eul_wid: akk-ab
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Fragments on Theogony by Musaeus of Eleusis

The Fragments on Theogony is a collection of twenty-four fragmentary passages attributed to the legendary poet Musaeus of Eleusis. These verses form part of the extensive corpus of pseudepigraphical Orphic literature, a body of work composed over several centuries but ascribed to ancient, semi-divinal figures like Musaeus to lend it greater antiquity and authority. The fragments centre on theogonic themes and were traditionally associated with the esoteric knowledge purportedly revealed in the Eleusinian Mysteries. The content, inferred from the genre of Orphic theogonies, likely encompassed narratives of cosmogony and the genealogy of the gods, including myths of divine succession and conflict such as the overthrow of Uranus by Cronus and of Cronus by Zeus. It also dealt with the nature of primordial deities, the origin of humanity—often connected to the Orphic myth of the Titans and Dionysus Zagreus—and eschatological doctrines concerning the divine origin of the psychē, and its potential for purification. The transmission of these fragments is entirely indirect; they survive only as quotations embedded within the works of later philosophers, historians, and Christian apologists, with their organisation into a specific number of passages being a modern editorial construct. The theogonies ascribed to Orphic authorities like Musaeus exerted a profound influence on later Greek philosophical thought. Figures from Plato to the Neoplatonists treated these verses as venerable theological sources, making them a critical conceptual bridge between early mythopoetic tradition and subsequent philosophical and mystical systems.

ΜΟΥΣΑΙΟΥ ΘΕΟΓΟΝΙΑΣ ΑΒΓ

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια ἐν δὲ τῆι γ Μουσαῖος Τιτανογραφίαι … λέγεται ὡς Κάδμος ἐκ τοῦ Δελφικοῦ ἐπορεύετο προκαθηγουμένης αὐτῶι τῆς βοός.

ἐν τούτοις καὶ τοῖς ἐφεξῆς φησι τὴν Μήδειαν ἐπιρραίνουσαν ἀρκεύθωι φάρμακον κομίσαι τὸν δράκοντα ἐπάιδουσαν ... ἡ δὲ ἄρκευθος δένδρον τι ἀκανθῶδες Ἀπόλλωνος ἴδιον ὡς ἱστορεῖται ἐν γ τῶν εἰς Μουσαῖον ἀναφερομένων.

Ἀριστοτέλης ὁ δʼ ἀετὸς ὠιὰ μὲν τίκτει τρία, ἐκλέπει δὲ τούτων τὰ δύο ὥσπερ ἔστι καὶ ἐν τοῖς Μουσαίου λεγομένοις ἔπεσιν· ὃς τρία μὲν τίκτει, δύο δʼ ἐκλέπει, ἓν δʼ ἀλεγίζει.

Κλήμης ὁ Ἀλεξανδρεύς γράψαντός τε Μουσαίου ὡς αἰεὶ τέχνη μέγʼ ἀμείνων ἰσχύος ἐστίν Ὅμηρος λέγει· «μή τί τοι» κτλ. πάλιν τοῦ Μουσαίου ποιήσαντος·

ὡς δʼ αὔτως καὶ φύλλα φύει ζείδωρος ἄρουρα· ἄλλα μὲν ἐν μελίηισιν ἀποφθίνει, ἄλλα δὲ φύει· ὣς δὲ καὶ ἀνθρώπων γενεὴ καὶ φῦλον ἑλίσσει, Ὅμηρος μεταγράφει· «φύλλα τὰ μὲν» κτλ.

Κλήμης ὁ Ἀλεξανδρεύς αὐτοτελῶς γὰρ τὰ ἑτέρων ὑφελόμενοι ὡς ἴδια ἐξήνεγκαν καθάπερ Εὐγάμων ὁ Κυρηναῖος ἐκ Μουσαίου τὸ περὶ Θεσπρωτῶν βιβλίον ὁλόκληρον.

