eul_wid: ljk-ac
Περὶ τῆς ἐκλογῆς ἀρχόντωνOn Electing Magistrates
Theophrastus of Eresus On Electing Magistrates PDF
| a [45] | [ἐὰν κατ’ ἐξετα‐] [σ]μόν, ὅπερ καὶ διαιτητὴς ποι[εῖ] χρόνιον 〈ὂν〉 καὶ ἐρ[γ]ῶδες, ἔκαστον [ἀ]νακρίνῃ, καθά[π]ερ ἐν Λακεδαίμο[ν](ε)ι ποιοῦσι· [δ]ιὸ κρ〈ε〉ῖττον ἴσως [ἅ]τε 〈τὸ〉 ἀκριβὲς ζητοῦντας πολλὰς ἀδικάστους ποιεῖν ἢ ἄνευ τῆς ἀνακρίσεως δικάζειν, ἐπεὶ καὶ τοῦτο πλεονεξίαν [τινὰ] ποιεῖ τοῖς φιλονικοῦσιν, ὅπερ φασὶ συμβαίνειν καὶ ἐν τῇ Σπάρτῃ. τοιγὰρ σκυτάλῃ ἀνακρίνουσιν οὕτως καὶ ἀνακρίναντες ἐκκαλοῦσιν τῇ ὥ̣ρᾳ τοὺς ἄλλους, ὃ καὶ Κλεομένης ἐποίησεν ὁ βασ[ι]λεὺς ἐν τῇ κρίσει τῇ ἐς Κλεόλαν. πάντα δὲ ταῦτα συλληπτέον εἰ ...... μὴ τοὺς διδόντας (?) ... [πολλὰς] ἡμέρας ἀκροᾶσθαι, καθάπερ [ἐν] Λακεδαίμονι· καὶ τῷ πλήθε[ι ἔ‐] νι τῶν ψήφω[ν] ὑπεραίρειν, ὥ[σ‐] περ ἐν Μεγάλῃ πόλει περὶ τῶν φθινίχων. |
| a (50) [5] | ἐν[ια‐] χοῦ δὲ καὶ ὑπο(δ)οῦσιν τῷ κρινομένῳ, καθάπερ ἐν Λοκροῖς φασι τοῖς Ἐπιζεφυρίοις. χρὴ δ’ ἔν γ[ε] τοῖς τοιούτοις ἰέν(αι) εἰς ἀψυχίαν τε καὶ πάθος τὰ πολλὰ τοῖς δράσασιν, ὥσπερ ἐν τοῖς χρόνοις καὶ ὅσα δὴ χρονιζόμενα μὲν βλάπτει τὴν πολιτείαν. ἐνίων δὲ κἀν’ ἀποφυγὴν πολλάκις ἀκροασαμένων καὶ ἀνακρινάντων, ὁσίως ὑπεύθυνόν πως πάλιν ποιητέον, ὥσπερ ἐν Λακεδαί[μον]ι· διὰ βίο[υ] δὲ ..... νται πα[ρὰ] καὶ ἄπειρον εἶναι στρατηγόν· ἡ γὰρ βλάβη καὶ οὕτως μεγάλη πλὴν οὐκ ἀπὸ κακίας. |
| b [45] | ἀλλὰ δῆλον, ὡς ἀμφοῖν δεῖ στοχάζεσθαι· κράτιστον δ’ εἴ τις ἐκ τῶν βίων καὶ τῆς ἀγωγῆς, ἀλλὰ μὴ ἐκ τῆς οὐσίας λαμβάνοι τὴν πίστιν, ὅπερ ἡ παιδ〈ε〉ία καὶ τὰ ἔθη τὰ χρηστὰ τῆς πολιτείας ἀποτελεῖ. δοκεῖ γοῦν ὡς ἐπὶ τὸ πᾶν ἀρχαϊκώτερος ὁ τῶν τιμημάτων νόμος εἶναι διὰ τὸ κωλύειν ἂν πολλάκ(ε)ις τοὺς ἀληθ(ε)ινοὺς ἡγεμόνας. οὔτε γὰρ Ἐπαμ〈ε〉ινώνδας οὔτε Πελοπίδας οὔτε Ἀθήνηθεν Ἰφικράτης καὶ Χαβρίας ἐστρατήγησαν 〈ἂν〉 οὔθ’ οἱ τούτων ἔτι πρότερον καὶ ἀμείνους, Ἀριστ〈ε〉ίδης καὶ Θεμιστοκλῆς. φαίνεται δ’ οὖν καθόλου τινὰ σκέψιν ἔχειν, τίνας δεῖ κατὰ πλοῦτον καὶ ἀρετὴν μόνον ἢ πλοῦτον. ἐν μὲν γὰρ τῇ ταμιείᾳ, καθάπερ εἴρηται, τὰς οὐσίας τηροῦσιν· εἰς δὲ νομοφυλακίαν ἤ τινα τοιαύτην ἑτέραν δικαιοσύνης δεῖ. |
