶ, ἀνέμου μὲν ὄντος εὐδίαν, μὴ ἀνέμου δὲ ὕδωρ ἢ ἄνεμον. Ἔστι δʼ ἄμεινον πρῶτον γίνεσθαι βόρειον ὕδωρ νοτίου καὶ τοῖς φυομένοις καὶ τοῖς ζώοις· δεῖ δὲ γλυκὺ εἶναι καὶ μὴ ἁλμυρὸν τοῖς γευομένοις. Καὶ ὅλως ἔτος βέλτιον νοτίου βόρειον καὶ ὑγιεινότερον. Καὶ ὅταν πάλιν ὀχεύωνται πρόβατα ἢ αἶγες χειμῶνος μακροῦ σημεῖον.

2.1 Ὕδατος μὲν οὖν ταῦτα λέγεται σημεῖα· ἀνέμου δὲ καὶ πνευμάτων τάδε. Ἀνατέλλων ὁ ἥλιος καυματίας κἂν μὴ ἀποστίλβῃ ἀνεμῶδες τὸ σημεῖον· καὶ ἐὰν κοῖλος φαίνηται ὁ ἥλιος ἀνέμου ἢ ὕδατος τὸ σημεῖον. Καὶ ἐὰν ἐπὶ πολλὰς ἡμέρας καυματίας αὐ- χμοὺς καὶ ἀνέμους πολυχρονίους σημαίνει. Ἐὰν αἱ ἀκτῖνες αἱ μὲν πρὸς βορρᾶν αἱ δὲ πρὸς νότον σχίζωνται τούτου μέσου ὄντος κατʼ ὄρθρον κοινὸν ὕδατος καὶ ἀνέ- μου σημεῖόν ἐστιν.
2.2 Ἔστι δὲ σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ τὰ μὲν μέλανα ὕδατος τὰ δʼ ἐρυθρὰ πνεύματος. Ἐὰν δὲ καὶ ὁ μεὶς βορείου ὄντος ὀρθὸς εἱστήκῃ ζέ- φυροι εἰώθασιν ἐπιπνεῖν καὶ ὁ μὴν χειμερινὸς διατελεῖ. Ὅταν μὲν ἡ κεραία ἡ ἄνω τοῦ μηνὸς ἐπικύπτῃ βό- ρειος ὁ μείς· ὅταν δʼ ἡ κάτωθεν νότιος· ἐὰν δʼ ὀρθὸς καὶ μὴ καλῶς ἐγκεκλιμένος μέχρι τετράδος καὶ εὔκυκλος εἴωθε χειμάζειν μέχρι διχομηνίας. Σημαίνει ζοφώδης μὲν ὢν ὕδωρ πυρώδης δὲ πνεῦμα.
2.3 Αἴθυιαι καὶ νῆτται πτερυγίζουσαι καὶ ἄγριαι καὶ τιθασσαὶ ὕδωρ μὲν σημαίνουσι δυόμεναι, πτερυγίζουσαι δὲ ἄνεμον. Οἱ κέπφοι εὐδίας οὔσης ὅποι ἂν πέτωνται ἄνεμον προ- σημαίνουσι. Στρουθοὶ χειμῶνος ἀφʼ ἑσπέρας θορυ- βοῦντες ἢ ἀνέμου μεταβολὴν σημαίνουσιν ἢ ὕδωρ ὑέτιον. Ἐρωδιὸς ἀπὸ θαλάσσης πετόμενος καὶ βοῶν πνεύματος σημεῖόν ἐστι· καὶ ὅλως βοῶν μέγα ἀνεμώ- δης.
2.4 Κύων κυλινδούμενος χαμαὶ μέγεθος ἀνέμου σημαίνει. Ἀράχνια πολλὰ φερόμενα πνεῦμα ἢ χεμῶνα σημαίνει. Ἡ ἄμπωτις βόρειον πνεῦμα σημαίνει, πλημμύρα δὲ νότιον. Ἐὰν μὲν γὰρ ἐκ βορείων πλημμύρα ἥκῃ εἰς νότιον μεταβάλλει, ἐὰν δʼ ἐκ νοτίων ἄμπωτις γίνηται εἰς βόρειον μεταβάλλει. Θάλασσα οἰδοῦσα καὶ ἀκταὶ βοῶσαι καὶ αἰγιαλὸς ἠχῶν ἀνεμά̓ης. Καὶ ὁ μὲν βορέας λήγων ἐλάττων ὁ δὲ νότος ἀρχόμενος. Παρήλιος ὁπόθεν ἂν ᾖ ὕδωρ ἢ ἀνέμον σημαίνει.
2.5 Ἡ πέμπτη καὶ δεκάτη ἀπὸ τροπῶν τῶν χειμερινῶν ὡς τὰ πολλὰ νότιος. Βορείων δὲ γι- νομένων ξηραίνει πάντα, νοτίων δὲ ὑγραίνει. Ἐὰν δὲ νοτίων ὄντων ψοφῇ τι τῶν κεκολλημένων εἰς τὰ νότια σημαίνει τὴν μεταβολήν· ἐὰν δὲ πόδες οἰδῶσι νοτία ἡ μεταβολή. Τὸ δὲ αὐτὸ σημεῖον καὶ ἐκνεφίου. Καὶ ὀδαξῶν τὸν δεξιὸν ἐχῖνος ὁ χερσαῖος σημαντικόν· ποιεῖται δὲ δύο ὀπὰς ὅπου ἂν οἰκῇ, τὴν μὲν πρὸς βορρᾶν τὴν δὲ νοτόθεν· ὁποτέραν δʼ ἂν ἀποφράττῃ ἐντεῦθεν πνεῦμα σημαίνει, ἐὰν δʼ ἀμφοτέρας ἀνέμου μέγεθος.
2.6 Ἐὰν ὄρος πρὸς βορρᾷ ἄνεμον προσημαίνει. Ἐὰν ἐν θαλάττῃ ἐξαίφνης πνεύματος γαλήνη γίνηται μετα- βολὴν πνεύματος ἢ ἐπίδοσιν. Ἐὰν ἄκραι μτέωροι φαίνονται ἢ καὶ νῆσοι ἐκ μιᾶς πλείους νοτίαν μεταβο- λὴν σημαίνει· γῆ τε μέλαινα ὑποφαινομένη βόρειον λευκὴ δὲ νότιον. Αἱ ἄλωνες περὶ τὴν σελήνην πνευματώδεις μᾶλλον ἢ περὶ ἥλιον· σημαίνουσι δὲ πνεῦμα ῥαγεῖσαι περὶ ἄμφω, καὶ ᾗ ἂν ῥαγῇ ταύτῃ πνεῦμα. Ἐπινεφέλων ὅθεν ἂν ἀνατέλληται ἐντεῦθεν ἄνεμος. Αἱ κηλάδες νεφέλαι θέρους ἄνεμον σημαίνουσι.
2.7 Ἐὰν ἀστραπὴ παταχόθεν γίνηται ὕδωρ σημαίνει, καὶ ὅθεν ἂν αἱ ἀστραπαὶ πυκναὶ γίνωνται ἐντεῦθεν πνεύματα γίνεται. Θέρους ὅθεν ἂν ἀστραπαὶ καὶ βρονταὶ γίνωνται ἐντεῦθεν πνεύματα γίνεται ἰσχυρά· ἐὰν μὲν σφόδρα καὶ ἰσχυρὸν ἀστράπτῃ θᾶττον καὶ σφοδρότερον πνεύσουσιν, ἐὰν δ' ἠρέμα καὶ μανῶς κατ' παύουσι γὰρ τὰ πνεύματα αἱ ἀστραπαί· καὶ ὅσῳ ἂν ἰσχυρότεραι γίνωνται ἀστραπαὶ καὶ βρονταὶ τοσούτῳ μᾶλλον παύονται· τοῦ δʼ ἔαρος ἧττον ἂν ταὐτὰ σημεῖα λέγω, ὥσπερ καὶ χειμῶνος.
