ΕΛΕΓΕΙΩΝ Α
Ὦ ἄνα, Λητοῦς υἱέ, Διὸς τέκος, οὔποτε σεῖο
λήσομαι ἀρχόμενος οὐδʼ ἀποπαυόμενος,
ἀλλʼ αἰεὶ πρῶτόν τε καὶ ὕστατον ἔν τε μέσοισιν
ἀείσω· σὺ δέ μοι κλῦθι καὶ ἐσθλὰ δίδου.
Φοῖβε ἄναξ, ὅτε μέν σε θεὰ τέκε πότνια Λητώ
φοίνικος ῥαδινῆις χερσὶν ἐφαψαμένη
ἀθανάτων κάλλιστον ἐπὶ τροχοειδέι λίμνηι,
πᾶσα μὲν ἐπλήσθη Δῆλος ἀπειρεσίη
ὀδμῆς ἀμβροσίης, ἐγέλασσε δὲ Γαῖα πελώρη,
γήθησεν δὲ βαθὺς πόντος ἁλὸς πολιῆς.
Ἄρτεμι θηροφόνη, θύγατερ Διός, ἣν Ἀγαμέμνων
εἵσαθʼ, ὅτʼ ἐς Τροίην ἔπλεε νηυσὶ θοῆις,
εὐχομένωι μοι κλῦθι, κακὰς δʼ ἀπὸ κῆρας ἄλαλκε·
σοὶ μὲν τοῦτο, θεά, σμικρόν, ἐμοὶ δὲ μέγα.
Μοῦσαι καὶ Χάριτες, κοῦραι Διός, αἵ ποτε Κάδμου
ἐς γάμον ἐλθοῦσαι καλὸν ἀείσατʼ ἔπος,
«ὅττι καλόν, φίλον ἐστί· τὸ δʼ οὐ καλὸν οὐ φίλον ἐστί,»
τοῦτʼ ἔπος ἀθανάτων ἦλθε διὰ στομάτων.
Κύρνε, σοφιζομένωι μὲν ἐμοὶ σφρηγὶς ἐπικείσθω
τοῖσδʼ ἔπεσιν, λήσει δʼ οὔποτε κλεπτόμενα,
οὐδέ τις ἀλλάξει κάκιον τοὐσθλοῦ παρεόντος·
ὧδε δὲ πᾶς τις ἐρεῖ· «Θεύγνιδός ἐστιν ἔπη
τοῦ Μεγαρέως· πάντας δὲ κατʼ ἀνθρώπους ὀνομαστός.»
ἀστοῖσιν δʼ οὔπω πᾶσιν ἁδεῖν δύναμαι·
οὐδὲν θαυμαστόν, Πολυπαΐδη· οὐδὲ γὰρ ὁ Ζεύς
οὔθʼ ὕων πάντεσσʼ ἁνδάνει οὔτʼ ἀνέχων.
Σοὶ δʼ ἐγὼ εὖ φρονέων ὑποθήσομαι, οἷά περ αὐτός,
Κύρνʼ, ἀπὸ τῶν ἀγαθῶν παῖς ἔτʼ ἐὼν ἔμαθον·
πέπνυσο, μηδʼ αἰσχροῖσιν ἐπʼ ἔργμασι μηδʼ ἀδίκοισιν
τιμὰς μηδʼ ἀρετὰς ἕλκεο μηδʼ ἄφενος.
ταῦτα μὲν οὕτως ἴσθι· κακοῖσι δὲ μὴ προσομίλει
ἀνδράσιν, ἀλλʼ αἰεὶ τῶν ἀγαθῶν ἔχεο·
καὶ μετὰ τοῖσιν πῖνε καὶ ἔσθιε, καὶ μετὰ τοῖσιν
ἵζε, καὶ ἅνδανε τοῖσʼ, ὧν μεγάλη δύναμις.
ἐσθλῶν μὲν γὰρ ἄπʼ ἐσθλὰ μαθήσεαι· ἢν δὲ κακοῖσιν
συμμίσγηις, ἀπολεῖς καὶ τὸν ἐόντα νόον.
ταῦτα μαθὼν ἀγαθοῖσιν ὁμίλεε, καί ποτε φήσεις
εὖ συμβουλεύειν τοῖσι φίλοισιν ἐμέ.
Κύρνε, κύει πόλις ἥδε, δέδοικα δὲ μὴ τέκηι ἄνδρα
εὐθυντῆρα κακῆς ὕβριος ἡμετέρης.
ἀστοὶ μὲν γὰρ ἔθʼ οἵδε σαόφρονες, ἡγεμόνες δέ
τετράφαται πολλὴν εἰς κακότητα πεσεῖν.
οὐδεμίαν πω, Κύρνʼ, ἀγαθοὶ πόλιν ὤλεσαν ἄνδρες,
ἀλλʼ ὅταν ὑβρίζειν τοῖσι κακοῖσιν ἅδηι
δῆμόν τε φθείρουσι δίκας τʼ ἀδίκοισι διδοῦσιν
οἰκείων κερδέων εἵνεκα καὶ κράτεος·
ἔλπεο μὴ δηρὸν κείνην πόλιν ἀτρεμέʼ ἧσθαι,
μηδʼ εἰ νῦν κεῖται πολλῆι ἐν ἡσυχίηι,
εὖτʼ ἂν τοῖσι κακοῖσι φίλʼ ἀνδράσι ταῦτα γένηται,
κέρδεα δημοσίωι σὺν κακῶι ἐρχόμενα.
ἐκ τῶν γὰρ στάσιές τε καὶ ἔμφυλοι φόνοι ἀνδρῶν·
μούναρχοι δὲ πόλει μήποτε τῆιδε ἅδοι.
Κύρνε, πόλις μὲν ἔθʼ ἥδε πόλις, λαοὶ δὲ δὴ ἄλλοι,
οἳ πρόσθʼ οὔτε δίκας ἤιδεσαν οὔτε νόμους,
ἀλλʼ ἀμφὶ πλευραῖσι δορὰς αἰγῶν κατέτριβον,
ἔξω δʼ ὥστʼ ἔλαφοι τῆσδʼ ἐνέμοντο πόλεος.
καὶ νῦν εἰσʼ ἀγαθοί, Πολυπαΐδη· οἱ δὲ πρὶν ἐσθλοί
νῦν δειλοί. τίς κεν ταῦτʼ ἀνέχοιτʼ ἐσορῶν;
ἀλλήλους δʼ ἀπατῶσιν ἐπʼ ἀλλήλοισι γελῶντες,
οὔτε κακῶν γνώμας εἰδότες οὔτʼ ἀγαθῶν.
μηδένα τῶνδε φίλον ποιεῦ, Πολυπαΐδη, ἀστῶν
ἐκ θυμοῦ χρείης οὕνεκα μηδεμιῆς·
ἀλλὰ δόκει μὲν πᾶσιν ἀπὸ γλώσσης φίλος εἶναι,
χρῆμα δὲ συμμείξηις μηδενὶ μηδʼ ὁτιοῦν
σπουδαῖον· γνώσηι γὰρ ὀιζυρῶν φρένας ἀνδρῶν,
ὥς σφιν ἐπʼ ἔργοισιν πίστις ἔπʼ οὐδεμία,
ἀλλὰ δόλους ἀπάτας τε πολυπλοκίας τʼ ἐφίλησαν
οὕτως ὡς ἄνδρες μηκέτι σωιζόμενοι.
Μήποτε, Κύρνε, κακῶι πίσυνος βούλευε σὺν ἀνδρί,
εὖτʼ ἂν σπουδαῖον πρῆγμʼ ἐθέληις τελέσαι,
ἀλλὰ μετʼ ἐσθλὸν ἰὼν βούλευ καὶ πολλὰ μογῆσαι
καὶ μακρὴν ποσσίν, Κύρνʼ, ὁδὸν ἐκτελέσαι.
Πρῆξιν μηδὲ φίλοισιν ὅλως ἀνακοινέο πᾶσιν·
παῦροί τοι πολλῶν πιστὸν ἔχουσι νόον.
Παύροισιν πίσυνος μεγάλʼ ἀνδράσιν ἔργʼ ἐπιχείρει,
μή ποτʼ ἀνήκεστον, Κύρνε, λάβηις ἀνίην.
Πιστὸς ἀνὴρ χρυσοῦ τε καὶ ἀργύρου ἀντερύσασθαι
ἄξιος ἐν χαλεπῆι, Κύρνε, διχοστασίηι.
Παύρους εὑρήσεις, Πολυπαΐδη, ἄνδρας ἑταίρους
πιστοὺς ἐν χαλεποῖς πρήγμασι γινομένους,
οἵτινες ἂν τολμῶιεν ὁμόφρονα θυμὸν ἔχοντες
ἶσον τῶν ἀγαθῶν τῶν τε κακῶν μετέχειν.
Τούτους οὔ χʼ εὕροις διζήμενος οὐδʼ ἐπὶ πάντας
ἀνθρώπους, οὓς ναῦς μὴ μία πάντας ἄγοι,
οἷσιν ἐπὶ γλώσσηι τε καὶ ὀφθαλμοῖσιν ἔπεστιν
αἰδώς, οὐδʼ αἰσχρὸν χρῆμʼ ἔπι κέρδος ἄγει.
Μή μʼ ἔπεσιν μὲν στέργε, νόον δʼ ἔχε καὶ φρένας ἄλληι,
εἴ με φιλεῖς καί σοι πιστὸς ἔνεστι νόος.
ἤ με φίλει καθαρὸν θέμενος νόον, ἤ μʼ ἀποειπών
ἔχθαιρʼ ἀμφαδίην νεῖκος ἀειράμενος.
ὃς δὲ μιῆι γλώσσηι δίχʼ ἔχει νόον, οὗτος ἑταῖρος
δεινός, Κύρνʼ, ἐχθρὸς βέλτερος ἢ φίλος ὤν.
Ἄν τις ἐπαινήσηι σε τόσον χρόνον ὅσσον ὁρώιης,
νοσφισθεὶς δʼ ἄλλην γλῶσσαν ἱῆισι κακήν,
τοιοῦτός τοι ἑταῖρος ἀνὴρ φίλος οὔ τι μάλʼ ἐσθλός,
ὅς κʼ εἴπηι γλώσσηι λῶια, φρονῆι δʼ ἕτερα.
ἀλλʼ εἴη τοιοῦτος ἐμοὶ φίλος, ὃς τὸν ἑταῖρον
γινώσκων ὀργὴν καὶ βαρὺν ὄντα φέρει
ἀντὶ κασιγνήτου. σὺ δέ μοι, φίλε, ταῦτʼ ἐνὶ θυμῶι
φράζεο, καί ποτέ μου μνήσεαι ἐξοπίσω.
Μηδείς σʼ ἀνθρώπων πείσηι κακὸν ἄνδρα φιλῆσαι,
Κύρνε· τί δʼ ἔστʼ ὄφελος δειλὸς ἀνὴρ φίλος ὤν;
οὔτʼ ἄν σʼ ἐκ χαλεποῖο πόνου ῥύσαιτο καὶ ἄτης,
οὔτε κεν ἐσθλὸν ἔχων τοῦ μεταδοῦν ἐθέλοι.
Δειλοὺς εὖ ἕρδοντι ματαιοτάτη χάρις ἐστίν·
ἶσον καὶ σπείρειν πόντον ἁλὸς πολιῆς.
οὔτε γὰρ ἂν πόντον σπείρων βαθὺ λήιον ἀμῶις,
οὔτε κακοὺς εὖ δρῶν εὖ πάλιν ἀντιλάβοις·
ἄπληστον γὰρ ἔχουσι κακοὶ νόον· ἢν δʼ ἓν ἁμάρτηις,
τῶν πρόσθεν πάντων ἐκκέχυται φιλότης·
οἱ δʼ ἀγαθοὶ τὸ μέγιστον ἐπαυρίσκουσι παθόντες,
μνῆμα δʼ ἔχουσʼ ἀγαθῶν καὶ χάριν ἐξοπίσω.
Μήποτε τὸν κακὸν ἄνδρα φίλον ποιεῖσθαι ἑταῖρον,
ἀλλʼ αἰεὶ φεύγειν ὥστε κακὸν λιμένα.
Πολλοί τοι πόσιος καὶ βρώσιός εἰσιν ἑταῖροι,
ἐν δὲ σπουδαίωι πρήγματι παυρότεροι.
Κιβδήλου δʼ ἀνδρὸς γνῶναι χαλεπώτερον οὐδέν,
Κύρνʼ, οὐδʼ εὐλαβίης ἐστὶ περὶ πλέονος.
Χρυσοῦ κιβδήλοιο καὶ ἀργύρου ἀνσχετὸς ἄτη,
Κύρνε, καὶ ἐξευρεῖν ῥάιδιον ἀνδρὶ σοφῶι.
εἰ δὲ φίλου νόος ἀνδρὸς ἐνὶ στήθεσσι λελήθηι
ψυδρὸς ἐών, δόλιον δʼ ἐν φρεσὶν ἦτορ ἔχηι,
τοῦτο θεὸς κιβδηλότατον ποίησε βροτοῖσιν,
καὶ γνῶναι πάντων τοῦτʼ ἀνιηρότατον.
οὐδὲ γὰρ εἰδείης ἀνδρὸς νόον οὐδὲ γυναικός,
πρὶν πειρηθείης ὥσπερ ὑποζυγίου,
οὐδέ κεν εἰκάσσαις ὥσπερ ποτʼ ἐς ὥριον ἐλθών·
πολλάκι γὰρ γνώμην ἐξαπατῶσʼ ἰδέαι.
Μήτʼ ἀρετὴν εὔχου, Πολυπαΐδη, ἔξοχος εἶναι
μήτʼ ἄφενος· μοῦνον δʼ ἀνδρὶ γένοιτο τύχη.
Οὐδὲν ἐν ἀνθρώποισι πατρὸς καὶ μητρὸς ἄμεινον
ἔπλετο, οἷσʼ ὁσίη, Κύρνε, μέμηλε δίκη.
Οὐδείς, Κύρνʼ, ἄτης καὶ κέρδεος αἴτιος αὐτός,
ἀλλὰ θεοὶ τούτων δώτορες ἀμφοτέρων·
οὐδέ τις ἀνθρώπων ἐργάζεται ἐν φρεσὶν εἰδώς,
ἐς τέλος εἴτʼ ἀγαθὸν γίνεται εἴτε κακόν.
πολλάκι γὰρ δοκέων θήσειν κακὸν ἐσθλὸν ἔθηκεν,
καί τε δοκῶν θήσειν ἐσθλὸν ἔθηκε κακόν.
