eul_wid: ljk-ah
Περὶ φυτῶν αἰτιῶνOn Causes of Plants
Theophrastus of Eresus On Causes of Plants PDF
| 1.1 | Τῶν φυτῶν αἱ γενέσεις ὅτι μέν εἰσι πλείους καὶ πόσαι καὶ τίνες ἐν ταῖς ἱστορίαις εἴρηται πρότερον. ἐπεὶ δὲ οὐ πᾶσαι πᾶσιν οἰκείως ἔχει διελεῖν τίνες ἑκάστοις καὶ διὰ ποίας αἰτίας ἀρχαῖς χρωμένους ταῖς κατὰ τὰς ἰδίας οὐσίας· εὐθὺ γὰρ χρὴ συμφωνεῖσθαι τοὺς λόγους τοῖς εὑρημένοις. ἡ μὲν οὖν ἀπὸ τοῦ σπέρματος γένεσις κοινὴ πάντων ἐστὶ τῶν ἐχόντων σπέρμα· πάντα γὰρ δύναται γεννᾶν. τοῦτο δὲ καὶ τῇ αἰσθήσει φανερὸν ὅτι συμβαίνει, κατὰ δὲ τὸν λόγον ἴσως ἀναγκαῖον· ἡ γὰρ φύσις οὐδὲν ποιεῖ μάτην, ἥκιστα δὲ ἐν τοῖς πρώτοις καὶ κυριωτάτοις· πρῶτον δὲ καὶ κυριώτατον τὸ σπέρμα, ὥστε τὸ σπέρμα μάτην ἂν εἴη μὴ δυνάμενον γεννᾶν, εἴπερ τούτου χάριν αἰεὶ τὸ σπέρμα καὶ πρὸς τοῦτο πέφυκεν. |
| 1.2 | Οὐ μὴν ἀλλὰ μάλιστ᾽ ἢ μόνος τῶν ξηρῶν καὶ μονοφυῶν καὶ ἀπαραβλάστων ὁ φοῖνιξ δέχεται καὶ ἑτέρας γενέσεις παρὰ τὴν σπερματικήν. τάς τε γὰρ ῥάβδους φασὶ μοσχεύειν περὶ Βαβυλῶνα τὰς ἁπαλωτάτας καὶ ὅταν ἐμβιώσωσι μεταφυτεύουσι· καὶ ἐν τοῖς περὶ τὴν Ἑλλάδα τόποις ἐὰν ἀποκόψας τις τἄνω φυτεύσῃ ῥιζοῦσθαι. καὶ βλαστάνειν οὐκ ἀπὸ τοῦ ἐγκεφάλου μόνον ἀλλὰ καὶ κάτωθεν αὔξειν τὰς ῥίζας. ἔτι δὲ ἂν πλάγιος τεθῇ καὶ ἔνικμος ἡ γῆ τυγχάνῃ πολλαχόθεν ῥιζοφυεῖν καὶ ἐκβλαστάνειν, οὐ μέντοι μέγεθος τοῦτο λαμβάνειν. |
| 1.3 | Ὅσα δὲ πλείους γεννᾶται τρόπους ἔχει καὶ ἐν αὐτοῖς διαφοράν. τὰ γὰρ ἀπὸ παρασπάδος καὶ ῥίζης καὶ κλωνὸς οὐ πάντως δύναιντ᾽ ἂν καὶ ἀπὸ ξύλου καὶ ἀπὸ ἀκρεμόνος καθάπερ ἄμπελος καὶ συκῆ, τὰ δὲ πάλιν οὐκ ἀπὸ τῶν βλαστῶν ὥσπερ καὶ ἡ ἐλάα. τὸ δὲ αἴτιον ἐν ἀμφοῖν ταὐτὸν καὶ παραπλήσιον. ἀμπέλου μὲν γὰρ καὶ συκῆς καὶ τῶν ἄλλων τῶν τοιούτων ξηρὰ καὶ ξυλώδη τὰ μέσα καὶ ἐνίων τραχέα, τὸ δὲ τραχὺ δυσβλαστές· τὰ δὲ ἄκρα καὶ ἁπαλὰ καὶ ἔνυγρα καθάπερ τὸ κλῆμα καὶ ἡ κράδη· |
| 1.4 | Τούτων δὲ τὰς μὲν γενέσεις ἐκ τῶν αὐτῶν θεωρητέον κοινοτάτην πᾶσι τὴν ἀπὸ σπέρματος τιθέντας. οὐ μὴν ἀλλὰ καὶ πλείους εἰσὶ καὶ τούτων, ᾗ δὲ ἕκαστα τῶν προειρημένων ἐφάπτεται ταύτῃ διαιρετέον· οἷον καὶ ὑπὲρ ἧς νῦν λέγομεν τῆς ἀπὸ τῶν ῥιζῶν. ἔνια γὰρ καὶ αὐτόματα βλαστάνει καὶ φυτεύουσιν ἀπὸ τῶν ῥιζῶν, ὥσπερ τὰ κεφαλόρριζα καὶ ὅλως ὧν παχεῖα καὶ σαρκώδης ἐστὶν ἡ ῥίζα. δεῖ δὲ καὶ τὸ μὲν ὑδατῶδες μὴ πλεῖον ἔχειν ὥσπερ τῆς γογγυλίδος καὶ ῥαφανίδος· εὐξήραντοι γὰρ αὗται καὶ ἀσθενεῖς εἰς διαμονήν. ἀλλ᾽ ἤτοι χιτῶνας ἔχειν πλείους καὶ ἅμα γλισχρότητά τινα καθάπερ αἱ τοῦ βολβοῦ καὶ σκίλλης καὶ ὅλως εὔχυλόν τινα καὶ εὔσαρκον εἶναι καθάπερ αἱ τοῦ ἀμαράκου τοῦ χλωροῦ καὶ τοῦ λειρίου καὶ τῶν ὁμοειδῶν. |
| 1.5 | Αἱ δ᾽ αὐτόματοι γίνονται μὲν ὡς ἁπλῶς εἰπεῖν τῶν ἐλαττόνων καὶ μάλιστα τῶν ἐπετείων καὶ ποιωδῶν· οὐ μὴν ἀλλὰ καὶ τῶν μειζόνων ἔστιν ὅτε συμβαίνουσιν ὅταν ἢ ἐπομβρίαι κατάσχωσιν ἢ ἄλλῃ ἰδιότης τις γένηται περὶ τὸν ἀέρα καὶ τὴν γῆν· οὕτω γὰρ καὶ τὸ σίλφιον ἀνατεῖλαί φασιν ἐν Λιβύῃ πιττώδους τινὸς ὕδατος γενομένου καὶ παχέος, καὶ τὴν ὕλην δὲ τὴν νῦν οὖσαν ἐξ ἑτέρας τινὸς τοιαύτης αἰτίας· οὐ γὰρ ἦν πρότερον. |
| 1.6 | Λοιπὸν δ᾽ εἰπεῖν ὑπὲρ τῶν ἐν ἄλλοις γενέσεων οἷον τῶν κατὰ τὰς ἐμφυτείας καὶ τοὺς ἐνοφθαλμισμούς. ἁπλοῦς δέ τις λόγος καὶ σχεδὸν εἰρημένος πρότερον. ὥσπερ γὰρ γῇ χρῆται θατέρῳ τὰ ἐμφυτευόμενα. καὶ φυτεία δέ τις ὁ ἐνοφθαλμισμὸς οὐ μόνον παράταξις· ἀλλ᾽ ἐνταῦθα δῆλον ὅτι καὶ τὸ βλαστάνον καὶ τὸ γεννῶν ἡ ὑγρότης ἐστὶν ἡ γόνιμος· ἥνπερ ὁ ὀφθαλμὸς ἔχων ἁρμόττεται θατέρῳ καὶ τὴν τροφὴν ἔχων ἀποδίδωσι τὴν οἰκείαν βλάστησιν. |
| 1.7 | Τὰ δὲ σπέρματα πάντων ἔχει τινὰ τροφὴν ἐν αὑτοῖς, ἣ συναποτίκτεται τῇ ἀρχῇ καθάπερ ἐν τοῖς ὠοῖς· ᾗ καὶ οὐ κακῶς Ἐμπεδοκλῆς εἴρηκε φάσκων ὠοτοκεῖν μακρὰ δένδρεα. παραπλήσια γὰρ τῶν σπερμάτων ἡ φύσις τοῖς ὠοῖς· πλὴν ἔδει περὶ πάντων εἰπεῖν καὶ μὴ μόνον τῶν δένδρων· ἅπαν γὰρ ἔχει τινὰ τροφὴν ἐν αὑτῷ. δι᾽ ὃ καὶ δύνανται διαμένειν εἰς χρόνον οὐχ ὥσπερ τὰ τῶν ζώων εὐθὺς φθείρεται χωριζόμενα πλὴν τὰ τῶν ὠοτόκων. ταῦτα γὰρ ὥσπερ εἴρηται τροφὴν ἔχοντα καὶ φυλακὴν ἅμα τῆς ἀρχῆς διαμένει. |
| 1.8 | Εὐβλαστῆ δὲ καὶ εὐαυξῆ τὰ ἐκ τῶν φυτευμάτων μᾶλλον ἢ ἐκ τῶν σπερμάτων εὐλόγως, ἄλλως τε καὶ ὑπόρριζ᾽ ἂν ληφθῇ· προϋπάρχει γὰρ πολλὰ τῶν μορίων ἃ δεῖται μόνον τροφῆς· τῶν δ᾽ ἐκ τῶν σπερμάτων ἅπαντα ταῦτα ἀνάγκη γεννᾶσθαι πρῶτον ἔπειθ᾽ οὕτως αὐξηθῆναι. τὸν αὐτὸν δὲ τρόπον καὶ ὅσα ῥιζοφυῆ τυγχάνει καθάπερ τὰ κεφαλόρριζα. καὶ γὰρ ἐν τούτοις προΐσταται τῆς φύσεως ἐξ ὧν πλείων ἡ ὁρμὴ πρὸς τὴν βλάστησιν ἢ τῶν σπερμάτων· ῥιζωθῆναι γὰρ ἐκεῖνα δεῖ πρότερον. |
| 1.9 | Ἅπαντα δὲ χείρω τὰ ἐκ σπέρματος ὡς ἐπὶ πᾶν ἔν γε τοῖς ἡμέροις οἷον ῥόα, συκῆ, ἄμπελος, ἀμυγδαλῆ. καὶ γὰρ ὅλως τὰ γένη μεταβάλλει καὶ ἐξαγριοῦται πολλάκις ἔνια καθάπερ ἐν ταῖς ἱστορίαις εἴρηται. τούτου δ᾽ αἴτιον ἡ ἀσθένεια τῶν σπερμάτων. κρατεῖται γὰρ ὑπὸ τῆς ἐπιρροῆς πλείονος οὔσης· καὶ ὥσπερ ἄκαρπα γίνεται διὰ πλῆθος τροφῆς οὐ δυνάμενα πέττειν οὕτως καὶ χείρω γίνεται διὰ τὸ μὴ κρατεῖν. καὶ διὰ τοῦτο Θάσιοι τὰς ἀμυγδαλᾶς ὅταν προσαυξηθῶσιν ἐνοφθαλμίζουσιν· ἐκ γὰρ μαλακῶν σκληραὶ γίνονται μετὰ τὴν φυτείαν· εἴη δ᾽ ἂν τοῦτο καὶ ἐπὶ τῶν ἄλλων ποιεῖν. |
| 1.10 | Ἡ δ᾽ ἐπέτειος βλάστησις, αὕτη γὰρ οἷον δευτέρα γένεσίς ἐστιν, οὐχ ἅμα γίνεται πᾶσιν ἀλλὰ παραλλάττει ταῖς ὥραις, ὥστε σχεδὸν ἐν ταῖς ἐναντίαις ἐνίων εἶναι καὶ τὰ μὲν θέρους, τὰ δὲ χειμῶνος βλαστάνειν. ὁμοίως δὲ καὶ ἡ καρπογονία· καὶ γὰρ αὕτη διέ- στηκε τοῖς χρόνοις· ὡς μὲν οὖν ἁπλῶς εἰπεῖν τὰ πρὸς ἑκάστην ὥραν σύμμετρον ἔχοντα τὴν κρᾶσιν ταῦτα καὶ τὰς βλαστήσεις ἐν ἑκάστῃ καὶ τὰς τελειώσεις τῶν καρπῶν ἀποδίδωσιν· |
| 1.11 | Ὅσα δὲ κατὰ πᾶσαν ὥραν βλαστάνει τε καὶ ἀνθεῖ καὶ καρποτοκεῖ καθάπερ ἡ περσικὴ μηλέα καὶ εἴ τι ἄλλο τοιοῦτον ἀπορήσειεν ἄν τις οὐ μόνον ὅτι οὐ πρὸς πάσας ἁρμόττει τὰς ὥρας ἡ κρᾶσις, ἀλλ᾽ ὅτι οὐδ᾽ αὐτὰ αὑτοῖς ὁμοβλαστάνει τὰ γένη καὶ ὁμοκαρπεῖ. τοῦτο γὰρ ἐν τοῖς κεχωρισμένοις τῶν ὁμογενῶν ἀξιοῦμεν καὶ ὁρῶμεν συμβαῖνον. τὸ μὲν οὖν πάθος ὅμοιον φαίνεται τοῖς ἐπικυϊσκομένοις ζώοις, πλήν γ᾽ ἡ αἰτία τοῖς μὲν φανερὰ, τοῖς δὲ λόγου δεομένη. |
| 1.12 | Πότερα δ᾽ ἡ βλάστησις καὶ αὔξησις ἅμα τῶν ἄνω τε γίνεται καὶ τῶν ὑπὸ γῆς ἢ διῃρημέναι τοῖς χρόνοις; ὥσπερ τινές φασι τὰς μὲν ῥίζας αὐξάνεσθαι μετοπώρου καὶ χειμῶνος, τὰ δὲ στελέχη καὶ τοὺς ἀκρεμόνας ἔαρος καὶ θέρους καὶ μάλιστα δ᾽ ὑπὸ τὸ ἄστρον. τοῦτο δὲ κατὰ λόγον οὕτω συμβαίνειν, τῇ γὰρ πρώτῃ γενέσει κατακολουθεῖν· ἐν ἐκείνῃ γὰρ τὴν ῥίζαν πρότερον ἢ τὸν βλαστὸν ἀφιέναι πάντα· προϋπάρχειν γὰρ ἀναγκαῖον, ᾧ τὴν τροφὴν ἐπάξεται. |
| 1.13 | Ζητήσειε δ᾽ ἄν τις ἐκ τῶν μικρῷ πρότερον εἰρημένων πότερον τὰ δένδρα κατὰ χειμῶνα κύει πρὸς καρπογονίαν, τοῦ δ᾽ ἦρος ἀποτίκτει καὶ τοῦθ᾽ οἷον περίοδός ἐστι χρόνοις ὡρισμένοις καθάπερ τοῖς ζώοις ἢ διὰ τὴν ἔνδειαν τῆς τροφῆς συμβαίνει καὶ διὰ τὴν ψυχρότητα τοῦ ἀέρος. εἰ γὰρ ἐν τοῖς εὐδιεινοῖς καὶ μαλακοῖς αἰεὶ βλαστάνουσιν οὐκ ἂν εἴη τεταγμένη ἐν τοῖς χρόνοις ἡ κύησις, εἰ δὲ μὴ οὔτι γε ταύταις ταῖς ὥραις ὡς ὅλον ἅμα βλαστάνειν πάλιν καὶ εἴ τι τὸ ὀργῶν ἀποτίκτειν. |
| 1.14 | Τὸ δ᾽ ἐπὶ τῶν διφορούντων δένδρων ὅμοιόν τινα τρόπον ἐστὶ τῷ ἐπὶ τῶν προβάτων γινομένῳ· ἐκεῖνα γὰρ εὐτοκήσαντα καὶ εὐγονοῦντα πάλιν ὁρμᾷ πρὸς τὴν κύησιν ἐκποιούσης ἔτι τῆς ὥρας. καὶ τὰ δένδρα παραιρεθέντων τῶν πρώτων καρπῶν γονεύει πάλιν ἑτέρους, δεῖται δ᾽ ἴσως χώρας τε εὐτρόφου τὰ τοιαῦτα τῆς τε θεραπείας πλείονος ἢ ἀμφοῖν καὶ μάλισθ᾽ ὡς εἰπεῖν τῆς τοῦ ἀέρος κράσεως ὅπως λάβῃ τὸν χρόνον ἱκανὸν εἰς τὴν κύησιν. |
| 1.15 | Τὰ δ᾽ ἀργὰ τῶν εἰργασμένων πρωϊβλαστότερα καθάπερ ἄμπελος, μηλέα, ἐλάα, συκῆ, τὰ ἄλλα, διὰ τὸ κατέχειν ἔνια τὴν θερμότητα μᾶλλον μὴ ἀνασκα πτομένης τῆς γῆς μηδὲ γυμνουμένων τῶν ῥιζῶν· αὕτη γὰρ ἡ κινοῦσα· καὶ διὰ τὸ μηδεμίαν ἐν τοῖς ἄνω γίνεσθαι πληγὴν κλωμένων ἢ καρπολογουμένων· ἀφελκούμενα γὰρ πόνον τε παρέχει καὶ καταψύχει καὶ εἰς ὀλίγον συστέλλει. τοῖς δὲ πολλοῖς διαδίδοται κατὰ μικρὰ, δι’ ὃ ταῦτα ταῖς ὥραις ὑπακούει, καὶ ἔτι δὴ καὶ μάλισθ᾽ ὡς εἰπεῖν διὰ τὸ ἀκλάστων ὄντων καὶ ἀκαθάρτων ἐν πολλοῖς εἶναι καὶ κατὰ μικρὰ τὰς γονίμους ἀρχὰς, ὧν ἕκαστον διὰ τὴν ὀλιγότητα καὶ σμικρᾶς δεῖται κινήσεως καὶ εὐθὺς ποιεῖται τὰς ἐκβλαστήσεις· ὃ καὶ ἐπὶ τῶν ἀπίων ξυμβαίνει· |