2.8 Ἐὰν νότου πνέοντος βορρᾶθεν ἀστράπτῃ παύεται· ἐὰν ἕωθεν ἀστράπτῃ εἴωθε παύεσθαι τριταῖος, οἱ δὲ ἄλλοι πεμπταῖοι ἑβδομαῖοι ἐναταῖοι, οἱ δὲ δειλινοὶ ταχὺ παύονται. Οἱ βορέαι παύονται ὡς ἐπὶ τὸ πολὺ ἐν περιτταῖς οἱ δὲ νότοι ἐν ἀρτίαις. Ἄνεμοι αἴρονται ἁμʼ ἡλίῳ ἀνατέλλοντι καὶ σελήνῃ. Ἐὰν ἀνατέλλων ὁ ἥλιος καὶ σελήνη μὴ παύσωσιν ἐπιτείνει τὰ πνεύματα· χρονιώτερα δὲ καὶ ἰσχυρότερα τὰ πνεύματα γίνεται τὰ ἡμέρας ἢ νύκτωρ ἀρχόμενα.
2.9 Ἐὰν ἐτησίαι πολὺν χρόνον πνεύσωσι καὶ μετόπωρον γένηται ἀνεμῶδες ὁ χειμὼν νήνεμος γίνεται, ἐὰν δʼ ἐναντίως καὶ ὁ χειμὼν ἐναντίος. Πρὸς κορυφῆς ὄρους ὁπόθεν ἂν νεφέλη μηκύνηται ταύτῃ ἄνεμος πνευσοῦνται. Αἱ νεφέλαι ἐκ τῶν ὄπισθεν προσίζουσαι καὶ ὄπισθεν πνευσοῦνται. Ἄθως μέσος διεζευγμένος νότιος καὶ ὅλως τὰ ὄρη διεζωσμένα νότια ὡς τὰ πολλά. Οἱ κομῆται ἀστέρες ὡς τὰ πολλὰ πνεύματα σημαίνουσιν, ἐὰν δὲ πολλοὶ καὶ αὐχμόν. Μετὰ χιόνα νότος, μετὰ πάχνην βορέας εἴωθε πνεῖν. Μύκητες ἐπὶ λύχνου νότιον πνεῦμα ἢ ὕδωρ σημαίνουσιν.
2.10 Αἱ δὲ στάσεις τῶν πνευμάτων οὕτως ἔχουσιν ὡς ἐν τῷ γράμματι διώρισται. Τῶν δʼ ἀνέμων ἔτι πνέουσι τοῖς ἄλλοις ἐπιπίπτουσι μάλιστα ἀπαρκτίας, θρακίας, ἀργέστης. Ὅταν δὲ μὴ ὑπʼ ἀλλήλων διαλύωνται τὰ πνεύματα ἀλλʼ αὐτὰ καταμαρανθῶσι μεταβάλλουσιν εἰς τοὺς ἐχομένους ἐπὶ δεξιὰ ὥσπερ ἡ τοῦ ἡλίου ἔχει φορά. Ὁ νότος ἀρχόμενος ξηρὸς τελευτῶν δὲ ὑγρός. Καὶ ὁ εὖρος. Ὁ δʼ ἀπηλιώτης ἀπὸ ἀνατολῆς ἰσημερινῆς ὑδατώδης· διὰ λεπτῶν δὲ ἄγει τὰ ὕδατα.
2.11 Ὑγροὶ δὲ μάλιστα ὅ τε καικίας καὶ λίψ· χαλαζώδης δʼ ἀπαρκτίας καὶ θρακίας καὶ ἀργέστης· νιφετώδης δὲ ὅ τε μέσης ἢ βορέας καὶ ἀπαρκτίας· καυματώδης δὲ νότος καὶ ζέφυρος καὶ εὖρος· οἱ μὲν οἷς ἂν ἐκ πελάγους προσπίπτωσιν οἱ δὲ οἷς ἂν διὰ γῆς. Δασύνουσι δʼ οὐρανὸν νέφεσι καὶ καλύπτουσι καικίας μάλιστα εἶτα λίψ. Καὶ οἱ μὲν ἄλλοι ἄνεμοι ἀφ' ἑαυτῶν τὰ νέφη ὠθοῦσι καικίας δὲ μόνος πνέων εἰς ἑαυτόν. Αἴθριοι δὲ μάλιστα θρακίας καὶ ἀργέστης καὶ τῶν λοιπῶν ἀπαρκτίας· ἐκνεφίαι δὲ μάλιστα ὅ τε ἀπαρκτίας καὶ ὁ θρακίας καὶ ὁ ἀργέστης.
2.12 Γίνονται δὲ ἐκνεφίαι ὅταν εἰς ἀλλήλους ἐμπίπτωσι πνέοντες μάλιστα μὲν μετοπώρου τῶν δὲ λοιπῶν ἔαρος. Ἀστραπαῖος δὲ θρακίας καὶ ἀργέστης καὶ ἀπαρκτίας καὶ μέσης. Ἐὰν ἐν τῇ θαλάττῃ πάπποι φέρωνται πολλοὶ οἱ γινόμενοι ἀπὸ τῶν ἀκανθῶν ἄνεμον σημαίνουσιν ἔσεσθαι μέγαν. Ὅθεν ἂν ἀστέρες διᾴττωσι πολλοὶ ἄνεμον ἐντεῦθεν· ἐὰν δὲ πανταχόθεν ὁμοίως πολλὰ πνεύματα σημαίνουσι· πευμάτων μὲν οὖν σημεῖα ταῦτα.
2.26 Ὕδατος μὲν οὖν ταῦτα λέγεται σημεῖα· ἀνέμου δὲ καὶ πνευμάτων τάδε. Ἀνατέλλων ὁ ἥλιος καυματίας κἂν μὴ ἀποστίλβῃ ἀνεμῶδες τὸ σημεῖον· καὶ ἐὰν κοῖλος φαίνηται ὁ ἥλιος ἀνέμου ἢ ὕδατος τὸ σημεῖον. Καὶ ἐὰν ἐπὶ πολλὰς ἡμέρας καυματίας αὐ- χμοὺς καὶ ἀνέμους πολυχρονίους σημαίνει. Ἐὰν αἱ ἀκτῖνες αἱ μὲν πρὸς βορρᾶν αἱ δὲ πρὸς νότον σχίζωνται τούτου μέσου ὄντος κατʼ ὄρθρον κοινὸν ὕδατος καὶ ἀνέ- μου σημεῖόν ἐστιν.
2.27 Ἔστι δὲ σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ τὰ μὲν μέλανα ὕδατος τὰ δʼ ἐρυθρὰ πνεύματος. Ἐὰν δὲ καὶ ὁ μεὶς βορείου ὄντος ὀρθὸς εἱστήκῃ ζέ- φυροι εἰώθασιν ἐπιπνεῖν καὶ ὁ μὴν χειμερινὸς διατελεῖ. Ὅταν μὲν ἡ κεραία ἡ ἄνω τοῦ μηνὸς ἐπικύπτῃ βό- ρειος ὁ μείς· ὅταν δʼ ἡ κάτωθεν νότιος· ἐὰν δʼ ὀρθὸς καὶ μὴ καλῶς ἐγκεκλιμένος μέχρι τετράδος καὶ εὔκυκλος εἴωθε χειμάζειν μέχρι διχομηνίας. Σημαίνει ζοφώδης μὲν ὢν ὕδωρ πυρώδης δὲ πνεῦμα.
2.28 Αἴθυιαι καὶ νῆτται πτερυγίζουσαι καὶ ἄγριαι καὶ τιθασσαὶ ὕδωρ μὲν σημαίνουσι δυόμεναι, πτερυγίζουσαι δὲ ἄνεμον. Οἱ κέπφοι εὐδίας οὔσης ὅποι ἂν πέτωνται ἄνεμον προ- σημαίνουσι. Στρουθοὶ χειμῶνος ἀφʼ ἑσπέρας θορυ- βοῦντες ἢ ἀνέμου μεταβολὴν σημαίνουσιν ἢ ὕδωρ ὑέτιον. Ἐρωδιὸς ἀπὸ θαλάσσης πετόμενος καὶ βοῶν πνεύματος σημεῖόν ἐστι· καὶ ὅλως βοῶν μέγα ἀνεμώ- δης.