οὐδέ τωι ἀνθρώπων παραγίνεται, ὅσσα θέληισιν·
ἴσχει γὰρ χαλεπῆς πείρατʼ ἀμηχανίης.
ἄνθρωποι δὲ μάταια νομίζομεν εἰδότες οὐδέν·
θεοὶ δὲ κατὰ σφέτερον πάντα τελοῦσι νόον.
Οὐδείς πω ξεῖνον, Πολυπαΐδη, ἐξαπατήσας
οὐδʼ ἱκέτην θνητῶν ἀθανάτους ἔλαθεν.
Βούλεο δʼ εὐσεβέων ὀλίγοις σὺν χρήμασιν οἰκεῖν
ἢ πλουτεῖν ἀδίκως χρήματα πασάμενος.
ἐν δὲ δικαιοσύνηι συλλήβδην πᾶσʼ ἀρετή ʼστι,
πᾶς δέ τʼ ἀνὴρ ἀγαθός, Κύρνε, δίκαιος ἐών.
Χρήματα μὲν δαίμων καὶ παγκάκωι ἀνδρὶ δίδωσιν,
Κύρνʼ· ἀρετῆς δʼ ὀλίγοισʼ ἀνδράσι μοῖρʼ ἕπεται.
Ὕβριν, Κύρνε, θεὸς πρῶτον κακῶι ὤπασεν ἀνδρί,
οὗ μέλλει χώρην μηδεμίην θέμεναι.
Τίκτει τοι κόρος ὕβριν, ὅταν κακῶι ὄλβος ἕπηται
ἀνθρώπωι καὶ ὅτωι μὴ νόος ἄρτιος ἦι.
Μήποτέ τοι πενίην θυμοφθόρον ἀνδρὶ χολωθείς
μηδʼ ἀχρημοσύνην οὐλομένην πρόφερε·
Ζεὺς γάρ τοι τὸ τάλαντον ἐπιρρέπει ἄλλοτε ἄλλωι,
ἄλλοτε μὲν πλουτεῖν, ἄλλοτε μηδὲν ἔχειν.
Μήποτε, Κύρνʼ, ἀγορᾶσθαι ἔπος μέγα· οἶδε γὰρ οὐδείς
ἀνθρώπων ὅ τι νὺξ χἠμέρη ἀνδρὶ τελεῖ.
Πολλοί τοι χρῶνται δειλαῖς φρεσί, δαίμονι δʼ ἐσθλῶι,
οἷς τὸ κακὸν δοκέον γίνεται εἰς ἀγαθόν.
εἰσὶν δʼ οἳ βουλῆι τʼ ἀγαθῆι καὶ δαίμονι δειλῶι
μοχθίζουσι, τέλος δʼ ἔργμασιν οὐχ ἕπεται.
Οὐδεὶς ἀνθρώπων οὔτʼ ὄλβιος οὔτε πενιχρός
οὔτε κακὸς νόσφιν δαίμονος οὔτʼ ἀγαθός.
Ἄλλʼ ἄλλωι κακόν ἐστι, τὸ δʼ ἀτρεκὲς ὄλβιος οὐδείς
ἀνθρώπων ὁπόσους ἠέλιος καθορᾶι.
Ὃν δὲ θεοὶ τιμῶσιν, ὁ καὶ μωμεύμενος αἰνεῖ·
ἀνδρὸς δὲ σπουδὴ γίνεται οὐδεμία.
Θεοῖσʼ εὔχου, θεοῖσʼ οἷσιν ἔπι κράτος· οὔτοι ἄτερ θεῶν
γίνεται ἀνθρώποισʼ οὔτʼ ἀγάθʼ οὔτε κακά.
Ἄνδρʼ ἀγαθὸν πενίη πάντων δάμνησι μάλιστα,
καὶ γήρως πολιοῦ, Κύρνε, καὶ ἠπιάλου.
ἣν δὴ χρὴ φεύγοντα καὶ ἐς βαθυκήτεα πόντον
ῥιπτεῖν καὶ πετρέων, Κύρνε, κατʼ ἠλιβάτων.
καὶ γὰρ ἀνὴρ πενίηι δεδμημένος οὔτε τι εἰπεῖν
οὔθʼ ἕρξαι δύναται, γλῶσσα δέ οἱ δέδεται.
χρὴ γὰρ ὁμῶς ἐπὶ γῆν τε καὶ εὐρέα νῶτα θαλάσσης
δίζησθαι χαλεπῆς, Κύρνε, λύσιν πενίης.
τεθνάμεναι, φίλε Κύρνε, πενιχρῶι βέλτερον ἀνδρί
ἢ ζώειν χαλεπῆι τειρόμενον πενίηι.
Κριοὺς μὲν καὶ ὄνους διζήμεθα, Κύρνε, καὶ ἵππους
εὐγενέας, καί τις βούλεται ἐξ ἀγαθῶν
βήσεσθαι· γῆμαι δὲ κακὴν κακοῦ οὐ μελεδαίνει
ἐσθλὸς ἀνήρ, ἤν οἱ χρήματα πολλὰ διδῶι,
οὐδὲ γυνὴ κακοῦ ἀνδρὸς ἀναίνεται εἶναι ἄκοιτις
πλουσίου, ἀλλʼ ἀφνεὸν βούλεται ἀντʼ ἀγαθοῦ.
χρήματα μὲν τιμῶσι· καὶ ἐκ κακοῦ ἐσθλὸς ἔγημε
καὶ κακὸς ἐξ ἀγαθοῦ· πλοῦτος ἔμειξε γένος.
οὕτω μὴ θαύμαζε γένος, Πολυπαΐδη, ἀστῶν
μαυροῦσθαι· σὺν γὰρ μίσγεται ἐσθλὰ κακοῖς.
Αὐτός τοι ταύτην εἰδὼς κακόπατριν ἐοῦσαν
εἰς οἴκους ἄγεται χρήμασι πειθόμενος
εὔδοξος κακόδοξον, ἐπεὶ κρατερή μιν ἀνάγκη
ἐντύνει, ἥτʼ ἀνδρὸς τλήμονα θῆκε νόον.
Χρῆμα δʼ ὃ μὲν Διόθεν καὶ σὺν δίκηι ἀνδρὶ γένηται
καὶ καθαρῶς, αἰεὶ παρμόνιμον τελέθει.
εἰ δʼ ἀδίκως παρὰ καιρὸν ἀνὴρ φιλοκερδέι θυμῶι
κτήσεται, εἴθʼ ὅρκωι πὰρ τὸ δίκαιον ἑλών,
αὐτίκα μέν τι φέρειν κέρδος δοκεῖ, ἐς δὲ τελευτήν
αὖθις ἔγεντο κακόν, θεῶν δʼ ὑπερέσχε νόος.
ἀλλὰ τάδʼ ἀνθρώπων ἀπατᾶι νόον· οὐ γὰρ ἔτʼ αὔτως
τίνονται μάκαρες πρήγματος ἀμπλακίας·
ἀλλʼ ὁ μὲν αὐτὸς ἔτεισε κακὸν χρέος οὐδὲ φίλοισιν
ἄτην ἐξοπίσω παισὶν ἐπεκρέμασεν·
ἄλλον δʼ οὐ κατέμαρψε δίκη· θάνατος γὰρ ἀναιδής
πρόσθεν ἐπὶ βλεφάροισʼ ἕζετο κῆρα φέρων.
Οὐδείς τοι φεύγοντι φίλος καὶ πιστὸς ἑταῖρος·
τῆς δὲ φυγῆς ἐστιν τοῦτʼ ἀνιηρότερον.
Οἶνόν τοι πίνειν πουλὺν κακόν· ἢν δέ τις αὐτόν
πίνηι ἐπισταμένως, οὐ κακός, ἀλλʼ ἀγαθός.
Θυμέ, φίλους κατὰ πάντας ἐπίστρεφε ποικίλον ἦθος,
ὀργὴν συμμίσγων ἥντινʼ ἕκαστος ἔχει·
πουλύπου ὀργὴν ἴσχε πολυπλόκου, ὃς ποτὶ πέτρηι,
τῆι προσομιλήσηι, τοῖος ἰδεῖν ἐφάνη.
νῦν μὲν τῆιδʼ ἐφέπου, τοτὲ δʼ ἀλλοῖος χρόα γίνου.
κρέσσων τοι σοφίη γίνεται ἀτροπίης.
Μηδὲν ἄγαν ἄσχαλλε ταρασσομένων πολιητέων,
Κύρνε, μέσην δʼ ἔρχευ τὴν ὁδὸν ὥσπερ ἐγώ.
Ὅστις τοι δοκέει τὸν πλησίον ἴδμεναι οὐδέν,
ἀλλʼ αὐτὸς μοῦνος ποικίλα δήνεʼ ἔχειν,
κεῖνός γʼ ἄφρων ἐστί, νόου βεβλαμμένος ἐσθλοῦ·
ἴσως γὰρ πάντες ποικίλʼ ἐπιστάμεθα·
ἀλλʼ ὁ μὲν οὐκ ἐθέλει κακοκερδείηισιν ἕπεσθαι,
τῶι δὲ δολοπλοκίαι μᾶλλον ἄπιστοι ἅδον.
«Πλούτου δʼ οὐδὲν τέρμα πεφασμένον ἀνθρώποισιν·
οἳ γὰρ νῦν ἡμῶν πλεῖστον ἔχουσι βίον,
διπλάσιον σπεύδουσι. τίς ἂν κορέσειεν ἅπαντας;
χρήματά τοι θνητοῖς γίνεται ἀφροσύνη,
ἄτη δʼ ἐξ αὐτῆς ἀναφαίνεται, ἣν ὁπότε Ζεύς
πέμψηι τειρομένοισʼ, ἄλλοτε ἄλλος ἔχει.»
Ἀκρόπολις καὶ πύργος ἐὼν κενεόφρονι δήμωι,
Κύρνʼ, ὀλίγης τιμῆς ἔμμορεν ἐσθλὸς ἀνήρ.
Οὐδὲν ἐπιπρέπει ἧμιν ἅτʼ ἀνδράσι σωιζομένοισιν,
ἀλλʼ ὡς πάγχυ πόλει, Κύρνε, ἁλωσομένηι.
Σοὶ μὲν ἐγὼ πτέρʼ ἔδωκα, σὺν οἷσʼ ἐπʼ ἀπείρονα πόντον
πωτήσηι, κατὰ γῆν πᾶσαν ἀειρόμενος
ῥηϊδίως· θοίνηις δὲ καὶ εἰλαπίνηισι παρέσσηι
ἐν πάσαις πολλῶν κείμενος ἐν στόμασιν,
καί σε σὺν αὐλίσκοισι λιγυφθόγγοις νέοι ἄνδρες
εὐκόσμως ἐρατοὶ καλά τε καὶ λιγέα
ἄισονται. καὶ ὅταν δνοφερῆς ὑπὸ κεύθεσι γαίης
βῆις πολυκωκύτους εἰς Ἀίδαο δόμους,
οὐδέποτʼ οὐδὲ θανὼν ἀπολεῖς κλέος, ἀλλὰ μελήσεις
ἄφθιτον ἀνθρώποισʼ αἰὲν ἔχων ὄνομα,
Κύρνε, καθʼ Ἑλλάδα γῆν στρωφώμενος, ἠδʼ ἀνὰ νήσους
ἰχθυόεντα περῶν πόντον ἐπʼ ἀτρύγετον,
οὐχ ἵππων νώτοισιν ἐφήμενος· ἀλλά σε πέμψει
ἀγλαὰ Μουσάων δῶρα ἰοστεφάνων.
πᾶσι δʼ, ὅσοισι μέμηλε, καὶ ἐσσομένοισιν ἀοιδή
ἔσσηι ὁμῶς, ὄφρʼ ἂν γῆ τε καὶ ἠέλιος.
αὐτὰρ ἐγὼν ὀλίγης παρὰ σεῦ οὐ τυγχάνω αἰδοῦς,
ἀλλʼ ὥσπερ μικρὸν παῖδα λόγοις μʼ ἀπατᾶις.
Κάλλιστον τὸ δικαιότατον· λῶιστον δʼ ὑγιαίνειν·
πρᾶγμα δὲ τερπνότατον, τοῦ τις ἐρᾶι, τὸ τυχεῖν.
Ἵππος ἐγὼ καλὴ καὶ ἀεθλίη, ἀλλὰ κάκιστον
ἄνδρα φέρω, καί μοι τοῦτʼ ἀνιηρότατον.
πολλάκι δʼ ἠμέλλησα διαρρήξασα χαλινόν
φεύγεν ἀπωσαμένη τὸν κακὸν ἡνίοχον.
Οὔ μοι πίνεται οἶνος, ἐπεὶ παρὰ παιδὶ τερείνηι
ἄλλος ἀνὴρ κατέχει πολλὸν ἐμοῦ κακίων.
ψυχρόν μοι παρὰ τῆιδε φίλοι πίνουσι τοκῆες,
ὥσθʼ ἅμα θʼ ὑδρεύει καί με γοῶσα φέρει,
ἔνθα μέσην περὶ παῖδα λαβὼν ἀγκῶνʼ ἐφίλησα
δειρήν, ἡ δὲ τέρεν φθέγγετʼ ἀπὸ στόματος.
Γνωτή τοι πενίη γε καὶ ἀλλοτρίη περ ἐοῦσα·
οὔτε γὰρ εἰς ἀγορὴν ἔρχεται οὔτε δίκας·
πάντηι γὰρ τοὔλασσον ἔχει, πάντηι δʼ ἐπίμυκτος,
πάντηι δʼ ἐχθρὴ ὁμῶς γίνεται, ἔνθα περ ἦι.
Ἴσως τοι τὰ μὲν ἄλλα θεοὶ θνητοῖσʼ ἀνθρώποις
γῆράς τʼ οὐλόμενον καὶ νεότητʼ ἔδοσαν.
τῶν πάντων δὲ κάκιστον ἐν ἀνθρώποις—θανάτου τε
καὶ πασέων νούσων ἐστὶ πονηρότατον—
παῖδας ἐπεὶ θρέψαιο καὶ ἄρμενα πάντα παράσχοις,
χρήματα δʼ ἐγκαταθῆις πόλλʼ ἀνιηρὰ παθών,
τὸν πατέρʼ ἐχθαίρουσι, καταρῶνται δʼ ἀπολέσθαι
καὶ στυγέουσʼ ὥσπερ πτωχὸν ἐσερχόμενον.