| 1.16 | Ἡ δὲ πέψις ἐστὶν ἐν τῷ περικαρπίῳ· τοῦτο δὲ δεῖ γίνεσθαι καὶ λαβεῖν χυλὸν ἁρμόττοντα πρὸς τὴν ἡμετέραν φύσιν. ἴσως δὲ αὐτὸ τοῦτο πρότερον εὖ ἔχει διελεῖν ὅτι πέψις ἐστὶν ἡ μὲν οὖν τῶν περικαρπίων, ἡ δ᾽ αὐτῶν τῶν καρπῶν, καὶ ἡ μὲν πρὸς τὰς ἡμετέρας τροφὰς, ἡ δὲ πρὸς γέννησιν καὶ διαμονὴν τῶν δένδρων· οἱ γὰρ καρποὶ καὶ τὰ σπέρματα τούτων χάριν. ἑκατέρα δέ πως ἐναντιοῦται πρὸς τὴν ἑτέραν. ἅμα γὰρ τὸ περικάρπιον ὑγρότερον καὶ πλεῖον καὶ ὁ καρπὸς ἐλάττων καὶ ἅμα μείζων οὗτος καὶ τὸ περικάρπιον ἔλαττον καὶ σκληρότερον καὶ δυσχυλότερον. |
| 1.17 | Περὶ δὲ τῆς πέψεως ὅθεν ὁ λόγος ἐξέβη πάλιν τὰ ἐπίλοιπα λεκτέον. ὡς γὰρ ἐπὶ τὸ πᾶν ὧν μὲν ὁ καρπὸς ὑγρὸς καὶ γυμνὸς ἢ λεπτὸν ἔχων περὶ αὑτὸν κέλυφος ταῦτα μὲν πρωΐκαρπα καθάπερ ἄμπελος καὶ συκῆ, μάλιστα δὲ συκάμινος· αὕτη γὰρ γυμνὸν ἔχει τὸν καρπὸν ὥσθ᾽ ὅσον ἂν ὁ ἥλιος ἐπέλθῃ, ταχὺ προηλλοίωσε βραχείας δέομενον θερμότητος· ἅμα δὲ καὶ ἐν αὐτῷ συνεργάζεται δύναμις ἰσχυρὰ καὶ ἀθρόως ἐπιοῦσα καθάπερ καὶ πρὸς τὴν βλάστησιν· |
| 1.18 | Ἐν τῷ αὐτῷ δέ πως γένει τῆς αἰτίας ἐστὶ καὶ τὸ μὴ τὴν ἀρίστην καὶ πίειραν καὶ βαθύγειον ἀρίστην εἶναι τοῖς δένδροις ἀλλὰ τὴν δευτέραν, τῷ δὲ σίτῳ ἐκείνην. ἐν μὲν γὰρ τῇ ἀρίστῃ κατὰ βάθους ἰούσης τῆς ῥίζης καὶ τῆς χώρας εὐτραφοῦς πλείω τῆς συμμέτρου τροφὴν ἐπισπῶνται, ἐν δὲ τῇ λεπτογείῳ καὶ μὴ βαθείᾳ τὰς ῥίζας ἀναγκαῖον ἐπιπολαιοτέρας εἶναι καὶ τροφὴν ἐλάττω καὶ σύμμετρον· ἐπεὶ καὶ ἐν ταῖς ψαφαραῖς καὶ ταῖς πετρώδεσι δύνανται λαμβάνειν ἱκανὴν καθιέντα καὶ βιαζόμενα ταῖς ῥίζαις, ἔτι δὲ καὶ καταψύχειν τὰς ῥίζας ἥ γε πετρώδης δοκεῖ μᾶλλον ὅπερ ἐπιζητεῖ τὰ δένδρα. |
| 1.19 | Ἐπεὶ δ᾽ ἕτερον τὸ περικάρπιον, τοῦτο γὰρ πρὸς τὴν χρῆσιν ἡμῶν, ἀνάγκη μὲν τούτων ὅρον τινὰ καὶ τὸν χρόνον εἶναι, τὸν δὲ ὑπερβάλλοντα λυμαίνεσθαι χειμώνων τε καὶ ὑδάτων καταλαμβανόντων· τῶν δὲ καρπῶν μὴ εἶναι· συγκαταρρέουσι γὰρ τούτοις προεκπηδῶσιν ὥσπερ οἱ τῆς πιττώδους πεύκης καὶ ὅλως τῶν κωνοφόρων· προσηρτημένων γὰρ ἔτι τῶν κώνων ἐκπηδᾷ τὰ κάρυα καὶ καταλείπονται κενοί. ταὐτὸ δὲ συμβαίνει τοῦτο καὶ ἐπὶ τῶν κυπαρίττων, ἀλλ᾽ ἔνθα μὲν τὸ σπέρμα καρυῶδες, ἔνθα δὲ ὑμενῶδες καὶ ἀμενηνόν. |
| 1.20 | Φέρει δὲ τοὺς καρποὺς τὰ μὲν ἐκ τῶν ἔνων, τὰ δὲ ἐκ τῶν νέων βλαστῶν διεστῶτα ταῖς φύσεσιν εὐθὺς κατὰ τὰς κράσεις. ὅσα μὲν ξηρὰ καὶ πυκνὰ καὶ ξυλώδη ταῦτα μὲν ἐκ τῶν ἔνων, ἅτε μικρᾶς καὶ βραχείας οὔσης τῆς ἐπιρροῆς. ἅμα δὲ καὶ ὁ βλαστὸς ἀσθενὴς ὥστε μήτε μετενεγκεῖν δύνασθαι μήτε κατασχεῖν, ὥσπερ ὁ τῆς ἐλάας. ὅσα δὲ ὑγρὰ καὶ μανὰ καὶ τὸ ὅλον εὐτραφῆ, ταῦτα ἐκ τῶν νέων · ἀθρόα γὰρ ἡ ὁρμὴ καὶ πολλὴ, δι᾽ ὃ ἄμφω δύναται ποιεῖν ἅμα τόν τε βλαστὸν καὶ τὸν καρπόν. οὐ μὴν ἀλλὰ καὶ τὰ ἐκ τῶν ἔνων φέροντ᾽ ἀποβλάστημά τι ποιεῖται μικρὸν καὶ οὐκ εὐθὺς ἐκ τοῦ ξυλώδους ὁ καρπός· οὐδὲ γὰρ οὐδὲ πέφυκεν ἂν μή τι παράλογον. |
| 1.21 | Ἐν ἅπασι δὲ τοῖς καρποῖς τὸ περικάρπιον πρότερον μᾶλλον ἢ αὐτός γε ὁ καρπὸς καὶ τὸ σπέρμα γίνεται· τοῦτο δ᾽ οὐ μόνον ὅτι ξυλώδη καὶ πυρηνώδη γίνεται τὰ πολλὰ τῶν σπερμάτων, τὰ δὲ τοιαῦτα συνίσταται βραδύτερον, ἀλλὰ καὶ ὅτι τέλος ὥσπερ ἐλέχθη τὸ σπέρμα, δεῖ δὲ τὸ ἕνεκα ἄλλου πρότερον ἢ ἐκεῖνό γε εἶναι· ἐν προϋπάρχοντι γὰρ ἡ τῶν τοιούτων γένεσις. δι᾽ ὃ οὐχ ἅπαντα ἐνίων τὰ περικάρπια σπερμοφόρα καθάπερ τῶν βοτρύων αἱ μικραὶ ῥάγες ὡς οὐκέτι δυναμένης τελειῶσαι τῆς φύσεως ταύτας· γλυκεῖαι δ᾽ οὐδὲν ἧττον τῶν μεγάλων. |
| 1.22 | Ἔχει δ᾽ ἀπορίαν εὐθὺς ἐπὶ τοῦ πρώτου λεχθέντος ὡς οὔκ ἐστι τὰ καρπιμώτερα θερμότερα. τὰ γὰρ θήλεα τῶν δένδρων πολὺ καρπιμώτερα μὲν, ἧττον δὲ θερμὰ τῶν ἀρρένων ὅπερ ἐκ τῆς τῶν ζώων ὁμοιότητος ληπτέον καὶ μὴ ὁμωνύμως. ἔτι δὲ οὐδὲ τὰ ζῶα τὰ πολυγονώτερα θερμότερα οὐδὲ ἀνάπαλιν ψυχρότερα τὰ ὀλιγογονώτερα καθάπερ τὰ σαρκοφάγα καὶ λαίμαργα. μόνα γὰρ τῶν θερμῶν δοκεῖ κύων καὶ ὗς πολυτοκεῖν. αὐτῶν δὲ τῶν ὁμογενῶν τὰ ὁμοειδέστερα πολυγονώτερα, καθάπερ ἐπὶ τῶν ὀρνίθων. ἡ γὰρ θερμότης ἐξαύξειν φαίνεται καὶ διαρθροῦν τὰ μέλη καὶ σκληρύνειν. |
| 2.1 | Περὶ δὲ τὰς βλαστήσεις καὶ καρποτοκίας τῶν δένδρων καὶ ἁπλῶς τῶν φυτῶν ὅσα μὴ πρότερον εἴρηται πειρατέον ὁμοίως ἀποδοῦναι διαιροῦντες χωρὶς ἕκαστα τά τε κατὰ τὰς ἐνιαυσίους ὥρας γινόμενα καὶ ὅσα κατὰ τὰς γεωργικὰς θεραπείας. δύο γὰρ δὴ μέρη ταῦτ᾽ ἐστὶ, τὸ μὲν ὥσπερ φυσικὸν καὶ αὐτόματον τὸ δὲ τέχνης καὶ παρασκευῆς δεόμενον εἰς τὸ εἶναι· ὁ λόγος δ᾽ ἀμφοῖν ἐστιν οὐχ ὁ αὐτὸς ἀλλ᾽ ὁ μὲν οἷον φυσικὸς ὁ δὲ ἐπινοητικός· οὔτε γὰρ ἡ φύσις οὐθὲν ποιεῖ μάτην ἥ τε διάνοια βοηθεῖν θέλει τῇ φύσει. ἐπεὶ δὲ πρότερα τὰ τῆς φύσεως ὑπὲρ τούτων καὶ ῥητέον πρότερον. |
| 2.2 | Ἑπόμενον δέ πως τούτοις ἐστὶ περὶ τῶν ὡραίων ὑδάτων εἰπεῖν. ὡραιότατα μὲν γὰρ τὰ χειμερινὰ διὰ τὰς λεχθείσας αἰτίας. δεύτερα δὲ τὰ πρὸ τῆς βλαστήσεως· οὕτω γὰρ ἀθροωτέρα τε καὶ καλλίων ἡ βλάστησις ἐκπληρωθέντων πάντων ταῖς τροφαῖς· εἰ δὲ μὴ ἀβλαστεῖς καὶ ἄμπελοι γίνονται καὶ τἆλλα τῶν μὲν ἐχόντων τῶν δὲ λειπομένων. τρία δὲ τὰ μετὰ τὴν ἀπάνθησιν ἃ πρὸς τὴν ἐκτροφὴν ἤδη καὶ τελείωσίν ἐστι, ταῦτα δὲ μὴ εὐθὺς ἀλλ᾽ ὅταν ὁ καρπὸς ἰσχύσῃ· εἰ δὲ μὴ συμβαίνει τὰ μὲν ἄλλα καὶ ἀπορρεῖν κἂν μὴ τοῦτο πάθῃ διυγραινόμενα χείρω καὶ ἀσθενέστερα γίνεσθαι τὴν δ᾽ ἐλάαν καὶ ἐπιβλαστοῦσαν ἀποβάλλειν ἅτε τῆς τροφῆς ἰούσης εἰς τὸν βλαστόν. ἀώρια μὲν οὖν ταῦτα. |
| 2.3 | Τὸν αὐτὸν δὲ τρόπον καὶ τῶν πνευμάτων τὰ βόρεια τῶν νοτίων βελτίω καὶ τὰ πόντια τῶν ἀπογείων ὅτι ψυχρότερα καὶ τὰ ἀπὸ δύσεως τῶν ἀφ᾽ ἑῴων. καθόλου γὰρ ὡς εἰπεῖν τὰ ψυχρὰ τῶν θερμῶν ἐὰν μὴ ἀρτιβλαστῆ ᾖ ἢ καὶ ἐν ἀνθήσει λαμβάνῃ· τότε γὰρ ἀποκάει τὰ ψυχρὰ καθάπερ εἴρηται. βελτίω δὲ καὶ τὰ ζεφύρια καὶ αἱ τροπαὶ καὶ ὅλως αἱ αὖραι τῶν σκληρῶν καὶ διατόνων· τὰ μὲν γὰρ τρέφει θάτερον δὲ πιλοῖ καὶ κωλύει τὰς αὐξήσεις. ἰσχύει δ᾽ ἕκαστον κατὰ τὴν θέσιν τῆς χώρας· ἄλλα γὰρ ἄλλοις τοιαῦτα καθάπερ ἐλέχθη καὶ πρότερον· δι᾽ ὃ καὶ ὡς μὲν ἐπίπαν εἰπεῖν βελτίω τὰ βόρεια τῶν νοτίων. |
| 2.4 | Ἐπεῖ δὲ καὶ τὰ ἐδάφη μεγάλας ἔχει διαφορὰς λεκτέον καὶ περὶ τούτων, καὶ γὰρ αὐτὰ τῆς φύσεως ἐστιν. ἀβλαστῆ δὲ δι᾽ ἄμφω γίνεται καὶ διὰ τὸν ἀέρα καὶ διὰ τὴν γῆν πολλάκις· ὁτὲ μὲν γὰρ τὰ κάτω χρηστότατα τὰ δ᾽ ὑπὲρ γῆς φαῦλα ὁτὲ δὲ ὁ μὲν ἀὴρ εὔτροφος τὰ δὲ τῆς γῆς φαῦλα καθάπερ ὅταν ἀμμώδης ἢ κεραμὶς ἢ κατακεκαυμένη τις τυγχάνῃ· ῥίζωσιν γὰρ καὶ τροφὴν οὐδεμία τῶν τοιούτων ἔχει. καὶ σχεδὸν αἱ μὲν ἀβλαστεῖς εἰσιν αὗται καὶ εἴ τις ἄρα δίυγρος ὅλως ἢ πηλώδης. |
| 2.5 | Τὰς δὲ τῶν ὑδάτων διαφορὰς τῶν ἐπιγείων, καὶ γὰρ ταῦτα οὐ μικρὰν ἔχει μερίδα πρὸς αὔξησιν καὶ τροφὴν, ὁμοίως τούτοις ληπτέον. ὅσα μὲν οὖν ἁλμυρὰ καὶ νιτρώδη καὶ στυπτηριώδη καὶ εἴ τις ἄλλος τοιοῦτος χυλὸς ἄτροφα καὶ ἄγονα φυτῶν ὡς ἁπλῶς ἐστιν εἰπεῖν· πλὴν εἴ τι συγγενὲς αὐτοῖς ἐκτρέφειν δύναται καθάπερ καὶ ἡ θάλαττα· βραχὺ δέ τι τοῦτο ἢ οὐδὲν ὡς εἰπεῖν ἐστιν· ἐνιαχοῦ δὲ ποτίμων παραμιγέντων ἡ ἐκτροφὴ καθάπερ τοῖς ἐν Θρᾴκῃ θέρμοις, καθ᾽ αὑτὰ δὲ ὥσπερ καὶ ζώων καὶ φυτῶν ἄγονα. |
| 2.6 | Τῶν δὲ ποτίμων τὰ ψυχρὰ βέλτιστα· καὶ γὰρ πέψιν ποιεῖ μάλιστα διὰ τὴν ἀντιπερίστασιν τοῦ θερμοῦ καὶ κατάψυξιν ταῖς ῥίζαις· δεῖται δὲ τὰ δένδρα ταύτης. ὅτι δὲ βελτίω σημεῖον τὸ γλυκύτερα καὶ εὐχυλότερα τοῖς ψυχροῖς ἀρδευόμενα καὶ λάχανα καὶ ῥίζας καὶ καρποὺς καὶ τἆλλα ὁμοίως. ἔοικε δὲ κατὰ λόγον ἔχειν ὥσπερ καὶ ἐπὶ τῶν ἐκ διὸς ὑδάτων τὰ νυκτερινὰ καὶ τὰ βόρεια καὶ ἐπ᾽ αὐτῶν δὲ τῶν πνευμάτων ὅταν ᾖ βόρεια καὶ μὴ νότια καὶ ὅλως ὅταν ψυχρὰ καὶ μὴ θερμά· τὴν γὰρ αὐτὴν ὄνησιν πάντα ἔχει καὶ διὰ τὰς αὐτὰς ἀνάγκας· τὰ γὰρ θερμὰ διαχεῖ καὶ ἀνυγραίνει καὶ ἀσθενὲς ποιεῖ τὸ σύμφυτον θερμόν. |
| 2.7 | Τοὺς δὲ τόπους ζητεῖ τοὺς οἰκείους οὐ μόνον τὰ περιττὰ καὶ ἴδια τῶν δένδρων ἀλλὰ καὶ τὰ κοινότερα γινόμενα· τὰ μὲν γὰρ φιλεῖ ξηροὺς τὰ δὲ εὐΰδρους τὰ δὲ χειμερινοὺς τὰ δὲ προσείλους τὰ δὲ παλισκίους καὶ ὅλως τὰ μὲν ὀρεινοὺς τὰ δὲ ἑλώδεις ὥσπερ καὶ διαιροῦσιν. οὐκ ἀεὶ δὲ πάντα τοὺς αὐτοὺς ἴσως οὐδὲ διὰ μίαν αἰτίαν ἀλλὰ διὰ πλείους ὥσπερ καὶ ἐν τοῖς πρότερον ἐλέχθη. καὶ γὰρ τὸ συγγενὲς τῆς φύσεως ἕκαστον ἄγει πρὸς τὸν οἰκεῖον ἐν ᾧπερ καὶ τὰ αὐτόματα φύεται· τὸ δ᾽ αὐτόματον μηνύει τὴν φύσιν εἴπερ ἐκ τῶν αὐτῶν αἱ τροφαὶ καὶ αἱ γενέσεις. καὶ αἱ καθ᾽ ἕκαστον διαιρέσεις οἷον ἡ θερμότης καὶ ἡ ψυχρότης καὶ ἡ ξηρότης καὶ ἡ ὑγρότης· ζητεῖ γὰρ τὰ πρόσφορα κατὰ τὴν κρᾶσιν. ἔτι δὲ ἀσθενῆ καὶ ἰσχυρὰ καὶ βαθύρριζα καὶ ἐπιπολαιόρριζα καὶ εἴ τις ἄλλη διαφορὰ κατὰ τὰ μέρη. πολλάκις δὲ καὶ διὰ πλείω τούτων· |