2.29 Κύων κυλινδούμενος χαμαὶ μέγεθος ἀνέμου σημαίνει. Ἀράχνια πολλὰ φερόμενα πνεῦμα ἢ χεμῶνα σημαίνει. Ἡ ἄμπωτις βόρειον πνεῦμα σημαίνει, πλημμύρα δὲ νότιον. Ἐὰν μὲν γὰρ ἐκ βορείων πλημμύρα ἥκῃ εἰς νότιον μεταβάλλει, ἐὰν δʼ ἐκ νοτίων ἄμπωτις γίνηται εἰς βόρειον μεταβάλλει. Θάλασσα οἰδοῦσα καὶ ἀκταὶ βοῶσαι καὶ αἰγιαλὸς ἠχῶν ἀνεμά̓ης. Καὶ ὁ μὲν βορέας λήγων ἐλάττων ὁ δὲ νότος ἀρχόμενος. Παρήλιος ὁπόθεν ἂν ᾖ ὕδωρ ἢ ἀνέμον σημαίνει.
2.30 Ἡ πέμπτη καὶ δεκάτη ἀπὸ τροπῶν τῶν χειμερινῶν ὡς τὰ πολλὰ νότιος. Βορείων δὲ γι- νομένων ξηραίνει πάντα, νοτίων δὲ ὑγραίνει. Ἐὰν δὲ νοτίων ὄντων ψοφῇ τι τῶν κεκολλημένων εἰς τὰ νότια σημαίνει τὴν μεταβολήν· ἐὰν δὲ πόδες οἰδῶσι νοτία ἡ μεταβολή. Τὸ δὲ αὐτὸ σημεῖον καὶ ἐκνεφίου. Καὶ ὀδαξῶν τὸν δεξιὸν ἐχῖνος ὁ χερσαῖος σημαντικόν· ποιεῖται δὲ δύο ὀπὰς ὅπου ἂν οἰκῇ, τὴν μὲν πρὸς βορρᾶν τὴν δὲ νοτόθεν· ὁποτέραν δʼ ἂν ἀποφράττῃ ἐντεῦθεν πνεῦμα σημαίνει, ἐὰν δʼ ἀμφοτέρας ἀνέμου μέγεθος.
2.31 Ἐὰν ὄρος πρὸς βορρᾷ ἄνεμον προσημαίνει. Ἐὰν ἐν θαλάττῃ ἐξαίφνης πνεύματος γαλήνη γίνηται μετα- βολὴν πνεύματος ἢ ἐπίδοσιν. Ἐὰν ἄκραι μτέωροι φαίνονται ἢ καὶ νῆσοι ἐκ μιᾶς πλείους νοτίαν μεταβο- λὴν σημαίνει· γῆ τε μέλαινα ὑποφαινομένη βόρειον λευκὴ δὲ νότιον. Αἱ ἄλωνες περὶ τὴν σελήνην πνευματώδεις μᾶλλον ἢ περὶ ἥλιον· σημαίνουσι δὲ πνεῦμα ῥαγεῖσαι περὶ ἄμφω, καὶ ᾗ ἂν ῥαγῇ ταύτῃ πνεῦμα. Ἐπινεφέλων ὅθεν ἂν ἀνατέλληται ἐντεῦθεν ἄνεμος. Αἱ κηλάδες νεφέλαι θέρους ἄνεμον σημαίνουσι.
2.32 Ἐὰν ἀστραπὴ παταχόθεν γίνηται ὕδωρ σημαίνει, καὶ ὅθεν ἂν αἱ ἀστραπαὶ πυκναὶ γίνωνται ἐντεῦθεν πνεύματα γίνεται. Θέρους ὅθεν ἂν ἀστραπαὶ καὶ βρονταὶ γίνωνται ἐντεῦθεν πνεύματα γίνεται ἰσχυρά· ἐὰν μὲν σφόδρα καὶ ἰσχυρὸν ἀστράπτῃ θᾶττον καὶ σφοδρότερον πνεύσουσιν, ἐὰν δ' ἠρέμα καὶ μανῶς κατ' παύουσι γὰρ τὰ πνεύματα αἱ ἀστραπαί· καὶ ὅσῳ ἂν ἰσχυρότεραι γίνωνται ἀστραπαὶ καὶ βρονταὶ τοσούτῳ μᾶλλον παύονται· τοῦ δʼ ἔαρος ἧττον ἂν ταὐτὰ σημεῖα λέγω, ὥσπερ καὶ χειμῶνος.
2.33 Ἐὰν νότου πνέοντος βορρᾶθεν ἀστράπτῃ παύεται· ἐὰν ἕωθεν ἀστράπτῃ εἴωθε παύεσθαι τριταῖος, οἱ δὲ ἄλλοι πεμπταῖοι ἑβδομαῖοι ἐναταῖοι, οἱ δὲ δειλινοὶ ταχὺ παύονται. Οἱ βορέαι παύονται ὡς ἐπὶ τὸ πολὺ ἐν περιτταῖς οἱ δὲ νότοι ἐν ἀρτίαις. Ἄνεμοι αἴρονται ἁμʼ ἡλίῳ ἀνατέλλοντι καὶ σελήνῃ. Ἐὰν ἀνατέλλων ὁ ἥλιος καὶ σελήνη μὴ παύσωσιν ἐπιτείνει τὰ πνεύματα· χρονιώτερα δὲ καὶ ἰσχυρότερα τὰ πνεύματα γίνεται τὰ ἡμέρας ἢ νύκτωρ ἀρχόμενα.
2.34 Ἐὰν ἐτησίαι πολὺν χρόνον πνεύσωσι καὶ μετόπωρον γένηται ἀνεμῶδες ὁ χειμὼν νήνεμος γίνεται, ἐὰν δʼ ἐναντίως καὶ ὁ χειμὼν ἐναντίος. Πρὸς κορυφῆς ὄρους ὁπόθεν ἂν νεφέλη μηκύνηται ταύτῃ ἄνεμος πνευσοῦνται. Αἱ νεφέλαι ἐκ τῶν ὄπισθεν προσίζουσαι καὶ ὄπισθεν πνευσοῦνται. Ἄθως μέσος διεζευγμένος νότιος καὶ ὅλως τὰ ὄρη διεζωσμένα νότια ὡς τὰ πολλά. Οἱ κομῆται ἀστέρες ὡς τὰ πολλὰ πνεύματα σημαίνουσιν, ἐὰν δὲ πολλοὶ καὶ αὐχμόν. Μετὰ χιόνα νότος, μετὰ πάχνην βορέας εἴωθε πνεῖν. Μύκητες ἐπὶ λύχνου νότιον πνεῦμα ἢ ὕδωρ σημαίνουσιν.
2.35 Αἱ δὲ στάσεις τῶν πνευμάτων οὕτως ἔχουσιν ὡς ἐν τῷ γράμματι διώρισται. Τῶν δʼ ἀνέμων ἔτι πνέουσι τοῖς ἄλλοις ἐπιπίπτουσι μάλιστα ἀπαρκτίας, θρακίας, ἀργέστης. Ὅταν δὲ μὴ ὑπʼ ἀλλήλων διαλύωνται τὰ πνεύματα ἀλλʼ αὐτὰ καταμαρανθῶσι μεταβάλλουσιν εἰς τοὺς ἐχομένους ἐπὶ δεξιὰ ὥσπερ ἡ τοῦ ἡλίου ἔχει φορά. Ὁ νότος ἀρχόμενος ξηρὸς τελευτῶν δὲ ὑγρός. Καὶ ὁ εὖρος. Ὁ δʼ ἀπηλιώτης ἀπὸ ἀνατολῆς ἰσημερινῆς ὑδατώδης· διὰ λεπτῶν δὲ ἄγει τὰ ὕδατα.
2.36 Ὑγροὶ δὲ μάλιστα ὅ τε καικίας καὶ λίψ· χαλαζώδης δʼ ἀπαρκτίας καὶ θρακίας καὶ ἀργέστης· νιφετώδης δὲ ὅ τε μέσης ἢ βορέας καὶ ἀπαρκτίας· καυματώδης δὲ νότος καὶ ζέφυρος καὶ εὖρος· οἱ μὲν οἷς ἂν ἐκ πελάγους προσπίπτωσιν οἱ δὲ οἷς ἂν διὰ γῆς. Δασύνουσι δʼ οὐρανὸν νέφεσι καὶ καλύπτουσι καικίας μάλιστα εἶτα λίψ. Καὶ οἱ μὲν ἄλλοι ἄνεμοι ἀφ' ἑαυτῶν τὰ νέφη ὠθοῦσι καικίας δὲ μόνος πνέων εἰς ἑαυτόν. Αἴθριοι δὲ μάλιστα θρακίας καὶ ἀργέστης καὶ τῶν λοιπῶν ἀπαρκτίας· ἐκνεφίαι δὲ μάλιστα ὅ τε ἀπαρκτίας καὶ ὁ θρακίας καὶ ὁ ἀργέστης.