Εἰκὸς τὸν κακὸν ἄνδρα κακῶς τὰ δίκαια νομίζειν,
μηδεμίαν κατόπισθʼ ἁζόμενον νέμεσιν·
δειλῶι γάρ τʼ ἀπάλαμνα βροτῶι πάρα πόλλʼ ἀνελέσθαι
πὰρ ποδός, ἡγεῖσθαί θʼ ὡς καλὰ πάντα τιθεῖ.
Ἀστῶν μηδενὶ πιστὸς ἐὼν πόδα τῶνδε πρόβαινε
μήθʼ ὅρκωι πίσυνος μήτε φιλημοσύνηι,
μηδʼ εἰ Ζῆνʼ ἐθέληι παρέχειν βασιλῆα μέγιστον
ἔγγυον ἀθανάτων πιστὰ τιθεῖν ἐθέλων.
ἐν γάρ τοι πόλει ὧδε κακοψόγωι ἁνδάνει οὐδέν·
ωσδετοσωσαιεὶ πολλοὶ ἀνολβότεροι.
Νῦν δὲ τὰ τῶν ἀγαθῶν κακὰ γίνεται ἐσθλὰ κακοῖσιν
ἀνδρῶν· ἡγέονται δʼ ἐκτραπέλοισι νόμοις·
αἰδὼς μὲν γὰρ ὄλωλεν, ἀναιδείη δὲ καὶ ὕβρις
νικήσασα δίκην γῆν κατὰ πᾶσαν ἔχει.
Οὐδὲ λέων αἰεὶ κρέα δαίνυται, ἀλλά μιν ἔμπης
καὶ κρατερόν περ ἐόνθʼ αἱρεῖ ἀμηχανίη.
Κωτίλωι ἀνθρώπωι σιγᾶν χαλεπώτατον ἄχθος,
φθεγγόμενος δʼ ἀδαὴς οἷσι παρῆι μελετᾶι,
ἐχθαίρουσι δὲ πάντες· ἀναγκαίη δʼ ἐπίμειξις
ἀνδρὸς τοιούτου συμποσίωι τελέθει.
Οὐδεὶς λῆι φίλος εἶναι, ἐπὴν κακὸν ἀνδρὶ γένηται,
οὐδʼ ὧι κʼ ἐκ γαστρός, Κύρνε, μιᾶς γεγόνηι.
Πικρὸς καὶ γλυκὺς ἴσθι καὶ ἁρπαλέος καὶ ἀπηνής
λάτρισι καὶ δμωσὶν γείτοσί τʼ ἀγχιθύροις.
Οὐ χρὴ κιγκλίζειν ἀγαθὸν βίον, ἀλλʼ ἀτρεμίζειν,
τὸν δὲ κακὸν κινεῖν, ἔστʼ ἂν ἐς ὀρθὰ λάβηις.
Τοὶ κακοὶ οὐ πάντες κακοὶ ἐκ γαστρὸς γεγόνασιν,
ἀλλʼ ἄνδρεσσι κακοῖς συνθέμενοι φιλίην
ἔργα τε δείλʼ ἔμαθον καὶ ἔπη δύσφημα καὶ ὕβριν
ἐλπόμενοι κείνους πάντα λέγειν ἔτυμα.
«Ἐν μὲν συσσίτοισιν ἀνὴρ πεπνυμένος εἶναι.» —
πάντα δέ μιν λήθειν ὡς ἀπεόντα δοκεῖ.
εἰς δὲ φέροι τὰ γελοῖα—θύρηφιν καρτερὸς εἴη—
γινώσκων ὀργὴν ἥντινʼ ἕκαστος ἔχει.
ἐν μὲν μαινομένοις μάλα μαίνομαι, ἐν δὲ δικαίοις
πάντων ἀνθρώπων εἰμὶ δικαιότατος.
«Πολλοί τοι πλουτοῦσι κακοί, ἀγαθοὶ δὲ πένονται,
ἀλλʼ ἡμεῖς τούτοισʼ οὐ διαμειψόμεθα
τῆς ἀρετῆς τὸν πλοῦτον, ἐπεὶ τὸ μὲν ἔμπεδον αἰεί,
χρήματα δʼ ἀνθρώπων ἄλλοτε ἄλλος ἔχει.»
Κύρνʼ, ἀγαθὸς μὲν ἀνὴρ γνώμην ἔχει ἔμπεδον αἰεί,
τολμᾶι δʼ ἔν τε κακοῖς κείμενος ἔν τʼ ἀγαθοῖς.
εἰ δὲ θεὸς κακῶι ἀνδρὶ βίον καὶ πλοῦτον ὀπάσσηι,
ἀφραίνων κακίην οὐ δύναται κατέχειν.
Μήποτʼ ἐπὶ σμικρᾶι προφάσει φίλον ἄνδρʼ ἀπολέσσαι
πειθόμενος χαλεπῆι, Κύρνε, διαβολίηι.
εἴ τις ἁμαρτωλῆισι φίλων ἐπὶ παντὶ χολῶιτο,
οὔποτʼ ἂν ἀλλήλοισʼ ἄρθμιοι οὐδὲ φίλοι
εἶεν· ἁμαρτωλαὶ γὰρ ἐν ἀνθρώποισιν ἕπονται
θνητοῖς, Κύρνε· θεοὶ δʼ οὐκ ἐθέλουσι φέρειν.
Καὶ βραδὺς εὔβουλος εἷλεν ταχὺν ἄνδρα διώκων,
Κύρνε, σὺν εὐθείηι θεῶν δίκηι ἀθανάτων.
Ἥσυχος ὥσπερ ἐγὼ μέσσην ὁδὸν ἔρχεο ποσσίν,
μηδʼ ἑτέροισι διδούς, Κύρνε, τὰ τῶν ἑτέρων.
Οὐκ ἔστιν φεύγοντι φίλος καὶ πιστὸς ἑταῖρος·
τῆς δὲ φυγῆς ἐστιν τοῦτʼ ἀνιηρότατον.
μήποτε φεύγοντʼ ἄνδρα ἐπʼ ἐλπίδι, Κύρνε, φιλήσηις·
οὐδὲ γὰρ οἴκαδε βὰς γίνεται αὐτὸς ἔτι.
Μηδὲν ἄγαν σπεύδειν· πάντων μέσʼ ἄριστα· καὶ οὕτως,
Κύρνʼ, ἕξεις ἀρετήν, ἥντε λαβεῖν χαλεπόν.
Ζεύς μοι τῶν τε φίλων δοίη τίσιν, οἵ με φιλεῦσιν,
τῶν τʼ ἐχθρῶν μεῖζον, Κύρνε, δυνησόμενον.
χοὔτως ἂν δοκέοιμι μετʼ ἀνθρώπων θεὸς εἶναι,
εἴ μʼ ἀποτεισάμενον μοῖρα κίχηι θανάτου.
Ἀλλά, Ζεῦ, τέλεσόν μοι, Ὀλύμπιε, καίριον εὐχήν·
δὸς δέ μοι ἀντὶ κακῶν καί τι παθεῖν ἀγαθόν.
τεθναίην δʼ, εἰ μή τι κακῶν ἄμπαυμα μεριμνέων
εὑροίμην, δοίην δʼ ἀντʼ ἀνιῶν ἀνίας.
αἶσα γὰρ οὕτως ἐστί. τίσις δʼ οὐ φαίνεται ἡμῖν
ἀνδρῶν, οἳ τἀμὰ χρήματʼ ἔχουσι βίηι
συλήσαντες· ἐγὼ δὲ κύων ἐπέρησα χαράδρην
χειμάρρωι ποταμῶι πάντʼ ἀποσεισάμενος·
τῶν εἴη μέλαν αἷμα πιεῖν· ἐπί τʼ ἐσθλὸς ὄροιτο
δαίμων, ὃς κατʼ ἐμὸν νοῦν τελέσειε τάδε.
Ἆ δειλὴ πενίη, τί μένεις προλιποῦσα παρʼ ἄλλον
ἄνδρʼ ἰέναι; μὴ ὦν δὴν οὐκ ἐθέλοντα φίλει·
ἀλλʼ ἴθι καὶ δόμον ἄλλον ἐποίχεο, μηδὲ μεθʼ ἡμέων
αἰεὶ δυστήνου τοῦδε βίου μέτεχε.
Τόλμα, Κύρνε, κακοῖσιν, ἐπεὶ κἀσθλοῖσιν ἔχαιρες,
εὖτέ σε καὶ τούτων μοῖρʼ ἐπέβαλλεν ἔχειν.
ὡς δέ περ ἐξ ἀγαθῶν ἔλαβες κακόν, ὣς δὲ καὶ αὖθις
ἐκδῦναι πειρῶ θεοῖσιν ἐπευχόμενος.
μηδὲ λίην ἐπίφαινε· κακὸν δέ τε, Κύρνʼ, ἐπιφαίνειν.
παύρους κηδεμόνας σῆς κακότητος ἔχεις.
Ἀνδρός τοι κραδίη μινύθει μέγα πῆμα παθόντος,
Κύρνʼ· ἀποτεινυμένου δʼ αὔξεται ἐξοπίσω.
Εὖ κώτιλλε τὸν ἐχθρόν· ὅταν δʼ ὑποχείριος ἔλθηι,
τεῖσαί νιν πρόφασιν μηδεμίαν θέμενος.
Ἴσχε νόωι, γλώσσης δὲ τὸ μείλιχον αἰὲν ἐπέστω·
δειλῶν τοι τελέθει καρδίη ὀξυτέρη.
Οὐ δύναμαι γνῶναι νόον ἀστῶν ὅντινʼ ἔχουσιν·
οὔτε γὰρ εὖ ἕρδων ἁνδάνω οὔτε κακῶς·
μωμεῦνται δέ με πολλοί, ὁμῶς κακοὶ ἠδὲ καὶ ἐσθλοί·
μιμεῖσθαι δʼ οὐδεὶς τῶν ἀσόφων δύναται.
Μή μʼ ἀέκοντα βίηι κεντῶν ὑπʼ ἄμαξαν ἔλαυνε
εἰς φιλότητα λίην, Κύρνε, προσελκόμενος.
Ζεῦ φίλε, θαυμάζω σε· σὺ γὰρ πάντεσσιν ἀνάσσεις
τιμὴν αὐτὸς ἔχων καὶ μεγάλην δύναμιν·
ἀνθρώπων δʼ εὖ οἶσθα νόον καὶ θυμὸν ἑκάστου·
σὸν δὲ κράτος πάντων ἔσθʼ ὕπατον, βασιλεῦ.
πῶς δή σευ, Κρονίδη, τολμᾶι νόος ἄνδρας ἀλιτρούς
ἐν ταὐτῆι μοίρηι τόν τε δίκαιον ἔχειν,
ἤν τʼ ἐπὶ σωφροσύνην τρεφθῆι νόος ἤν τε πρὸς ὕβριν
ἀνθρώπων ἀδίκοισʼ ἔργμασι πειθομένων;
οὐδέ τι κεκριμένον πρὸς δαίμονός ἐστι βροτοῖσιν,
οὐδʼ ὁδὸν ἥντινʼ ἰὼν ἀθανάτοισιν ἅδοι.
ἔμπης δʼ ὄλβον ἔχουσιν ἀπήμονα· τοὶ δʼ ἀπὸ δειλῶν
ἔργων ἴσχοντες θυμὸν ὅμως πενίην
μητέρʼ ἀμηχανίης ἔλαβον τὰ δίκαια φιλεῦντες,
ἥτʼ ἀνδρῶν παράγει θυμὸν ἐς ἀμπλακίην
βλάπτουσʼ ἐν στήθεσσι φρένας κρατερῆς ὑπʼ ἀνάγκης·
τολμᾶι δʼ οὐκ ἐθέλων αἴσχεα πολλὰ φέρειν
χρημοσύνηι εἴκων, ἣ δὴ κακὰ πολλὰ διδάσκει,
ψεύδεά τʼ ἐξαπάτας τʼ οὐλομένας τʼ ἔριδας,
ἄνδρα καὶ οὐκ ἐθέλοντα· κακὸν δέ οἱ οὐδὲν ἔοικεν·
ἡ γὰρ καὶ χαλεπὴν τίκτει ἀμηχανίην.
Ἐν πενίηι δʼ ὅ τε δειλὸς ἀνὴρ ὅ τε πολλὸν ἀμείνων
φαίνεται, εὖτʼ ἂν δὴ χρημοσύνη κατέχηι·
τοῦ μὲν γὰρ τὰ δίκαια φρονεῖ νόος, οὗτέ περ αἰεί
ἰθεῖα γνώμη στήθεσιν ἐμπεφύηι·
τοῦ δʼ αὖτʼ οὔτε κακοῖσʼ ἕπεται νόος οὔτʼ ἀγαθοῖσιν.
τὸν δʼ ἀγαθὸν τολμᾶν χρὴ τά τε καὶ τὰ φέρειν,
αἰδεῖσθαι δὲ φίλους φεύγειν τʼ ὀλεσήνορας ὅρκους,
ἐντράπελʼ ἀθανάτων μῆνιν ἀλευάμενον.
Μηδὲν ἄγαν σπεύδειν· καιρὸς δʼ ἐπὶ πᾶσιν ἄριστος
ἔργμασιν ἀνθρώπων· πολλάκι δʼ εἰς ἀρετήν
σπεύδει ἀνὴρ κέρδος διζήμενος, ὅντινα δαίμων
πρόφρων εἰς μεγάλην ἀμπλακίην παράγει,
καί οἱ ἔθηκε δοκεῖν, ἃ μὲν ἦι κακά, ταῦτʼ ἀγάθʼ εἶναι
εὐμαρέως, ἃ δʼ ἂν ἦι χρήσιμα, ταῦτα κακά.
Φίλτατος ὢν ἥμαρτες· ἐγὼ δέ σοι αἴτιος οὐδέν,
ἀλλʼ αὐτὸς γνώμης οὐκ ἀγαθῆς ἔτυχες.
Οὐδένα θησαυρὸν παισὶν καταθήσει ἀμείνω
αἰδοῦς, ἥτʼ ἀγαθοῖσʼ ἀνδράσι, Κύρνʼ, ἕπεται.
Οὐδενὸς ἀνθρώπων κακίων δοκεῖ εἶναι ἑταῖρος,
ὧι γνώμη θʼ ἕπεται, Κύρνε, καὶ ὧι δύναμις.
Πίνων δʼ οὐχ οὕτως θωρήξομαι, οὐδʼ ἐμέ τʼ οἶνος
ἐξάγει, ὥστʼ εἰπεῖν δεινὸν ἔπος περὶ σοῦ.