| 2.8 | Εἰ δὲ ἥ γε πέψις τῶν καρπῶν τοῖς μὲν ὑπὸ θερμοῦ δοκεῖ τοῖς δ᾽ ὑπὸ ψυχροῦ γίνεσθαι κατὰ συμβεβηκὸς ἥ γε ὑπὸ τοῦ ψυχροῦ γινομένη. τὸ γὰρ θερμὸν ἐν ἀμφοῖν πέττει καὶ μία τις ἡ αἰτία φανερὸν δὲ οὐχ ὁμοίως διὰ τὴν ἀντιπερίστασιν. ὅλως γὰρ πάντων τῶν τοιούτων τὰς αὐτὰς δυνάμεις ὑποληπτέον αἰτίας εἶναι. ξυμβαίνει δὲ δὴ τοῖς ὀψικάρποις ὑπὸ τοῦ χειμῶνος πεπαίνεσθαι περικαταλαμβανομένοις τῇ ὥρᾳ. ὀψίκαρπα δ᾽ ὥσπτερ ἐλέχθη διὰ πλείους αἰτίας. ὅσα μὲν οὖν ὑγρὰ τῇ φύσει συντονωτέρων δεῖται τῶν ψυχρῶν ὥσπερ ἡ ἄμπελος· οὕτω γὰρ μᾶλλον ἡ πέπανσις. ὅσα δὲ ξηροκαρπότερα καθάπερ ὁ μύρρινος, καὶ γὰρ τοῦτο τῶν ὀψικάρπων, ἐλαφροτέρων· ἀποξηραίνει γὰρ καὶ ἀποστύφει τὸ ἄγαν. ἡ δ᾽ εὐκρασία καὶ ὁ ὑγρότερος καὶ ὁ ὑπὸ νότου ἀὴρ εὐτροφώτατος. |
| 2.9 | Τῶν δὲ δένδρων αὐτῶν ἀεὶ τὰ ἐν τοῖς ἀπνόοις καὶ παλισκίοις ὀρθὰ καὶ ἀστραβῆ καὶ λειότερα καὶ εὐμηκέστερα γίνεται τὸν αὐτὸν δὲ τρόπον κἂν πυκνὰ τυγχάνῃ πεφυκότα, τὰ δ᾽ ἐν τοῖς εὐπνόοις καὶ προσηνέμοις καὶ εὐείλοις ἔτι δὲ μανὰ πεφυκότα ἧττον. ἥ τε γὰρ εἰς βάθος αὔξησις κωλύει τὸ μῆκος καὶ τὰ πνεύματα τραχύνει καὶ ὄζους ἐμποιεῖ καθάπερ ἐλέχθη διὰ τὴν ἐπίστασιν· ἐκείνοις δὲ ἀφῃρημένων τούτων ἡ εἰς τὸ μῆκος αὔξησις μόνη γίνεται· |
| 2.10 | Τῶν δὲ ὁμογενῶν ἐν οἷς τὰ μὲν ἄκαρπα τὰ δὲ κάρπιμα τῶν ἀγρίων, ἃ δὴ θήλεα τὰ δ᾽ ἄρρενα καλοῦσιν, ἐν ἐκείνῃ τῇ αἰτίᾳ περιλαμβάνεται τῇ καὶ πρότερον εἰρημένῃ περὶ τῶν ἀκάρπων ὅτι διὰ πυκνότητα καὶ ἰσχὺν καὶ εὐτροφίαν ἄκαρπα γίνεται· συμβαίνει γὰρ ἅπαντα εἰς ἑαυτὰ καταναλίσκειν. ἡ δὲ καρποτοκία δεῖται μὲν τῆς φυσικῆς περιττώσεως· ἐκ ταύτης γὰρ ὁ καρπὸς ὥσπερ καὶ τοῖς ζώοις τὸ σπέρμα· τρεπομένης δ’ εἰς ἕτερον ἀεὶ καὶ ἀναλισκομένης ἀφαιρεῖται τὴν γένεσιν· ἡ γὰρ φύσις οὐ διαρκὴς εἰς ἄμφω μὴ λαμβάνουσα τὸ σύμμετρον. |
| 2.11 | Εὐλόγως δὲ καὶ μακροβιώτερα τὰ ἄκαρπα τῶν καρπίμων καὶ τὰ ὀλιγόκαρπα τῶν πολυκάρπων ὅσα μὴ δι᾽ ἀσθένειαν ἢ ὑγρότητα ἢ δι᾽ ἄλλην τινὰ αἰτίαν ἄκαρπα ἢ ὀλιγόκαρπα καθάπερ τά τε πάρυδρα καὶ ἀλσώδη καὶ ὅσα μανὰ καὶ εὔσηπτα καθάπερ ἡ δάφνη· ταῦτα μὲν γὰρ καὶ εἴ τι τοιοῦτον ἄλλο διὰ τὰς εἰρημένας αἰτίας. ἡ δὲ καρποτοκία πολὺ τῆς φύσεως ἀφαιρεῖ καὶ τὸ κυριώτατον ὅπερ καὶ ἐπὶ τῶν ζώων συμβαίνει· τὰ γὰρ πολυτοκώτατα καὶ γηράσκει τάχιστα καὶ ἀπόλλυται. φανερὸν δὲ ἀμέλει καὶ ἐπ᾽ αὐτῶν ἐστι τῶν δένδρων· ὅσα γὰρ πολυφόρα καὶ πολύκαρπα ταῦτα καὶ ὅλως καταγηρᾷ θᾶττον καὶ ἐν τοῖς ὁμογενέσιν οἷον ἀμπέλοις συκαῖς τοῖς τ᾽ ἄλλοις, τὰ δὲ στέριφα καὶ ὀλιγόκαρπα χρονιώτερα ὡς εἰπεῖν. |
| 2.12 | Τῶν δὲ σπερμάτων ὡς ἁπλῶς εἰπεῖν τὰ ἐλάττω πολυχούστερα· καὶ γὰρ τὰ ἐλάχιστα μάλιστα καθάπερ κέγχρος σήσαμον ἐρύσιμον μήκων κύμινον. αἴτιον δὲ δοκεῖ καθόλου μὲν καὶ κοινῶς εἰπεῖν ὅτι τὰ ἐλάττω ῥᾷον ἐπιτελεῖν· ἐν δὲ τῷ ῥᾳδίῳ τὸ πλῆθος. ὡς δ᾽ ἐγγυτέρω ὅτι πάντα τὰ τοιαῦτα εὐβλαστότερα καὶ θᾶττον ὑπακούει τῷ ἀέρι. σημεῖον δὲ καὶ ἡ ὀλιγοχρονιότης τῆς τελειώσεως· ἐπεὶ καὶ τὰ σπέρματα διὰ τοῦθ᾽ ὡς ἁπλῶς εἰπεῖν πολυκαρπότερα τῶν δένδρων καὶ αὐτῶν τούτων τὰ χεδροπὰ τῶν σιτωδῶν· θᾶττον γὰρ ἡ τελείωσις καὶ ἡ ἅδρυνσις· |
| 2.13 | Αἱ δὲ μεταβολαὶ τῶν καρπῶν κατὰ τὰς χώρας δῆλον ὅτι κατὰ τὸν ἀέρα καὶ τὰ ἐδάφη γίνονται, διὰ τούτων γὰρ καὶ ἐκ τούτων αἱ τροφαὶ πᾶσιν. ἰσχυρὸν δ᾽ ἡ τροφὴ πρὸς ὁμοίωσιν εἴ γε καὶ ἐν τοῖς ζώοις οὕτως γίνεται ὁμοιότης. φαίνεται δ᾽ οὐ μόνον τὰ σπέρματα καὶ τὰ φυτὰ καὶ τὰ δένδρα μεταβάλλειν ἀλλὰ καὶ τὰ ζῶα καὶ τρόπον τινὰ μᾶλλον ταῦτα· καὶ γὰρ τὰς μορφὰς ἐξομοιοῦνται κατὰ τοὺς τόπους· |
| 2.14 | Ὅμοιον γοῦν τούτῳ καὶ παραπλήσιον φαίνεται καὶ ὅσα διὰ τῆς θεραπείας ἀλλοιοῦται πρῶτον μὲν καὶ καθόλου πᾶσιν εἰπεῖν ἡμερούμενα δεύτερον δὲ ἐν αὐτῷ τῷ τόπῳ. βελτίω δὲ καὶ χαίρει γεωργούμενα... καὶ γὰρ τοὺς πυρῆνας ὥσπερ εἴπομεν ἐλάττους ἔχει αὐτὰ δὲ βελτίονά ἐστι. ἡ δὲ πολυϋδρία γλυκαίνει τε τὰς ῥόας καὶ μαλακωτέρας ποιεῖ· δεῖται γὰρ ἡ στρυφνότης τοιαύτης καὶ ἡ σκληρότης ἐπικουρίας· καὶ γὰρ τὸ ἐνδεὲς δεῖται βοηθείας. ἄμεινον γὰρ δὴ τοῦτο διχῶς ἢ πρόσθεσιν τινα λαμβάνον ἢ ἀφαιρέσεως θατέρου γενομένης· καθάπερ καὶ ἐπὶ τῶν ἀμυγδαλῶν ἐλέχθη τῶν κολαζομέ- νων καὶ περιαιρουμένων τὰς ῥίζας καὶ ἐπὶ τῶν συκῶν τῶν κατασχαζομένων· ἀφαιρεθέντος γὰρ τοῦ πλήθους τῆς τροφῆς ἰσχύει μᾶλλον τὸ σύμφυτον θερμὸν εἰς τὸ κατάλοιπον. |
| 2.15 | Τῆς δ᾽ εἰς τὸ χεῖρον μεταβολῆς δῆλον ὡς ἐναντίαι αἱ αἰτίαι καὶ ἐμφανεστάτη γε καὶ κοινοτάτη πᾶσιν ἀγεωργησία· πάντα γὰρ ὡς εἰπεῖν ἀπαγριοῦται. ἐνίοτε δὲ καὶ οἱονεὶ πηρώσει τινὶ μεταβάλλουσιν εἰς τὸ χεῖρον κολουόμενα κατὰ τὴν πρώτην γένεσιν τὰ φυτὰ καθάπερ ἡ ἀμυγδαλῆ· πικρὰ γὰρ ἐκ γλυκείας γίνεται καὶ ἐκ μαλακῆς σκληρά· τὰ δ᾽ ἄλλα οὐκ ἔστιν ἐπίδηλα μεταβάλλοντα. καίτοι τά γε τῆς ἀμπέλου φυτὰ καὶ ἀπόλλυται πονοῦντα· τὰ δὲ μᾶλλον καὶ μεταβάλλειν εἰκὸς μᾶλλον ἦν. τῇ γὰρ ἀμυγδαλῇ καὶ τὸ ὅλον φαίνεται παράλογον· ἰσχυρότερον γὰρ τὸ δένδρον. |
| 2.16 | Γίνονται δὲ καὶ κατὰ τὰς ὀσμὰς μάλιστα μὲν αὐτομάτως διὰ τὸν ἀέρα καὶ τὴν χώραν. εὐοσμότερα γὰρ ὡς ἐπὶ πᾶσιν αἱ ξηραὶ ποιοῦσι καὶ ὁ ἀὴρ ὁ τοιοῦτος δι᾽ ὃ καὶ τὰ ἄγρια εὐοσμότερα. τάχα δὲ οὐ πάντως οὐδ᾽ ὀδμωδέστερα, δριμύτερα γάρ· ἀρίστη δὲ ἡ μέση καὶ ὁ μέσος. ἐπεὶ καὶ τὰ ἐν τῇ γῇ ὑδαρῆ καὶ ἄοσμα. καὶ περὶ μὲν ὀσμῶν καὶ χυλῶν αὐτὰ καθ᾽ αὑτὰ δεῖ θεωρεῖν ἐπὶ πλέον ἐν τοῖς ὕστερον. αἱ δὲ μεταβολαὶ διότι καὶ ἐν τούτοις γίνονται καὶ φυσικῶς καὶ ἐκ θεραπείας φανερὸν ἐκ τῶν εἰρημένων. |
| 2.17 | Θαυμασιώτατον δ᾽ ἂν δόξειε καὶ ὅλως ἄτοπόν τι καὶ παράδοξον εἶναι τὸ ἔνια μὴ δύνασθαι βλαστάνειν ἐν τῇ γῇ καὶ σπέρματα καὶ φυτὰ καθάπερ ἡ ἰξία καὶ ἡ στελὶς καὶ τὸ ὑφέαρ, ὧν τὴν μὲν καλοῦσιν Εὐβοεῖς τὸ δὲ ὑφέαρ Ἀρκάδες, ἡ δὲ ἰξία κοινή· φασὶν οὖν οἱ μὲν εἶναι πάντα μίαν τινὰ φύσιν τῷ δὲ ἐν ἑτέροις φύεσθαι διαφέρειν καὶ δοκεῖν. τὸ γὰρ ὑφέαρ ἐν ταῖς ἐλάταις καὶ πεύκαις γίνεται καὶ ἡ στελὶς ἡ δ᾽ ἰξία καὶ ἐν δρυῒ καὶ ἐν τερμίνθῳ καὶ ἐν ἑτέροις πλείοσιν. |
| 2.18 | Ὅτι δὲ καὶ ἐν τοῖς φυτοῖς ἔνια συνεργεῖ πρὸς τὴν ἀλλήλων σωτηρίαν καὶ γένεσιν καὶ ἐκ τῶνδε φανερόν· ἐν μὲν γὰρ τοῖς ἀγρίοις τὰ φυλλοβόλα τοῖς ἀειφύλλοις ὅτι σηπομένων ξυμβαίνει καθάπερ κοπρίζεσθαι τὴν γῆν ὃ καὶ πρὸς εὐτροφίαν καὶ πρὸς τὴν βλάστησιν τῶν σπερμάτων χρήσιμον. ἐν δὲ τοῖς ἡμέροις ὅσα τοῖς φυτοῖς ἐπισπείρουσι τῶν ἀμπέλων ἀφαιρεῖν βουλόμενοι τὸ πλῆθος τῆς ὑγρότητος καὶ τοῖς λαχάνοις ἢ τούτου χάριν ἢ τῶν γινομένων θηρίων οἷον ταῖς ῥαφανίσι τοὺς ὀρόβους πρὸς τὰς ψύλλας καὶ εἴ τι τοιοῦτον ἕτερον ἑτέροις. |
| 2.19 | Ὅσα δὲ κοινὰ γένους τινὸς ἢ καὶ πλειόνων μὴ ὁμογενῶν οἷον τὸ στρέφειν τὰ φύλλα τὴν φιλύραν καὶ τὴν ἐλάαν καὶ τὴν πτελέαν ταῖς τροπαῖς ταῖς θεριναῖς καὶ ὡς ἔνια τῶν ἀνθῶν νύκτωρ μὲν συμμύει μεθ᾽ ἡμέραν δὲ ἐκπετάννυται καὶ ὡς ἐν τῷ Εὐφράτῃ λέγουσιν οὐ μόνον τοῦ λωτοῦ τὸ ἄνθος ἀνοίγεσθαι καὶ συμμύειν ἀλλὰ καὶ τὸν καυλὸν ὁτὲ μὲν ἀναβαίνειν ὁτὲ δὲ δύεσθαι καὶ καταβαίνειν ἀπὸ δυσμῶν μέχρι μέσων νυκτῶν, ὡσαύτως δὲ καὶ εἴ τι ἄλλο τοιοῦτον, ἐν ἅπασι καὶ πανταχοῦ κοινήν τινα αἰτίαν ὑποληπτέον εἶναι. ῥᾴδιον δὲ ἴσως ἐν τοῖς ὁμογενέσιν ἰδεῖν. |
| 3.1 | Ἡ περὶ τῶν φυτῶν θεωρία διττὰς ἔχει τὰς σκέψεις καὶ ἐν δυσὶ, μίαν μὲν τὴν ἐν τοῖς αὐτομάτοις γινομένην ἥπερ ἀρχὴ τῆς φύσεως, ἑτέραν δὲ τῶν ἐκ τῆς ἐπινοίας καὶ παρασκευῆς ἣν δή φαμεν συνεργεῖν τῇ φύσει πρὸς τὸ τέλος. ἐπεὶ δὲ περὶ τῆς πρότερον εἴρηται λεκτέον ὁμοίως καὶ περὶ ταύτης ὑπὲρ αὐτοῦ τούτου πρώτου εἰπόντας ὅτι καὶ τῶν δένδρων ἔνια καὶ τῶν ἐλαττόνων ὑλημάτων οὐ δέχεται γεωργίαν. τοῦτο γὰρ ἂν εἴη τῶν μὲν οἷον πέρας τῶν δὲ ἀρχὴ μεταβαίνουσιν ἐκ τῶν αὐτοφυῶν εἰς τὰ διὰ τέχνης. |
| 3.2 | Ἡ δὲ γεωργία, δυοῖν ὄντων ἐξ ὧν αἱ τροφαὶ καὶ εὐσθένειαι τῆς τε γῆς καὶ τοῦ ἀέρος, τὴν ἀπὸ τῆς γῆς παρασκευάζει βοήθειαν· τὸν ἀέρα γὰρ οὐκ ἐπ᾽ αὐτῇ ποιόν τινα ποιεῖν ἀλλὰ δεῖ πρὸς τὰς μεταβολὰς τὰς κατὰ τὰς ὥρας γινομένας αὐτὰ τὰ δένδρα καὶ τὴν χώραν διακεῖσθαί πως ἵνα τε ἀπολαύῃ τῆς πρὸς αὔξησιν τροφῆς καὶ μὴ πάσχῃ μηδὲν ὑπὸ τῶν ἐναντίων· δεῖ γὰρ καὶ πρὸς ταῦτα φυλακῆς, λέγω δ᾽ οἷον τομάς τε καὶ διακαθάρσεις καὶ βλαστολογίας καὶ κοπρίσεις καὶ σκαπάνην καὶ ὅσα ἄλλα πραγματεύονται. |
| 3.3 | Οὐ μὴν ἀλλὰ καθάπερ εἴρηται κοινοτέρα πᾶσιν ἢ τοῖς πλείστοις καὶ δένδροις καὶ φυτοῖς ἡ τοῦ ἔαρός ἐστιν· αὐτά τε γὰρ τὰ φυτὰ προωρμημένα καὶ ὁ ἀὴρ μαλακὸς καὶ εὐβλαστὴς καὶ ὅλως ἡ ὥρα γονιμωτάτη καὶ αἱ ἡμέραι θερμότεραι καὶ μῆκος ἔχουσαι ταχείας ποιοῦσι τὰς βλαστήσεις. ἡ δὲ ῥίζωσις ἰσχυρὰ καὶ οὕτω διά τε τὴν τῶν φυτευτηρίων ὁρμὴν, εἰς ἄμφω γὰρ ὁμοίως ἐστὶ, καὶ διὰ τὸ τὴν γῆν ὀργᾶν καὶ ἔτι τὸν ἀέρα συνεκτρέφειν. ὁ γὰρ ἥλιος οὐ μόνον δοκεῖ τὰ ὑπὲρ γῆς ἀλλὰ καὶ τὰ ὑπὸ γῆς εὐτραφέστερα καὶ καλλίω ποιεῖν. σημεῖον δ᾽ ὅτι τῶν ῥιζῶν ἡ βλάστησις ἢ οὐ γίνεται πορρωτέρω τῆς τοῦ ἡλίου δυνάμεως ἢ χείρων. |