Κλήμης ὁ Ἀλεξανδρεύς Ἡσίοδός τε ἐπὶ τοῦ Μελάμποδος ποιεῖ·

ἡδὺ δὲ καὶ τὸ πυθέσθαι, ὅσα θνητοῖσιν ἔδειμαν

ἀθάνατοι δειλῶν τε καὶ ἐσθλῶν τέκμαρ ἐναργές,καὶ τὰ ἑξῆς, παρὰ Μουσαίου λαβὼν τοῦ ποιητοῦ κατὰ λέξιν.

Ἐρατοσθένης ὁ Κυρηναῖος ἐσχημάτισται δʼ ἐν τούτωι ἡ Αἲξ καὶ οἱ Ἔριφοι. Μουσαῖος γάρ φησι Δία γεννώμενον ἐγχειρισθῆναι ὑπὸ Ῥέας Θέμιδι, Θέμιν δὲ Ἀμαλθείαι δοῦναι τὸ βρέφος, τὴν δὲ ἔχουσαν αἶγα ὑποθεῖναι, τὴν δʼ ἐκθρέψαι Δία· τὴν δὲ Αἶγα εἶναι Ἡλίου θυγατέρα φοβερὰν οὕτως, ὥστε τοὺς κατὰ Κρόνον θεούς, βδελυττομένους τὴν μορφὴν τῆς παιδός, ἀξιῶσαι Γῆν κρύψαι αὐτὴν ἔν τινι τῶν κατὰ Κρήτην ἄντρων· καὶ ἀποκρυψαμένην ἐπιμέλειαν αὐτῆς τῆι Ἀμαλθείαι ἐγχειρίσαι, τὴν δὲ τῶι ἐκείνης γάλακτι τὸν Δία ἐκθρέψαι· ἐλθόντος δὲ τοῦ παιδὸς εἰς ἡλικίαν καὶ μέλλοντος Τιτᾶσι πολεμεῖν, οὐκ ἔχοντος δὲ ὅπλα, θεσπισθῆναι αὐτῶι τῆς αἰγὸς τῆι δορᾶι ὅπλωι χρήσασθαι διά τε τὸ ἄτρωτον αὐτῆς καὶ φοβερὸν καὶ διὰ τὸ εἰς μέσην τὴν ῥάχιν Γοργόνος πρόσωπον ἔχειν· ποιήσαντος δὲ ταῦτα τοῦ Διὸς καὶ τῆι τέχνηι φανέντος διπλασίονος, τὰ ὀστᾶ δὲ τῆς αἰγὸς καλύψαντος ἄλληι δορᾶι καὶ ἔμψυχον αὐτὴν καὶ ἀθάνατον κατασκευάσαντος, αὐτὴν μέν φασιν ἄστρον οὐράνιον γενέσθαι, τὸν δὲ Δία αἰγίοχον κληθῆναι.

Οὐαλέριος Ἁρποκρατίων Μελίτη δῆμός ἐστι τῆς Κεκροπίδος. κεκλῆσθαι δέ φησι τὸν δῆμον Φιλόχορος ἐν γ ἀπὸ Μελίτης θυγατρὸς κατὰ μὲν Ἡσίοδον Μύρμηκος, κατὰ δὲ Μουσαῖον Δίου τοῦ Ἀπόλλωνος.

Παυσανίας ἔπη δὲ ἄιδεται Μουσαίου μέν, εἰ δὴ Μουσαίου καὶ ταῦτα, Τριπτόλεμον παῖδα Ὠκεανοῦ καὶ Γῆς εἶναι.

ἔστι δὲ ἐν Ἕλλησι ποίησις, ὄνομα μὲν τοῖς ἔπεσίν ἐστιν Εὐμολπία, Μουσαίωι δὲ τῶι Ἀντιοφήμου προσποιοῦσι τὰ ἔπη. πεποιημένον οὖν ἐστιν ἐν τούτοις Ποσειδῶνος ἐν κοινῶι καὶ Γῆς εἶναι τὸ μαντεῖον καὶ τὴν μὲν χρᾶν αὐτήν, Ποσειδῶνι δὲ ὑπηρέτην ἐς τὰ μαντεύματα εἶναι Πύρκωνα. καὶ οὕτως ἔχει τὰ ἔπη·

αὐτίκα δὲ Χθονίης φωνὴ πινυτὸν φάτο μῦθον·

σὺν δέ τε Πύρκων ἀμφίπολος κλυτοῦ Ἐννοσιγαίου.