Οὐδένʼ ὁμοῖον ἐμοὶ δύναμαι διζήμενος εὑρεῖν
πιστὸν ἑταῖρον, ὅτωι μή τις ἔνεστι δόλος·
ἐς βάσανον δʼ ἐλθὼν παρατρίβομαι ὥστε μολύβδωι
χρυσός, ὑπερτερίης δʼ ἄμμιν ἔνεστι λόγος.
Πολλά με καὶ συνιέντα παρέρχεται· ἀλλʼ ὑπʼ ἀνάγκης
σιγῶ, γινώσκων ἡμετέρην δύναμιν.
Πολλοῖσʼ ἀνθρώπων γλώσσηι θύραι οὐκ ἐπίκεινται
ἁρμόδιαι, καί σφιν πόλλʼ ἀμέλητα μέλει.
πολλάκι γὰρ τὸ κακὸν κατακείμενον ἔνδον ἄμεινον,
ἐσθλὸν δʼ ἐξελθὸν λώιον ἢ τὸ κακόν.
«Πάντων μὲν μὴ φῦναι ἐπιχθονίοισιν ἄριστον»
μηδʼ ἐσιδεῖν αὐγὰς ὀξέος ἠελίου,
«φύντα δʼ ὅπως ὤκιστα πύλας Ἀίδαο περῆσαι»
καὶ κεῖσθαι πολλὴν γῆν ἐπαμησάμενον.
Φῦσαι καὶ θρέψαι ῥᾶιον βροτὸν ἢ φρένας ἐσθλάς
ἐνθέμεν· οὐδείς πω τοῦτό γʼ ἐπεφράσατο,
ὧι τις σώφρονʼ ἔθηκε τὸν ἄφρονα κἀκ κακοῦ ἐσθλόν.
εἰ δʼ Ἀσκληπιάδαις τοῦτό γʼ ἔδωκε θεός,
ἰᾶσθαι κακότητα καὶ ἀτηρὰς φρένας ἀνδρῶν,
πολλοὺς ἂν μισθοὺς καὶ μεγάλους ἔφερον.
εἰ δʼ ἦν ποιητόν τε καὶ ἔνθετον ἀνδρὶ νόημα,
οὔποτʼ ἂν ἐξ ἀγαθοῦ πατρὸς ἔγεντο κακός,
πειθόμενος μύθοισι σαόφροσιν· ἀλλὰ διδάσκων
οὔποτε ποιήσει τὸν κακὸν ἄνδρʼ ἀγαθόν.
Νήπιος, ὃς τὸν ἐμὸν μὲν ἔχει νόον ἐν φυλακῆισιν,
τῶν δʼ αὐτοῦ ἰδίων οὐδὲν ἐπιστρέφεται.
Οὐδεὶς γὰρ πάντʼ ἐστὶ πανόλβιος· ἀλλʼ ὁ μὲν ἐσθλός
τολμᾶι ἔχων τὸ κακόν, κοὐκ ἐπίδηλος ὁμῶς,
δειλὸς δʼ οὔτʼ ἀγαθοῖσιν ἐπίσταται οὔτε κακοῖσιν
θυμὸν ἔχων μίμνειν. ἀθανάτων τε δόσεις
παντοῖαι θνητοῖσιν ἐπέρχοντʼ. ἀλλʼ ἐπιτολμᾶν
χρὴ δῶρʼ ἀθανάτων, οἷα διδοῦσιν, ἔχειν.
Εἴ μʼ ἐθέλεις πλύνειν, κεφαλῆς ἀμίαντον ἀπʼ ἄκρης
αἰεὶ λευκὸν ὕδωρ ῥεύσεται ἡμετέρης,
εὑρήσεις δέ με πᾶσιν ἐπʼ ἔργμασιν ὥσπερ ἄπεφθον
χρυσὸν ἐρυθρὸν ἰδεῖν τριβόμενον βασάνωι,
τοῦ χροιῆς καθύπερθε μέλας οὐχ ἅπτεται ἰός
οὐδʼ εὐρώς, αἰεὶ δʼ ἄνθος ἔχει καθαρόν.
Ὤνθρωπʼ, εἰ γνώμης ἔλαχες μέρος ὥσπερ ἀνοίης
καὶ σώφρων οὕτως ὥσπερ ἄφρων ἐγένου,
πολλοῖσʼ ἂν ζηλωτὸς ἐφαίνεο τῶνδε πολιτῶν
οὕτως ὥσπερ νῦν οὐδενὸς ἄξιος εἶ.
Οὔ τοι σύμφορόν ἐστι γυνὴ νέα ἀνδρὶ γέροντι·
οὐ γὰρ πηδαλίωι πείθεται ὡς ἄκατος,
οὐδʼ ἄγκυραι ἔχουσιν· ἀπορρήξασα δὲ δεσμά
πολλάκις ἐκ νυκτῶν ἄλλον ἔχει λιμένα.
Μήποτʼ ἐπʼ ἀπρήκτοισι νόον ἔχε μηδὲ μενοίνα
χρήμασι, τῶν ἄνυσις γίνεται οὐδεμία.
Εὐμαρέʼ οἷς τοι χρῆμα θεοὶ δόσαν οὔτε τι δειλόν
οὔτʼ ἀγαθόν· χαλεπῶι δʼ ἔργματι κῦδος ἔπι.
Ἀμφʼ ἀρετῆι τρίβου καί τοι τὰ δίκαια φίλʼ ἔστω,
μηδέ σε νικάτω κέρδος, ὅ τʼ αἰσχρὸν ἔηι.
Μηδένα τῶνδʼ ἀέκοντα μένειν κατέρυκε παρʼ ἡμῖν,
μηδὲ θύραζε κέλευʼ οὐκ ἐθέλοντʼ ἰέναι,
μηδʼ εὕδοντʼ ἐπέγειρε, Σιμωνίδη, ὅντινʼ ἂν ἡμῶν
θωρηχθέντʼ οἴνωι μαλθακὸς ὕπνος ἕληι,
μηδὲ τὸν ἀγρυπνέοντα κέλευʼ ἀέκοντα καθεύδειν.
«πᾶν γὰρ ἀναγκαῖον χρῆμʼ ἀνιηρὸν ἔφυ.»
τῶι πίνειν δʼ ἐθέλοντι παρασταδὸν οἰνοχοείτω·
οὐ πάσας νύκτας γίνεται ἁβρὰ παθεῖν.
αὐτὰρ ἐγώ—μέτρον γὰρ ἔχω μελιηδέος οἴνου—
ὕπνου λυσικάκου μνήσομαι οἴκαδʼ ἰών.
ἥξω δʼ ὡς οἶνος χαριέστατος ἀνδρὶ πεπόσθαι·
οὔτε τι γὰρ νήφω οὔτε λίην μεθύω.
ὃς δʼ ἂν ὑπερβάλληι πόσιος μέτρον, οὐκέτι κεῖνος
τῆς αὐτοῦ γλώσσης καρτερὸς οὐδὲ νόου·
μυθεῖται δʼ ἀπάλαμνα, τὰ νήφοσι γίνεται αἰσχρά,
αἰδεῖται δʼ ἕρδων οὐδέν, ὅταν μεθύηι,
τὸ πρὶν ἐὼν σώφρων, τότε νήπιος. ἀλλὰ σὺ ταῦτα
γινώσκων μὴ πῖνʼ οἶνον ὑπερβολάδην,
ἀλλʼ ἢ πρὶν μεθύειν ὑπανίστασο—μή σε βιάσθω
γαστὴρ ὥστε κακὸν λάτριν ἐφημέριον—
ἢ παρεὼν μὴ πῖνε. σὺ δʼ «ἔγχεε» τοῦτο μάταιον
κωτίλλεις αἰεί· τοὔνεκά τοι μεθύεις·
ἡ μὲν γὰρ «φέρεται φιλοτήσιος», ἡ δὲ «πρόκειται,»
τὴν δὲ «θεοῖς σπένδεις», τὴν δʼ «ἐπὶ χειρὸς ἔχεις»·
αἰνεῖσθαι δʼ οὐκ οἶδας. ἀνίκητος δέ τοι οὗτος,
ὃς πολλὰς πίνων μή τι μάταιον ἐρεῖ·
ὑμεῖς δʼ εὖ μυθεῖσθε παρὰ κρητῆρι μένοντες,
ἀλλήλων ἔριδος δὴν ἀπερυκόμενοι,
εἰς τὸ μέσον φωνεῦντες ὁμῶς ἑνὶ καὶ συνάπασιν·
χοὔτως συμπόσιον γίνεται οὐκ ἄχαρι.
Ἄφρονος ἀνδρὸς ὁμῶς καὶ σώφρονος οἶνος, ὅταν δή
πίνηι ὑπὲρ μέτρον, κοῦφον ἔθηκε νόον.
Ἐμ πυρὶ μὲν χρυσόν τε καὶ ἄργυρον ἴδριες ἄνδρες
γινώσκουσʼ, ἀνδρὸς δʼ οἶνος ἔδειξε νόον
καὶ μάλα περ πινυτοῦ, τὸν ὑπὲρ μέτρον ἤρατο πίνων,
ὥστε καταισχῦναι καὶ πρὶν ἐόντα σοφόν.
Οἰνοβαρέω κεφαλήν, Ὀνομάκριτε, καί με βιᾶται
οἶνος, ἀτὰρ γνώμης οὐκέτʼ ἐγὼ ταμίης
ἡμετέρης, τὸ δὲ δῶμα περιτρέχει. ἀλλʼ ἄγʼ ἀναστάς
πειρηθῶ, μή πως καὶ πόδας οἶνος ἔχει
καὶ νόον ἐν στήθεσσι· δέδοικα δὲ μή τι μάταιον
ἕρξω θωρηχθεὶς καὶ μέγʼ ὄνειδος ἔχω.
οἶνος πινόμενος πουλὺς κακόν· ἢν δέ τις αὐτόν
πίνηι ἐπισταμένως, οὐ κακόν, ἀλλʼ ἀγαθόν.
Ἦλθες δή, Κλεάριστε, βαθὺν διὰ πόντον ἀνύσσας
ἐνθάδʼ ἐπʼ οὐδὲν ἔχοντʼ, ὦ τάλαν, οὐδὲν ἔχων.
νηός τοι πλευρῆισιν ὑπὸ ζυγὰ θήσομεν ἡμεῖς,
Κλεάρισθʼ, οἷʼ ἔχομεν χοἶα διδοῦσι θεοί.
τῶν δʼ ὄντων τἄριστα παρέξομεν· ἢν δέ τις ἔλθηι
σεῦ φίλος ὤν, κατάκεισʼ, ὡς φιλότητος ἔχεις.
οὔτε τι τῶν ὄντων ἀποθήσομαι, οὔτε τι μείζω
σῆς ἕνεκα ξενίης ἄλλοθεν οἰσόμεθα·
ἢν δέ τί σʼ εἰρωτᾶι τὸν ἐμὸν βίον, ὧδέ οἱ εἰπεῖν·
«ὡς εὖ μὲν χαλεπῶς, ὡς χαλεπῶς δὲ μάλʼ εὖ,
ὥσθʼ ἕνα μὲν ξεῖνον πατρώιον οὐκ ἀπολείπειν,
ξείνια δὲ πλέονʼ ἔστʼ οὐ δυνατὸς παρέχειν.»
Οὔ σε μάτην, ὦ Πλοῦτε, βροτοὶ τιμῶσι μάλιστα·
ἦ γὰρ ῥηϊδίως τὴν κακότητα φέρεις.
καὶ γάρ τοι πλοῦτον μὲν ἔχειν ἀγαθοῖσιν ἔοικεν,
ἡ πενίη δὲ κακῶι σύμφορος ἀνδρὶ φέρειν.
Ὤ μοι ἐγὼν ἥβης καὶ γήραος οὐλομένοιο,
τοῦ μὲν ἐπερχομένου, τῆς δʼ ἀπονισομένης.
Οὐδὲ ἕνα προὔδωκα φίλον καὶ πιστὸν ἑταῖρον,
οὐδʼ ἐν ἐμῆι ψυχῆι δούλιον οὐδὲν ἔνι.
Αἰεί μοι φίλον ἦτορ ἰαίνεται, ὁππότʼ ἀκούσω
αὐλῶν φθεγγομένων ἱμερόεσσαν ὄπα.
χαίρω δʼ εὖ πίνων καὶ ὑπʼ αὐλητῆρος ἀκούων,
χαίρω δʼ εὔφθογγον χερσὶ λύρην ὀχέων.
Οὔποτε δουλείη κεφαλὴ ἰθεῖα πέφυκεν,
ἀλλʼ αἰεὶ σκολιὴ καὐχένα λοξὸν ἔχει.
οὔτε γὰρ ἐκ σκίλλης ῥόδα φύεται οὔθʼ ὑάκινθος,
οὐδέ ποτʼ ἐκ δούλης τέκνον ἐλευθέριον.
Οὗτος ἀνήρ, φίλε Κύρνε, πέδας χαλκεύεται αὑτῶι,
εἰ μὴ ἐμὴν γνώμην ἐξαπατῶσι θεοί.
Δειμαίνω, μὴ τήνδε πόλιν, Πολυπαΐδη, ὕβρις
ἥ περ Κενταύρους ὠμοφάγους ὄλεσεν.
Χρή με παρὰ στάθμην καὶ γνώμονα τήνδε δικάσσαι,
Κύρνε, δίκην, ἶσόν τʼ ἀμφοτέροισι δόμεν,
μάντεσί τοι οἰωνοῖς τε καὶ αἰθομένοισʼ ἱεροῖσιν,
ὄφρα μὴ ἀμπλακίης αἰσχρὸν ὄνειδος ἔχω.
Μηδένα πω κακότητι βιάζεο· τῶι δὲ δικαίωι
τῆς εὐεργεσίης οὐδὲν ἀρειότερον.
Ἄγγελος ἄφθογγος πόλεμον πολύδακρυν ἐγείρει,
Κύρνʼ, ἀπὸ τηλαυγέος φαινόμενος σκοπιῆς.
ἀλλʼ ἵπποισʼ ἔμβαλλε ταχυπτέρνοισι χαλινούς·
δήιων γάρ σφʼ ἀνδρῶν ἀντιάσειν δοκέω.
οὐ πολλὸν τὸ μεσηγύ· διαπρήξουσι κέλευθον,
εἰ μὴ ἐμὴν γνώμην ἐξαπατῶσι θεοί.
Χρὴ τολμᾶν χαλεποῖσιν ἐν ἄλγεσι κείμενον ἄνδρα
πρός τε θεῶν αἰτεῖν ἔκλυσιν ἀθανάτων.
