eul_wid: nwu-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Life of Aeschines by Apollonius of Tyana II

The Life of Aeschines is a prose biography attributed to Apollonius of Tyana II, a figure distinct from the more famous first-century philosopher of the same name. The work is a biographical account of Aeschines, the Socratic philosopher and disciple of Socrates who lived from approximately 425 to 350 BCE. It survives only in a fragmentary state, with its complete text lost and its contents known from two extant passages. These fragments provide biographical details concerning Aeschines's Athenian origins, his family background, and his early professional life, which included working as a scribe and an actor before his association with Socrates. The work exemplifies the late antique scholarly interest in preserving the philosophical lineage and teachings of the lesser-known Socratic disciples. Its attribution to an otherwise obscure author underscores the continued engagement with the lives of Socrates's followers in later antiquity, serving as a potential, though limited, source for the biography and intellectual context of Aeschines. The manuscript tradition and the precise circumstances of the text's preservation remain undocumented.

Ἀπολλωνίου περὶ Αἰσχίνου ῥήτορος
Αἰσχίνης ὁ ῥήτωρ τὸ μὲν γένος ἧν Ἀθηναῖος, τῶν
δήμων Κοθωκίδης, υἱὸς δὲ Ἀτρομήτου, ὅν φασι πρότερον
Τρόμητα καλούμενον ὕστερον συλλαβῆς προσθέσει ἀντὶ
Τρόμητος Ἀτρόμητον προσαγορευθῆναι, γεγονέναι δὲ τὸ
κατʼ ἀρχὰς δοῦλον, καὶ πέδας ἔχοντα διδάσκειν γράμματα
πρὸς τῷ Θησείῳ καὶ τῷ τοῦ Ἰατροῦ ἡρῴῳ, εἶτα ὕστερον
εἰς τὴν πολιτείαν ἐγγραφῆναι διὰ κακουργίας. Μητρὸς δὲ
ἧν ὁ Αἰσχίνης Γλαυκοθέας ἤ, ὡς ἔνιοι, Γλαυκίδος, ἥν φασι
τὴν πρώτην ἡλικίαν ἡταιρηκέναι καθεζομένην ἐν οἰκήματι
πρὸς τῷ τοῦ Καλαμίτου ἡρῴῳ, ἔπειτα ὕστερον ἀναστᾶσαν
ἀπὸ τῆς ἐργασίας ταύτης ἐπὶ τὸ τελεῖν καὶ καθαίρειν τοὺς
βουλομένους ἀποκλῖναι. Γεγονὼς δʼ ἐκ τούτων ὁ Αἰσχίνης,
καὶ ἀδελφῶν αὐτῷ δύο γενομένων, Ἀφοβήτου καὶ Φιλο-
χάρους τοῦ τὰς ἀλαβαστοθήκας καὶ τὰ τύμπανα γράφοντος,
παῖς μὲν ὢν τῷ πατρὶ ὑπηρέτει γράμματα διδάσκοντι,
ἀνὴρ δὲ γενόμενος τὸ μὲν πρῶτον ὑπεγραμμάτευσε ταῖς
ἀρχαῖς χρόνον τινὰ σὺν τῷ ἀδελφῷ Ἀφοβήτῳ· ἧν δὲ
ἐπονείδιστον τοῦτο τὸ ἔργον· ἔπειτα ἀποστὰς τούτου τρι-
ταγωνιστὴς ἐγένετο τραγῳδιῶν, καὶ ἐν Κολλυτῷ ποτε
Οἰνόμαον ὑποκρινόμενος κατέπεσε. Μετὰ ταῦτα δὲ προ-
κόπτων τῇ ἡλικίᾳ ἐπὶ τὸ πολιτεύεσθαι καὶ τὰ κοινὰ πράττειν
ἀπέκλινε. Καὶ δοκεῖ τὴν ὑπὲρ Φιλίππου καὶ Ἀλεξάνδρου
πολιτείαν ἐπανελέσθαι, κοινωσάμενος Φιλοκράτει τὰ πρά-
γματα, καὶ πρὸς τὴν ἐκείνων χάριν καὶ κολακείαν ἄρασθαι
πόλεμον πρὸς τοὺς περὶ Δημοσθένην, τοὺς τἀναντία τοῖς
Φιλίππου πράγμασι καὶ Ἀλεξάνδρου πολιτευσαμένους.
Ὅτι δὲ πρὸς χάριν ἐπολιτεύσατο τοῖς βασιλεῦσιν, ἄλλα τε
πολλὰ μαρτύριά ἐστι, καὶ δὴ πάντων ἐκεῖνο ἐναργέστατον·
ἑλομένου γάρ ποτε αὐτὸν τοῦ δήμου σύνδικον ὑπὲρ τοῦ ἐν
Δήλῳ ἱεροῦ πρὸς τὴν γενομένην πρὸς Δηλίους Ἀθηναίων
διαδικασίαν, οὐκ ἐπέτρεπεν ἡ ἐν Ἀρείῳ πάγῳ βουλή, ἀλλʼ
ἀπελάσασα αὐτὸν ὡς οὐκ ὄντα εὔνουν τῷ δήμῳ τῷ Ἀθη-
ναίων Ὑπερείδῃ λέγειν προσέταξε. Φασὶ μέντοι τινὲς
αὐτὸν ἀκουστὴν γενέσθαι Πλάτωνός τε καὶ Σωκράτους,
ψευδόμενοι. Ἧν δὲ καὶ ἕτερος ῥήτωρ Αἰσχίνης Ἐλευ-
σίνιος, ὃς καὶ τέχνας λέγεται ῥητορικὰς γεγραφέναι.