| 3.4 | Ἐπεὶ δὲ ὑπόκειται τὴν γῆν ἔνικμόν τε δεῖν καὶ εὐδίοδον εἶναι ταῖς ῥίζαις ὅπως εὐμήκεις καὶ παχεῖαι καὶ ἰσχυραὶ γίνωνται διὰ ταῦτα δεῖ τοὺς γύρους προορύττειν ἐκ πολλῶν μάλιστα δὲ ἐνιαυτῷ πρότερον ὅπως ἡ γῆ καὶ ἡλιωθῇ καὶ χειμασθῇ καθ᾽ ἑκατέραν τὴν ὥραν. ἄμφω γὰρ ταῦτα ποιεῖ μανὴν καὶ χαύνην. ἔνιοι δὲ καὶ διορίζουσι τοὺς χρόνους· ἀπὸ γὰρ τροπῶν θερινῶν μέχρι ἀρκτούρου· τότε γὰρ τήν τε γῆν διαχεῖσθαι μάλιστα καὶ τὴν ἔξω καὶ τὴν ἐν τοῖς γύροις καὶ βλαστάνειν ὅλως οὐδὲν. φυτεύουσι δὲ τὴν μετοπωρινὴν φυτείαν μετὰ πλειάδος δύσιν δεξάμενοι τὸ ἐπὶ τῷ ἄστρῳ ὕδωρ ὅπως ἔνικμος ἡ γῆ γενομένη παρέχῃ τροφήν. |
| 3.5 | Τὰ δὲ φυτευτήρια δεῖ λαμβάνειν ἀπὸ νέων γε τῶν δένδρων ἢ ἀκμαζόντων καὶ ὅλως λειότατα καὶ εὐθύτατα καὶ ὡς κάλλιστα· καὶ γὰρ ἀντιλαμβάνεται καὶ ἰσχύει τὰ τοιαῦτα μάλιστα καὶ διὰ τὴν ἡλικίαν καὶ τὸ πάχος εὐβλαστότερα τυγχάνει· τὸ γὰρ λεῖον ὥσπερ ὑγιὲς καὶ ἀπήρωτον τὸ δὲ τραχὺ καὶ ὠζωμένον ἄλλως τε τυφλοῖς ὄζοις ὥσπερ πεπηρωμένον, ἐάν τε ζῶσι τὸ ἐκβεβλαστηκὸς ἐκ τούτων ἀσθενέστερον ὅσων μὴ καὶ ἡ φύσις τοιαύτη καθάπερ τῶν κλημάτων· διὰ τοῦτο γὰρ καὶ ἐπὶ τῶν δένδρων ἔνιοι μοσχεύουσιν οἱ δὲ περιαιροῦσι τὴν θάλειαν τῶν κλάδων ὅπως μὴ ἐξαναλώσῃ τὴν δύναμιν εἰς τὴν βλάστησιν. |
| 3.6 | Ἡ δὲ κόπρος ὅτι μὲν καὶ μανοῖ τὴν γῆν καὶ διαθερμαίνει δι᾽ ὧν ἀμφοτέρων ἡ εὐβλάστεια φανερόν. ὑπὲρ δε τῆς χρήσεως διαμφισβητοῦσι καὶ οὐχ ὡσαύτως χρῶνται πάντες ἀλλ᾽ οἱ μὲν εὐθὺς ἀναμίξαντες τῇ γῇ πρὸς τὸ φυτὸν προσβάλλουσιν οἱ δ᾽ ἀνὰ μέσον ποιοῦσι τῆς τε πρώτης γῆς καὶ τῆς ἐπ᾽ ἄνω· κάτωθεν γὰρ παραβαλλομένην εἰς τὸ ἄνω φέρεσθαί φασιν ὅταν ὕσῃ· βέλτιστον γὰρ εἶναι τὸν χυλὸν, ἄνωθεν δ᾽ ἐξικμάζεσθαι ὑπὸ τοῦ ἡλίου καὶ ὕοντος οὐ διϊκνεῖσθαι τὰ κάτω. |
| 3.7 | Τὰς δὲ μανότητας καὶ πυκνότητας τῶν φυτευομένων οὐχ οὕτω πρὸς τὸν τόπον ὡς πρὸς αὐτὰ τὰ φυτευόμενα σκεπτέον ὅσα τε φιλόσκια καὶ μὴ καὶ ὅσα μακρόρριζα καὶ βραχύρριζα· τὰ μὲν γὰρ δῆλον ὅτι μανὰ τὰ δὲ πυκνὰ φυτευτέον. φιλόσκια δὲ ὧν οἱ καρποὶ ξηροί τε καὶ πυρηνώδεις ὥσπερ ῥόας καὶ μυρρίνου καὶ ὅσα φύσει μανά τε καὶ ξηρὰ καὶ μὴ μακρόρριζα καθάπερ ἡ δάφνη. |
| 3.8 | Ῥιζοτομεῖται δὲ μετὰ τὴν φυτείαν καὶ ὅταν ᾖ νέα πάνθ᾽ ὡς εἰπεῖν ὅπως τε κατὰ βάθους ὠθῶνται καὶ πλείω λαμβάνωσιν αὔξησιν, μάλιστα δ᾽ ὧν ἐπιπολῆς αἱ ῥίζαι καθάπερ ἐλάα καὶ ἄμπελος. ὅταν δὲ πρεσβύτερα γένηται τὰς μὲν ἐπετείους καὶ ὅλως τὰς ἐπιπολῆς ἀφαιρετέον ὅπως αἱ κάτω πλείους καὶ ἰσχυρότεραι γίγνωνται· φθείρουσι γὰρ ἐκεῖναι ταύτας καὶ ἐμποδίζουσιν αὐταὶ δ᾽ οὐ δύνανται παρέχειν τροφὴν ἀλλὰ καὶ πονοῦσι καὶ ὑπὸ τοῦ ἡλίου καὶ ὑπὸ τοῦ ψύχους. ἀφαιρετέον δὲ καὶ τὰς αὔας· προσηρτημέναι γὰρ καὶ ἄλλως λυμαίνονται καὶ σκώληκας ἐμποιοῦσι τοῖς δένδροις. |
| 3.9 | Περὶ δὲ κοπρίσεως ἀκολούθως δῆλον ὅτι τῇ διακαθάρσει λεκτέον τοὺς χρόνους ἄλλως τε εἰ καὶ μετ᾽ ἐκείνην εὐθὺς κοπρίζειν δεῖ· ἅμα δὲ καὶ οὐδ᾽ ἂν δύναιντο δέχεσθαι συνεχῶς ἀλλ᾽ ἀφαυαίνονται διὰ τὴν θερμότητα. τὸ γὰρ τὴν ψιλὴν κοπρίζειν οὐχ ὅμοιον· ἐν ἐκείνῃ μὲν γὰρ εἰς πολλὰ μερίζεται καὶ ἐξαναλίσκεται τὰ δεχόμενα τῶν σπερμάτων ἐνταῦθα δὲ εἰς αὐτὰς τὰς ῥίζας δύεται καὶ οὐ δύναται πᾶν διαδιδόναι τοῖς καρποῖς οὐχ ὁμοίως εὔτροφον ὂν οὐδὲ πολύχουν ὥστε πάλιν ἄλλης καὶ ἄλλης ἐπιγινομένης ὡς ἐκθερμαινόμενον αὐαίνεται. |
| 3.10 | Σκαπάνη δὲ πᾶσι συμφέρει· τά τε γὰρ ἐμποδίζοντα καὶ τὰ παραιρούμενα τὰς τροφὰς ἐξαιρεῖ καὶ αὐτὴν τὴν γῆν ἐνικμοτέραν ποιεῖ καὶ κουφοτέραν· ἔτι δ᾽ ὁ ἀὴρ ἐγκαταμιγνύμενος, ἀνάγκη γὰρ ἐγκαταμίγνυσθαι κινουμένης, ἰκμάδα τέ τινα δίδωσι καὶ παρέχει τροφήν. δι᾽ ὃ καὶ τὴν αὐχμώδη καὶ ἄνυδρον σκάπτειν δεῖ καὶ μεταβάλλειν πολλάκις ὥσπερ καὶ πρότερον εἴρηται. συμφέρει δ᾽ ἡ σκαπάνη καὶ τοῖς ἑλώδεσι καὶ τοῖς ἐφύδροις. καίτοι δόξειεν ἂν ἄτοπον εἰ τοῖς ἐναντίοις· ἀλλ᾽ οὐδὲν ἄτοπον, τὴν μὲν γὰρ ξηραίνει τὴν δ᾽ ὑγραίνει, δεῖται δ᾽ ἑκάτερα τοῦ ἐναντίου. |
| 3.11 | Περὶ δὲ ἀμπέλων ὅσα μὴ κοινὰ καὶ ἐν τοῖς πρότερον εἴρηται λεκτέον ὁμοίως. ἐπεὶ δὲ καὶ τὰ γένη διαφέρει καὶ αἱ χῶραι τοῦτο χρὴ πειρᾶσθαι διαιρεῖν τὰ ποῖα ταῖς ποίαις οἰκεῖα. κατὰ φύσιν μὲν γὰρ ἐὰν φυτεύῃ τις ἀγαθὰ, παρὰ φύσιν δὲ ἄκαρπα γίνεται. τὸ δὲ κατὰ φύσιν σχεδὸν καθ᾽ ὁμοιότητά τινα λαμβάνουσιν ὥσπερ εἴπομεν, ἐν μὲν τῇ στερεᾷ καὶ αὐχμώδει τὰ στερεὰ καὶ τὰ τῶν λευκῶν καὶ τῶν μελάνων, ὡς δ᾽ ἐπὶ τὸ πᾶν τὰ μέλανα στερεώτερα, ἐν δὲ τῇ ἐπόμβρῳ τὰ μανά. διάδηλα δὲ τὰ πυκνὰ καὶ τὰ μανὰ ταῖς μήτραις ἃς δεῖ θεωρεῖν ἀποτέμνοντας τὰ νέα τῶν κλημάτων· ἔχει γὰρ ἡ μὲν μανὴ πολλὴν τὸ δὲ ξύλον λεπτὸν ἡ δὲ πυκνὴ μικρὰν τὸ δὲ ξύλον παχύ. |
| 3.12 | Χρὴ δὲ καὶ τὴν ἐργασίαν ποιεῖσθαι πρὸς τὴν χώραν εὐθὺς ἀπ᾽ αὐτῶν τῶν γύρων ἀρξαμένους· οἷον ἐν τῇ ἐπόμβρῳ μήτε μεγάλους ὀρύττοντας μήτε βαθεῖς ὅπως μὴ πολὺ συνιστάμενον ἐκσήπῃ τὸ ὕδωρ· διὰ τοῦτο γὰρ ἐὰν σφόδρα κάτομβρος ᾖ τοῖς παττάλοις τοῖς σιδηροῖς φυτεύουσι. μηδὲ δὴ συσκάπτειν αὐτοετεὶ μηδὲ τῷ ὕστερον ὅπως μάλισθ᾽ ὁ ἥλιος ξηραίνῃ τὴν κατὰ τὸ φυτὸν γῆν· ἐὰν δὲ αὐχμηρὰ καὶ ξηρὰ δῆλον ὡς ἐναντίως. οὐ γὰρ γύρους ἀλλὰ πᾶσαν εἰ δύνατον ὀρυκτέον ἵν᾽ ὡς μάλιστα συνεργασθεῖσα δέχηται τὸ ὕδωρ. εἰ δὲ μὴ τάφρους ὡς βαθυτάτας καὶ μεγίστας ποιοῦντα συσκάπτειν ὅτι μάλιστα πρὸς αὐτὸ τὸ φυτὸν ὅπως ἥκιστα διαθερμαίνηται τοῦ θέρους. |
| 3.13 | Τὰς δὲ τομὰς πανταχοῦ τῶν φυτῶν βραχείας ὡς ἂν ῥιζωθῶσι καὶ αὐξηθῶσι· ἅμα δὲ ἡ γῆ αὐχμηρὰ καὶ τρέφειν ἀδύνατος τὰ πολλά. κατὰ δὲ τὴν ὀρεινὴν καὶ ψυχρὰν ἢ καὶ ὅλως ἔναυρον κατὰ τὸ ἔαρ τέμνειν εὐλαβοῦνται, τὸ γὰρ ψύχος ἀποξηραίνει. ὥραν δὲ τῆς τομῆς σχεδὸν τὴν αὐτὴν πᾶσιν ἀποδιδόασιν ὑπ᾽ αὐτὴν τὴν βλάστησιν ὅπως τὸ φυτὸν πλῆρες ὂν τοῦ ὑγροῦ πρὸς τὴν ἀφαίρεσιν ὁρμήσῃ καὶ ὁ βλαστὸς ὅτι κάλλιστος γένηται· |
| 3.14 | Τῶν δ᾽ ἀμπέλων τῶν τελέων ἤδη πρῶτον καὶ μέγιστόν ἐστιν ἡ κλάσις· καλῶς γὰρ ἀμπελουργουμένη καὶ εὐβλαστοτέρα καὶ εὐκαρποτέρα καὶ πολυχρονιωτέρα γίνεται. δεύτερον δὲ καὶ τρόπον τινὰ τούτῳ παραπλήσιον ἡ βλαστολογία· καὶ γὰρ ἐνταῦθα εἰδέναι δεῖ τὰ ποῖα συμφέρει καταλιπεῖν καὶ τὰ ποῖα ἀφαιρεῖν καὶ πρὸς τοὺς ἐτείους καρποὺς καὶ πρὸς τὴν ὅλην φύσιν. τὰ δ᾽ ἄλλα ἤδη κοινότερα καὶ ῥᾴω πάντα δ᾽ ἔχοντα διαφορὰν ὥστε καὶ καιρὸν ζητεῖν καὶ τρόπον. |
| 3.15 | Ὥραν δὲ τῆς ἀμπελουργίας οἱ μὲν ταῖς χώραις μόνον διαιροῦσιν οἱ δὲ καὶ τῶν γενῶν ἐφάπτονκελεύουσι ται. δὲ τὰς μὲν ἐν τῇ ξηρᾷ καὶ θερμῇ πρωΐας ἀμπελουργεῖν ὅταν τάχιστα παύσωνται φυλλοβολοῦσαι, τὰς δ᾽ ἐν τῇ ψυχρᾷ καὶ ἐπόμβρῳ μικρὸν πρὸ τῆς βλαστήσεως. αἱ μὲν γὰρ ἐν τῇ ξηρᾷ διασώζουσαι τὸ ὑγρὸν αὐταί τε βελτίους γίγνονται καὶ ὁ καρπὸς ἡδυοινότερος, αἱ δὲ ἐν τῇ ψυχρᾷ μεθεῖσαι τὸ ὕδωρ αὐταὶ μὲν οὐδὲν χείρους ὁ δὲ καρπὸς ἀσηπτότερος καὶ ἡδυοινότερος. τὰς δ᾽ ἐν τῇ μέσῃ καὶ εὐκράτῳ κατὰ τὸ μέσον τῶν ὡρῶν. |
| 3.16 | Ἐπεὶ δ᾽ ὅμοιον τῷ τοιούτῳ καὶ ὥσπερ δεύτερον ἡ βλαστολογία δεῖ καὶ ταύτην εὐθὺς ποιεῖσθαι καὶ βλαστολογεῖν ὅταν διαφαίνωσι τὸν καρπόν. μετὰ δὲ ταῦτα εὐθὺς τὸ δεύτερον σκάπτειν ὅπως ὅ τε καρπὸς καὶ ὁ βλαστὸς νέος ὢν καὶ ἐν ὁρμῇ τοῦ βλαστάνειν ὡραίαν λάβῃ τὴν σκαπάνην, ἔπειτα πάλιν βλαστολογεῖν πρὸ τοῦ ἀνθεῖν. συμβαίνει γὰρ ἐν τούτῳ τὸ βοστρύχιον αὔξεσθαι διὰ τὸ μήπω συνεστᾶναι τὰς ῥάγας, ὅταν δὲ ἀπανθήσῃ τὸ μὲν συνέστηκεν αἱ δὲ συνίστανται καὶ αὔξονται. |
| 3.17 | Πάντων δὲ ἰδιώτατον εἶναι δοκεῖ τῶν κατὰ τὰς θεραπείας οἱ ἅλες οἱ τοῖς φοίνιξι παραβαλλόμενοι, καὶ γὰρ πρὸς εὐβλαστίαν καὶ πρὸς εὐκαρπίαν χρήσιμοι· ἐπεὶ ὅσα γε πρὸς ἰατρείαν τινὰ τῶν τοιούτων ἢ φυλακὴν οὐδὲν ἄτοπον οἷον ἡ τέφρα ταῖς τε συκαῖς καὶ τῷ πηγάνῳ ξηρὰ γὰρ πρὸς τὸ μὴ σκωληκοῦσθαι μηδὲ σήπεσθαι τὰς ῥίζας· βοηθεῖ γὰρ καταξηραίνουσα. |
| 3.18 | Τὸ δὲ μὴ ἐπιμένειν ἐπὶ τῷ θήλει φοίνικι τὸν καρπὸν ἂν μὴ τὸ τοῦ ἄρρενος ἄνθος κατασείωσι ἅμα τῷ κονιορτῷ κατ᾽ αὐτοῦ, καὶ γὰρ τοῦτο λέγουσί τινες, ἴδιον μὲν παρὰ τὰ ἄλλα παρόμοιον δὲ τῷ ἐρινασμῷ τῶν συκῶν. ἐξ ὧν πρὸς τὸ τελειογονεῖν μὴ αὔταρκες εἶναι τὸ θῆλυ καὶ μάλιστα ἄν τις ἐπαγάγοι, πλὴν ἐχρῆν τοῦτο μὴ ἐφ᾽ ἑνὸς ἢ δυοῖν ἀλλ᾽ ἐπὶ πάντων ἢ τῶν πλείστων εἶναι· τὴν γὰρ φύσιν οὕτω κρίνομεν τοῦ γένους. ἀτοπώτατον δὲ καὶ ἐπ᾽ αὐτῶν τούτων τὸ τοῦ φοίνικος, ὁ γὰρ ἐρινασμὸς δοκεῖ φανερὰν ἔχειν τὴν αἰτίαν. ἀλλὰ περὶ μὲν τούτων ἅλις. |
| 3.19 | Ἔχει δὲ ὁμοίως καὶ ἐπὶ τῶν στεφανωματικῶν καὶ ὅλως τῶν φρυγανικῶν σχεδὸν δὲ καὶ τῶν λαχανηρῶν. τὰ μὲν γάρ ἐστι κοινὰ πᾶσιν οἷον ὕδρευσις κόπρισις ἡ τοῦ ἐδάφους ἐργασία τὰ δὲ ἴδια καθ᾽ ἕκαστον γένος οἷον ἡ διακάθαρσις· τοῖς φρυγανικοῖς ὁμοίως ἐν στεφανώμασι καὶ λαχάνοις καὶ γὰρ ὁ ἕρπυλλος αὐαίνεται μὴ διακαθαιρόμενος καὶ τὸ σισύμβριον καὶ τἆλλα. τὰς δὲ δὴ ῥοδωνίας οὐ κατακόπτουσι μόνον ἀλλὰ καὶ ἐπικάουσιν· ἀνανθεῖς γὰρ γίνονται καὶ ἐκλοχμοῦνται μὴ τοῦτο πάσχουσαι δι᾽ εὐτροφίαν. |