2.37 Γίνονται δὲ ἐκνεφίαι ὅταν εἰς ἀλλήλους ἐμπίπτωσι πνέοντες μάλιστα μὲν μετοπώρου τῶν δὲ λοιπῶν ἔαρος. Ἀστραπαῖος δὲ θρακίας καὶ ἀργέστης καὶ ἀπαρκτίας καὶ μέσης. Ἐὰν ἐν τῇ θαλάττῃ πάπποι φέρωνται πολλοὶ οἱ γινόμενοι ἀπὸ τῶν ἀκανθῶν ἄνεμον σημαίνουσιν ἔσεσθαι μέγαν. Ὅθεν ἂν ἀστέρες διᾴττωσι πολλοὶ ἄνεμον ἐντεῦθεν· ἐὰν δὲ πανταχόθεν ὁμοίως πολλὰ πνεύματα σημαίνουσι· πευμάτων μὲν οὖν σημεῖα ταῦτα.
3.1 Χειμῶνος δὲ τάδε. Ἥλιος δυόμενος εἰς μὴ καθαρόν. Καὶ ὡς ἂν μερισθῇ δυόμενος οὕτως αἱ ἡμέραι ἐπιτελοῦνται. Οἷον εἰ τὸ τρίτον μέρος ἀπολειφθείη ἢ τὸ ἥμισυ. Τὸ σελήνιον ἐὰν ὀρθὸν ᾖ μέχρι τετράδος καὶ εἰ εὔκυκλον χειμάσει μέχρι διχοτόμου· γέρανοι ἐὰν πρωῒ πέτωνται καὶ ἀθρόοι πρωῒ χειμάσει, ἐὰν δὲ ὀψὲ καὶ πολὺν χρόνον ὀψὲ χειμάσει. Καὶ ἐὰν ὑποστραφῶσι πετόμενοι χειμῶνα σημαίνουσι.
3.2 Χῆνες βοῶντες μᾶλλον ἢ περὶ σῖτον μαχόμενοι χειμέριον. Σπίνος στρουθὸς σπίζων ἕωθεν χειμέριον. Ὄρχιλος ὡς εἰσιὼν καὶ εἰσδυόμενος εἰς ὀπὰς χειμῶνα σημαίνοσι καὶ ἐριθεὺς ὡσαύτως. Κορώνη ἐὰν ταχὺ δὶς κρώζῃ καὶ τρίτον χειμερίᾳ. Καὶ κορώνη καὶ κόραξ καὶ κολοιὸς ὀψὲ ιἄδοντες χειμέριοι. Στρουθὸς ἐὰν λευκὸς ἢ χελιδὼν ἢ ἄλλο τι τῶν μὴ εἰωθότων λευκῶν χειμῶνα μέγαν σημαίνουσιν, ὥσπερ καὶ μέλανες ἐὰν πολλοὶ φανῶσιν ὕδωρ.
3.3 Καὶ ἐὰν ἐκ πελάγους ὄρνιθες φεύγωσι χειμῶνα σημαίνουσι. Καὶ σπίνος ἐν οἰκίᾳ οἰκουμένῃ φθεγγόμενος χειμέριον. Ὅσα ὕδωρ σημαίνει χει- μῶνα ἄγει, ἐὰν μὴ ὕδωρ χιόνα καὶ χειμῶνα. Κόραξ φωνὰς πολλὰς μεταβάλλων χειμῶνος χειμέριον. οἰοιοῖ ἐκ τοῦ νότου πετόμενοι καὶ τευθίδες χειμέριαι. Φωνὴ ἐν λιμένι ἀποψοφοῦσα καὶ πολύπλοκον ἠχοῦσα χειμέριον. Καὶ οἱ πνεύμονες οἱ θαλάττιοι ἐὰν πολλοὶ φαίνωνται ἐν τῷ πελάγει χειμερινοῦ ἔτους σημεῖον. Πρόβατα ἐὰν πρωῒ ὀχεύηται πρώϊον χειμῶνα σημαίνουσι.
3.4 Μετοπώρῳ ἐὰν πρόβατα ἢ βόες ὀρύττωσι καὶ κοιμῶνται ἀθρόοι πρὸς ἀλλήλους ἔχοντες τὰς κεφαλὰς τὸν χειμῶνα χειμέριον σημαίνει. Ἐν δὲ τῷ Πόντῳ φασὶν ὅταν Ἀρκτοῦρος ἀνατείλῃ * θᾶττον ἐναντίους τῷ βορρᾷ νέμεσθαι. Βόες μᾶλλον ἐσθίοντες τοῦ εἰωθότος καὶ ἐπὶ τὸ δεξιὸν κατακλινόμενοι χειμέριον. Καὶ ὦτα κρούων ὄνος χειμέριον· καὶ μαχόμενα πρόβατα καὶ ὄρνιθες περὶ σίτου παρὰ τὸ ἔθος· πρπαρααευάζονται γάρ· καὶ μῦες τρίζοντες καὶ ὀρχούμενοι χιμέριον.
3.5 Καὶ κύων τοῖς ποσὶν ὀρύττουσα καὶ ὀλλυγὼν ᾄδουσα μόνη ἀκρωρίας χειμέριον. Γῆς ἔντερα πολλὰ φαινόμενα χειμῶνα σημαίνει. Καὶ ἐὰν πῦρ μὴ θέλῃ ἅπτεσθαι χειμέριον· καὶ ἐὰν λύχνος ἅπτεσθαι μὴ ἐθέλῃ χειμῶνα σημαίνει· καὶ τέφρα πηγνυμένη νιφετόν. Λύχνος εὐδίας ἡσυχαῖος καιόμενος χειμῶνα σημαίνει· καὶ ἐὰν χειμῶνος ὄντος μύκαι μέλαιναι ἐπιγίνωνται χειμῶνα σημαίνει· καὶ ὥσπερ ἐὰν κέγχροις ποαλλοῖς κατάπλεως ᾖ χειμερίσει· καὶ ἐὰν κύκλῳ περὶ τὸ λαμπρὸν ὦσιν εὐδίας οὔσης χιονικόν.
3.6 Ἡ τοῦ ὄνου φάτνη εἰ συνίσταται καὶ ζοφερὰ γίνεται χειμῶνα σημαίνει. Καὶ ἐὰν ἀστραπὴ λαμπρὰ μὴ ἐν τῷ αὐτῷ μένῃ χειμέριον. Ἐπὶ πλειάδι δυομένῃ ἐὰν λάμψῃ κατὰ Πάρνηθα καὶ Βρίληττον καὶ Ὕμηττον, ἐὰν μὲν ἅπαντα καταλάμψῃ μέγαν χειμῶνα σημαίνει, ἐὰν δὲ τὰ δύο ἐλάττω, ἐὰν δὲ Πάρνηθα μόνον εὐδιεινόν· καὶ ἐὰν χειμῶνος ὄντος νεφέλη μακρὰ ἐπὶ τὸν Ἕμηττον ᾖ χεμῶνος ἐπίτασιν σημαίνει. Ἄθως καὶ Ἔλυμπος καὶ ὅλως ὀρέων κορυφαὶ κατεχόμεναι ὑπὸ νεφελῶν χειμέριον. Ἐὰν εὐδίας γινομένης νεφέλιον φαίνηται ἐν τῷ ἀέρι, παρατεταμένον καὶ τιλλόμενον οὔπω παύεται ὁ χειμών.