Φράζεο· κίνδυνός τοι ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς·
ἄλλοτε πόλλʼ ἕξεις, ἄλλοτε παυρότερα,
ὥστε σε μήτε λίην ἀφνεὸν κτεάτεσσι γενέσθαι,
μήτε σέ γʼ ἐς πολλὴν χρημοσύνην ἐλάσαι.
Εἴη μοι τὰ μὲν αὐτὸν ἔχειν, τὰ δὲ πόλλʼ ἐπιδοῦναι
χρήματα τῶν ἐχθρῶν τοῖσι φίλοισιν ἔχειν.
Κεκλῆσθαι δʼ ἐς δαῖτα, παρέζεσθαι δὲ παρʼ ἐσθλόν
ἄνδρα χρεὼν σοφίην πᾶσαν ἐπιστάμενον.
τοῦ συνιεῖν, ὁπόταν τι λέγηι σοφόν, ὄφρα διδαχθῆις
καὶ τοῦτʼ εἰς οἶκον κέρδος ἔχων ἀπίηις.
Ἥβηι τερπόμενος παίζω· δηρὸν γὰρ ἔνερθεν
γῆς ὀλέσας ψυχὴν κείσομαι ὥστε λίθος
ἄφθογγος, λείψω δʼ ἐρατὸν φάος ἠελίοιο·
ἔμπης δʼ ἐσθλὸς ἐὼν ὄψομαι οὐδὲν ἔτι.
Δόξα μὲν ἀνθρώποισι κακὸν μέγα, πεῖρα δʼ ἄριστον·
πολλοὶ ἀπείρητοι δόξαν ἔχουσʼ ἀγαθῶν.
Εὖ ἕρδων εὖ πάσχε· τί κʼ ἄγγελον ἄλλον ἰάλλοις;
τῆς εὐεργεσίης ῥηιδίη ἀγγελίη.
Οἵ με φίλοι προδιδοῦσιν, ἐπεὶ τόν γʼ ἐχθρὸν ἀλεῦμαι
ὥστε κυβερνήτης χοιράδας εἰναλίας.
«Ῥήιον ἐξ ἀγαθοῦ θεῖναι κακὸν ἢ ʼκ κακοῦ ἐσθλόν.»
μή με δίδασκʼ· οὔ τοι τηλίκος εἰμὶ μαθεῖν.
Ἐχθαίρω κακὸν ἄνδρα, καλυψαμένη δὲ πάρειμι
σμικρῆς ὄρνιθος κοῦφον ἔχουσα νόον. —
Ἐχθαίρω δὲ γυναῖκα περίδρομον ἄνδρα τε μάργον,
ὃς τὴν ἀλλοτρίαν βούλετʼ ἄρουραν ἀροῦν.
Ἀλλὰ τὰ μὲν προβέβηκεν, ἀμήχανόν ἐστι γενέσθαι
ἀεργά· τὰ δʼ ἐξοπίσω, τῶν φυλακὴ μελέτω.
«πᾶσίν τοι κίνδυνος ἐπʼ ἔργμασιν, οὐδέ τις οἶδεν
πῆι σχήσειν μέλλει πρήγματος ἀρχομένου.
ἀλλʼ ὁ μὲν εὐδοκιμεῖν πειρώμενος οὐ προνοήσας
εἰς μεγάλην ἄτην καὶ χαλεπὴν ἔπεσεν·
τῶι δὲ καλῶς ποιεῦντι θεὸς περὶ πάντα τίθησιν
συντυχίην ἀγαθήν, ἔκλυσιν ἀφροσύνης.»
Τολμᾶν χρή, τὰ διδοῦσι θεοὶ θνητοῖσι βροτοῖσιν,
ῥηϊδίως δὲ φέρειν ἀμφοτέρων τὸ λάχος,
μήτε κακοῖσιν ἀσῶντα λίην φρένα, μήτʼ ἀγαθοῖσιν
τερφθῆις ἐξαπίνης, πρὶν τέλος ἄκρον ἰδεῖν.
Ἄνθρωπʼ, ἀλλήλοισιν ἀπόπροθεν ὦμεν ἑταῖροι·
πλὴν πλούτου παντὸς χρήματός ἐστι κόρος.
«δὴν δὴ καὶ φίλοι ὦμεν»· ἀτάρ τʼ ἄλλοισιν ὁμίλει
ἀνδράσιν, οἳ τὸν σὸν μᾶλλον ἴσασι νόον.
οὔ μʼ ἔλαθες φοιτῶν κατʼ ἀμαξιτόν, ἣν ἄρα καὶ πρίν
ἠλάστρεις κλέπτων ἡμετέρην φιλίην.
ἔρρε, θεοῖσίν τʼ ἐχθρὲ καὶ ἀνθρώποισιν ἄπιστε,
ψυχρὸν ὃς ἐν κόλπωι ποικίλον εἶχες ὄφιν.
Τοιάδε καὶ Μάγνητας ἀπώλεσεν ἔργα καὶ ὕβρις,
οἷα τὰ νῦν ἱερὴν τήνδε πόλιν κατέχει.
Πολλῶι τοι πλέονας λιμοῦ κόρος ὤλεσεν ἤδη
ἄνδρας, ὅσοι μοίρης πλεῖον ἔχειν ἔθελον.
Ἀρχῆι ἔπι ψεύδους μικρὰ χάρις· εἰς δὲ τελευτήν
αἰσχρὸν δὴ κέρδος καὶ κακόν, ἀμφότερον,
γίνεται. οὐδέ τι καλόν, ὅτωι ψεῦδος προσαμαρτῆι
ἀνδρὶ καὶ ἐξέλθηι πρῶτον ἀπὸ στόματος.
Οὐ χαλεπὸν ψέξαι τὸν πλησίον, οὐδὲ μὲν αὐτόν
αἰνῆσαι· δειλοῖσʼ ἀνδράσι ταῦτα μέλει.
σιγᾶν δʼ οὐκ ἐθέλουσι κακοὶ κακὰ λεσχάζοντες,
οἱ δʼ ἀγαθοὶ πάντων μέτρον ἴσασιν ἔχειν.
Οὐδένα παμπήδην ἀγαθὸν καὶ μέτριον ἄνδρα
τῶν νῦν ἀνθρώπων ἠέλιος καθορᾶι.
Οὔ τι μάλʼ ἀνθρώποις καταθύμια πάντα τελεῖται·
πολλὸν γὰρ θνητῶν κρέσσονες ἀθάνατοι.
Πόλλʼ ἐν ἀμηχανίηισι κυλίνδομαι ἀχνύμενος κῆρ·
ἄκρην γὰρ πενίην οὐχ ὑπερεδράμομεν.
Πᾶς τις πλούσιον ἄνδρα τίει, ἀτίει δὲ πενιχρόν
πᾶσιν δʼ ἀνθρώποισʼ αὐτὸς ἔνεστι νόος.
Παντοῖαι κακότητες ἐν ἀνθρώποισιν ἔασιν,
παντοῖαι δʼ ἀρεταὶ καὶ βιότου παλάμαι.
Ἀργαλέον φρονέοντα παρʼ ἄφροσι πόλλʼ ἀγορεύειν
καὶ σιγᾶν αἰεί· τοῦτο γὰρ οὐ δυνατόν.
Αἰσχρόν τοι μεθύοντα παρʼ ἀνδράσι νήφοσιν εἶναι,
αἰσχρὸν δʼ εἰ νήφων πὰρ μεθύουσι μένει.
Ἥβη καὶ νεότης ἐπικουφίζει νόον ἀνδρός,
πολλῶν δʼ ἐξαίρει θυμὸν ἐς ἀμπλακίην.
ὧιτινι μὴ θυμοῦ κρέσσων νόος, αἰὲν ἐν ἄταις,
Κύρνʼ. ἦ καὶ μεγάλαις κεῖται ἐν ἀμπλακίαις.
Βουλεύου δὶς καὶ τρίς, ὅ τοί κʼ ἐπὶ τὸν νόον ἔλθηι·
ἀτηρὸς γάρ τοι λάβρος ἀνὴρ τελέθει.
Ἀνδράσι τοῖσʼ ἀγαθοῖσʼ ἕπεται γνώμη τε καὶ αἰδώς·
οἳ νῦν ἐν πολλοῖσʼ ἀτρεκέως ὀλίγοι.
Ἐλπὶς καὶ κίνδυνος ἐν ἀνθρώποισιν ὁμοῖοι·
οὗτοι γὰρ χαλεποὶ δαίμονες ἀμφότεροι.
Πολλάκι πὰρ δόξαν τε καὶ ἐλπίδα γίνεται εὖ ῥεῖν
ἔργʼ ἀνδρῶν, βουλαῖς δʼ οὐκ ἐπέγεντο τέλος.
Οὔ τοί κʼ εἰδείης οὔτʼ εὔνουν οὔτε τὸν ἐχθρόν,
εἰ μὴ σπουδαίου πράγματος ἀντιτύχοις.
πολλοὶ πὰρ κρητῆρι φίλοι γίνονται ἑταῖροι,
ἐν δὲ σπουδαίωι πράγματι παυρότεροι.
Παύρους κηδεμόνας πιστοὺς εὕροις κεν ἑταίρους
κείμενος ἐν μεγάληι θυμὸν ἀμηχανίηι.
Ἦ δὴ νῦν αἰδὼς μὲν ἐν ἀνθρώποισιν ὄλωλεν,
αὐτὰρ ἀναιδείη γαῖαν ἐπιστρέφεται.
Ἆ δειλὴ πενίη, τί ἐμοῖσʼ ἐπικειμένη ὤμοις
σῶμα καταισχύνεις καὶ νόον ἡμέτερον;
αἰσχρὰ δέ μʼ οὐκ ἐθέλοντα βίηι καὶ πολλὰ διδάσκεις
ἐσθλὰ μετʼ ἀνθρώπων καὶ κάλʼ ἐπιστάμενον.
Εὐδαίμων εἴην καὶ θεοῖς φίλος ἀθανάτοισιν,
Κύρνʼ· ἀρετῆς δʼ ἄλλης οὐδεμιῆς ἔραμαι.
Σὺν τοί, Κύρνε, παθόντι κακῶς ἀνιώμεθα πάντες·
ἀλλὰ τοὶ ἀλλότριον κῆδος ἐφημέριον.
Μηδὲν ἄγαν χαλεποῖσιν ἀσῶ φρένα μηδʼ ἀγαθοῖσιν
χαῖρʼ, ἐπεὶ ἔστʼ ἀνδρὸς πάντα φέρειν ἀγαθοῦ.
Οὐδʼ ὀμόσαι χρὴ τοῦτο. —τί «Μήποτε πρᾶγμα τόδʼ ἔσται»;
θεοὶ γάρ τοι νεμεσῶσʼ, οἷσιν ἔπεστι τέλος·
καιπρηξαι μέντοι τι· καὶ ἐκ κακοῦ ἐσθλὸν ἔγεντο
καὶ κακὸν ἐξ ἀγαθοῦ. καί τε πενιχρὸς ἀνήρ
αἶψα μάλʼ ἐπλούτησε καὶ ὃς μάλα πολλὰ πέπαται
ἐξαπίνης ἀπό τοι οὖν ὤλεσε νυκτὶ μιῆι.
καὶ σώφρων ἥμαρτε, καὶ ἄφρονι πολλάκι δόξα
ἕσπετο, καὶ τιμῆς καὶ κακὸς ὢν ἔλαχεν.
Εἰ μὲν χρήματʼ ἔχοιμι, Σιμωνίδη, οἷά περ ἤδη
οὐκ ἂν ἀνιώιμην τοῖσʼ ἀγαθοῖσι συνών.
νῦν δέ με γινώσκοντα παρέρχεται, εἰμὶ δʼ ἄφωνος
χρημοσύνηι, πολλῶν γνοῦσαν ἄμεινον ἔτι
οὕνεκα νῦν φερόμεσθα καθʼ ἱστία λευκὰ βαλόντες
Μηλίου ἐκ πόντου νύκτα διὰ δνοφερήν·
ἀντλεῖν δʼ οὐκ ἐθέλουσιν· ὑπερβάλλει δὲ θάλασσα
ἀμφοτέρων τοίχων. ἦ μάλα τις χαλεπῶς
σώιζεται. οἱ δʼ ἕρδουσι· κυβερνήτην μὲν ἔπαυσαν
ἐσθλόν, ὅτις φυλακὴν εἶχεν ἐπισταμένως·
χρήματα δʼ ἁρπάζουσι βίηι, κόσμος δʼ ἀπόλωλεν,
δασμὸς δʼ οὐκέτʼ ἴσος γίνεται ἐς τὸ μέσον·
φορτηγοὶ δʼ ἄρχουσι, κακοὶ δʼ ἀγαθῶν καθύπερθεν.
δειμαίνω, μή πως ναῦν κατὰ κῦμα πίηι.
ταῦτά μοι ἠινίχθω κεκρυμμένα τοῖσʼ ἀγαθοῖσιν·
γινώσκοι δʼ ἄν τις καὶ κακόν, ἂν σοφὸς ἦι.
Πολλοὶ πλοῦτον ἔχουσιν ἀίδριες· οἱ δὲ τὰ καλά
ζητοῦσιν χαλεπῆι τειρόμενοι πενίηι.
ἕρδειν δʼ ἀμφοτέροισιν ἀμηχανίη παράκειται·
εἴργει γὰρ τοὺς μὲν χρήματα, τοὺς δὲ νόος.
Οὐκ ἔστι θνητοῖσι πρὸς ἀθανάτους μαχέσασθαι
οὐδὲ δίκην εἰπεῖν· οὐδενὶ τοῦτο θέμις.
Οὐ χρὴ πημαίνειν ὅ τε μὴ πημαντέον εἴη,
οὐδʼ ἕρδειν ὅ τι μὴ λώιον ἦι τελέσαι.
Χαίρων εὖ τελέσειας ὁδὸς μεγάλου διὰ πόντου,
καί σε Ποσειδάων χάρμα φίλοισʼ ἀγάγοι.
Πολλούς τοι κόρος ἄνδρας ἀπώλεσεν ἀφραίνοντας·
γνῶναι γὰρ χαλεπὸν μέτρον, ὅτʼ ἐσθλὰ παρῆι.
Οὐ δύναμαί σοι, θυμέ, παρασχεῖν ἄρμενα πάντα·
τέτλαθι· τῶν δὲ καλῶν οὔ τι σὺ μοῦνος ἐρᾶις.
Εὖ μὲν ἔχοντος ἐμοῦ πολλοὶ φίλοι· ἢν δέ τι δεινόν
συγκύρσηι, παῦροι πιστὸν ἔχουσι νόον.