Λέγεται δὲ ὁ Αἰσχίνης ἐρωτικὸς γεγονέναι. Αὐτὸς δὲ ὁ
Αἰσχίνης περὶ τοῦ γένους αὑτοῦ ἐν τῷ περὶ παραπρεσβείας
φησίν, ὡς ὁ πατὴρ αὐτοῦ Ἀτρόμητος φατρίας μὲν ἦν καὶ
γένους τοῦ Ἐτεοβουταδῶν, ὅθεν ἡ τῆς Ἀθηνᾶς τῆς
Πολιάδος ἐστὶν ἱέρεια, νέος δʼ ὢν ἤθλει, καὶ χρόνῳ ὕστερον
τὴν οὐσίαν ἀπολέσας ἐν τῷ πολέμῳ ἐξέπεσεν ὑπὸ τῶν
τριάκοντα, καὶ στρατευόμενος ἐν Ἀσίᾳ ἀριστείων ἠξιώθη,
καὶ ἐν Κορίνθῳ μετὰ τὴν ἔκπτωσιν διατρίψας συγκατήγαγε
τὸν δῆμον· βιῶσαι δʼ ἀναμαρτήτως, εἶναι δʼ αὐτὸν ἐτῶν
ἐνενήκοντα τεσσάρων. Φησὶ δὲ καὶ τοὺς πρὸς μητρὸς
αὑτῷ προσήκοντας ἐλευθέρους εἶναι. Τῶν δὲ ἀδελφῶν
αὑτοῦ Φιλοχάρη μὲν ἐν γυμνασίοις διατρίβειν καὶ μετʼ Ἰφι-
κράτους ἐστρατεῦσθαι καὶ συνεχῶς στρατηγεῖν, Ἀφόβητον
δὲ τὸν νεώτατον αὑτῶν ἀδελφὸν πεπρεσβευκέναι μὲν ὡς
βασιλέα ἀξίως τῆς πόλεως, ἐπὶ δὲ τῆς διοικήσεως γενό-
μενον καλῶς τῶν δημοσίων προσόδων ἐπιμεληθῆναι. Περὶ
δὲ ἑαυτοῦ φησιν ὡς ἐκ παίδων ἀπαλλαγεὶς περίπολος τῆς
Ἀττικῆς χώρας ἐγένετο δύο ἔτη, ἔφηβος ὤν· οὗτοι γὰρ
μεθʼ ὅπλων τὴν χώραν περιήρχοντο κατὰ πρόσταγμα νόμου·
ἐστρατεύσατο δὲ πρώτην στρατείαν τὴν ἐν τοῖς μέρεσι
καλουμένην, καὶ συμπαραπέμπων μετʼ Ἀλκιβιάδου καὶ τῶν
ξένων τὴν εἰς Φλειοῦντα πομπήν, κινδύνου γενομένου περὶ
τὴν καλουμένην Νεμεάδα χαράδραν, ἀξιεπαίνως ἐμαχέ-
σατο, καὶ τὰς ἄλλας τὰς ἐκ διαδοχῆς ἐξόδους πάσας
ἐξῆλθε, καὶ ἐν Μαντινείᾳ γενναίως ἐμαχέσατο, καὶ τὴν ἐν
Ταμύναις μάχην ἐν τοῖς ἐπιλέκτοις, εἶτʼ ἐστεφανώθη
μαχόμενος. Ἐτελεύτησε δʼ Αἰσχίνης ἀναιρεθεὶς ὑπὸ Ἀντι-
πάτρου καταλυθείσης τῆς πολιτείας. ὅτε καὶ οἱ περὶ Δημο-
σθένην ἐξεδόθησαν, βεβιωκὼς ἔτη οεʹ. Τριῶν δὲ ὄντων
λόγων τῶν ὑπʼ αὐτοῦ γεγραμμένων, καὶ τούτων δημοσίων,
ὁ γὰρ Δηλιακὸς νόθος ἐστί, τὸν μὲν κατὰ Κτησιφῶντος
εὑρίσκομεν τελευταῖον γεγραμμένον· ἐπὶ γὰρ τῶν Ἀλε-
ξάνδρου χρόνων γέγραπται· τῶν δὲ λοιπῶν περὶ τοὺς
αὐτοὺς ὄντων χρόνους πρότερός ἐστι τῇ τάξει ὁ κατὰ
Τιμάρχου· ἐν γὰρ τῷ μετʼ αὐτόν, τῷ περὶ τῆς παραπρεσ-
βείας, μέμνηται ὁ Αἰσχίνης τούτου τοῦ λόγου.