3.7 Ἐὰν τὸ μετόπωρον εὐδιεινὸν παρὰ τὸ εἰκὸς γένηται τὸ ἔαρ γίνεται ψυχρὸν ὡς τὰ πολλά. Ἐὰν πρωῒ χειμάζειν ἄρξηται πρωῒ παύεται καὶ ἔαρ καλὸν, ἐὰν δὲ τοὐναντίον καὶ ἔαρ ὄψιον ἔσται. Ἐὰν χειμὼν ὑέτιος τὸ ἔαρ αὐχμηρὸν, ἐὰν δʼ αὐχμηρὸς ὁ χειμὼν τὸ ἔαρ καλόν. Ἐὰν ἡ ὄπωρα γίνηται ἐπιεικὴς τὰ πολλὰ γίνεται τοῖς προβάτοις λιμός. Ἐὰν τὸ ἔαρ καὶ τὸ θέρος ψυχρὰ γίνηται ἥ τε ὄπωρα γίνεται καὶ τὸ μετόπωρον πνιγηρὸν καὶ οὐκ ἀνεμῶδες.
3.8 Οἱ πρῖνοι ἐὰν εὐκαρπῶσι χειμῶνες πολλοὶ σφόδρα γίνονται. Ἐὰν ἐπὶ κορυφῆς ὄρους νέφος ὀρθὸν στῇ χειμῶνα σημαίνει, ὅθεν καὶ Ἀρχίλοχος ἐποίησε "Γλαῦχʼ ὅρα· βαθὺς γὰρ ἤδη κύμασι ταράσσεται Πόντος ἀμφὶ δʼ ἄκρα γυροῦν ὀρθὸν ἵσταται νέφος Σῆμα χειμῶνος." Ἐὰν δʼ ὁμόχρων ᾖ ὑμένι λευκῷ χειμέριον. Ὅταν ἑστώτων νεφῶν ἕτερα ἐπιφέρηται τὰ δʼ ἠρεμῇ χειμέρια.
3.9 ̔Ὁ ἥλιος ἐὰν χειμῶνος διαλάμψας πάλιν ἀποκρυφθῇ καὶ τοῦτο ποιήσῃ δὶς ἢ τρὶς ἡμέρα χειμέριος δίεισιν. Ὁ τοῦ Ἑρμοῦ ἀστὴρ χειμῶνος μὲν φαινόμενος ψύχη σημαίνει θέρους δὲ καῦμα. Ὅταν μέλιτται μὴ ἀποπέτωνται μακρὰν ἀλλʼ αὐτοῦ ἐν τῇ εὐδίᾳ πέτωνται χειμῶνα ἐσόμενον σημαίνει. Λύκος ὠρυόμενος χειμῶνα σημαίνει διὰ τριῶν ἡμερῶν. Λύκος ὅταν πρὸς τὰ ἔργα ὁρμᾷ ἢ εἴσω χειμώνος ὥρᾳ χειμῶνα σημαίνει εὐθύς.
3.10 Ἔστι δὲ σημεῖον χειμώνων μεγάλων καὶ ὄμβρων καὶ ὅταν γένωνται ἐν τῷ μετοπώρῳ πολλοὶ σφῆκες καὶ ὅταν ὄρνιθες λευκοὶ πρὸς τὰ ἐργάσιμα πλησιάζωσι καὶ ὅλως τὰ ἄγρια θηρία ἐὰν πρὸς τὰ ἐργάσιμα βόρειον καὶ χειμῶνος μέγεθος σημαίνει. Τῆς Πάρνηθος ἐὰν τὰ πρὸς ζέφυρον ἄνεμον καὶ τὰ πρὸς Φύλης φράττηται νέφεσι βορείων ὄντων χειμέριον τὸ σημεῖον.
3.11 Ὅταν πνίγη γίνηται ἰσχυρὰ ὡς τὰ πολλὰ ἀνταποδίδωσι καὶ γίνεται χειμὼν ἰσχυρός. Ἐὰν ὕδατα ἐαρινὰ πολλὰ γένηται, καύματα ἰσχυρὰ ἐν τοῖς πεδινοῖς καὶ κοίλοις γίνεται. Δεῖ οὖν τὴν ἀρχὴν ὁρᾷν. Ἐὰν τὸ μετόπωρον εὐδιεινὸν γίνηται σφόδρα τὸ ἔαρ ὡς τὰ πολλὰ γίνεται ψυχρόν· ἐὰν δὲ τὸ ἔαρ ὄψιον γένηται καὶ ψυχρὸν ἡ ὄπωρα ὀψία γίνεται καὶ τὸ μετόπωρον ὡς τὰ πολλὰ πνιγηρόν.
3.12 Οἱ πρῖνοι ὅταν εὐκαρπῶσι σφόδρα, ὡς μὲν τὰ πολλὰ χειμῶνα ἰσχυρὸν σημαίνουσιν, ἐνίοτε δὲ καὶ αὐχμούς φασι γίνεσθαι. Καὶ ἐάν τις σκολόπακα λαβὼν ὑποπάσας ἄργιλον εἰς πιθάκνην θῇ σημαίνει ταῖς φωναῖς αἷς ἀφίησιν ἄνεμον καὶ εὐδίαν. Καὶ τὸ πανταχοῦ δὲ λεγόμενον σημεῖον δημόσιον χειμέριον ὅταν μῦες περὶ φορυτοῦ μάχωνται καὶ φέρωσιν.
3.38 Χειμῶνος δὲ τάδε. Ἥλιος δυόμενος εἰς μὴ καθαρόν. Καὶ ὡς ἂν μερισθῇ δυόμενος οὕτως αἱ ἡμέραι ἐπιτελοῦνται. Οἷον εἰ τὸ τρίτον μέρος ἀπολειφθείη ἢ τὸ ἥμισυ. Τὸ σελήνιον ἐὰν ὀρθὸν ᾖ μέχρι τετράδος καὶ εἰ εὔκυκλον χειμάσει μέχρι διχοτόμου· γέρανοι ἐὰν πρωῒ πέτωνται καὶ ἀθρόοι πρωῒ χειμάσει, ἐὰν δὲ ὀψὲ καὶ πολὺν χρόνον ὀψὲ χειμάσει. Καὶ ἐὰν ὑποστραφῶσι πετόμενοι χειμῶνα σημαίνουσι.
3.39 Χῆνες βοῶντες μᾶλλον ἢ περὶ σῖτον μαχόμενοι χειμέριον. Σπίνος στρουθὸς σπίζων ἕωθεν χειμέριον. Ὄρχιλος ὡς εἰσιὼν καὶ εἰσδυόμενος εἰς ὀπὰς χειμῶνα σημαίνοσι καὶ ἐριθεὺς ὡσαύτως. Κορώνη ἐὰν ταχὺ δὶς κρώζῃ καὶ τρίτον χειμερίᾳ. Καὶ κορώνη καὶ κόραξ καὶ κολοιὸς ὀψὲ ιἄδοντες χειμέριοι. Στρουθὸς ἐὰν λευκὸς ἢ χελιδὼν ἢ ἄλλο τι τῶν μὴ εἰωθότων λευκῶν χειμῶνα μέγαν σημαίνουσιν, ὥσπερ καὶ μέλανες ἐὰν πολλοὶ φανῶσιν ὕδωρ.
3.40 Καὶ ἐὰν ἐκ πελάγους ὄρνιθες φεύγωσι χειμῶνα σημαίνουσι. Καὶ σπίνος ἐν οἰκίᾳ οἰκουμένῃ φθεγγόμενος χειμέριον. Ὅσα ὕδωρ σημαίνει χει- μῶνα ἄγει, ἐὰν μὴ ὕδωρ χιόνα καὶ χειμῶνα. Κόραξ φωνὰς πολλὰς μεταβάλλων χειμῶνος χειμέριον. οἰοιοῖ ἐκ τοῦ νότου πετόμενοι καὶ τευθίδες χειμέριαι. Φωνὴ ἐν λιμένι ἀποψοφοῦσα καὶ πολύπλοκον ἠχοῦσα χειμέριον. Καὶ οἱ πνεύμονες οἱ θαλάττιοι ἐὰν πολλοὶ φαίνωνται ἐν τῷ πελάγει χειμερινοῦ ἔτους σημεῖον. Πρόβατα ἐὰν πρωῒ ὀχεύηται πρώϊον χειμῶνα σημαίνουσι.