Πλήθει δʼ ἀνθρώπων ἀρετὴ μία γίνεται ἥδε,
πλουτεῖν· τῶν δʼ ἄλλων οὐδὲν ἄρʼ ἦν ὄφελος,
οὐδʼ εἰ σωφροσύνην μὲν ἔχοις Ῥαδαμάνθυος αὐτοῦ,
πλείονα δʼ εἰδείης Σισύφου Αἰολίδεω,
ὅστε καὶ ἐξ Ἀίδεω πολυϊδρίηισιν ἀνῆλθεν
πείσας Περσεφόνην αἱμυλίοισι λόγοις,
ἥτε βροτοῖς παρέχει λήθην βλάπτουσα νόοιο—
ἄλλος δʼ οὔπω τις τοῦτο γʼ ἐπεφράσατο,
ὅντινα δὴ θανάτοιο μέλαν νέφος ἀμφικαλύψηι,
ἔλθηι δʼ ἐς σκιερὸν χῶρον ἀποφθιμένων,
κυανέας τε πύλας παραμείψεται, αἵτε θανόντων
ψυχὰς εἴργουσιν καίπερ ἀναινομένας·
ἀλλʼ ἄρα κἀκεῖθεν πάλιν ἤλυθε Σίσυφος ἥρως
ἐς φάος ἠελίου σφῆισι πολυφροσύναις—
οὐδʼ εἰ ψεύδεα μὲν ποιοῖς ἐτύμοισιν ὁμοῖα,
γλῶσσαν ἔχων ἀγαθὴν Νέστορος ἀντιθέου,
ὠκύτερος δʼ εἴησθα πόδας ταχεῶν Ἁρπυιῶν
καὶ παίδων Βορέω, τῶν ἄφαρ εἰσὶ πόδες.
ἀλλὰ χρὴ πάντας γνώμην ταύτην καταθέσθαι,
ὡς πλοῦτος πλείστην πᾶσιν ἔχει δύναμιν.
«Ἶσόν τοι πλουτοῦσιν, ὅτωι πολὺς ἄργυρός ἐστιν
καὶ χρυσὸς καὶ γῆς πυροφόρου πεδία
ἵπποι θʼ ἡμίονοί τε, καὶ ὧι»—τὰ δέοντα πάρεστι
«γαστρί τε καὶ πλευραῖς καὶ ποσὶν ἁβρὰ παθεῖν,
παιδός τʼ ἠδὲ γυναικός·» ὅταν δέ κε τῶν ἀφίκηται
ὥρη, σὺν δʼ ἥβη γίνεται ἁρμοδία,
ταῦτʼ ἄφενος θνητοῖσι· τὰ γὰρ περιώσια πάντα
χρήματʼ ἔχων οὐδεὶς ἔρχεται εἰς Ἀίδεω,
οὐδʼ ἂν ἄποινα διδοὺς θάνατον φύγοι οὐδὲ βαρείας
νούσους οὐδὲ κακὸν γῆρας ἐπερχόμενον.
Φροντίδες ἀνθρώπων ἔλαχον πτερὰ ποικίλʼ ἔχουσαι,
μυρόμεναι ψυχῆς εἵνεκα καὶ βιότου.
Ζεῦ πάτερ, εἴθε γένοιτο θεοῖς φίλα τοῖς μὲν ἀλιτροῖς
ὕβριν ἁδεῖν, καί σφιν τοῦτο γένοιτο φίλον
θυμῶι, σχέτλια ἔργα διατά φρεσὶ δʼ ὅστις ἀθήνης
ἐργάζοιτο θεῶν μηδὲν ὀπιζόμενος,
αὐτὸν ἔπειτα πάλιν τεῖσαι κακά, μηδʼ ἔτʼ ὀπίσσω
πατρὸς ἀτασθαλίαι παισὶ γένοιντο κακόν·
παῖδες δʼ οἵτʼ ἀδίκου πατρὸς τὰ δίκαια νοεῦντες
ποιῶσιν, Κρονίδη, σὸν χόλον ἁζόμενοι,
ἐξ ἀρχῆς τὰ δίκαια μετʼ ἀστοῖσιν φιλέοντες,
μή τινʼ ὑπερβασίην ἀντιτίνειν πατέρων.
ταῦτʼ εἴη μακάρεσσι θεοῖς φίλα· νῦν δʼ ὁ μὲν ἕρδων
ἐκφεύγει, τὸ κακὸν δʼ ἄλλος ἔπειτα φέρει.
καὶ τοῦτʼ, ἀθανάτων βασιλεῦ, πῶς ἐστι δίκαιον,
ἔργων ὅστις ἀνὴρ ἐκτὸς ἐὼν ἀδίκων,
μή τινʼ ὑπερβασίην κατέχων μήθʼ ὅρκον ἀλιτρόν,
ἀλλὰ δίκαιος ἐών, μὴ τὰ δίκαια πάθηι;
τίς δή κεν βροτὸς ἄλλος ὁρῶν πρὸς τοῦτον ἔπειτα
ἅζοιτʼ ἀθανάτους, καὶ τίνα θυμὸν ἔχων,
ὁππότʼ ἀνὴρ ἄδικος καὶ ἀτάσθαλος, οὔτε τευ ἀνδρός
οὔτε τευ ἀθανάτων μῆνιν ἀλευόμενος,
ὑβρίζηι πλούτωι κεκορημένος, οἱ δὲ δίκαιοι
τρύχονται χαλεπῆι τειρόμενοι πενίηι;
Ταῦτα μαθών, φίλʼ ἑταῖρε, δικαίως χρήματα ποιοῦ,
σώφρονα θυμὸν ἔχων ἐκτὸς ἀτασθαλίης,
ἀεὶ τῶνδʼ ἐπέων μεμνημένος· εἰς δὲ τελευτήν
αἰνήσεις μύθωι σώφρονι πειθόμενος.
Ζεὺς μὲν τῆσδε πόληος ὑπειρέχοι αἰθέρι ναίων
αἰεὶ δεξιτερὴν χεῖρʼ ἐπʼ ἀπημοσύνηι,
ἄλλοι τʼ ἀθάνατοι μάκαρες θεοί· αὐτὰρ Ἀπόλλων
ὀρθώσαι γλῶσσαν καὶ νόον ἡμέτερον.
φόρμιγξ δʼ αὖ φθέγγοιθʼ ἱερὸν μέλος ἠδὲ καὶ αὐλός·
ἡμεῖς δὲ σπονδὰς θεοῖσιν ἀρεσσάμενοι
πίνωμεν, χαρίεντα μετʼ ἀλλήλοισι λέγοντες,
μηδὲν τὸν Μήδων δειδιότες πόλεμον.
ὧδʼ εἶναι. καὶ ἄμεινον ἐύφρονα θυμὸν ἔχοντας
νόσφι μεριμνάων εὐφροσύνως διάγειν
τερπομένους, τηλοῦ δὲ κακὰς ἀπὸ κῆρας ἀμῦναι
γῆράς τʼ οὐλόμενον καὶ θανάτοιο τέλος.
Χρὴ Μουσῶν θεράποντα καὶ ἄγγελον, εἴ τι περισσόν
εἰδείη, σοφίης μὴ φθονερὸν τελέθειν,
ἀλλὰ τὰ μὲν μῶσθαι, τὰ δὲ δεικνύεν, ἄλλα δὲ ποιεῖν·
τί σφιν χρήσηται μοῦνος ἐπιστάμενος;
Φοῖβε ἄναξ, αὐτὸς μὲν ἐπύργωσας πόλιν ἄκρην,
Ἀλκαθόωι Πέλοπος παιδὶ χαριζόμενος·
αὐτὸς δὲ στρατὸν ὑβριστὴν Μήδων ἀπέρυκε
τῆσδε πόλευς, ἵνα σοι λαοὶ ἐν εὐφροσύνηι
ἦρος ἐπερχομένου κλειτὰς πέμπωσʼ ἑκατόμβας
τερπόμενοι κιθάρηι καὶ ἐρατῆι θαλίηι
παιάνων τε χοροῖσʼ ἰαχῆισί τε σὸν περὶ βωμόν·
ἦ γὰρ ἔγωγε δέδοικʼ ἀφραδίην ἐσορῶν
καὶ στάσιν Ἑλλήνων λαοφθόρον. ἀλλὰ σύ, Φοῖβε,
ἵλαος ἡμετέρην τήνδε φύλασσε πόλιν.
Ἦλθον μὲν γὰρ ἔγωγε καὶ εἰς Σικελήν ποτε γαῖαν,
ἦλθον δʼ Εὐβοίης ἀμπελόεν πεδίον
Σπάρτην δʼ Εὐρώτα δονακοτρόφου ἀγλαὸν ἄστυ·
καί μʼ ἐφίλευν προφρόνως πάντες ἐπερχόμενον·
ἀλλʼ οὔτις μοι τέρψις ἐπὶ φρένας ἦλθεν ἐκείνων.
οὕτως οὐδὲν ἄρʼ ἦν φίλτερον ἄλλο πάτρης.
Μήποτέ μοι μελέδημα νεώτερον ἄλλο φανείη
ἀντʼ ἀρετῆς σοφίης τʼ, ἀλλὰ τόδʼ αἰὲν ἔχων
τερποίμην φόρμιγγι καὶ ὀρχηθμῶι καὶ ἀοιδῆι,
καὶ μετὰ τῶν ἀγαθῶν ἐσθλὸν ἔχοιμι νόον.
Μήτε τινὰ ξείνων δηλεύμενος ἔργμασι λυγροῖς
μήτε τινʼ ἐνδήμων, ἀλλὰ δίκαιος ἐών,
«τὴν σαυτοῦ φρένα τέρπε· δυσηλεγέων δὲ πολιτῶν
ἄλλος τοί σε κακῶς, ἄλλος ἄμεινον ἐρεῖ.»
Τοὺς ἀγαθοὺς ἄλλος μάλα μέμφεται, ἄλλος ἐπαινεῖ,
τῶν δὲ κακῶν μνήμη γίνεται οὐδεμία.
Ἀνθρώπων δʼ ἄψεκτος ἐπὶ χθονὶ γίνεται οὐδείς·
ἀλλὡσειλώϊον μὴ πλεόνεσσι μέλοι.
Οὐδεὶς ἀνθρώπων οὔτʼ ἔσσεται οὔτε πέφυκεν
ὅστις πᾶσιν ἁδὼν δύσεται εἰς Ἀίδεω·
οὐδὲ γὰρ ὃς θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει,
Ζεὺς Κρονίδης, θνητοῖς πᾶσιν ἁδεῖν δύναται.
Τόρνου καὶ στάθμης καὶ γνώμονος ἄνδρα θεωρόν
εὐθύτερον χρὴ ἔμεν, Κύρνε, φυλασσόμενον,
ὧιτινί κεν Πυθῶνι θεοῦ χρήσασʼ ἱέρεια
ὀμφὴν σημήνηι πίονος ἐξ ἀδύτου·
οὔτε τι γὰρ προσθεὶς οὐδέν κʼ ἔτι φάρμακον εὕροις,
οὐδʼ ἀφελὼν πρὸς θεῶν ἀμπλακίην προφύγοις.
Χρῆμʼ ἔπαθον θανάτου μὲν ἀεικέος οὔτι κάκιον,
τῶν δʼ ἄλλων πάντων, Κύρνʼ, ἀνιηρότατον·
οἵ με φίλοι προὔδωκαν· ἐγὼ δʼ ἐχθροῖσι πελασθείς
εἰδήσω καὶ τῶν ὅντινʼ ἔχουσι νόον.
Βοῦς μοι ἐπὶ γλώσσηι κρατερῶι ποδὶ λὰξ ἐπιβαίνων
ἴσχει κωτίλλειν καίπερ ἐπιστάμενον.
Κύρνʼ, ἔμπης δʼ ὅ τι μοῖρα παθεῖν, οὐκ ἔσθʼ ὑπαλύξαι·
ὅττι δὲ μοῖρα παθεῖν, οὔτι δέδοικα παθεῖν.
Ἐς πολυάρητον κακὸν ἥκομεν, ἔνθα μάλιστα,
Κύρνε, συναμφοτέρους μοῖρα λάβοι θανάτου.
Οἵ κʼ ἀπογηράσκοντας ἀτιμάζωσι τοκῆας,
τούτων τοι χώρη, Κύρνʼ, ὀλίγη τελέθει.
Μήτε τινʼ αὖξε τύραννον ἐπʼ ἐλπίσι, κέρδεσιν εἴκων,
μήτε κτεῖνε θεῶν ὅρκια συνθέμενος.
Πῶς ὑμῖν τέτληκεν ὑπʼ αὐλητῆρος ἀείδειν
θυμός; γῆς δʼ οὖρος φαίνεται ἐξ ἀγορῆς,
ἥτε τρέφει καρποῖσιν ἐν εἰλαπίναις φορέοντας
ξανθῆισίν τε κόμαις πορφυρέους στεφάνους.
ἀλλʼ ἄγε δή, Σκύθα, κεῖρε κόμην, ἀπόπαυε δὲ κῶμον,
πένθει δʼ εὐώδη χῶρον ἀπολλύμενον.
Πίστει χρήματʼ ὄλεσσα, ἀπιστίηι δʼ ἐσάωσα·
γνώμη δʼ ἀργαλέη γίνεται ἀμφοτέρων.
Πάντα τάδʼ ἐν κοράκεσσι καὶ ἐν φθόρωι· οὐδέ τις ἡμῖν
αἴτιος ἀθανάτων, Κύρνε, θεῶν μακάρων,
ἀλλʼ ἀνδρῶν τε βίη καὶ κέρδεα δειλὰ καὶ ὕβρις
πολλῶν ἐξ ἀγαθῶν ἐς κακότητʼ ἔβαλεν.
Δισσαί τοι πόσιος κῆρες δειλοῖσι βροτοῖσιν,
δίψα τε λυσιμελὴς καὶ μέθυσις χαλεπή·
τούτων δʼ ἂν τὸ μέσον στρωφήσομαι, οὐδέ με πείσεις
οὔτε τι μὴ πίνειν οὔτε λίην μεθύειν.
Οἶνος ἐμοὶ τὰ μὲν ἄλλα χαρίζεται, ἓν δʼ ἀχάριστον,
εὖτʼ ἂν θωρήξας μʼ ἄνδρα πρὸς ἐχθρὸν ἄγηι.
ἀλλʼ ὁπόταν καθύπερθεν ἐὼν ὑπένερθε γένηται,
τουτάκις οἴκαδʼ ἴμεν παυσάμενοι πόσιος.