Φιλόδημος ἀλλʼ ὁ Ζεύς, ὥς φασιν, τὴν κεφαλὴν ὑπὸ Ἡφαίστου διαιρεῖται, κατὰ δὲ τὸν Εὔμολπον ἢ τὸν συνθέντα ταῦτα ποιητὴν ὑπὸ Παλαμάονος. Πινδαρικὴ ὑπόμνησις ἐν τοῖς Μουσαίου Παλαμάων λέγεται πλῆξαι τοῦ Διὸς τὴν κεφαλήν, ὅτε τὴν Ἀθηνᾶν ἐγέννα.

Φιλόδημος ἐστὶ τέτταρας ἔχων ὀφθαλμούς. Μουσαῖος δὲ τὸν Ἄργον φησὶ «τέτταρας Αἰθίοπας» καὶ «βασιλεῖς μερόπων» ἐκ Κελαινοῦς γεννῆσαι τῆς Ἄτλαντος.

Φιλόδημος ἐμ μέν τισιν ἐκ Νυκτὸς καὶ Ταρτάρου λέγεται τὰ πάντα, ἐν δέ τισιν ἐξ Ἅιδου καὶ Αἰθέρος· ὁ δὲ τὴν Τιτανομαχίαν γράψας ἐξ Αἰθέρος φησίν, Ἀκουσίλαος δʼ ἐκ Χάους πρώτου τἆλλα· ἐν δὲ τοῖς ἀναφερομένοις εἰς Μουσαῖον γέγραπται Τάρταρον πρῶτον καὶ Νύκτα. ἐν δὲ τῶι δευτέρωι τά τε εἰς Ὀρφέα καὶ Μουσαῖον ἀναφερόμενα ... πειρᾶται συνοικειοῦν ταῖς δόξαις αὐτῶν. … κἀν τῶι δευτέρωι Περὶ φύσεως τὴν Νύκτα θεάν φησιν εἶναι πρωτίστην.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια ἐν δὲ τοῖς εἰς Μουσαῖον ἀναφερομένοις δύο ἱστοροῦνται γενέσεις Μουσῶν, πρεσβυτέρων μὲν κατὰ Κρόνον, νεωτέρων δὲ τῶν ἐκ Διὸς καὶ Μνημοσύνης.

ἱστορεῖ Δία ἐρασθέντα Ἀστερίας μιγῆναι καὶ μιγέντα δοῦναι αὐτὴν τῶι Περσεῖ, ἐξ ἧς τεχθῆναι αὐτῶι τὴν Ἑκάτην. Ἀστερίας καὶ Διὸς — θυγατέρα εἶναι τὴν Ἑκάτην.

τὰς δὲ τοιαύτας φαντασίας ὁ Μ. ἀναφερομένας φησὶν ἐκ τοῦ ὠκεανοῦ κατὰ τὸν αἰθέρα ἀποσβέννυσθαι. τοὺς δὲ ὑπὸ Μουσαίου ἀστέρας εἰρημένους Ἀπολλώνιος πιθανῶς μαρμαρυγὰς εἴρηκε.

Ἄρατου Σχόλια Θαλῆς μὲν οὖν δύο αὐτὰς εἶπεν εἶναι ... Μουσαῖος ε.

Θεόφραστος καὶ ὡς δή φασι τὸ τριπόλιον καθʼ Ἡσίοδον καὶ Μουσαῖον εἰς πᾶν πρᾶγμα σπουδαῖον χρήσιμον εἶναι, διʼ ὃ καὶ ὀρύττουσιν αὐτὸ νύκτωρ σκηνὴν πηξάμενοι.