| b (50) [105] | πρὸς δὲ στρατηγίαν καὶ τῶν ἔξω καὶ τῶν ἐν τῇ πόλει κύρια πρὸς τῇ ἀρετῇ καὶ χορηγίαν ἔχειν ἱκανήν, ἐπὶ δὲ τρίτον, ὡς εἴρηται, τὴν ἐμπειρίαν. καὶ ἔστι τρία ταῦτα περὶ τὰς ση (μείωσαι) ἀρχὰς ἀρετή, κτῆσις ἀρκοῦσα, φρόνησις —τὸ γὰρ τῆς εὐνοίας κοινόν— ὧν τὰ μὲν δύο δεῖ πάσαις, τὰ δὲ τῆς φρονήσεως ἰδιώτερον ἐν ἐνίαις, ἀναγκαιότατον δ’ ἐν ταῖς μεγίσταις· καὶ ἀρκε[ῖ] γέ πως, εἰ ἀδόλως εἰς ἄμφω βλέπουσι· ἀγαθὰ γὰρ ὡς ἐπὶ τὸ πολύ τ’ ἐπιδεῖν καὶ ἄριστα δὴ καιροὺς γνῶ[ν]αι παρ’ ἄλλο[ν]· ὥσθ’ α[ἱρ]εῖσθαι [διὰ] τὴν εὐμοιρίαν καὶ τὴν δύναμιν, ἔνιοι δὲ πρὸς θάτερα, ἀστοὺς ἀρίστους γὰρ κρίνουσιν, οἱ δὲ πλεῖστοι καὶ χείριστα βουλευόμενοι πρὸς τὴν οὐσίαν. ἀληθὲς δέ, ὅπερ ἐλέχθη πρότερον, ὡς αἱ μὲν δέονται μάλιστα πίστεως, αἱ δὲ φρονήσεως καὶ δεινότητος, αἱ δὲ ἐπιμελ〈ε〉ίας καὶ ἰταμότητος, ἂν ἔχθιστος ᾖ, οἷον πρὸς ἕκαστα νόμῳ μὲν οὐ ῥᾴδιον κατανέμειν· αὐτοὺς δὲ δοκιμάζοντας αἱρεῖσθαι χρὴ τοὺς ἐπιτηδ〈ε〉ιοτάτους. |
| b (100) [165] | ἐπεὶ δὲ ἔνιαι, καθάπερ ἐλέχθη, καὶ ἐμπειρίας δέονται, πρὸς ταύτας ὀρθῶς ἔχει τὸ παραζευγνύναι τινὰς ἀεὶ τῶν νεωτέρων, ὅπως παιδεύ(ω)νται παρὰ τῶν εἰδότων μηδὲν χεῖρον διοικουμένων τῶν τῆς πόλεω ς, ὅπερ καὶ Ἅγνων ποτὲ συνεβούλευεν Ἀθηναίοις ἐπ(ε)ὶ τῶν στρατηγῶν παραδείγματι χρησάμενος τῷ περὶ τὰ κυνηγέσια· καὶ γὰρ ἐκεῖ σκύλακας ἔφη παρεμβαλεῖν ἀεὶ τοὺς φιλοκυνήγους. χρῶνται δὲ καὶ νῦν ἔνιαι τῶν ὁμ(ο)τάκτων ἐλαττόνων πόλεων [κα]θάπερ Καρυστίων καὶ Κυθνίων· τρεῖς μὲν γὰρ ἐπὶ τῶν ἐστρατηγηκότων ἤδη, δύο δ’ ἐκ τῶν νεωτέρων καθιστᾶσι. μάλιστα οὖν ἐν ταύτῃ δεῖ μεγίστους ἀνήκειν καιρούς, οὐ μὴν ἀλλὰ καὶ ἐὰν ἄλλῃ τοιαύτῃ συγκατάμ〈ε〉ικτος ᾖ, ὁμοίως ταῖς ἡλικίαις λεγομέναις ἅμα κόσμον καὶ ἅμα ταῖς ἀκμαῖς δύναμιν ὑπάρχειν, οἷον ἐν τῇ γυμνασιαρχ(ε)ίᾳ· τοῦτο γὰρ οὐ κακῶς οἱ αἱρούμενοι δύο, τὸν μὲν πρεσβύτερον, τὸν δὲ νεώτερον, ὅπως ὁ μὲν εὐταξίαν παρέχῃ μεταδιδούς, ὁ δὲ αὐτὸς συναποδυόμενος ἡγεμὼν γ(ε)ίνηται τῶν πόνων. |