3.41 Μετοπώρῳ ἐὰν πρόβατα ἢ βόες ὀρύττωσι καὶ κοιμῶνται ἀθρόοι πρὸς ἀλλήλους ἔχοντες τὰς κεφαλὰς τὸν χειμῶνα χειμέριον σημαίνει. Ἐν δὲ τῷ Πόντῳ φασὶν ὅταν Ἀρκτοῦρος ἀνατείλῃ * θᾶττον ἐναντίους τῷ βορρᾷ νέμεσθαι. Βόες μᾶλλον ἐσθίοντες τοῦ εἰωθότος καὶ ἐπὶ τὸ δεξιὸν κατακλινόμενοι χειμέριον. Καὶ ὦτα κρούων ὄνος χειμέριον· καὶ μαχόμενα πρόβατα καὶ ὄρνιθες περὶ σίτου παρὰ τὸ ἔθος· πρπαρααευάζονται γάρ· καὶ μῦες τρίζοντες καὶ ὀρχούμενοι χιμέριον.
3.42 Καὶ κύων τοῖς ποσὶν ὀρύττουσα καὶ ὀλλυγὼν ᾄδουσα μόνη ἀκρωρίας χειμέριον. Γῆς ἔντερα πολλὰ φαινόμενα χειμῶνα σημαίνει. Καὶ ἐὰν πῦρ μὴ θέλῃ ἅπτεσθαι χειμέριον· καὶ ἐὰν λύχνος ἅπτεσθαι μὴ ἐθέλῃ χειμῶνα σημαίνει· καὶ τέφρα πηγνυμένη νιφετόν. Λύχνος εὐδίας ἡσυχαῖος καιόμενος χειμῶνα σημαίνει· καὶ ἐὰν χειμῶνος ὄντος μύκαι μέλαιναι ἐπιγίνωνται χειμῶνα σημαίνει· καὶ ὥσπερ ἐὰν κέγχροις ποαλλοῖς κατάπλεως ᾖ χειμερίσει· καὶ ἐὰν κύκλῳ περὶ τὸ λαμπρὸν ὦσιν εὐδίας οὔσης χιονικόν.
3.43 Ἡ τοῦ ὄνου φάτνη εἰ συνίσταται καὶ ζοφερὰ γίνεται χειμῶνα σημαίνει. Καὶ ἐὰν ἀστραπὴ λαμπρὰ μὴ ἐν τῷ αὐτῷ μένῃ χειμέριον. Ἐπὶ πλειάδι δυομένῃ ἐὰν λάμψῃ κατὰ Πάρνηθα καὶ Βρίληττον καὶ Ὕμηττον, ἐὰν μὲν ἅπαντα καταλάμψῃ μέγαν χειμῶνα σημαίνει, ἐὰν δὲ τὰ δύο ἐλάττω, ἐὰν δὲ Πάρνηθα μόνον εὐδιεινόν· καὶ ἐὰν χειμῶνος ὄντος νεφέλη μακρὰ ἐπὶ τὸν Ἕμηττον ᾖ χεμῶνος ἐπίτασιν σημαίνει. Ἄθως καὶ Ἔλυμπος καὶ ὅλως ὀρέων κορυφαὶ κατεχόμεναι ὑπὸ νεφελῶν χειμέριον. Ἐὰν εὐδίας γινομένης νεφέλιον φαίνηται ἐν τῷ ἀέρι, παρατεταμένον καὶ τιλλόμενον οὔπω παύεται ὁ χειμών.
3.44 Ἐὰν τὸ μετόπωρον εὐδιεινὸν παρὰ τὸ εἰκὸς γένηται τὸ ἔαρ γίνεται ψυχρὸν ὡς τὰ πολλά. Ἐὰν πρωῒ χειμάζειν ἄρξηται πρωῒ παύεται καὶ ἔαρ καλὸν, ἐὰν δὲ τοὐναντίον καὶ ἔαρ ὄψιον ἔσται. Ἐὰν χειμὼν ὑέτιος τὸ ἔαρ αὐχμηρὸν, ἐὰν δʼ αὐχμηρὸς ὁ χειμὼν τὸ ἔαρ καλόν. Ἐὰν ἡ ὄπωρα γίνηται ἐπιεικὴς τὰ πολλὰ γίνεται τοῖς προβάτοις λιμός. Ἐὰν τὸ ἔαρ καὶ τὸ θέρος ψυχρὰ γίνηται ἥ τε ὄπωρα γίνεται καὶ τὸ μετόπωρον πνιγηρὸν καὶ οὐκ ἀνεμῶδες.
3.45 Οἱ πρῖνοι ἐὰν εὐκαρπῶσι χειμῶνες πολλοὶ σφόδρα γίνονται. Ἐὰν ἐπὶ κορυφῆς ὄρους νέφος ὀρθὸν στῇ χειμῶνα σημαίνει, ὅθεν καὶ Ἀρχίλοχος ἐποίησε "Γλαῦχʼ ὅρα· βαθὺς γὰρ ἤδη κύμασι ταράσσεται Πόντος ἀμφὶ δʼ ἄκρα γυροῦν ὀρθὸν ἵσταται νέφος Σῆμα χειμῶνος." Ἐὰν δʼ ὁμόχρων ᾖ ὑμένι λευκῷ χειμέριον. Ὅταν ἑστώτων νεφῶν ἕτερα ἐπιφέρηται τὰ δʼ ἠρεμῇ χειμέρια.
3.46 ̔Ὁ ἥλιος ἐὰν χειμῶνος διαλάμψας πάλιν ἀποκρυφθῇ καὶ τοῦτο ποιήσῃ δὶς ἢ τρὶς ἡμέρα χειμέριος δίεισιν. Ὁ τοῦ Ἑρμοῦ ἀστὴρ χειμῶνος μὲν φαινόμενος ψύχη σημαίνει θέρους δὲ καῦμα. Ὅταν μέλιτται μὴ ἀποπέτωνται μακρὰν ἀλλʼ αὐτοῦ ἐν τῇ εὐδίᾳ πέτωνται χειμῶνα ἐσόμενον σημαίνει. Λύκος ὠρυόμενος χειμῶνα σημαίνει διὰ τριῶν ἡμερῶν. Λύκος ὅταν πρὸς τὰ ἔργα ὁρμᾷ ἢ εἴσω χειμώνος ὥρᾳ χειμῶνα σημαίνει εὐθύς.
3.47 Ἔστι δὲ σημεῖον χειμώνων μεγάλων καὶ ὄμβρων καὶ ὅταν γένωνται ἐν τῷ μετοπώρῳ πολλοὶ σφῆκες καὶ ὅταν ὄρνιθες λευκοὶ πρὸς τὰ ἐργάσιμα πλησιάζωσι καὶ ὅλως τὰ ἄγρια θηρία ἐὰν πρὸς τὰ ἐργάσιμα βόρειον καὶ χειμῶνος μέγεθος σημαίνει. Τῆς Πάρνηθος ἐὰν τὰ πρὸς ζέφυρον ἄνεμον καὶ τὰ πρὸς Φύλης φράττηται νέφεσι βορείων ὄντων χειμέριον τὸ σημεῖον.
3.48 Ὅταν πνίγη γίνηται ἰσχυρὰ ὡς τὰ πολλὰ ἀνταποδίδωσι καὶ γίνεται χειμὼν ἰσχυρός. Ἐὰν ὕδατα ἐαρινὰ πολλὰ γένηται, καύματα ἰσχυρὰ ἐν τοῖς πεδινοῖς καὶ κοίλοις γίνεται. Δεῖ οὖν τὴν ἀρχὴν ὁρᾷν. Ἐὰν τὸ μετόπωρον εὐδιεινὸν γίνηται σφόδρα τὸ ἔαρ ὡς τὰ πολλὰ γίνεται ψυχρόν· ἐὰν δὲ τὸ ἔαρ ὄψιον γένηται καὶ ψυχρὸν ἡ ὄπωρα ὀψία γίνεται καὶ τὸ μετόπωρον ὡς τὰ πολλὰ πνιγηρόν.