Εὖ μὲν κείμενον ἄνδρα κακῶς θέμεν εὐμαρές ἐστιν,
εὖ δὲ θέμεν τὸ κακῶς κείμενον ἀργαλέον.
Λὰξ ἐπίβα δήμωι κενεόφρονι, τύπτε δὲ κέντρωι
ὀξέι καὶ ζεύγλην δύσλοφον ἀμφιτίθει·
οὐ γὰρ ἔθʼ εὑρήσεις δῆμον φιλοδέσποτον ὧδε
ἀνθρώπων, ὁπόσους ἠέλιος καθορᾶι.
Ζεὺς ἄνδρʼ ἐξολέσειεν Ὀλύμπιος, ὃς τὸν ἑταῖρον
μαλθακὰ κωτίλλων ἐξαπατᾶν ἐθέλει·
«Ἡδέα μὲν καὶ πρόσθεν, ἀτὰρ πολὺ λώια δὴ νῦν.»
τοὔνεκα τοῖς δειλοῖσʼ οὐδεμίʼ ἐστὶ χάρις.
Πολλάκις ἡ πόλις ἥδε διʼ ἡγεμόνων κακότητα
ὥσπερ κεκλιμένη ναῦς παρὰ γῆν ἔδραμεν.
Τῶν δὲ φίλων εἰ μέν τις ὁρᾶι μέ τι δειλὸν ἔχοντα,
αὐχένʼ ἀποστρέψας οὐδʼ ἐσορᾶν ἐθέλει·
ἢν δέ τί μοί ποθεν ἐσθλόν, ἃ παυράκι γίνεται ἀνδρί,
πολλοὺς ἀσπασμοὺς καὶ φιλότητας ἔχω.
Οἵ με φίλοι προδιδοῦσι καὶ οὐκ ἐθέλουσί τι δοῦναι
ἀνδρῶν φαινομένων· ἀλλʼ ἐγὼ αὐτομάτη
ἑσπερίη τʼ ἔξειμι καὶ ὀρθρίη αὖθις ἔσειμι,
ἦμος ἀλεκτρυόνων φθόγγος ἐγειρομένων.
Πολλοῖσʼ ἀχρήστοισι θεὸς διδοῖ ἀνδράσιν ὄλβον
ἐσθλόν, ὃς οὔτʼ αὐτῶι βέλτερος, οὐδὲν ἐών,
οὔτε φίλοισʼ. ἀρετῆς δὲ μέγα κλέος οὔποτʼ ὀλεῖται·
αἰχμητὴς γὰρ ἀνὴρ γῆν τε καὶ ἄστυ σαοῖ.
Ἔν μοι ἔπειτα πέσοι μέγας οὐρανὸς εὐρὺς ὕπερθεν
χάλκεος, ἀνθρώπων δεῖμα χαμαιγενέων,
εἰ μὴ ἐγὼ τοῖσιν μὲν ἐπαρκέσω οἵ με φιλεῦσιν,
τοῖς δʼ ἐχθροῖσʼ ἀνίη καὶ μέγα πῆμʼ ἔσομαι.
Οἶνε, τὰ μέν σʼ αἰνῶ, τὰ δὲ μέμφομαι· οὐδέ σε πάμπαν
οὔτε ποτʼ ἐχθαίρειν οὔτε φιλεῖν δύναμαι.
ἐσθλὸν καὶ κακόν ἐσσι. τίς ἄν σέ τε μωμήσαιτο,
τίς δʼ ἂν ἐπαινήσηι μέτρον ἔχων σοφίης;
Ἥβα μοι, φίλε θυμέ· τάχʼ αὖ τινες ἄλλοι ἔσονται
ἄνδρες, ἐγὼ δὲ θανὼν γαῖα μέλαινʼ ἔσομαι.
πῖνʼ οἶνον, τὸν ἐμοὶ κορυφῆς ἄπο Τηϋγέτοιο
ἄμπελοι ἤνεγκαν, τὰς ἐφύτευσʼ ὁ γέρων
οὔρεος ἐν βήσσηισι θεοῖσι φίλος Θεότιμος,
ἐκ Πλατανιστοῦντος ψυχρὸν ὕδωρ ἐπάγων.
τοῦ πίνων ἀπὸ μὲν χαλεπὰς σκεδάσεις μελεδῶνας,
θωρηχθεὶς δʼ ἔσεαι πολλὸν ἐλαφρότερος.
Εἰρήνη καὶ πλοῦτος ἔχοι πόλιν, ὄφρα μετʼ ἄλλων
κωμάζοιμι· κακοῦ δʼ οὐκ ἔραμαι πολέμου.
Μηδὲ λίην κήρυκος ἀνʼ οὖς ἔχε μακρὰ βοῶντος·
οὐ γὰρ πατρώιας γῆς πέρι μαρνάμεθα.
ἀλλʼ αἰσχρὸν παρεόντα καὶ ὠκυπόδων ἐπιβάντα
ἵππων μὴ πόλεμον δακρυόεντʼ ἐσιδεῖν.
Οἴ μοι ἀναλκίης· ἀπὸ μὲν Κήρινθος ὄλωλεν,
Ληλάντου δʼ ἀγαθὸν κείρεται οἰνόπεδον·
οἱ δʼ ἀγαθοὶ φεύγουσι, πόλιν δὲ κακοὶ διέπουσιν.
ὡς δὴ Κυψελιδῶν Ζεὺς ὀλέσειε γένος.
Γνώμης δʼ οὐδὲν ἄμεινον ἀνὴρ ἔχει αὐτὸς ἐν αὐτῶι
οὐδʼ ἀγνωμοσύνης, Κύρνʼ, ὀδυνηρότερον.
Κύρνʼ, εἰ πάντʼ ἄνδρεσσι καταθνητοῖς χαλεπαίνειν
γινώσκειν, ὡς νοῦν οἷον ἕκαστος ἔχει
αὐτὸς ἐνὶ στήθεσσι καὶ ἔργματα, τῶι δὲ δικαίωι
τῶι τʼ ἀδίκωι μέγα κεμ πῆμα βροτοῖσιν ἐπῆν.
Ἔστιν ὁ μὲν χείρων, ὁ δʼ ἀμείνων ἔργον ἑκάστου·
οὐδεὶς δʼ ἀνθρώπων αὐτὸς ἅπαντα σοφός.
Ὅστις ἀνάλωσιν τηρεῖ κατὰ χρήματα θηρῶν,
κυδίστην ἀρετὴν τοῖς συνιεῖσιν ἔχει.
εἰ μὲν γὰρ κατιδεῖν βιότου τέλος ἦν, ὁπόσον τι
ἤμελλʼ ἐκτελέσας εἰς Ἀίδαο περᾶν,
εἰκὸς ἂν ἦν, ὃς μὲν πλείω χρόνον αἶσαν ἔμιμνεν,
φείδεσθαι μᾶλλον τοῦτον ἵνʼ εἶχε βίον.
νῦν δʼ οὐκ ἔστιν. ὃ δὴ καὶ ἐμοὶ μέγα πένθος ὄρωρεν
καὶ δάκνομαι ψυχὴν καὶ δίχα θυμὸν ἔχω.
ἐν τριόδωι δʼ ἕστηκα. δύʼ εἰσὶ τὸ πρόσθεν ὁδοί μοι·
φροντίζω τούτων ἥντινʼ ἴω προτέρην·
ἢ μηδὲν δαπανῶν τρύχω βίον ἐν κακότητι,
ἢ ζώω τερπνῶς ἔργα τελῶν ὀλίγα.
εἶδον μὲν γὰρ ἔγωγʼ, ὃς ἐφείδετο κοὔποτε γαστρί
σῖτον ἐλευθέριον πλούσιος ὢν ἐδίδου·
ἀλλὰ πρὶν ἐκτελέσαι κατέβη δόμον Ἄιδος εἴσω,
χρήματα δʼ ἀνθρώπων οὑπιτυχὼν ἔλαβεν,
ὥστʼ ἐς ἄκαιρα πονεῖν καὶ μὴ δόμεν ὧι κε θέληι τις.
εἶδον δʼ ἄλλον, ὃς ἧι γαστρὶ χαριζόμενος
χρήματα μὲν διέτριψεν, ἔφη δʼ· «ὑπάγω φρένα τέρψας·»
πτωχεύει δὲ φίλους πάντας, ὅπου τινʼ ἴδηι.
οὕτω, Δημόκλεις, κατὰ χρήματʼ ἄριστον ἁπάντων
τὴν δαπάνην θέσθαι καὶ μελέτην ἐχέμεν.
οὔτε γὰρ ἂν προκαμὼν ἄλλωι κάματον μεταδοίης,
οὔτʼ ἂν πτωχεύων δουλοσύνην τελέοις·
οὐδʼ, εἰ γῆρας ἵκοιο, τὰ χρήματα πάντʼ ἀποδραίη.
ἐν δὲ τοιῶιδε γένει χρήματʼ ἄριστον ἔχειν.
ἢν μὲν γὰρ πλουτῆις, πολλοὶ φίλοι, ἢν δὲ πένηαι,
παῦροι, κοὐκέθʼ ὁμῶς αὐτὸς ἀνὴρ ἀγαθός.
φείδεσθαι μὲν ἄμεινον, ἐπεὶ οὐδὲ θανόντʼ ἀποκλαίει
οὐδείς, ἢν μὴ ὁρᾶι χρήματα λειπόμενα.
Παύροισʼ ἀνθρώπων ἀρετὴ καὶ κάλλος ὀπηδεῖ·
ὄλβιος, ὃς τούτων ἀμφοτέρων ἔλαχεν.
«πάντες μιν τιμῶσιν· ὁμῶς νέοι οἵ τε κατʼ αὐτόν
χώρης εἴκουσιν τοί τε παλαιότεροι.
γηράσκων ἀστοῖσι μεταπρέπει, οὐδέ τις αὐτόν
βλάπτειν οὔτʼ αἰδοῦς οὔτε δίκης ἐθέλει.»
Οὐ δύναμαι φωνῆι λίγʼ ἀειδέμεν ὥσπερ ἀηδών·
καὶ γὰρ τὴν προτέρην νύκτʼ ἐπὶ κῶμον ἔβην.
οὐδὲ τὸν αὐλητὴν προφασίζομαι· ἀλλά μʼ ἑταῖρος
ἐκλείπει σοφίης οὐκ ἐπιδευόμενος.
ἐγγύθεν αὐλητῆρος ἀείσομαι ὧδε καταστάς
δεξιὸς ἀθανάτοις θεοῖσιν ἐπευχόμενος.
Εἶμι παρὰ στάθμην ὀρθὴν ὁδόν, οὐδετέρωσε
κλινόμενος· χρὴ γάρ μʼ ἄρτια πάντα νοεῖν.
πατρίδα κοσμήσω, λιπαρὴν πόλιν, οὔτʼ ἐπὶ δήμωι
τρέψας οὔτʼ ἀδίκοισʼ ἀνδράσι πειθόμενος.
Νεβρὸν ὑπὲξ ἐλάφοιο λέων ὣς ἀλκὶ πεποιθώς
ποσσὶ καταμάρψας αἵματος οὐκ ἔπιον·
τειχέων δʼ ὑψηλῶν ἐπιβὰς πόλιν οὐκ ἀλάπαξα·
ζευξάμενος δʼ ἵππους ἅρματος οὐκ ἐπέβην·
πρήξας δʼ οὐκ ἔπρηξα, καὶ οὐκ ἐτέλεσσα τελέσσας·
δρήσας δʼ οὐκ ἔδρησʼ, ἤνυσα δʼ οὐκ ἀνύσας.
Δειλοὺς εὖ ἕρδοντι δύω κακά· τῶν τε γὰρ αὐτοῦ
χηρώσει πολλῶν καὶ χάρις οὐδεμία.
Εἴ τι παθὼν ἀπʼ ἐμεῦ ἀγαθὸν μέγα μὴ χάριν οἶδας,
χρήιζων ἡμετέρους αὖθις ἵκοιο δόμους.
Ἔστε μὲν αὐτὸς ἔπινον ἀπὸ κρήνης μελανύδρου,
ἡδύ τί μοι ἐδόκει καὶ καλὸν ἦμεν ὕδωρ.
νῦν δʼ ἤδη τεθόλωται, ὕδωρ δʼ ἀναμίσγεται οὔδει·
ἄλλης δὴ κρήνης πίομαι ἢ ποταμοῦ.
Μήποτʼ ἐπαινήσηις, πρὶν ἂν εἰδῆις ἄνδρα σαφηνῶς,
ὀργὴν καὶ ῥυθμὸν καὶ τρόπον ὅστις ἂν ἦι.
πολλοί τοι κίβδηλον ἐπίκλοπον ἦθος ἔχοντες
κρύπτουσʼ ἐνθέμενοι θυμὸν ἐφημέριον.
τούτων δʼ ἐκφαίνει πάντων χρόνος ἦθος ἑκάστου.
καὶ γὰρ ἐγὼ γνώμης πολλὸν ἄρʼ ἐκτὸς ἔβην·
ἔφθην αἰνήσας πρὶν σοῦ κατὰ πάντα δαῆναι
ἤθεα· νῦν δʼ ἤδη νηῦς ἅθʼ ἑκὰς διέχω.
Τίς δʼ ἀρετὴ πίνοντʼ ἐπιοίνιον ἆθλον ἑλέσθαι;
πολλάκι τοι νικᾶι καὶ κακὸς ἄνδρʼ ἀγαθόν.
Οὐδεὶς ἀνθρώπων, ὃν πρῶτʼ ἐπὶ γαῖα καλύψηι
εἴς τʼ Ἔρεβος καταβῆι, δώματα Περσεφόνης,
τέρπεται οὔτε λύρης οὔτʼ αὐλητῆρος ἀκούων
οὔτε Διωνύσου δῶρʼ ἐσαειράμενος.
ταῦτʼ ἐσορῶν κραδίην εὖ πείσομαι, ὄφρα τʼ ἐλαφρά
γούνατα καὶ κεφαλὴν ἀτρεμέως προφέρω.
«Μή μοι ἀνὴρ εἴη γλώσσηι φίλος, ἀλλὰ καὶ ἔργωι.»
χερσίν τε σπεύδου χρήμασί τʼ, ἀμφότερα·
μηδὲ παρὰ κλητῆρι λόγοισιν ἐμὴν φρένα θέλγοις.
«ἀλλʼ ἕρδων φαίνοιτʼ, εἴ τι δύναιτʼ, ἀγαθόν.»