| b (150) [210] | οὐ γὰρ δίκαιον ἄμφω ταῦτα τὴν αὐτὴν [λ]ατ[ρ]είαν ἔχειν· ἀμφοτέρων δὲ ἡ ἐπ(ε)ιμέλεια. δεῖται δὲ αἰσθήσ[εω]ς χρηστῆς· ἀλλὰ δεῖ πρότερον ἄλλας προάρξαι τὸν μέλλοντα τὰς μείζους ἄρξειν, ὅπερ κα[ὶ] ἐπὶ τῆς στρατηγ(ε)ίας ἐλέχθη. ἄτοπόν γ’ εἰ ὁ μὴ ταξιαρχήσας μηδὲ φυλαρχήσας εὐθὺς εἶτα ἐστρατήγησε. ταῖς μὲ[ν], ὡς ἔ[δ]οξε, ἀναπε[ι]ρᾶσθαι χρὴ πρότερον, ταῖς δ’ ὕσ[τ]ατα δυοῖν ἕνεκα· [τ]αύ[τ]ῃ γ[ὰρ] τῇ διαθέσει τὸν προσδοκήσαντα ἐπίτονόν τ’ ἀπαρ[τί]ζε[ι] καὶ φιλοτιμότερον πα[ρ]ασκε[υ]άζε[ι] πρὸ[ς] π[εῖ]ραν διὰ τ[ὰ]ς [θ]έσεις τῶν μειζόνων ἢ, ὅπερ ἦν καὶ ἐν Ἠπείρῳ, διὰ τὴν μονήν. τοῦτον δὲ ἐκ τῶν ἐλαττόνων ἀρχῶν ἢ τῶν ἐπὶ τὰς μείζους ἀφορισθεισῶν κ[αὶ ἐν] νόμῳ ἐνια[χ]οῦ δ[εῖ ἀν]ελέσθαι κα〈θά〉περ ἐν Φωκεῦσιν· τοὺς γὰρ στρατηγοὺς καθιστᾶσιν ἐκ [τῶ]ν πεφυλαρ[χ]ηκότων κα[ὶ] τεταμιευκότων. |
| b (200) [245] | χρὴ δ’ ὅλως οὐδένα ἄναρχον [ἄ]ρχειν ἕως τὸν ἀβούλευτον, ὥσπερ ἐν Ἀμβρακίᾳ. χορηγ〈ε〉ῖ γὰρ ἑλ[έσθαι] τὸν ἐμπειρ[ία]ν λαμβάνοντα τῶν κεκοινωμένων ἀεὶ καὶ μετὰ νεωτέρων. εἰ δὲ δή ποτ’ ἐπ’ αὐτῷ ἡ π[ο‐] [λιτ]εία, δεῖ οὖν ἀεὶ ἄνδρα πολλο[ῦ] [ἁ]πα[ξα]πᾶσιν 〈ἄξιον〉 ἀνα[τεὶ] (?) προσάρχειν τὰς μεγίστας ἀρχάς, οἷον καὶ ἔν [τ’ Ἄ]ργει, κἂν μὴ πρότερον, καὶ ἐν Καρχηδόνι βασιλεῦσαι καὶ στρατηγῆσαι· ἐκ τούτων γὰρ ἡ γεροντία παρ’ αὐτοῖς ἦ[ν]. ἀλλὰ γὰρ ἴσως αὐτοὶ μὲν οὐχ ἧττον ἅμα τῇ ἀρχῇ [τι]μὴν ἔχουσιν τὰ [νῦν]. ἔτι δὲ ἐν ἱ[εροῖς] σιτήσονται. τοῦτο πειρατέον ἀνατρέπειν. δο[κεῖ] δὲ ἔχειν ὁ [εἰρημ]έν[οσ]? τιμήν, ...... σὲ μισ[εῖν] τά[γ’] ἄ[λλα καὶ] τὸ ἀνέγ[κλητο]ν εἰς τὰ κοινὰ διατηρεῖν, ὡς λόγον ἀποδιδόντες τριακονταετεῖς δεχθήσονται, ἐφ’ ἃ διατ〈ε〉ίνωσι ἄν. |
| b (250) [260] | οὐ γὰρ ἔξεστι τὸν ἐπαιτιώμενον ὑπὸ τῆς πόλεως ἀρχ(ε)ικῶς οὐθὲν δυνάμενον οὔτ’ ἐξετάζειν οὔτε κολάζειν καὶ καταπλήττεσθαι τοὺς ἄλλους τὸν ἑαυτῷ τι συνειδότα φλαῦρον |