| 3.20 | Λοιπὰ δὲ καὶ ὥσπερ ἀντικείμενα τοῖς περὶ τὰ δένδρα τὰ περὶ τὴν ψιλὴν γεωργίαν ἐστίν· ἐνταῦθα δὲ ἥ τε τῆς γῆς κατεργασία καὶ ἡ τῶν σπόρων ὥρα καὶ μετὰ ταῦτα σπαρέντων κατεργασία, πρότερον δ᾽ ἔτι τούτων ἢ καὶ ἅμα τὴν οἰκείαν ἑκάστῳ σπέρματι ἰδεῖν ὥσπερ καὶ ἐπὶ τῶν δένδρων. ἔστι δὲ καὶ κατὰ τὰς ἐργασίας τὸ οἰκεῖον, οἱονεὶ τὴν μὲν θέρους τὴν δὲ χειμῶνος νεᾷν ἢ σκάπτειν ἤ τι τοιοῦτον ἕτερον, ἅπερ ἐπιχειροῦσί τινες διαιρεῖν. |
| 3.21 | Τὰ δ᾽ οἰκεῖα τῇ μὲν ἐπόμβρῳ καὶ ψυχρᾷ τὰ ἀνοστιμώτατα πρὸς τὴν σιτοποιΐαν ὁμοίως καὶ πυρῶν καὶ κριθῶν καὶ τῶν ἄλλων· ἀραιὰ γὰρ ταῦτα. τὰ δ᾽ ἄλλα πλείονος ὄμβρου δεῖται· καὶ τὰ μέλανα τῶν λευκῶν. ἐν δὲ ξηρᾷ καὶ ἐρυθρᾷ καὶ ἐν ψυχροῖς τόποις πολύνοστα· καὶ τὰ λευκὰ μᾶλλον τῶν μελάνων ὅπως ἁδρύνηται πρὸ τῆς ἀπολήψεως τῶν ὑδάτων· αὔξεται γὰρ καὶ φθάνει τὰ λευκὰ μᾶλλον τῶν μελάνων. ἐν δὲ ταῖς εὐκρασίαις τὰ ἀνὰ μέσον. οἱ μὲν οὖν οὕτω διαιροῦσιν οἱ δ᾽ ἄλλως. |
| 3.22 | Χρὴ δὲ καὶ τὰ οἰκεῖα σπέρματα πρὸς εὐφορίαν καὶ τὰ νοσήματα τὰ συμβαίνοντα λαμβάνειν οἷον ἐρυσίβας· ἐπεὶ ἐν τοῖς κοίλοις καὶ ἀπνόοις γίνεται τὰ μὴ ἐρυσιβούμενα· τοιαῦτα δὲ τὰ ἐπικλινῆ τῷ στάχυϊ καὶ μὴ ὀρθά. διὰ τοῦτο δὲ καὶ τὸ ἐπικύπτειν συμφέρει τὸν στάχυν ὅπως ἀπορρέῃ καὶ μὴ ἐμμένῃ τὸ ὕδωρ καὶ ἡ δρόσος. ἐπικλίνουσι δὲ οἱ μακροὶ στάχυες μᾶλλον οἱ δὲ πλατεῖς καὶ βραχεῖς ὀρθότεροι δι᾽ ὃ καὶ ἐρυσιβοῦνται ταῦτα διυγραινόμενα. καὶ ὧν ὁ στάχυς ἀπήρτηται πολὺ τῶν φύλλων· ἐν γὰρ τοῖς φύλλοις ἐμμένει μᾶλλον ἡ ὑγρότης ὥστε πλησίον μὲν ὄντος εὐθὺς ἅπτεται πόρρω δὲ οὐχ ὁμοίως. |
| 3.23 | Σπείρειν δὲ κελεύουσιν οἱ μὲν πρὸ πλειάδος· ξηρὰν γὰρ ἄνικμόν τε οὖσαν διαφυλάττειν τὸ σπέρμα τὴν γῆν. οἱ δ᾽ ἅμα πλειάσι δυομέναις ὥσπερ καὶ Κλείδημος· ἐπιγίνεσθαι γὰρ ὕδατα τὰ πολλὰ τῇ ἑβδόμῃ μετὰ τὴν δύσιν. ἄριστον δὲ ἴσως καὶ ἀσφαλέ- στατον εἰς ὀργῶσαν τὴν γῆν ἐμβληθῆναι εὐλαβούμενον ὅπως μήτ᾽ ἐμβληθῇ πηλῷ μήθ᾽ εἰς ἡμιβρεχῆ καὶ ἡμίειλον ἣν δὴ καλοῦσί τινες ἀμφίεργον. ἡ μὲν γὰρ ὑγρὰ καὶ πηλώδης διαχεῖ καὶ ἐκγαλακτοῖ καὶ ἐὰν ξηρανθῇ συναλείφει καὶ οὐ διαδίδωσιν, ἡ δὲ ἡμιβρεχὴς κατασήπει· τοσοῦτον γὰρ ἔχει τὸ θερμὸν καὶ τὸ ὑγρὸν ὥστε κινῆσαι μὲν μὴ ἐκβιάσασθαι δὲ μηδ᾽ ἐκβλαστεῖν. |
| 3.24 | Τὰ δὲ σπέρματα καθάπερ ἐπὶ τῶν δένδρων ἐκ τῶν ὁμοίων ἢ τῶν χειρόνων ληπτέον ὅπως δὴ μηδεμία μεταβολὴ ἢ ἐπὶ τὸ βέλτιον γίνηται. καίτοι φασὶν ἐκ τῆς ἀγαθῆς ἰσχυρότερα εἶναι δι᾽ ὃ καὶ ἐπὶ δύο ἔτη διαμένειν τὴν δύναμιν. εἰ δὲ τοῦτο ἀληθὲς ὅμοιον ἂν εἴη καὶ τὸ ἐπὶ τῶν φυτευμάτων τὸ τὰ κάλλιστα καὶ ἰσχυρότατα λαμβάνειν ὥστ᾽ ἀμφοτέρως ἂν ἔχοι λόγον. |
| 4.1 | Ἐπειδὴ πλείους αἱ γενέσεις τῶν φυτῶν τούτων δὲ κοινοτάτη πᾶσιν ἡ ἀπὸ σπέρματός ἐστιν ὅσα ἔχει σπέρμα καὶ καρπὸν ἀπορήσειεν ἄν τις διὰ τί ποτε οὐκ ἀνὰ λόγον ἡ ἰσχὺς ἑκάστῳ ἐστὶ τῶν σπερμάτων ἀλλ᾽ ἀσθενεστέρα τῶν ἰσχυροτέρων οἷον τὰ τῶν δένδρων τῶν ἐπετείων. ἀμφοτέρως γὰρ φαίνεται τὸ ὁμολογούμενον· καὶ εἰ ἀπὸ τῶν ἀσθενεστέρων ἰσχυρότερα τὰ γινόμενα· τὰ γὰρ σπέρματα γεννᾷ τὰ δένδρα· τῆς δὲ ἀσθενείας καὶ τῆς ἰσχύος ἐκεῖνα σημεῖα· τὰ μὲν γὰρ ἐπέτεια ὅταν σπαρῇ διαμένει τὰ αὐτὰ καὶ ἐξομοιοῖ τοὺς καρποὺς τὰ δὲ τῶν δένδρων μεταβάλλει καὶ χείρω ποιεῖ, καὶ τὰ μὲν ταχεῖαν ἀποδίδωσι τὴν τελείωσιν τὰ δὲ χρόνιον καὶ βραδεῖαν. |
| 4.2 | Τὰ μὲν οὖν κατὰ τὴν βλάστησιν ἐν τούτοις ἂν εἴη. πρὸς δὲ τὴν ἔξω διαμονὴν φυλαττομένων ἄλλοις μὲν ἄλλως συμβαίνει κατὰ τοὺς χρόνους. οὐ μὴν ἀλλ᾽ οὐδ᾽ ἄλογον ἔνια προτερεῖν τῶν δενδρικῶν εἰς τὴν φθορὰν οἷον ὅσα ἐν περικαρπίοις ἐστὶ σαρκώδεσιν οἷον ὅταν χωρισθῇ καὶ σαπῇ· γυμνούμενα γὰρ ἀναξηραίνεται καὶ θνήσκει· τὰ δὲ ἐν δερματικοῖς καὶ μὴ χωριζόμενα· καὶ γὰρ ὑγρότερα καὶ παρεισδέχεται τὸν ἀέρα. μάλιστα δὲ διαμένει τὰ ἐν ξυλώδεσι καὶ τούτων ὅσα πυκνόν τε τὸ κέλυφος ἔχει καὶ αὐτὰ λιπαρὰ καθάπερ τὰ κάρυα τὰ ἡρακλεωτικὰ, πλὴν ἐκπικροῦται· τὰ δ᾽ ἀμύγδαλα ἐλάττω χρόνον· ἐλάχιστον δὲ τὰ βασιλικὰ μένει, μανότατον γὰρ τὸ πέριξ καὶ ἥκιστα συμφυές. διαμένει δὲ καὶ τὸ τῆς ἐλάας καὶ εἴ τι ἄλλο τοιοῦτον· τῶν δ᾽ ἐν σαρκώδεσι περικαρπίοις χρονιώτατον τὸ τοῦ φοίνικος ἅτε ξηρότατον ὂν καὶ πυκνόν. |
| 4.3 | Ἐν δὲ τοῖς τῶν λαχανωδῶν τὰ μὲν ἄλλα τὴν ἐξομοίωσιν ἀποδίδωσι, ῥάφανος δὲ καὶ μαλάχη δοκεῖ παραλλάττειν καὶ δενδρικώτερα· τὰς δ᾽ ἐκφύσεις πλέον ἀλλήλων ἔτι ταῦτα παραλλάττει τῶν σιτηρῶν. τὰ μὲν γὰρ τριταῖα διαβλαστάνει καθάπερ ὤκιμον σίκυος κολοκύντη, τὰ δὲ πεμπταῖα ἢ ἑκταῖα, τὰ δὲ πεντεκαιδεκαταῖα καθάπερ πράσον, τὸ δὲ σέλινον τεσσαρακοσταῖον ἐνιαχοῦ δὲ πεντηκοσταῖον, δυσφυέστατον γὰρ τοῦτο πάντων. δυσφυὲς δὲ καὶ τὸ κορίαννον, οὐ γὰρ βλαστάνει μὴ βρεχθὲν, αἰτία δ᾽ ἡ σκληρότης, ὥσπερ γὰρ ξυλῶδές ἐστι τὸ περιέχον. |
| 4.4 | Ἄτοπον δ᾽ ἂν δόξειε καὶ ἅμα θαυμαστὸν εἰ ἀπὸ τῶν ἀτελῶν ἔνια γεννᾷ καὶ ταῦτα δένδρων φύσεις μεγάλας οὕτως οἷον ἰτέας καὶ πτελέας· ἀτελὲς γὰρ τὸ ὠμόν. ἆρ᾽ οὖν εἴπερ τοῦτ᾽ ἀληθὲς διαιρετέον τὴν τελειότητα τήν τε πρὸς ἡμᾶς καὶ τὴν πρὸς γένεσιν. ἡ μὲν γὰρ πρὸς τροφὴν ἡ δὲ πρὸς δύναμιν τοῦ γεννᾷν· ἔνια δὲ ἄτροφα γεννητικὰ δὲ, τὰ δ᾽ ἴσως ἀνάπαλιν. τάχα δ᾽ ἐκείνη πρός γε τὰ νῦν ἡ διαίρεσις ὅτι τὴν πέψιν τιθέμεθα χρώμασι καὶ χυλοῖς καὶ πυκνότητι καὶ τοῖς τοιούτοις· ἐπεὶ τό γ᾽ ἐδώδιμον ὑπάρχει καὶ τοῖς τῆς πτελέας καὶ ἄλλοις· ἀλλ᾽ οὐ τοῦτο κύριον ἀλλὰ τὸ γεννᾷν· ἕκαστον γὰρ τῷ ἔργῳ κρίνεται. καὶ ταῦτα μὲν ὡς πρὸς ὑπόθεσιν. |
| 4.5 | Τὸ δὲ μόνα ταῦτα πάσχειν ἔτι δ᾽ ἰσχυρότατα δοκοῦντ᾽ εἶναι, καὶ γὰρ ἡ ζειὰ ἰσχυρὸν, μιᾷ τινι λύοιτ᾽ ἂν αἰτίᾳ καὶ τῇ αὐτῇ· διὰ γὰρ τὸ ἰσχυρότατα καὶ πολυρριζότατα εἶναι πλείστην ἔχοντα τροφὴν καὶ μάλιστα πάσχοντα ὑπομένει τὰ δ᾽ ἄλλα φθείρεται τελέως. ἔτι δ᾽ ἡ ὥρα καθ᾽ ἣν ὁ σπόρος ἐπομβροτέρα καὶ πλείω χρόνον ἐν τῇ γῇ γίνεται, τὰ δὲ πρὸς τὸ ἔαρ καὶ διαγελῶντος ἤδη τοῦ ἀέρος ἐν εὐκρασίᾳ μᾶλλον καὶ εὐθὺς εἰς τὴν βλάστησιν ἡ ἀναδρομή· |
| 4.6 | Τῶν δὲ ἄλλων τῶν περὶ τὰ σπέρματα μάλιστα ἄπορον εἴπερ ἀληθὲς τὸ παρὰ μέρος καὶ μὴ ἅμα γεννᾷν ἔνια καθάπερ ἐπί τε τοῦ αἰγίλωπος λέγεται καὶ τοῦ λωτοῦ καὶ τοῦ βολβοῦ. τοῦτο δ᾽ οἱ μέν φασιν εἶναι ψεῦδος ἀλλ᾽ ἀπὸ τῆς ῥίζης βλαστάνειν τῷ ὕστερον ἔτει ἢ ἀπὸ τοῦ σπέρματος ὑπολαμβάνουσιν· οἱ δ᾽ ὡς ἀληθὲς διατείνονται σημεῖα φέροντες ἄλλα τε καὶ ὅτι ἀπολλύντες τὸν αἰγίλωπα διετῆ τὸν ἀργὸν ποιοῦσι ὅπως ἀμφότερα τὰ σπέρματα ἐκβλαστήσῃ καὶ ἐπινεμηθῇ τε καὶ ἐκθερισθῇ τὸ ὅλον ὁ καρπός. |
| 4.7 | Τῶν δὲ σιτηρῶν σπερμάτων εἴ τινες διαφοραὶ κατὰ τὴν ἔκφυσιν ἢ τοὺς καρποὺς ἢ τὴν ἄλλην οὐσίαν δεῖ πειρᾶσθαι λέγειν. οἷον ὅτι πυρὸς μὲν καὶ κριθὴ καὶ τὰ ὅμοια πρωϊσπορεῖται, χεδροπὰ δὲ πρὸς τὸ ἔαρ πλὴν κυάμου καὶ θέρμου. τοῦτο γὰρ ποιοῦσιν ὅτι τὰ μὲν σιτώδη ῥιζωθῆναι δεῖ πρὸς τὸ μὴ μονόκαυλα γίνεσθαι τῆς ἀναφορᾶς εὐθὺ ἄνω γινομένης. ῥιζοῦται δὲ κατεχόμενα καὶ πιλούμενα τοῖς χειμῶσιν ὥστε πολλὰς ἀρχὰς λαμβάνειν τῆς βλάστης. |
| 4.8 | Τὴν δὲ ταχυβλαστίαν τοῖς χεδροποῖς ἀποδοίη τις ἂν διὰ τὴν ὥραν ὅτι μαλακωτέρα καὶ γονιμωτέρα τῆς χειμερινῆς· ἀλλὰ μᾶλλον τούτου αἰτιάσαιτ᾽ ἄν τις τὴν ἀσθένειαν δι᾽ ἣν καὶ σπείρονται πρὸς τὸ ἔαρ καὶ διαβλαστάνουσι θᾶττον· τὸ γὰρ ἀσθενέστερον ὥσπερ πολλάκις ἐλέγομεν εὐπαθέστερον. τάχα δὲ καὶ τῆς πολυκαρπίας, πολυχούστερα γὰρ δὴ τὰ χεδροπὰ, τὴν αὐτὴν ἢ παραπλησίαν, καὶ τοῦ θᾶττον δὲ ἐκτελεοῦν καὶ μὴ καρπίζεσθαι τὴν γῆν ἀλλὰ νειὸν ποιεῖν· ἅπαντα γὰρ ταῦτα ἢ τὰ τοιαῦτα συμβαίνει σχεδὸν ὡς ἁπλῶς εἰπεῖν διὰ τὴν ἀσθένειαν. |
| 4.9 | Περὶ δὲ τοῦ εἶναι βαρύτερα τὰ χεδροπὰ πρὸς τὰς τροφὰς ἢ τὸν σῖτον ἡμῖν καίπερ ἐλάττω χρόνον ἐν τῇ γῇ γινόμενα — δοκεῖ δὲ καὶ πρὸς κουφότητα διαφέρειν τοῦτο, δι᾽ ὃ καὶ τῶν πυρῶν οἱ τρίμηνοι κουφότατοι καὶ τῶν κριθῶν ὁμοίως ὡς ἐλάττονος ἐνυπάρχοντος τοῦ γεώδους διὰ τὴν βραχύτητα τοῦ χρόνου —, τοῖς δὲ ἄλλοις ζώοις καὶ προσφιλῆ καὶ ἄλυπα ταῦτ᾽ εἶναι ἃ χαλεπώτατα ἡμῖν καὶ πάλιν ἃ ἡμῖν εὐκατέργαστα ταῦτ᾽ ἐκείνοις χαλεπώτατα καίπερ ἰσχυροτέροις οὖσι. πολλὰ γοῦν ἀπόλλυται χορτασθέντα πυρῶν· καίτοι τὸ γεῶδες ἐλάχιστον ἔχουσι. |
| 4.10 | Τὴν δὲ ἄνθησιν πολυχρονιωτέραν ποιοῦνται τὰ χεδροπὰ τῶν σιτωδῶν ὅτι τῶν μὲν ἀσθενὲς τὸ ἄνθος· εἴρηται δὲ ὅτι τὰ ἀσθενέστερα πανταχοῦ θᾶττον τελεοῦται. δι᾽ ὃ καὶ βρέχεσθαι τὰ μὲν οὐ δύναται τὰ δὲ καὶ ζητεῖ καὶ ὀνίναται· τάχα δὲ τοῦτό γε κατὰ συμβεβηκὸς ὅτι τὸ ὅλον φυτὸν εὐτραφεῖ βρεχόμενον, ὁ δὲ καρπὸς δεῖται βοηθείας πρὸς τὴν τελέωσιν, μάλιστα δ᾽ ὁ κύαμος ὅτι μανότατον καὶ πολυανθέστατον καὶ πολυκαρπότατον. ὁ δὲ ἐρέβινθος ἀπόλλυται διὰ τὴν εἰρημένην αἰτίαν. ἀλλὰ περὶ μὲν τοῦ σίτου τῆς διαφθορᾶς λεκτέον. |