3.49 Οἱ πρῖνοι ὅταν εὐκαρπῶσι σφόδρα, ὡς μὲν τὰ πολλὰ χειμῶνα ἰσχυρὸν σημαίνουσιν, ἐνίοτε δὲ καὶ αὐχμούς φασι γίνεσθαι. Καὶ ἐάν τις σκολόπακα λαβὼν ὑποπάσας ἄργιλον εἰς πιθάκνην θῇ σημαίνει ταῖς φωναῖς αἷς ἀφίησιν ἄνεμον καὶ εὐδίαν. Καὶ τὸ πανταχοῦ δὲ λεγόμενον σημεῖον δημόσιον χειμέριον ὅταν μῦες περὶ φορυτοῦ μάχωνται καὶ φέρωσιν.
4.1 Εὐδίας δὲ σημεῖα τάδε. Ἥλιος μὲν ἀνιὼν λαμπρὸς καὶ μὴ καυματίας καὶ μὴ ἔχων σημεῖον μη- δὲν ἐν ἑαυτῷ εὐδίαν σημαίνει. Ὡς δʼ αὕτως σελήνη πανσελήνῳ. Καὶ δυόμενος ἥλιος χειμῶνος εἰς καθαρὸν εὐδιεινὸς, ἐὰν μὴ ταῖς προτέραις ἡμέραις εἰς μὴ καθαρὸν δεδυκὼς ᾖ ἐξ εὐδιῶν· οὕτω δὲ ἄδηλον. Καὶ ἐὰν χειμάζοντος ἡ δύσις γένηται εἰς καθαρὸν εὐδιεινόν· καὶ ἐὰν δύνων χειμῶνος ὠχρὸς ᾖ εὐδίαν σημαίνει.
4.2 Καὶ ὁ μεὶς ἐὰν τριταῖος ὢν λαμπρὸς ᾖ εὐδιεινόν. Καὶ ἡ τοῦ ὄνου φάτνη ὅτε ἂν καθαρὰ καὶ λαμπρὰ φαίνηται εὐδιεινόν. Ἅλως δὲ ἐὰν ὁμαλῶς παγῇ καὶ μαρανθῇ εὐδίαν σημαίνει. Αἱ κοιλάδες νεφέλαι χειμῶνος εὐοδιειναί. Ὄλυμπος δὲ καὶ Ἄθως καὶ ὅλως τὰ ὄρη τὰ σημαντικὰ ὅταν τὰς κορυφὰς καθαρὰς ἔχωσιν εὐδίαν σημαίνει. Καὶ ὅταν τὰ νέφη πρὸς τὴν θάλασσαν αὐτὴν παραζωννύῃ εὐδιεινόν. Καὶ ὅταν ὕσαντος πρὸς δυσμὰς χαλκῶδες τὰ νέφη χρῶμα ἔχῃ· εὐδία γὰρ ὡς τὰ πολλὰ τῇ ὑστεραίᾳ.
4.3 Ὅταν δὲ ὁμίχλη γένηται ὕδωρ οὐ γίνεται ἢ ἔλαττον. Ὅταν γέρανοι πέτωνται καὶ μὴ ἀνακάμπτωσιν εὐδίαν σημαίνει· οὐ γὰρ πέτονται πρὶν ἢ ἂν πετόμενοι καθαρὰ ἴδωσι. Γλαῦξ ἡσυχαῖον φθεγγομένη ἐν χειμῶνι εὐδίαν προσημαίνει· καὶ νύκτωρ χειμῶνος ἡσυχαῖον ᾄδουσα. Θαλαττία δὲ γλαῦξ ᾄδουσα χειμῶνος μὲν εὐδίαν σημαίνει, εὐδίας δὲ χειμῶνα. Καὶ κόραξ δὲ μόνος μὲν ἡσυχαῖον κράζων, καὶ ἐὰν τρὶς κράξῃ μετὰ τοῦτο πολλάκις κράξῃ εὐδιεινός.
4.4 Καὶ κορώνη ἕωθεν εὐθὺς ἐὰν κράξῃ τρὶς εὐδίαν καὶ ἑσπέρας χειμῶνος ἡσυχαῖον ᾄδουσα. Καὶ ὄρχιλος ἐξ ὀπῆς ἐκπετόμενος καὶ ἐξ ἑρκίων καὶ ἐξ οἰκίας ἔξωθεν εὐδίαν σημαίνει. Καὶ ἐὰν χειμῶνος βορεύοντος βορρᾶθεν ὑπόλαμψις γένηται λευκὴ νοτόθεν δὲ ἐναντία τεταγμένη ᾖ νεφέλη ὀγκώδης, ὡς ἐπὶ τὸ πολὺ εἰς εὐδίαν σημαίνει μεταβολήν. Καὶ ὅταν βορέας νεφέλας πολλὰς κινῇ ἐκπνέων μέγας εὐδίαν σημαίνει.
4.5 Πρόβατα ὀψὲ ὀχευόμενα εὐδιεινὸν ἀποτελοῦσι τὸ σημεῖον. Καὶ βοῦς ἐπὶ τὸ ἀριστερὸν ἰσχίον κατακλινόμενος εὐδίαν σημαίνει· καὶ κύων ὡσαύτως· ἐπὶ δεξιὸν δὲ χειμῶνα. Τέττιγες πολλοὶ γινόμενοι νοσῶδες τὸ ἔτος σημαίνουσι. Λύχνος χείμῶνος καιόμενος ἡσυχαῖος εὐδίαν σημαίνει. Καὶ ἐὰν ἐπʼ ἄκρῳ οἷον κέγχρους ἔχῃ λαμπράς· καὶ ἐὰν ἐν κύκλῳ τὴν μύξαν περιγράφῃ λαμπρὰ γραμμή.
4.6 Ὁ τῆς σχίνου καρπὸς σημαίνει τοὺς ἀρότους· ἔχει δὲ τρία μέρη καὶ ἔστιν ὁ πρῶτος τοῦ πρώτου ἀρότου σημεῖον, ὁ δεύτερος τοῦ δευτέρου, ὁ τρίτος τοῦ τρίτου· καὶ ὡς ἂν τούτων κλίνῃ κάλλιστα καὶ γένηται ἁδρότατος οὕτως ἕξει καὶ ὁ κατὰ τοῦτον ἄροτος.
4.7 Λέγεται δὲ καὶ τοιάδε σημεῖα ὅλων τε τῶν ἐνιαυτῶν γίνεσθαι καὶ τῶν μορίων· Ἐὰν ἀρχομένου τοῦ χειμῶνος ζόφος ᾖ καὶ καύματα γίνηται καὶ ταῦτα ἄνευ ὕδατος ὑπʼ ἀνέμων διαλυθῇ, πρὸς τὸ ἔαρ σημαίνει χάλαζαν ἐσομένην. Καὶ ἐὰν μετὰ τὴν ἐαρινὴν ἰσημερίαν ὁμίχλαι πίπτωσι, πνεύματα καὶ ἀνέμους σημαίνουσιν εἰς ἕβδομον μῆνα ἀμφοτέρων ἀριθμουμένων. Ὅσαι μὲν ἅμα μηνοειδεῖ τῇ σελήνῃ πίπτουσιν, αὗται μὲν πνεύματα σημαίνουσιν εἰς ἐκεῖνον τὸν χρόνον, ὅσαι δʼ ἀμφικύρτου οὔσης τῆς σελήνης ὕδατα. Καὶ ὅσῳ ἂν μᾶλλον ἐφʼ ἑκατέρῳ τῷ σχήματι ὁμίχλαι πίπτωσι μᾶλλον τὰ εἰρημένα σημαίνει.
4.8 Σημαίνει δὲ καὶ τὰ πνεύματα ἅμα ταῖς ὁμίχλαις ἐπιπιπτούσαις γινόμενα· καὶ ἐὰν μὲν ἀπʼ ἠοῦς καὶ μεσημβρίας γίνηται τὰ πνεύματα, ὕδατα σημαίνει· ἐὰν δʼ ἀφʼ ἑσπέρας καὶ ἀπὸ τῆς ἄρκτου πνεύματα καὶ ψύχη. Οὓς δὲ κομήτας Αἰγύπτιοι λέγουσιν οὐ μόνον τὰ προειρημένα σημαίνουσιν ὅταν φαίνωνται ἀλλὰ καὶ ψύχη· ἐπὶ δὲ τοῖς ἄστροις εἴωθεν ὡς ἐπὶ τὸ πολὺ σημαίνειν καὶ ταῖς ἰσημερίαις καὶ τροπαῖς, οὐκ ἐπʼ αὐταῖς ἀλλʼ ἢ πρὸ αὐτῶν ἢ ὕστερον μικρῷ.