ΥΜΝΟΣ ΕΙΣ ΔΙΟΝΥΣΟΝ

Ἀριστείδης ὁ ῥήτωρ τοὺς μὲν οὖν τελέους ὕμνους τε καὶ λόγους περὶ Διονύσου Ὀρφεῖ καὶ Μουσαίωι παρῶμεν καὶ τοῖς ἀρχαίοις τῶν νομοθετῶν. Ὀρφεὺς ἔνθεος γενόμενος ἐποίησεν τοὺς ὕμνους, οὓς ὀλίγα Μουσαῖος ἐπανορθώσας κατέγραψεν.

ΥΜΝΟΣ ΕΙΣ ΔΗΜΗΤΡΑ ΛΥΚΟΜΙΔΑΙΣ

Παυσανίας πρῶτοι δʼ οὖν βασιλεύουσιν ἐν τῆι χώραι ταύτηι Πολυκάων τε ὁ Λέλεγος καὶ Μεσσήνη γυνὴ τοῦ Πολυκάονος. παρὰ ταύτην τὴν Μεσσήνην τὰ ὄργια κομίζων τῶν Μεγάλων θεῶν Καύκων ἦλθεν ἐξ Ἐλευσῖνος ὁ Κελαίνου τοῦ Φλύου. Φλῦον δὲ αὐτὸν Ἀθηναῖοι λέγουσι παῖδα εἶναι Γῆς. ὁμολογεῖ δέ σφισι καὶ ὕμνος Μουσαίου Λυκομίδαις ποιηθεὶς ἐς Δήμητρα.

ΧΡΗΣΜΟΙ

Ἡρόδοτος ὁ Ἁλικαρνασσεύς ἔχοντες Ὀνομάκριτον ἄνδρα Ἀθηναῖον χρησμολόγον τε καὶ διαθέτην Χρησμῶν τῶν Μουσαίου ἀναβεβήκεσαν τὴν ἔχθρην προκαταλυσάμενοι· ἐξηλάσθη γὰρ ὑπὸ Ἱππάρχου τοῦ Πεισιστράτου ὁ Ὀνομάκριτος ἐξ Ἀθηνέων ἐπʼ αὐτοφώρωι ἁλοὺς ὑπὸ Λάσου τοῦ Ἑρμιονέος ἐμποιέων ἐς τὰ Μουσαίου χρησμόν, ὡς αἱ ἐπὶ Λήμνωι ἐπικείμεναι νῆσοι ἀφανιζοίατο κατὰ τῆς θαλάσσης. διὸ ἐξήλασέ μιν ὁ Ἵππαρχος πρότερον χρεώμενος τὰ μάλιστα.

τῶν δὲ ναυηγίων πολλὰ ὑπολαβὼν ἄνεμος Ζέφυρος ἔφερε τῆς Ἀττικῆς ἐπὶ τὴν ἠιόνα τὴν καλεομένην Κωλιάδα. ὥστε ἀποπλῆσαι τὸν χρησμὸν τόν τε ἄλλον πάντα τὸν περὶ τῆς ναυμαχίας ταύτης εἰρημένον Βάκιδι καὶ Μουσαίωι καὶ κτλ.

Παυσανίας τὴν δὲ πληγὴν Ἀθηναῖοι τὴν ἐν Αἰγὸς ποταμοῖς οὐ μετὰ τοῦ δικαίου συμβῆναί σφισιν ὁμολογοῦσι. προδοθῆναι γὰρ ἐπὶ χρήμασιν ὑπὸ τῶν στρατηγησάντων, Τυδέα δὲ εἶναι καὶ Ἀδείμαντον οἳ τὰ δῶρα ἐδέξαντο παρὰ Λυσάνδρου. καὶ ἐς ἀπόδειξιν τοῦ λόγου Σιβύλλης παρέχονται τὸν χρησμὸν ... τὰ δὲ ἕτερα ἐκ Μουσαίου χρησμῶν μνημονεύουσι·

καὶ γὰρ Ἀθηναίοισιν ἐπέρχεται ἄγριος ὄμβρος

ἡγεμόνων κακότητι, παραιφασίη δέ τις ἔσται·

ἦ τε ἅλις ἠμύσουσι πόλιν, τείσουσι δὲ ποινήν.