| 4.11 | Περὶ δὲ τῶν ὁμογενῶν τάχα ἄν τις ἀπορήσειε τίποτ᾽ οὐκ ἐν ἴσοις χρόνοις ἅπαντα τελειοῦται ἀλλ᾽ οἱ μὲν τρίμηνοι τῶν πυρῶν οἱ δὲ δίμηνοι καὶ τῶν κριθῶν ὡσαύτως. εἰ δὲ καὶ ἐν ἐλάττονί τινες χρόνῳ πλείων ἡ διαφορὰ πρὸς τοὺς χειμοσπόρους. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων μάλιστα δὲ ἐπὶ τῶν εἰρημένων τάχα δὲ καὶ μόνων αἱ διαφοραί. καὶ τοῦτ᾽ εὐλόγως· τὰ μὲν γὰρ ὄσπρια σπαρέντα χειμῶνος οὐκ ἂν ὑπομείνειε διὰ τὴν ἀσθένειαν πλὴν εἴ τινων ὀλίγων. ὄροβον γὰρ σπείρουσι καὶ πρώϊον ὥστε μὴ ὥρα καταλείπεται· ἡ κριθὴ δὲ καὶ ὁ πυρὸς ἀμφοτέρως καὶ ὅσα μήτρην ἁπλῆν ἐλάττους καὶ ἀσθενεστέρους φέρει τοὺς στάχυς. τοῦτο μὲν οὖν ὡς καθόλου τῷ γένει πρὸς τὸ γένος. |
| 4.12 | Ὑπὲρ δὲ τῶν σπερμάτων πῶς ποτε τὰ τεράμονα ἢ ἀτεράμονα γίνεται πότερα διὰ τὴν χώραν ἢ διὰ τὸν ἀέρα καὶ τὰς ἰδίας διαθέσεις ἢ δι᾽ ἄλλο τι πάθος καὶ πάντα ἢ ἔνια. δοκεῖ γὰρ δὴ καὶ μάλιστα ἐπὶ τῶν κυάμων καὶ φακῶν συμβαίνειν, πολλάκις δὲ καὶ τὸ χωρίον ὁτὲ μὲν τεράμονα φέρειν ὁτὲ δὲ ἀτεράμονα τῆς αὐτῆς ἐργασίας τυγχάνον· καὶ τῶν συνεχῶν αὔλακος μόνον διειργούσης τὸ μὲν ἀτεράμονα τὸ δὲ τεράμονα· καὶ τῶν σπερμάτων ὁτὲ μὲν ἐκ τῶν ἀτεραμόνων τεράμονα γίνεσθαι ὁτὲ δ᾽ ἐκ τῶν τεραμόνων ἀτεράμονα. κατὰ δὲ τὴν ἔκφυσιν καὶ βλάστησιν καὶ τὴν ἁδρότητα καὶ εὐκαρπίαν οὐδὲν διαφέρει τὸ ἀτέραμον ὡσάν τι νενοσηκὸς ἢ πεπονηκός. |
| 4.13 | Ὅσα δὲ τῶν ὁμογενῶν μὴ ἅμα διαβλαστάνει τοῖς ἄλλοις ἀλλ᾽ ὕστερον πολλῷ καθάπερ ἐλέχθη περὶ τοῦ τευτλίου παραπλησία τις ἡ αἰτία ταύτῃ καθάπερ εἴπομέν ἐστιν· ὥσπερ γὰρ πρὸς ἕψησιν καὶ ὅλως πύρωσιν ἀτεράμονα, καὶ πρὸς ἔκφυσιν οὕτω καὶ πρὸς βλάστησιν· ἡ γὰρ τοιαύτη ἀτέλειά τις τῶν σπερμάτων. ὁμοίως δὲ ἐπὶ πάντων ὧν τοῦτο συμβαίνει. περὶ μὲν οὖν τούτων ἐπισκεπτέον. |
| 4.14 | Τὸ δὲ τῆς ἐρυσίβης κοινὸν οὐχ ἧττον ἀλλὰ μᾶλλον ἅπτεται τῶν σιτωδῶν, κριθῆς δὲ μᾶλλον ἢ πυροῦ διά τε τὸ γυμνοτέραν εἶναι τὸν δ᾽ ἐν χιτῶσι πλείοσι καὶ διὰ τὸ ἐγγυτέρω τοῦ στάχυος ἔχειν τὸ φύλλον ὅθεν ἡ ἀπόχυσις ἐν ᾧ μένει καὶ ἡ ὑγρότης ὥστε σαπεῖσα μᾶλλον ἅπτεται· καὶ ἔτι τὸν στάχυν ὀρθὸν εἶναι καὶ πυκνότερον· ἀπορρεῖ γὰρ ἧττον δι᾽ ὃ καὶ ἐπικύπτειν ξυμφέρει· καὶ ἀπολλύει τὸ συνεχὲς θᾶττον, ἐν δὲ τῷ μανῷ πρὸς τοῖς ἄλλοις καὶ διεκπίπτει ἡ ὑγρότης. ἡ δ᾽ αὐτὴ αἰτία καὶ τῇ λευκῇ πρὸς τὰς ἄλλας, ἅπαντα γὰρ μάλιστα ἔχει τῶν ἄλλων. |
| 4.15 | Περὶ δὲ τῶν θερινῶν σπερμάτων οἷον σησάμου ἐρυσίμου κέγχρου ἐλύμων ἐπὶ τοσοῦτον μὲν εἰπεῖν ἐστι παντὶ πρόχειρον ὅτι δι᾽ ἀσθένειαν ταύτην τὴν ὥραν σπείρεται καὶ διὰ τὸ ταχὺ τελεοῦν· ἡ δὲ φύσις αὐτῶν ποία τις ἂν εἴη σκεπτέον· οὐδὲ γὰρ γεώδης ὥσπερ τῶν ὀσπρίων οὔτε πάντη κούφη· τὸ γὰρ σήσαμον λιπαρὸν καὶ δεόμενον πέψεως. καὶ τοῦτο μὲν μονόρριζον ὁ δὲ κέγχρος καὶ πολύρριζον καὶ βαθύρριζον καὶ πολυκάλαμον ὥστ᾽ εἰς ἀμφότερα μεριζομένης τῆς τροφῆς καὶ τῆς δυνάμεως χρονιώτερον ἐχρῆν εἶναι. τὸ γὰρ σήσαμον ἐπεὶ μονόρριζον καὶ βαθύρριζον ἄνω πᾶσαν ἀφίησι τὴν δύναμιν· ἀλλ᾽ ἀντίκειται τούτῳ τὸ λιπαρόν· τὰ γὰρ αὖ γλίσχρα πλείονος πέψεως δεῖται. ταῦτα δ᾽ ὥσπερ εἴρηται πάντα πολύκαρπα. περὶ μὲν οὖν τούτων σκεπτέον. |
| 4.16 | Ὁ δὲ κονιορτώδης σῖτος θᾶττον σήπεται καὶ ὁ ἐν τοῖς κονιατοῖς ἢ ἀκονιάτοις οἰκήμασι διὰ τὸ πλείω θερμότητα ἔχειν. καὶ γὰρ ὁ κονιορτὸς θερμὸς ἅτε ξηρὸς ὢν καὶ τὸ κονίαμα ὅταν ἀναδέξηται τηρεῖ τὴν θερμότητα· ἐπεὶ καὶ ἀθρόος καὶ κατὰ βάθους ὢν, πλείων γὰρ ἡ θερμότης. θᾶττον δὲ πολὺ κόπτεται κριθὴ πυροῦ διὰ τὸ μανότερον εἶναι καὶ γυμνότερον. τάχιστα δ᾽ ὁ κύαμος· θερισθεὶς γὰρ εὐθὺς καὶ συντεθεὶς ἐνιαχοῦ καθάπερ ἐν Θετταλίᾳ. |
| 5.1 | Τῶν δ᾽ ἐν τοῖς δένδροις καὶ φυτοῖς τὰ μὲν αὐτόματα γίγνεται, τὰ δὲ ἐκ παρασκευῆς καὶ θεραπείας, ἑκάτερα δὲ αὐτῶν ἔχει διαίρεσιν· τῶν γὰρ αὐτομάτων τὰ μέν ἐστι φύσει, τὰ δὲ παρὰ φύσιν· καὶ γὰρ ἐν τοῖς φυτοῖς ὑπάρχει τι τοιοῦτον ὥσπερ καὶ ἐν τοῖς ζώοις· οἷον ἐάν τι μὴ τὸν οἰκεῖον ἐνέγκῃ βλαστὸν ἢ καρπὸν ἢ μὴ κατὰ τὴν τεταγμένην ὥραν ἢ μὴ ἐκ τῶν εἰωθότων μερῶν ἤ τι τοιοῦτον ἕτερον· ἅπαντα γὰρ ταῦτα παρὰ φύσιν· τῶν δὲ ἐκ τέχνης καὶ θεραπείας τὸ μέν ἐστι συνεργοῦν τῇ φύσει πρὸς εὐκαρπίαν καὶ πλῆθος, τὸ δὲ εἰς ἰδιότητα καὶ τὸ περιττὸν τῶν καρπῶν, οἷον τὸ ποιῆσαι βότρυν ἀγίγαρτον ἢ ἐκ τοῦ αὐτοῦ κλήματος μέλανα καὶ λευκὸν φέρειν ἢ καὶ ἐν αὐτῷ τῷ βότρυϊ καὶ ὅσα δὴ τοι αῦθ᾽ ἕτερα ποιοῦσι, πλείω γάρ ἐστιν· |
| 5.2 | Τὰς δὲ μὴ ἐκ τῶν οἰκείων μερῶν, ἀλλ᾽ οἷον ἀκρεμόνων καὶ στελέχους οὐ πόρρω ταύτης ὅταν ἀθροισμὸς εἰς ταῦτα γένηται τῆς γονίμου δυνάμεως· ἀρχῆς γὰρ ἐπισυστάσης ἡ ἐπιρροὴ τῆς τροφῆς ἐξομοιοῦται τῷ ὑποκειμένῳ καθάπερ ἐν τοῖς ἄλλοις. ἡ δὲ σύστασις οὐκ ἄλογος εἰ τοιαύτην τινὰ κατὰ μόριον ἔλαβε κρᾶσιν, ἀλλ᾽ εὐλογωτέρα πολὺ τῆς ἐν ζώοις γινομένης οἷον εἰ κέρας ἐκ τοῦ στήθους ἤ τι τοιοῦτον ἕτερον· αὕτη γὰρ μείζων ἡ παραλλαγὴ τῶν ἐν τοῖς φυτοῖς ὅσῳ μᾶλλον ὁμοιομερῆ τὰ φυτὰ τῶν ζώων· |
| 5.3 | Τὰς δὲ μεταβολὰς τῶν καρπῶν εἴ τινες ἢ ἐκ λευκῶν μέλανες ἢ ἐκ γλυκέων ὀξεῖς ἢ ἀνάπαλιν καθάπερ φασὶν ἐπί τε συκῆς καὶ ἀμπέλου καὶ ῥόας τοῦτο συμβαίνειν ἐνιαχοῦ μὲν οὐδὲ θαυμαστὸν οὐδ᾽ ὅλως ἄτοπον φαίνεται τὸ τὴν φύσιν, ὁτὲ μὲν οὕτως, ὁτὲ δὲ ἐκείνως καὶ τοῖς μέρεσιν ἀνομοίως φέρειν οἷον τὴν κάπνεον ἄμπελον καλουμένην· αὕτη γὰρ δοκεῖ τοὺς μὲν λευκοὺς ἐνίοτε, τοὺς δὲ μέλανας καὶ ὁτὲ μὲν πάντας τοιούτους, ὁτὲ δὲ τοιούτους φέρειν. δι᾽ ὃ καὶ οὐδ᾽ οἱ μάντεις εἰώθασι τοῦτο κρίνειν ὡς τέρας· τὸ γὰρ εἰωθὸς οὐ τέρας. |
| 5.4 | Τὸ δ᾽ ἐνεγκεῖν ἄμπελόν ποτε καρπὸν ἄνευ φύλλων ὡς μὲν ὅλως εἰπεῖν οὐ πιθανὸν, ὡς δὲ μικρᾶς τινος γενομένης βλαστήσεως καὶ ταύτης διὰ τὴν ἀσθένειαν ἀπορρυείσης μᾶλλον πιθανὸν ὡς ἐνταῦθα πλείονος καὶ σφοδροτέρας τῆς ὁρμῆς γινομένης· ὅπερ ἐπί γέ τινων δένδρων καὶ συμβαίνει σχεδὸν ὅταν εὐκαρπήσωσιν ὥσπερ ἐπὶ τῆς ἀμυγδαλῆς· διὰ γὰρ τὸ πλῆθος οὐδὲ φαίνεται τὰ φύλλα καὶ ἄλλα μικρὰ καὶ ἀσθενῆ γίνεται τῆς φύσεως ἐνταῦθα ὡρμηκυίας. ὥσπερ καὶ ἐν τῷ ἀνθεῖν ἡ ἄμπελος ὅταν ὀψίσῃ καὶ διατηρῇ τὸν καρπὸν ἄνευ τῶν οἰνάρων ὥσπερ καὶ ἡ συκῆ τῶν θρίων· |
| 5.5 | Ἑπόμενα δέ πώς ἐστι τούτοις εἰπεῖν ὅσα δὴ διὰ τέχνης καὶ παρασκευῆς γίνεται τῶν περιττῶν ὑπὲρ ὧν φανερωτέρας ἄν τις ὑπολάβοι τὰς αἰτίας εἶναι καθάπερ καὶ εἰσίν. ἀγιγάρτους μὲν γὰρ ποιοῦσι τοὺς βότρυς ἐξαιροῦντες τὴν μήτραν, ἀφ᾽ ἧς γίνεται τὸ γίγαρτον. ἐκ τοῦ αὐτοῦ δὲ κλήματος φέρειν λευκὸν καὶ μέλανα βότρυν ἢ ἐν αὐτῷ τῷ βότρυϊ τὰς ῥᾶγας τὰς μὲν τοιαύτας, τὰς δὲ τοιαύτας, ὅταν διελόντες συνθῶσι ἑκατέρου τὸ ἥμισυ πλὴν τοῦ κάτω μέρους καὶ συνδήσαντες καταπήξωσι· συμφύεται γὰρ ἀλλήλοις· |
| 5.6 | Τὰ δὲ τῶν καρπῶν μεγέθη τῶν κατορυττομένων ἐν ταῖς χύτραις ὅταν κατάγωσι τοὺς ἀκρεμόνας, οἷον ῥοῶν καὶ μήλων εὐλόγως γίνεται. τό τε γὰρ ὑπὸ τοῦ ἡλίου καὶ τοῦ ἀέρος ἀφαιρούμενον ἡ χύτρα κω λύει ἀποστέγουσα καὶ ἅμα τὴν ἐκ τῆς γῆς ἕλκει νοτίδα δι᾽ ἧς τρέφεται· τὴν γὰρ ἀπὸ τοῦ δένδρου ἐπιρροὴν οὐκ εὔλογον γίνεσθαι πάρωρον οὖσαν ἢ βραχεῖάν τινα πάμπαν, δι᾽ ὃ καὶ ὁ μὲν κόκκος οὐδὲν μείζων τῆς ῥόας γίνεται, τὸ δὲ σίδιον παχύτερον ὡς οὐ διικνουμένης εἰς ἐκεῖνον τῆς τροφῆς· ἔοικε γὰρ ὁ οἰκεῖος χυλὸς τῇ φυσικῇ δυνάμει πάντων γίνεσθαι καὶ πεπαίνεσθαι, δι᾽ ὃ καὶ τὰ μῆλα χείρω καὶ ἀχυλότερα γίνεται· τὸ δὲ σίδιον καὶ ἐκ τῶν ἔξωθεν λαμβάνει τὴν αὔξησιν ὡς ἀλλοτριώτερον τῆς φύσεως. |
| 5.7 | Αἱ μὲν οὖν τούτων μεταβολαὶ διὰ τὰς εἰρημένας αἰτίας. ἡ δὲ τοῦ σισυμβρίου εἰς μίνθαν ὥσπερ ἐναντία δι᾽ ἀργίαν γινομένη· συμβαίνει γὰρ ὅταν μή τις ἐξεργάζηται μηδ᾽ ἀποδιδῷ τὴν οἰκείαν θεραπείαν ῥιζοῦσθαι μᾶλλον εἰς τὸ κάτω, ῥιζούμενον δὲ καὶ τὴν δύναμιν ἐκεῖσε τρέπον πᾶσαν ἀσθενέστερον ἄνωθεν γίνεσθαι καὶ τὴν δριμύτητα ἀποβάλλειν τῆς ὀσμῆς ὥστε ἐξ ἀμφοτέρων ἡ ὁμοιότης τῆς τε βλάστης καὶ τῆς ὀσμῆς· τῆς γὰρ δριμύτητος ἀφαιρουμένης ἡ κατάλοιπος ὀσμὴ μαλακή τις οὖσα καὶ ἀνειμένη προσεμφερὴς τῇ μίνθῃ γίνεται δι᾽ ὃ μεταφυτεύειν κελεύουσι πολλάκις ὅπως τοῦτο μὴ συμβαίνῃ· καὶ τοῦ μὲν σισυμβρίου τοιαύτην τὴν αἰτίαν ὑποληπτέον. |
| 5.8 | Ἀκόλουθα δέ πως τοῖς εἰρημένοις καὶ ὥσπερ ἐσχάτης θεωρίας περὶ νοσημάτων καὶ φθορᾶς εἰπεῖν ἀμφοτέρων μετέχοντα καὶ τῶν κατὰ φύσιν καὶ τῶν παρὰ φύσιν. φθοραὶ μὲν γὰρ εὐθὺς αἱ μὲν οὕτως, αἱ δ᾽ ἐκείνως λέγονται, νόσοι δὲ τῇ μὲν ὅλως δόξαιεν ἂν εἶναι παρὰ φύσιν, ἔκβασις γάρ τις αἰεὶ καὶ σύγχυσις τοῦ κατὰ φύσιν ἡ νόσος, τῷ δ᾽ εἰωθέναι καὶ πολλάκις συμβαίνειν κατὰ φύσιν λέγομεν ὁμοίως ἔν τε ζώοις καὶ φυτοῖς, αὐτὰ ταῦτα διαιροῦντες τὰ βίαια πάθη καὶ φανερῶς ἀπὸ τῶν ἔξωθεν αἰτιῶν, οἷον τραυμάτων καὶ πληγῶν· τὰ γὰρ ὑπὸ ψύχους ἢ καύματος ἤ τινος ἑτέρου συμβαίνοντα τῶν ἐν τῷ ἀέρι παθημάτων οὐ λέγομεν παρὰ φύσιν· καίτοι βίαιά γέ πως καὶ ταῦτα καὶ ἀπὸ τῶν ἔξωθέν ἐστιν· ἀλλὰ γὰρ τοῦτο μὲν οὔτ᾽ ἴδιόν ἐστιν ἐπὶ τῶν φυτῶν ἀλλὰ καὶ ἐπὶ τῶν ζώων οὔτε διάφορον πρὸς ὃ νῦν ζητοῦμεν· |