4.50 Εὐδίας δὲ σημεῖα τάδε. Ἥλιος μὲν ἀνιὼν λαμπρὸς καὶ μὴ καυματίας καὶ μὴ ἔχων σημεῖον μη- δὲν ἐν ἑαυτῷ εὐδίαν σημαίνει. Ὡς δʼ αὕτως σελήνη πανσελήνῳ. Καὶ δυόμενος ἥλιος χειμῶνος εἰς καθαρὸν εὐδιεινὸς, ἐὰν μὴ ταῖς προτέραις ἡμέραις εἰς μὴ καθαρὸν δεδυκὼς ᾖ ἐξ εὐδιῶν· οὕτω δὲ ἄδηλον. Καὶ ἐὰν χειμάζοντος ἡ δύσις γένηται εἰς καθαρὸν εὐδιεινόν· καὶ ἐὰν δύνων χειμῶνος ὠχρὸς ᾖ εὐδίαν σημαίνει.
4.51 Καὶ ὁ μεὶς ἐὰν τριταῖος ὢν λαμπρὸς ᾖ εὐδιεινόν. Καὶ ἡ τοῦ ὄνου φάτνη ὅτε ἂν καθαρὰ καὶ λαμπρὰ φαίνηται εὐδιεινόν. Ἅλως δὲ ἐὰν ὁμαλῶς παγῇ καὶ μαρανθῇ εὐδίαν σημαίνει. Αἱ κοιλάδες νεφέλαι χειμῶνος εὐοδιειναί. Ὄλυμπος δὲ καὶ Ἄθως καὶ ὅλως τὰ ὄρη τὰ σημαντικὰ ὅταν τὰς κορυφὰς καθαρὰς ἔχωσιν εὐδίαν σημαίνει. Καὶ ὅταν τὰ νέφη πρὸς τὴν θάλασσαν αὐτὴν παραζωννύῃ εὐδιεινόν. Καὶ ὅταν ὕσαντος πρὸς δυσμὰς χαλκῶδες τὰ νέφη χρῶμα ἔχῃ· εὐδία γὰρ ὡς τὰ πολλὰ τῇ ὑστεραίᾳ.
4.52 Ὅταν δὲ ὁμίχλη γένηται ὕδωρ οὐ γίνεται ἢ ἔλαττον. Ὅταν γέρανοι πέτωνται καὶ μὴ ἀνακάμπτωσιν εὐδίαν σημαίνει· οὐ γὰρ πέτονται πρὶν ἢ ἂν πετόμενοι καθαρὰ ἴδωσι. Γλαῦξ ἡσυχαῖον φθεγγομένη ἐν χειμῶνι εὐδίαν προσημαίνει· καὶ νύκτωρ χειμῶνος ἡσυχαῖον ᾄδουσα. Θαλαττία δὲ γλαῦξ ᾄδουσα χειμῶνος μὲν εὐδίαν σημαίνει, εὐδίας δὲ χειμῶνα. Καὶ κόραξ δὲ μόνος μὲν ἡσυχαῖον κράζων, καὶ ἐὰν τρὶς κράξῃ μετὰ τοῦτο πολλάκις κράξῃ εὐδιεινός.
4.53 Καὶ κορώνη ἕωθεν εὐθὺς ἐὰν κράξῃ τρὶς εὐδίαν καὶ ἑσπέρας χειμῶνος ἡσυχαῖον ᾄδουσα. Καὶ ὄρχιλος ἐξ ὀπῆς ἐκπετόμενος καὶ ἐξ ἑρκίων καὶ ἐξ οἰκίας ἔξωθεν εὐδίαν σημαίνει. Καὶ ἐὰν χειμῶνος βορεύοντος βορρᾶθεν ὑπόλαμψις γένηται λευκὴ νοτόθεν δὲ ἐναντία τεταγμένη ᾖ νεφέλη ὀγκώδης, ὡς ἐπὶ τὸ πολὺ εἰς εὐδίαν σημαίνει μεταβολήν. Καὶ ὅταν βορέας νεφέλας πολλὰς κινῇ ἐκπνέων μέγας εὐδίαν σημαίνει.
4.54 Πρόβατα ὀψὲ ὀχευόμενα εὐδιεινὸν ἀποτελοῦσι τὸ σημεῖον. Καὶ βοῦς ἐπὶ τὸ ἀριστερὸν ἰσχίον κατακλινόμενος εὐδίαν σημαίνει· καὶ κύων ὡσαύτως· ἐπὶ δεξιὸν δὲ χειμῶνα. Τέττιγες πολλοὶ γινόμενοι νοσῶδες τὸ ἔτος σημαίνουσι. Λύχνος χείμῶνος καιόμενος ἡσυχαῖος εὐδίαν σημαίνει. Καὶ ἐὰν ἐπʼ ἄκρῳ οἷον κέγχρους ἔχῃ λαμπράς· καὶ ἐὰν ἐν κύκλῳ τὴν μύξαν περιγράφῃ λαμπρὰ γραμμή.
4.55 Ὁ τῆς σχίνου καρπὸς σημαίνει τοὺς ἀρότους· ἔχει δὲ τρία μέρη καὶ ἔστιν ὁ πρῶτος τοῦ πρώτου ἀρότου σημεῖον, ὁ δεύτερος τοῦ δευτέρου, ὁ τρίτος τοῦ τρίτου· καὶ ὡς ἂν τούτων κλίνῃ κάλλιστα καὶ γένηται ἁδρότατος οὕτως ἕξει καὶ ὁ κατὰ τοῦτον ἄροτος.
4.56 Λέγεται δὲ καὶ τοιάδε σημεῖα ὅλων τε τῶν ἐνιαυτῶν γίνεσθαι καὶ τῶν μορίων· Ἐὰν ἀρχομένου τοῦ χειμῶνος ζόφος ᾖ καὶ καύματα γίνηται καὶ ταῦτα ἄνευ ὕδατος ὑπʼ ἀνέμων διαλυθῇ, πρὸς τὸ ἔαρ σημαίνει χάλαζαν ἐσομένην. Καὶ ἐὰν μετὰ τὴν ἐαρινὴν ἰσημερίαν ὁμίχλαι πίπτωσι, πνεύματα καὶ ἀνέμους σημαίνουσιν εἰς ἕβδομον μῆνα ἀμφοτέρων ἀριθμουμένων. Ὅσαι μὲν ἅμα μηνοειδεῖ τῇ σελήνῃ πίπτουσιν, αὗται μὲν πνεύματα σημαίνουσιν εἰς ἐκεῖνον τὸν χρόνον, ὅσαι δʼ ἀμφικύρτου οὔσης τῆς σελήνης ὕδατα. Καὶ ὅσῳ ἂν μᾶλλον ἐφʼ ἑκατέρῳ τῷ σχήματι ὁμίχλαι πίπτωσι μᾶλλον τὰ εἰρημένα σημαίνει.
4.57 Σημαίνει δὲ καὶ τὰ πνεύματα ἅμα ταῖς ὁμίχλαις ἐπιπιπτούσαις γινόμενα· καὶ ἐὰν μὲν ἀπʼ ἠοῦς καὶ μεσημβρίας γίνηται τὰ πνεύματα, ὕδατα σημαίνει· ἐὰν δʼ ἀφʼ ἑσπέρας καὶ ἀπὸ τῆς ἄρκτου πνεύματα καὶ ψύχη. Οὓς δὲ κομήτας Αἰγύπτιοι λέγουσιν οὐ μόνον τὰ προειρημένα σημαίνουσιν ὅταν φαίνωνται ἀλλὰ καὶ ψύχη· ἐπὶ δὲ τοῖς ἄστροις εἴωθεν ὡς ἐπὶ τὸ πολὺ σημαίνειν καὶ ταῖς ἰσημερίαις καὶ τροπαῖς, οὐκ ἐπʼ αὐταῖς ἀλλʼ ἢ πρὸ αὐτῶν ἢ ὕστερον μικρῷ.