eul_wid: dio-aa
ἈποσπάσματαOn the Honor Due to Parents
Pempelus Pseudo On the Honor Due to Parents PDF
| 141 (12t) | Περὶ γονέων Stob. 4.25.52 p. 638 He. (Mullach 2 p. 32) Πεμπέλου Θουρίου Πυθαγορείου ἐκ τοῦ Περὶ γονέων. Γονέων ἀμελὲν οὔτε δαίμων οὔτε ἄνθρωπος σύμβωλος ἄνποκα γένοιτό τινι σύμμετρον ψυχᾶς κεκταμένος ἐπιστάμαν. Διόπερ οὐθὲν ἂν θεῶ ξόανον τιμιώτερον ἔχοιμεν ἐν χρημάτων κτήσει πατέρος ἢ καὶ προπάτορος γήρᾳ παρειμένων ἢ καὶ ματέρων τὰν ἰδίαν δύναμιν ἐχοισᾶν. ὁκόταν γὰρ ἀγάλλῃ τις γέρασι καὶ τιμαῖς τὼς γενέτορας, ἀγαθὰ τίθητι θεός· καὶ γὰρ οὐδ’ ἂν ἐπάκοος ἔπελεν αὐτῶν. σεμνὸν γάρ τι καὶ θείας φύσιος πεπαμένον ἁμῖν τὸ τῶν φιτυσάντων ἵδρυμά ἐστι καὶ ζωόντων πολὺ μαλλότερον ἢ τῶν ἀνεφίκτων ἱδρυμάτων. τὰ μὲν γὰρ καλλυνόμενα καὶ λαμπριζόμενα ὑφ’ ἁμέων ἑκάστοτε συνεύχεται ἁμῖν δωτίνας ἀγαθάς, σκυβαλιζόμενα δὲ τοὐναντίον· τὰ δ’ οὐδ’ ὁκότερα τῶνδε ἕρδει· ὥστε αἴκα δεόντως τις χρῆται πατέρι καὶ ματέρι καὶ προπάτορι καὶ οὔλως τοῖς ὁμοιορύσμοις, πάντων ποτὶ θεοφιλῆ μοῖραν πεπάσεται ἀγαλμάτων κυριώτατα. |
| 142 | πᾶς δὴ νόον ἔχων τιμάτω καὶ σεβέτω καὶ δεδιέτω γονέων εὐχὰς ἢ κατάρας, εἰδὼς πλεύνεσσι πολλάκις ἐπιτελέας συμβεβακυίας. τούτων οὖν οὕτως φύσει διακεκοσμαμένων, τοῖς μὲν ἔμφροσι καὶ κοσμίοις τῶν βροτῶν ἕρμαιον προγενέτορες γηραλέοι ζῶντες μέχρι τᾶς ἐσχάτας βιοτᾶς, καὶ ἀφέρποντες αἰζηοῖς νέοις σφόδρα ποθεινοί, ῥωμαλέοι ψυχᾷ [ποθεινὼ] ἐόντες διὰ τὸ πολλὰ εἰδέμεν, τοῖς δὲ φλαύροις καὶ ἀσυνέτοις εὖ μάλα φοβοειδέες καὶ ζοφεροί. εἰ δέ τινα φάμα ἀμύητος ὤτων ποτὶ κώφωσιν κατίσχει τοιῶνδε λόγων, εἰδυλλέτω ὡς καὶ δαίμοσιν ἐχθρὸς πέλει καὶ ἀνδράσι τοῖς ποτὶ συνέσιος ἑρπύξασιν ἀτραπόν. |