| 5.9 | Ταῦτα μὲν οὖν ἀμφοῖν κοινά. νοσήματα δὲ τῶν ἀγρίων οὐ λέγεται, τῶν δ᾽ ἡμέρων λέγεται πλείω, τάχα δὲ καὶ ἔστι διὰ τὴν ἀσθένειαν ὧν τὰ μὲν ἀνώνυμα, τὰ δὲ ὠνομασμένα, καθάπερ ἡ ψώρα καὶ ὁ σφακελισμὸς καὶ ἀστρόβλητα καὶ σκωληκόβροτα γίνεσθαι. ἀστρόβλητα μὲν οὖν μάλιστα γίνεται τὰ φυτὰ καὶ οἱ μόσχοι διὰ τὴν ἀσθένειαν. συμβαίνει δὲ τὸ πάθος ὅταν ἡ γῆ ξηρανθῇ καὶ μὴ ἔχωσιν ἕλκειν ὑγρότητα, δι᾽ ὃ καὶ ὑπὸ τὸ ἄστρον πλεῖστα· |
| 5.10 | Τὰ δὲ τῶν καρπῶν οἷον τῶν μὲν βοτρύων ὁ καλούμενος κράμβος· τοῦτο δ᾽ ὅμοιον τῇ ἐρυσίβῃ· γίνεται γὰρ ὅταν ἐπούσης ὑγρότητος μετὰ τὰς ψεκάδας ἐπικαύσῃ σφοδροτέρως ὁ ἥλιος, ὅπερ συμβαίνει καὶ ἐπὶ τῶν οἰνάρων. μηλέας δὲ καὶ ἐλάας καὶ συκῆς καὶ σκωληκοῦνται οἱ καρποί. καὶ τὰς μὲν μηλέας καὶ συκᾶς ἀεὶ διαφθείρουσιν οἱ σκώληκες· τὰς δὲ ἐλάας, ἐὰν μὲν ὑπὸ τὸ δέρμα γένωνται, διαφθείρουσιν· ἐξεσθίουσι γάρ· ἐὰν δ᾽ ἐν τῷ ἔσω τὸν πυρῆνα διαφάγωσιν, ὠφελοῦσιν· ἐντὸς γὰρ ὄντες οὐχ ἅπτονται τῆς σαρκός. κωλύονται δ᾽ ὑπὸ τῷ δέρματι εἶναι ὕδατος ἐπ᾽ ἀρκτούρῳ γενομένου· καταψυχόμενοι γὰρ φεύγουσιν. νοσεῖ δὲ πολλάκις καὶ τὰ σῦκα καὶ οἱ ἄλλοι καρποί. |
| 5.11 | Περὶ δὲ φθορᾶς ἁπλῶς τῶν δένδρων ἐκεῖνο πρῶτον δεῖ διελεῖν ὅτι εἰσὶν αἱ μὲν κατὰ φύσιν, αἱ δὲ παρὰ φύσιν . κατὰ φύσιν μὲν αἱ γήρᾳ καὶ δι᾽ ἀσθένειαν αὐάνσεις ὥσπερ ἀποπνεόντων καὶ ἀπομαραινομένων αὐτομάτων· παρὰ φύσιν δὲ αἱ ἀπὸ τῶν ἔξωθεν, τούτων δὲ αἱ μὲν βιαιότεραι φαίνονται καθάπερ ἐὰν κοπὲν ἢ πληγὲν, αἱ δ᾽ ἧττον αἱ διὰ χειμῶνας ἢ πνεύματα, πασῶν δ᾽ ἥκιστ᾽ αἱ διὰ νόσον ὥσπερ ἐπὶ τῶν ζώων· ἐγχρονίζουσι γὰρ αὗται μάλιστα δι᾽ ὃ καὶ οὐδὲ φαίνονται παρὰ φύσιν ὁμοίως ἔν τε ζώοις καὶ φυτοῖς εἴπερ ἐκείνη τῆς φύσεως ἡ ἔκλειψις. |
| 5.12 | Περὶ δὲ τῶν κατὰ φύσιν λεκτέον ἐπείπερ αἱ κατὰ φύσιν ἁπλαῖ τινές εἰσι καὶ φανεραί. τούτων δὲ σχεδὸν ἐν δυοῖν αἱ αἰτίαι τῶν κατὰ τὸν ἀέρα γινομένων ὑπερβολῇ ψύχους τε καὶ καύματος· αἱ γὰρ δι᾽ ἔνδειαν τροφῆς οἷον ἢ λειψυδρίαν ἢ χώρας κακίαν ἕτερον εἶδος ἔχουσι καὶ φανεραὶ ἐκ τῶν εἰρημένων. αἱ μὲν οὖν ὑπὸ καύματος ἐλάττους ἂν μή τις αὐχμὸς ὑπερβάλλων γένηται, καὶ οὗτος δὲ μᾶλλον τἆλλ᾽ ἀπόλλυσιν ἢ τὰ δένδρα, ταῦτα δ᾽ ἂν συνεχὴς γίνηται καὶ πλείω χρόνον· ἀλλ᾽ οἷα δὴ τὰ ἐπέτεια καύματα γίνεται κατὰ τὸν οἰκεῖον καιρὸν οἷον ὑπὸ κύνα ἀπόλλυται τὰ φυτὰ ἀστροβολούμενα καὶ ἐὰν ἄρα τι τύχῃ πεπηρωμένον ἢ ἀσθενές· οὐδὲ γὰρ ταῦτ᾽ ὑπομένει. |
| 5.13 | Ὁ δὲ τῆς γῆς πάγος χαλεπώτατος, ὅταν περιβεβοθρωμένα καὶ γυμνὰ λάβῃ τὰ δένδρα, μάλιστα δὲ ἐὰν καὶ ὕδωρ ἐνεστηκός· ἐὰν γὰρ διαμένῃ πλείω χρόνον, ἐξέπηξεν εἰς ἀσθενεῖς τε καὶ γυμνὰς τὰς ῥίζας εἰσ δυόμενος· ἐπεὶ καὶ ὅλως ἂν διειργασμένην λάβῃ τὴν γῆν, χαλεπώτερος· μανῆς γὰρ οὔσης, ἐσικνεῖται μᾶλλον· ἀπαθέστεραι δὲ, ἐὰν κεκοπρισμένη τύχῃ· θερμὴ γὰρ ἡ κόπρος οὖσα βοηθεῖ· εὐλόγως δὲ καὶ χιόνος πεσούσης καὶ ἐὰν ἀναζυμωμένης τῆς γῆς ἐπιγένηται ψύχη καὶ πάχνη καὶ πάγος ἐκπήγνυσιν· καὶ διαδύεται διὰ τὴν μανότητα καὶ αὐτὴν τὴν γῆν πήγνυσιν. |
| 5.14 | Αἱ δ᾽ ἐκπήξεις ὅλως πότερον διὰ τὴν παχύτητα τοῦ ἀέρος ἢ διὰ τὴν λεπτότητα γίνονται καὶ εἰ δι᾽ ἄμφω, διὰ πότερον μᾶλλον, ἀπορήσειεν ἄν τις· εἰ μὲν γὰρ οὐδὲ τοῦ ἀέρος γίνεται πῆξις, ὅταν μὴ αἴθριος ὁ ἀὴρ, μηδ᾽ ἂν τοῦ παχέος δόξειεν· ὁ γὰρ αἴθριος λεπτότερος, ἅμα δὲ καὶ διαδυτικώτερος ὁ λεπτὸς, ἡ δ᾽ ἔκπηξις εἰσδυομένου τοῦ τέμνοντος, ἔτι δ᾽ εὐψυχότερος καὶ εὐπαθέστερος ὅλως ὁ λεπτός· διὰ τοῦτο γὰρ καὶ τὰ ὕδατα προθερμανθέντα ψύχεται καὶ πήγνυται θᾶττον ὅτι λεπτύνεται τῇ θερμότητι. |
| 5.15 | Λοιπὸν δ᾽ ἐστὶν εἰπεῖν περί τε τῶν βιαίων παθῶν καὶ εἴ τις ἄλλη μὴ ὑπὸ τοῦ ἀέρος καὶ τῶν τῆς φύσεως ἀλλ᾽ ὑφ᾽ ἡμῶν γίνεται· καθάπερ ἥ τε διὰ τὸν περιφλοϊσμὸν καὶ διὰ τὴν ἕλκωσιν τῶν φυτῶν καὶ ὅσα παραβαλλόμενα παρὰ τὰς ῥίζας αὐαίνει, καθάπερ τὰ τῶν κυάμων κελύφη καὶ εἴ τι ἄλλο τοιοῦτον ἕτερον. καὶ πρῶτον ὑπὲρ τῶν κυάμων λέγωμεν· φθείρει γὰρ τὰ τῶν κυάμων κελύφη περιβαλλόμενα ταῖς ῥίζαις καὶ τοῖς βλαστοῖς οὐ πάντα, ἀλλὰ τὰ ἄρτι ἀναφυόμενα, ταῦτα γὰρ ἀσθενέστερα· φθείρει δὲ ὅτι τῇ σκληρότητι καὶ τῇ ξηρότητι ἀφαιρεῖται τὴν τροφὴν τὴν μὲν ἕλκοντα αὐτὰ, τὴν δ᾽ ἀποστέγοντα· μὴ τρεφόμενα γὰρ φθείρεται. |
| 5.16 | Λοιπαὶ δὲ τῶν φθορῶν αἱ βίαιοι λεγόμεναι· αὗται δὲ γίνονται πληγῇ ἢ περιαιρέσει τινῶν ἢ κολούσει ἢ τὸ ὅλον ἀφαιρέσει. ἔνια μὲν γὰρ ἑλκούμενα βαθύτερον ἀπόλλυται διὰ τὴν ξηρότητα καὶ ἀσθένειαν· ὁ δὲ φοῖνιξ καὶ τιτρωσκόμενος εἰς τὸν ἐγκέφαλον, ἐν τούτῳ γὰρ ἡ ζωὴ καὶ ἡ βλάστησις· ὅταν οὖν ἀναξηρανθῇ ἢ τὸ ὅλον ἀλλοιωθῇ, παρεισπεσόντος ἀέρος τε καὶ ἀλλοτρίου θερμοῦ διαφθείρεται καὶ διαφθειρόμενος διΐησιν εἰς τὰ κάτω· τούτου μὲν οὖν καὶ ἰδία τις ἡ φύσις ὥστε καὶ ἐμφανὲς εἶναι τὸ κύριον τοῦ ζῆν. |
| 5.17 | Ἡ δὲ τοῦ φλοιοῦ περιαίρεσις κοινὴ πάντων ἢ τῶν πλείστων ἐστὶ φθορὰ, περὶ ἧς εἴρηται πρότερον. εἴτε γὰρ ἐν τοῖς κυρίοις ἐστὶ τοῦ ζῆν εἴτε καὶ ἀπὸ τούτων πυκνουμένων διϊκνεῖται πρὸς τὸ ὅλον εὔ λογον καὶ οὕτως. ἡ δὲ μήτρα μέχρι μέν τινος ἐξαιρουμένη οὐ φθείρει, δι᾽ ὅλου δὲ φθείρει καθάπερ οἱ περὶ Ἀρκαδίαν φασὶ καὶ πεύκην καὶ ἐλάτην καὶ ἀλλ᾽ ὅτι ἄν· οὐκ ἄλογος δ᾽ οὐδὲ ταύτης ἡ αἰτία· καὶ ταῦτ᾽ εἴη τῶν εἰρημένων· ὑγρότατον γὰρ δοκεῖ καὶ ὥσπερ μάλιστα εἶναι ζωτικόν. |
| 5.18 | Φθοραὶ δὲ καὶ τῶν σπερμάτων εἰσί τινες τῶν μὴ κατὰ φύσιν σπειρομένων ὁμοίως τῶν τε δενδρικῶν καὶ τῶν σιτηρῶν καὶ τῶν ἄλλων· ὧν καὶ χρόνοι τινές εἰσιν ὡρισμένοι· πάντα γὰρ ζῇ μέχρι τινὸς εἶτ᾽ ἀπόλλυται· ζῆν δὲ λέγω δυνάμει· φθείρονται δὲ φυσικῶς ἀποξηραινόμενα καὶ ὥσπερ διαπνεούσης ἅμα τῆς θερμότητος καὶ ὑγρότητος· αἱ δὲ ἄλλαι πᾶσαι παρὰ φύσιν οἷον ὅσα θηριοῦται καὶ ἀνυγραίνεται καὶ ἄλλως πως ἐξίσταται· |
| 6.1 | Περὶ δὲ χυλῶν καὶ ὀσμῶν, ἐπειδὴ καὶ ταῦτα τῶν φυτῶν οἰκεῖα, πειρατέον ὁμοίως ἀποδοῦναι τοῖς πρότερον τά τε συμβαίνοντα περὶ ἕκαστον εἶδος καὶ διὰ τίνας αἰτίας. ἡ μὲν οὖν φύσις ποία τις ἑκατέρου τοῦ γένους ἐν ἄλλοις ἀφώρισται καὶ ὅτι μικτά πως ἄμφω κατὰ λόγον ἐστί. χυμὸς μὲν ἡ τοῦ ξηροῦ καὶ γεώδους τῷ ὑγρῷ ἐναπόμιξις ἢ ἡ τοῦ ξηροῦ διὰ τοῦ ὑγροῦ διήθησις ὑπὸ θερμοῦ· διαφέρει δ᾽ ἴσως οὐδέν. ὀσμὴ δὲ τοῦ ἐν χυμῷ ξηροῦ ἐν τῷ διαφανεῖ· τοῦτο γὰρ κοινὸν ἀέρος καὶ ὕδατος. καὶ σχεδὸν τὸ αὐτὸ πάθος ἐστὶ χυμοῦ τε καὶ ὀσμῆς οὐκ ἐν τοῖς αὐτοῖς δὲ ἑκάτερον. ταῦτα μὲν οὖν οὕτω κείσθω κατὰ τὸν εἰρημένον ἀφορισμόν. |
| 6.2 | Τάχα δ᾽ ἂν δόξειεν ὥσπερ ἐλέχθη καὶ οὗτος ἐκείνων εἶναι χάριν· αὐτῶν γὰρ τῶν δυνάμεων ὁ οὕτως ἀποδιδοὺς οἴεται τὰς αἰτίας ἀποδιδόναι δι᾽ ἃς ὁ μὲν στύφει καὶ ξηραίνει καὶ πήγνυσιν ὁ δὲ λεαίνει καὶ ὁμαλύνει καὶ καθίστησιν ὁ δὲ ἐκκρίνει καὶ διαχεῖ καὶ ἄλλο τι τοιοῦτο δρᾷ. πλὴν ἴσως ἐκεῖνα ἄν τις ἐπιζητήσειε παρὰ τούτων ὥστε καὶ τὸ ὑποκείμενον ἀποδιδόναι ποιόν τι· δεῖ γὰρ εἰδέναι μὴ μόνον τὸ ποιοῦν ἀλλὰ καὶ τὸ πάσχον ἄλλως τ᾽ εἰ καὶ μὴ πᾶσιν ὁ αὐτὸς ὁμοίως φαίνεται καθάπερ φησίν. οὐθὲν γὰρ κωλύει τὸν ἡμῖν γλυκὺν ἑτέροις τισὶ τῶν ζώων εἶναι πικρὸν καὶ ἐπὶ τῶν ἄλλων δὲ ὁμοίως. |
| 6.3 | Ὅτι δ᾽ ἐναπομίξει πως ὁ χυμὸς καὶ ἡ ὀδμὴ καὶ ἐκ τῶνδε φανερόν· οὐδὲν γὰρ φαίνεται τῶν ἁπλῶν ἔχειν χυμὸν οὐδ᾽ ὀδμὴν ἐὰν μὴ λάβῃ μίξιν οἷον ὁ ἀὴρ ἢ πῦρ ἢ ὕδωρ· ἄχυμον γὰρ καὶ τὸ ὕδωρ καθ᾽ αὑτό, δι᾽ ὃ καὶ οἱ παλαιοί φασι δι᾽ οἵας ἂν γῆς ῥέῃ τοι οῦτον καὶ εἶναι. καὶ ἡ θάλαττα δὲ καὶ τὰ νιτρώδη καὶ σαπρὰ καὶ ὀξέα τῶν ὑδάτων ἔχει τινὰ μίξιν ὧν ἐνίοις καὶ ἡ ὀσμὴ μάλιστα δὲ τῇ θαλάττῃ συνακολουθεῖ. γῆ δὲ καὶ λίθος ἄχυμα πλὴν ἐάν τινα τοιαύτην λάβῃ μίξιν. |
| 6.4 | Αἱ δὲ ἰδέαι τῶν χυμῶν ἑπτὰ δοκοῦσιν εἶναι καθάπερ καὶ τῶν ὀσμῶν καὶ τῶν χρωμάτων, τοῦτο δὲ ἄν τις τὸν ἁλμυρὸν οὐχ ἕτερον τιθῇ τοῦ πικροῦ καθάπερ καὶ τὸ φαιὸν τοῦ μέλανος· ἐὰν δὲ χωρίζῃ συμβαίνει τοῦτον ὄγδοον εἶναι. γλυκὺς γὰρ καὶ λιπαρὸς καὶ πικρὸς καὶ αὐστηρὸς καὶ δριμὺς καὶ ὀξὺς καὶ στρυφνὸς ἀριθμοῦνται· προστίθεται δὲ καὶ ὁ ἁλμυρὸς ὄγδοος. οἴονται δέ τινες καὶ τὸν οἰνώδη δεῖν. ἔν τε γὰρ τοῖς καρποῖς ὑπάρχει πλείοσι καὶ ἐκ τῆς γῆς ἀναπιδύει τις ἐνιαχοῦ τοιοῦτος χυμός· ἔτι δ᾽ οὐδ᾽ ὥσπερ ὁ γαλακτώδης εἰς τὸν γλυκὺν ἄν τεθείη — καὶ γὰρ οὗτος ἐν ἐνίοις ὡς εἶδος ἄν τι τιθοῖτο τοῦ γλυκέος — οὕτω τὸν οἰνώδη τῶν ἄλλων τινὶ προσνεῖμαι ῥᾴδιον ἀλλ᾽ ἰδία τις ἡ φύσις καθ᾽ αὑτὴν ἐπιδεχομένη καὶ τὸ γλυκὺ καὶ τὸ στρυφνὸν καὶ αὐστηρόν. |
| 6.5 | Ἔχει δὲ καὶ κατὰ τὰς ὀσμὰς ὁμοίως· ἄλλαι γὰρ ἄλλοις ἐναντίαι καὶ οὐ πρόσφοροι καὶ οὐ μόνον εἰς τὸ μὴ δεῖσθαι μηδὲ ζητεῖν ἀλλ᾽ ὑπὸ τῶν ἡδίστων ἡμῖν ἀναιρεῖσθαι καθάπερ οἱ γύπες ὑπὸ τῶν μύρων καὶ οἱ κάνθαροι ὑπὸ τῶν ῥόδων. πολεμοῦσι δὲ δὴ σφόδρα καὶ αἱ μέλιτται τοῖς μεμυρισμένοις. ὅλως μὲν γὰρ ἢ οὐδὲν ἢ βραχύ τι πάμπαν ἐστὶν ἐν τοῖς ἄλλοις ζώοις τὸ τὴν εὐωδίαν δίωκον αὐτῆς χάριν, ἀλλ᾽ εἴπερ κατὰ συμβεβηκὸς ὧν ἡ τροφὴ τοιαύτη· πρὸς ταύτην γὰρ ἦν ἡ ἐπιθυμία καὶ ταύτης. |
| 6.6 | Τῶν δὲ φυτῶν μᾶλλον δὲ πάντων ἐν οἷς οἱ χυμοὶ διὰ τί μὲν ἕκαστα τούτους ἔχει λέγω δ᾽ οἷον γλυκεῖς ἢ πικροὺς ἢ λιπαροὺς τὴν πρώτην αἰτιατέον σύστασιν ὑπὲρ ἧς οἱ μὲν τοῖς σχήμασι διορίζοντες ὥσπερ Δημόκριτος οἴονται λέγειν τινὰς αἰτίας ὁμοίως δὲ καὶ εἴ τις κατ᾽ αὐτὴν ἔχει τὸν ἴδιον ἀποδοῦναι περὶ ἑκάστου λόγον· οἱ δὲ κατὰ πέψιν καὶ ἀπεψίαν διαιροῦντες τὰ γλυκέα καὶ τὰ πικρὰ καὶ τὰ ἄλλα τάχ᾽ ἂν δόξειαν κωλύειν τὰ μικρῷ πρότερον ἡμῖν εἰρημένα· πέψει γὰρ πρότερόν τινι φαίνεται πάντ᾽ ἐξομοιοῦσθαι καὶ τοῖς φυτοῖς καὶ τοῖς ζώοις. |
| 6.7 | Αἱ δὲ γενέσεις τῶν χυμῶν ἐν τοῖς εἰρημένοις τρόποις ἢ ἐκ τοῦ εἴδους εἰς εἶδος ἢ ἐκ τῶν ἐναντίων εἰς τοὺς ἐναντίους ἀλλοιουμένων. κοινὴ δ᾽ ἡ ὕλη πάντων τὸ ὑγρόν· ἀλλοιοῖ δὲ καὶ ποιεῖ τὸ θερμὸν τὸ ἐν αὐτῷ καὶ τὸ τοῦ ἡλίου. τοῦτο γὰρ ὥσπερ εἴρηται μάλιστα τῶν φυτῶν οἰκεῖον οὐχ ὥσπερ τῶν ζώων τὸ ἐν αὐτοῖς· ἐπεὶ μεταβολαί γε καὶ ἀλλοιώσεις καὶ ἐν ἐκείνοις εἰσὶ τῶν χυλῶν. |
| 6.8 | Ἴδιον δ᾽ ἐπὶ τῆς ἐλάας τὸ συμβαῖνον εἴπερ ἀληθές· λέγουσι γὰρ ὡς οὐδὲν πλεῖον ἴσχει τοὔλαιον μετ᾽ Ἀρκτοῦρον ἢ ὅσον λαμβάνει τοῦ θέρους· ἅμα δὲ καὶ ὁ πυρὴν τότε γίνεται σκληρὸς μεθ᾽ ὃν οὐκέτι δύνανται τὸ ὑγρὸν ἐξελαιοῦν. ὥστ᾽ εἰ μὲν τῷ φυσικῷ δεῖ πάθει καὶ συμπτώματι τὸν ὅρον λαμβάνειν τῷ πυρῆνι ληπτέον, εἰ δὲ τῇ ὥρᾳ τῇ τοῦ ἄστρου δύσει. τάχα δ᾽ ἄμφω συμβαίνει διὰ τὴν αὐτὴν αἰτίαν τοῦ μὲν οἷον πεττομένου |
| 6.9 | Ἁπάντων δ᾽ ὅσα χυμὸν ἔχει τὰ μὲν εὐθὺ καὶ ὀσμώδη τυγχάνει τὰ δὲ πολλὰ συνεμφαίνει τινὰ γευομένοις ὀσμὴν ἔνια δὲ καὶ θλιβόμενα μόνον καὶ κινούμενα. καὶ πάλιν τὰ ὀσμώδη διαμασωμένοις καὶ γευομένοις χυμὸν σύνεγγυς τῶν αἰσθήσεων κειμένων. ἀλλὰ τρόπον τινὰ καὶ τῶν αἰσθητῶν, ᾗ καὶ οὐ κακῶς ἂν δόξειε λέγεσθαι τὸ κατὰ τοὺς χυλοὺς τελεῖν τὰς ὀσμάς· αὕτη γὰρ εἰς ἐκεῖνον φέρει τὴν δόξαν ὡς ἐχόντων τινὰ συγγένειαν καὶ ἀπὸ ταὐτοῦ πῶς γινομένων. ἃ δὴ καὶ δεῖ διελεῖν εἴ τι ἑκάτερον ἢ πως ταὐτὸ διαφέρον. |
| 6.10 | Ἐπεὶ δ᾽ οἱ χυμοὶ πλείους ἀπορήσειεν ἄν τις διὰ τί ποτ᾽ οἱ μὲν ἄλλοι πάντες ἐν τοῖς φυτοῖς καὶ καρποῖς γίνονται, καὶ γὰρ πικρὸς καὶ δριμὺς καὶ ὀξὺς, ὁ δ᾽ ἁλμυρὸς οὐκέτι· οὐδὲν γὰρ τῶν φυομένων ἁλυκὸν ὥστε καὶ ἐν ἑαυτῷ τοιοῦτον ἔχειν τὸν χυλὸν ἀλλ᾽ ἐν τοῖς περὶ τὰ ἔξω γίνεταί τις ἁλμυρὶς οἷον καὶ τοῖς ἐρεβίνθοις, αὐτοὶ δὲ γλυκεῖς. αἴτιον δ᾽ ὅτι ἄτροφον καὶ ὥσπερ ἀγέννητον τὸ ἁλμυρόν. σημεῖον δ᾽ ὅτι οὐδὲ φύεται οὐδὲν ὡς εἰπεῖν ἐν ταῖς τοιαύταις χώραις· διεσθίει γὰρ καὶ ἐξαιρεῖται τὰς δυνάμεις ὥστε κωλύειν τὴν σύστασιν. |
| 6.11 | Ἐκεῖνο δ᾽ ὡς οἰκεῖον τῶν χυλῶν πειρᾶσθαι δεῖ διαιρεῖν οἷον ποῖον μᾶλλον καθ᾽ ἕκαστον γένος ἢ τὸ ξηρὸν ἢ τὸ ὑγρὸν, ὥσπερ ὁ ὀξὺς ὑγροῦ δοκεῖ μᾶλλον καὶ ὁ αὐστηρὸς ὁ δὲ δριμὺς ξηροῦ καὶ ὁ γλυκύς· παχυνόμενα δ᾽ οὖν τὰ ὑγρὰ γλυκύτερα. ὁ δὲ πικρός τάχα δὲ οὐθὲν ἂν ταῦτα διαφέροι γινομένων γε πάντων ἐξ ἀμφοῖν εἰ μὴ αὐτῶν τούτων θάτερον μᾶλλον ὑλικόν. |
| 6.12 | Ὅτι δὲ τὰ μὲν ἐν ταῖς ῥίζαις τὰ δ᾽ ἐν τοῖς καυλοῖς τὰς δυνάμεις ἔχει ταύτας ἐκείνην χρὴ τὴν αἰτίαν ὑπολαβεῖν τὴν μικρῷ πρότερον λεχθεῖσαν ὡς ἡ φύσις ἑκατέρων σύμμετρος εἰς τὴν δύναμιν ἔνθα μὲν ὑγρὸν ἱκανὸν ἔνθα δὲ ἔλαττον ἔχουσα καὶ ξηρὸν ὡσαύτως, ἔτι δ᾽ ὡς ἡ οὐσία μᾶλλον ἐφ᾽ ἑκάτερα ῥέπει. καὶ γὰρ ἐπὶ τῆς αὐξήσεως καὶ τοῦ μεγέθους τοῦτ᾽ ἐστί· τὰ μὲν ἐν τοῖς ἄνω τὰ δ᾽ ἐν ταῖς ῥίζαις ἔχει μᾶλλον. οἱ μὲν γὰρ σίκυοι καὶ κολοκύνται καὶ ἄλλ᾽ ἄττα πλείω τὰ ἄνω μείζω ῥίζαν δὲ μικρὰν ἔχουσι, σκίλλα δὲ καὶ βολβὸς καὶ ἁπλῶς τὰ κεφαλόρριζα τὰ μὲν ἄνω λεπτὰ καὶ ἀσθενῆ τὰς δὲ ῥίζας μεγάλας καὶ σαρκώδεις. |
| 6.13 | Περὶ δὲ δὴ τῶν καρπῶν τῶν τροφίμων δῆλον ὅτι ῥᾴων ὁ λόγος· οὗτοι γὰρ καθαροὶ καὶ εἰλικρινεῖς οἷον ἐξηθημένοι πως ὑπὸ τῆς φύσεως ὥστε πλείοσι καὶ μᾶλλον ἁρμόττειν. ἀλλ᾽ ἐπὶ τῶν φαρμακωδῶν καὶ ὅλως τῶν κατὰ τὰς δυνάμεις θεωρητέον· καὶ γὰρ ἐν τούτοις οὔθ᾽ αἱ αὐταὶ δυνάμεις οὔτ᾽ ἴσαι πάντων εὐθὺς ἀπὸ τῶν ῥιζῶν ἀρχομένοις· οὐδὲ δὴ τῶν ἄνω πᾶσιν οἷον φύλλοις καὶ κλωσὶ καὶ καρποῖς. καὶ τὸ μὲν τῷ μᾶλλον καὶ ἧττον διάφορον ἔχει τιν᾽ εὐλογίαν τὸ δ᾽ ὅλως ἔνια μηδὲ δύνασθαι ποιεῖν ὥσπερ τὰ τῶν ῥιζῶν τὰ σπέρματα καὶ τοὺς καυλοὺς ἢ πάλιν τὰ τῶν φύλλων τοὺς καρποὺς καὶ τὰς ῥίζας μᾶλλον ἄν τις θαυμάσειε. |
| 6.14 | Περὶ δὲ τῶν ὀδμῶν ἐπειδὴ καὶ αὗται κατὰ μέρη γίνονται τὰς αὐτὰς καὶ παραπλησίας αἰτίας ὑποληπτέον· ἡ γὰρ πέψις τοῖς μὲν ἐν τῷ ἄνθει μᾶλλον τοῖς δὲ καὶ ἐν τῷ καρπῷ τοῖς δὲ καὶ ἐν τοῖς φύλλοις καὶ ἐν τοῖς κλωσὶ γίνεται. τοῖς μὲν ἐν τοῖς ὑδαρέσι καὶ ὥσπερ ἐν τοῖς ἀχύλοις ἢ δριμέσιν. ἐν τοῖς ἄνθεσιν οἷον ῥόδῳ κρόκῳ καὶ τοῖς τοιούτοις. ὅσα δὲ αὐτῶν μὴ εὔχυλα καὶ ἐν ταῖς ὀσμαῖς ἐμφαίνει τινὰ βαρύτητα καθάπερ τὸ κρίνον καὶ τὸ λείριον καὶ τὰ παραπλήσια τούτοις. |
| 6.15 | Ἀλλὰ γὰρ ποῖαι μέν τινες ὀσμαὶ χρόνιοι καὶ ποῖαι ξηραινομένων εὐοσμότεραι καὶ τἆλλα τὰ τούτοις ὅμοια διὰ τῶν εἰρημένων θεωρείσθω· καὶ γὰρ ὅσα μὴ εἴρηται ῥᾴδιον ἐκ τούτων συνιδεῖν. ὅσα δὲ μὴ κατὰ μέρος εὔοσμα ἀλλ᾽ ὅλα τυγχάνει περὶ τούτων ἀπορήσειεν ἄν τις ὃ καὶ πρότερον ἐλέχθη, διὰ τί τὸ ἄνθος οὐκ εὔοσμον αὐτῶν ἢ οὐ κατὰ λόγον. ἔδει γὰρ καὶ τοῖς ἄλλοις μὴ οὖσιν εὐόσμοις τούτοις μάλιστα διὰ τὸ προϋπάρχειν τὴν φύσιν. |
| 6.16 | Διὰ τί δ᾽ οἱ ἄγριοι καρποὶ τῶν ἡμέρων εὐοσμότεροι τῶν ὁμογενῶν οἷον μῆλά τε καὶ ἀχράδες καὶ οὖα καὶ μέσπιλα καὶ τἆλλα καὶ αὐτῶν δὲ τῶν μήλων ἔν τε τοῖς ἀγρίοις καὶ τοῖς ἡμέροις τὰ στρυφνότατα εὐοσμότατα — καίτοι διὰ πέψιν γινομένης τῆς ὀσμῆς προσῆκεν εὐοσμεῖν τὰ μάλιστα πεπεμμένα — περὶ δὴ τούτων ἔστι μὲν ἁπλῶς εἰπεῖν ὅτι τὰ ἄγρια ὡς σκληρότερα εὐοσμότερα καθάπερ ἐν τοῖς ἄλλοις. ἔστι δὲ καὶ οἰκειοτέρως εἴ τις δύναιτο διελεῖν τὰς πέψεις τήν τε τοῦ χυλοῦ καὶ τὴν τῆς ὀσμῆς ἐν τίνι ἑκατέρα γίνεται· φαίνεται γάρ τινα ἔχειν διαφορὰν εἴθ’ ἑτέρων ὄντων εἴτε τοῦ αὐτοῦ μεταβάλλοντος. |
| 6.17 | Οὐ μὴν ἀλλ᾽ ἔνιά γε τῶν ἀνθέων ἐξ ἀποστάσεως ἢ πλησίον ἐλθοῦσιν εὐοσμότερα καθάπερ καὶ τὰ ἴα δοκεῖ. τὸ δ᾽ αἴτιον ὅτι πρὸς μὲν τὰ πόρρω καθαρὰ φέρεται καὶ ἀμιγὴς ἡ ὀσμὴ πλησίον δ᾽ ὄντων ὅτι συναπορρεῖ τινα καὶ ἀπὸ τῶν ἄλλων μορίων ἅπερ οὐ διϊκνεῖται πρὸς τὰ πόρρω διὰ τὸ γεωδέστερα καὶ παχύτερα εἶναι. καθόλου γὰρ ταῖς μὲν ἀσθενέσι τῶν ὀσμῶν ἡ ἀμιξία τῶν δ᾽ ἰσχυροτέρων ἐνίαις αἱ μίξεις αἱ οἰκεῖαι χρησιμώτεραι καθάπερ τοῖς χυλοῖς οἷον καὶ τῇ σμύρνῃ· |
| 6.18 | Ὅθεν καὶ ταύτης τῆς ἀπορίας λύσις διὰ τί ποτε μᾶλλον ὄντων εὐόσμων τῶν θερμῶν τόπων οὐχ ἅπαντα ἐν ἅπασι τοῖς θερμοῖς τὰ εὔοσμα, ἔτι δὲ μᾶλλον διὰ τί ποτε τὰ μὲν παρὰ τοῖς ἄλλοις ἄοσμα παρὰ τούτοις εὔοσμα καθάπερ κάλαμος καὶ σχοῖνος ἐν Συρίᾳ, τὰ δὲ παρὰ τοῖς ἄλλοις εὔοσμα παρ᾽ ἐκείνοις οὐδὲν μᾶλλον ὡς δέ τινές φασι καὶ ἧττον· καίτοι κατὰ λόγον καὶ ταῦτα μᾶλλον· ὑπὸ γὰρ τὴν λεχθεῖσαν αἰτίαν ἅπαντα ταῦτ᾽ ἐστίν. ἡ γὰρ ἀνωμαλία τοῦ ἀέρος καὶ τῆς τροφῆς ἑτέρων ὄντων τῶν εἰδῶν ἄλλη πρὸς ἄλλους ἁρμόττει. |
| 6.19 | Τὰς δ᾽ ὀσμὰς ἤδη τὰς ἀπ᾽ ἀλλήλων οἱ καρποὶ μὲν οὐχ ἕλκουσιν οὐδ᾽ ὅλως οὐδὲν τῶν ἐν τοῖς φυτοῖς μορίων ὥστε γε καὶ ποιεῖν τι δῆλον. ὥστε καὶ παραφυτεύομέν γ᾽ ἔνια τῶν δριμέων οἷον σκόρδα καὶ κρόμυα τοῖς στεφανώμασι· φασὶ γὰρ ὠφελεῖν εἰς εὐωδίαν. τοῦτο δ᾽ εἴπερ ἀληθὲς δυοῖν θάτερον αἰτιάσαιτ᾽ ἄν τις ὡς τὸ κακῶδες ἀφαιρουμένων. ἕκαστον γὰρ δὴ τρέφεται τῷ οἰκείῳ καὶ ἕλκει τὸ συγγενὲς, ἀφαιρεθέντος δὲ τοῦ ἀλλοτρίου καθαρώτερον καὶ εὐωδέστερον τὸ λοιπόν· ἢ ὡς καταξηραινόντων τὸν τόπον διὰ τὴν θερμότητα καὶ πολυτροφίαν· ἐν δὲ τοῖς ξηροῖς ἅπαντα εὐοδμότερα. τοῦτο μὲν οὖν ὡς ἂν καθ᾽ ὑπόθεσιν εἰρήσθω. |
| 6.20 | Ἐπεὶ δὲ τὰ μὲν ἥμερα τὰ δ᾽ ἄγρια τῶν ἀόσμων οὐκ ἀκολουθεῖ κατὰ τὸ γένος ἀλλ᾽ ἔνθα μὲν εὔοσμον τὸ ἥμερον καθάπερ τὸ ῥόδον ἔνθα δὲ τὸ ἄγριον ὥσπερ ἴον τὸ μέλαν καὶ ὁ κρόκος. ὁ δὲ ἕρπυλλος καὶ τὸ ἑλένιον δριμύτερα καθάπερ καὶ τῶν λαχανωδῶν τὸ πήγανον. αἴτιον δὲ ὡς μὲν εἰπεῖν καθόλου τὸ καὶ πρότερον λεχθὲν ὅτι τὴν συμμετρίαν ἑκάτερα λαμβάνει δι᾽ ἑκατέρου τῆς ὑγρότητος καὶ ξηρότητος ἐξ ὧν αἱ ὀσμαί. |