Ἡμεῖς δʼ ἐν θαλίηισι φίλον καταθώμεθα θυμόν,
ὄφρʼ ἔτι τερπωλῆς ἔργʼ ἐρατεινὰ φέρηι.
αἶψα γὰρ ὥστε νόημα παρέρχεται ἀγλαὸς ἥβη·
οὐδʼ ἵππων ὁρμὴ γίνεται ὠκυτέρη,
αἵτε ἄνακτα φέρουσι δορυσσόον ἐς πόνον ἀνδρῶν
λάβρως, πυροφόρωι τερπόμεναι πεδίωι.
Πῖνʼ ὁπόταν πίνωσιν· ὅταν δέ τι θυμὸν ἀσηθῆις,
μηδεὶς ἀνθρώπων γνῶι σε βαρυνόμενον.
Ἄλλοτέ τοι πάσχων ἀνιήσεαι, ἄλλοτε δʼ ἕρδων
χαιρήσεις· δύναται δʼ ἄλλοτε ἄλλος ἀνήρ.
Εἰ θείης, Ἀκάδημε, ἐφήμερον ὕμνον ἀείδειν,
ἆθλον δʼ ἐν μέσσωι παῖς καλὸν ἄνθος ἔχων
σοί τʼ εἴη καὶ ἐμοὶ σοφίης πέρι δηρισάντοιν,
γνοίης χʼ ὅσσον ὄνων κρέσσονες ἡμίονοι.
τῆμος δʼ ἠέλιος μὲν ἐν αἰθέρι μώνυχας ἵππους
ἄρτι παραγγέλλοι μέσσατον ἦμαρ ἔχων,
δείπνου δὲ λήγοιμεν, ὅπου τινὰ θυμὸς ἀνώγοι,
παντοίων ἀγαθῶν γαστρὶ χαριζόμενοι,
χέρνιβα δʼ αἶψα θύραζε φέροι, στεφανώματα δʼ εἴσω
εὐειδὴς ῥαδιναῖς χερσὶ Λάκαινα κόρη.
«Ἥδʼ ἀρετή, τόδʼ ἄεθλον ἐν ἀνθρώποισιν ἄριστον
κάλλιστόν τε φέρειν γίνεται ἀνδρὶ»—σοφῶι.
«ξυνὸν δʼ ἐσθλὸν τοῦτο πόληί τε παντί τε δήμωι,
ὅστις ἀνὴρ διαβὰς ἐν προμάχοισι μένει.»
ξυνὸν δʼ ἀνθρώποισʼ ὑποθήσομαι, ὄφρα τις ἥβης
ἀγλαὸν ἄνθος ἔχων καὶ φρεσὶν ἐσθλὰ νοῆι,
τῶν αὐτοῦ κτεάνων εὖ πασχέμεν· οὐ γὰρ ἀνηβᾶν
δὶς πέλεται πρὸς θεῶν οὐδὲ λύσις θανάτου
θνητοῖσʼ ἀνθρώποισι. κακὸν δʼ ἐπὶ γῆρας ἐλέγχει
οὐλόμενον, κεφαλῆς δʼ ἅπτεται ἀκροτάτης.
Ἆ μάκαρ εὐδαίμων τε καὶ ὄλβιος, ὅστις ἄπειρος
ἄθλων εἰς Ἀίδου δῶμα μέλαν κατέβη,
πρίν τʼ ἐχθροὺς πτῆξαι καὶ ὑπερβῆναί περ ἀνάγκηι,
ἐξετάσαι τε φίλους, ὅντινʼ ἔχουσι νόον.
Αὐτίκα μοι κατὰ μὲν χροιὴν ῥέει ἄσπετος ἱδρώς,
πτοιῶμαι δʼ ἐσορῶν ἄνθος ὁμηλικίης
τερπνὸν ὁμῶς καὶ καλόν, ἐπεὶ πλέον ὤφελεν εἶναι·
«ἀλλʼ ὀλιγοχρόνιον γίνεται ὥσπερ ὄναρ
ἥβη τιμήεσσα· τὸ δʼ οὐλόμενον καὶ ἄμορφον
αὐτίχʼ ὑπὲρ κεφαλῆς γῆρας ὑπερκρέμαται.»
Οὔποτε τοῖσʼ ἐχθροῖσιν ὑπὸ ζυγὸν αὐχένα θήσω
δύσλοφον, οὐδʼ εἴ μοι Τμῶλος ἔπεστι κάρηι.
Δειλοί τοι κακότητι ματαιότεροι νόον εἰσίν,
τῶν δʼ ἀγαθῶν αἰεὶ πρήξιες ἰθύτεραι.
Ῥηϊδίη τοι πρῆξις ἐν ἀνθρώποις κακότητος,
τοῦ δʼ ἀγαθοῦ χαλεπή, Κύρνε, πέλει παλάμη.
Τόλμα, θυμέ, κακοῖσιν ὅμως ἄτλητα πεπονθώς·
δειλῶν τοι κραδίη γίνεται ὀξυτέρη.
μὴ δὲ σύ τʼ ἀπρήκτοισιν ἐπʼ ἔργμασιν ἄλγος ἀέξων
εχθει μηδʼ εχθει, μηδὲ φίλους ἀνία,
μηδʼ ἐχθροὺς εὔφραινε. θεῶν δʼ εἱμαρμένα δῶρα
οὐκ ἂν ῥηϊδίως θνητὸς ἀνὴρ προφύγοι,
οὔτʼ ἂν πορφυρέης καταδὺς ἐς πυθμένα λίμνης,
οὔθʼ ὅταν αὐτὸν ἔχηι Τάρταρος ἠερόεις.
Ἄνδρα τοί ἐστʼ ἀγαθὸν χαλεπώτατον ἐξαπατῆσαι,
ὡς ἐν ἐμοὶ γνώμη, Κύρνε, πάλαι κέκριται.
ἤιδεα μὲν καὶ πρόσθεν, ἀτὰρ πολὺ λώιον ἤδη,
οὕνεκα τοῖς δειλοῖσʼ οὐδεμίʼ ἐστὶ χάρις.
Ἄφρονες ἄνθρωποι καὶ νήπιοι, οἵτινες οἶνον
μὴ πίνουσʼ ἄστρου καὶ κυνὸς ἀρχομένου.
Δεῦρο σὺν αὐλητῆρι· παρὰ κλαίοντι γελῶντες
πίνωμεν, κείνου κήδεσι τερπόμενοι.
Εὕδωμεν· φυλακὴ δὲ πόλεως φυλάκεσσι μελήσει
ἀστυφέλης ἐρατῆς πατρίδος ἡμετέρης.
Ναὶ μὰ Δίʼ, εἴ τις τῶνδε καὶ ἐγκεκαλυμμένος εὕδει,
ἡμέτερον κῶμον δέξεται ἁρπαλέως.
Νῦν μὲν πίνοντες τερπώμεθα, καλὰ λέγοντες·
ἅσσα δʼ ἔπειτʼ ἔσται, ταῦτα θεοῖσι μέλει.
Σοὶ δʼ ἐγὼ οἷά τε παιδὶ πατὴρ ὑποθήσομαι αὐτός
ἐσθλά· σὺ δʼ ἐν θυμῶι καὶ φρεσὶ ταῦτα βάλευ·
μήποτʼ ἐπειγόμενος πράξηις κακόν, ἀλλὰ βαθείηι
σῆι φρενὶ βούλευσαι σῶι τʼ ἀγαθῶι τε νόωι.
τῶν γὰρ μαινομένων πέτεται θυμός τε νόος τε,
βουλὴ δʼ εἰς ἀγαθὸν καὶ νόον ἐσθλὸν ἄγει.
Ἀλλὰ λόγον μὲν τοῦτον ἐάσομεν, αὐτὰρ ἐμοὶ σύ
αὔλει, καὶ Μουσῶν μνησόμεθʼ ἀμφότεροι.
αὗται γὰρ τάδʼ ἔδωκαν ἔχειν κεχαρισμένα δῶρα
σοὶ καὶ ἐμοί, μελέμεν δʼ ἀμφιπερικτίοσιν.
Τιμαγόρα, πολλῶν ὀργὴν ἀπάτερθεν ὁρῶντι
γινώσκειν χαλεπόν, καίπερ ἐόντι σοφῶι.
οἱ μὲν γὰρ κακότητα κατακρύψαντες ἔχουσιν
πλούτωι, τοὶ δʼ ἀρετὴν οὐλομένηι πενίηι.
Ἐν δʼ ἥβηι πάρα μὲν ξὺν ὁμήλικι πάννυχον εὕδειν,
ἱμερτῶν ἔργων ἐξ ἔρον ἱέμενον·
ἔστι δὲ κωμάζοντα μετʼ αὐλητῆρος ἀείδειν·
τούτων οὐδὲν ἔην ἄλλʼ ἐπιτερπνότερον
ἀνδράσιν ἠδὲ γυναιξί. τί μοι πλοῦτός τε καὶ αἰδώς;
τερπωλὴ νικᾶι πάντα σὺν εὐφροσύνηι.
Ἄφρονες ἄνθρωποι καὶ νήπιοι, οἵτε θανόντας
κλαίουσʼ, οὐ δʼ ἥβης ἄνθος ἀπολλύμενον.
τέρπεό μοι, φίλε θυμέ· τάχʼ αὖ τινες ἄλλοι ἔσονται
ἄνδρες, ἐγὼ δὲ θανὼν γαῖα μέλαινʼ ἔσομαι.
Κύρνε, φίλους πρὸς πάντας ἐπίστρεφε ποικίλον ἦθος,
συμμίσγων ὀργὴν οἷος ἕκαστος ἔφυ.
νῦν μὲν τῶιδʼ ἐφέπου, τοτὲ δʼ ἀλλοῖος πέλευ ὀργήν.
κρεῖσσόν τοι σοφίη καὶ μεγάλης ἀρετῆς.
Πρήγματος ἀπρήκτου χαλεπώτατόν ἐστι τελευτήν
γνῶναι, ὅπως μέλλει τοῦτο θεὸς τελέσαι·
ὄρφνη γὰρ τέταται· πρὸ δὲ τοῦ μέλλοντος ἔσεσθαι
οὐ ξυνετὰ θνητοῖς πείρατʼ ἀμηχανίης.
Οὐδένα τῶν ἐχθρῶν μωμήσομαι ἐσθλὸν ἐόντα,
οὐδὲ μὲν αἰνήσω δειλὸν ἐόντα φίλον.
«Κύρνε, κύει πόλις ἥδε, δέδοικα δὲ μὴ τέκηι ἄνδρα
ὑβριστήν, χαλεπῆς ἡγεμόνα στάσιος·
ἀστοὶ μὲν γὰρ ἔθʼ οἵδε σαόφρονες, ἡγεμόνες δέ
τετράφαται πολλὴν εἰς κακότητα πεσεῖν.»
«μή μʼ ἔπεσιν μὲν στέργε, νόον δʼ ἔχε καὶ φρένας ἄλλας,
εἴ με φιλεῖς καί σοι πιστὸς ἔνεστι νόος,
ἀλλὰ φίλει καθαρὸν θέμενος νόον, ἤ μʼ ἀποειπών
ἔχθαιρʼ ἐμφανέως νεῖκος ἀειράμενος.»
οὕτω χρὴ τόν γʼ ἐσθλὸν ἐπιστρέψαντα νόημα
ἔμπεδον αἰὲν ἔχειν ἐς τέλος ἀνδρὶ φίλωι.
Δημῶναξ, σοὶ πολλὰ φέρειν βαρύ· οὐ γὰρ ἐπίστηι
τοῦθʼ ἕρδειν, ὅ τι σοὶ μὴ καταθύμιον ἦι.
Κάστορ καὶ Πολύδευκες, οἳ ἐν Λακεδαίμονι δίηι
ναίετʼ ἐπʼ Εὐρώτα καλλιρόωι ποταμῶι,
εἴ ποτε βουλεύσαιμι φίλωι κακόν, αὐτὸς ἔχοιμι·
εἰ δέ τι κεῖνος ἐμοί, δὶς τόσον αὐτὸς ἔχοι.
Ἀργαλέως μοι θυμὸς ἔχει περὶ σῆς φιλότητος·
οὔτε γὰρ ἐχθαίρειν οὔτε φιλεῖν δύναμαι,
γινώσκων χαλεπὸν μέν, ὅταν φίλος ἀνδρὶ γένηται,
ἐχθαίρειν, χαλεπὸν δʼ οὐκ ἐθέλοντα φιλεῖν.
Σκέπτεο δὴ νῦν ἄλλον· ἐμοί γε μὲν οὔ τις ἀνάγκη
τοῦθʼ ἕρδειν· τῶν μοι πρόσθε χάριν τίθεσο.
Ἤδη καὶ πτερύγεσσιν ἐπαίρομαι, ὥστε πετεινόν
ἐκ λίμνης μεγάλης, ἄνδρα κακὸν προφυγών,
βρόχον ἀπορρήξας· σὺ δʼ ἐμῆς φιλότητος ἁμαρτών
ὕστερον ἡμετέρην γνώσηι ἐπιφροσύνην.
Ὅστις σοι βούλευσεν ἐμεῦ πέρι, καί σʼ ἐκέλευσεν
οἴχεσθαι προλιπόνθʼ ἡμετέρην φιλίην—
ὕβρις καὶ Μάγνητας ἀπώλεσε καὶ Κολοφῶνα
καὶ Σμύρνην. πάντως, Κύρνε, καὶ ὔμμʼ ἀπολεῖ.
Δόξα μὲν ἀνθρώποισι κακὸν μέγα, πεῖρα δʼ ἄριστον.
πολλοὶ ἀπείρητοι δόξαν ἔχουσʼ ἀγαθοί.
εἰς βάσανον δʼ ἐλθὼν παρατριβόμενός τε μολύβδωι
χρυσὸς ἄπεφθος ἐὼν καλὸς ἅπασιν ἔσηι.
Οἴ μοι ἐγὼ δειλός· καὶ δὴ κατάχαρμα μὲν ἐχθροῖς,
τοῖς δὲ φίλοισι πόνος δειλὰ παθὼν γενόμην.
Κύρνʼ, οἱ πρόσθʼ ἀγαθοὶ νῦν αὖ κακοί, οἱ δὲ κακοὶ πρίν
νῦν ἀγαθοί. τίς κεν ταῦτʼ ἀνέχοιτʼ ἐσορῶν,
τοὺς ἀγαθοὺς μὲν ἀτιμοτέρους, κακίους δὲ λαχόντας
τιμῆς; μνηστεύει δʼ ἐκ κακοῦ ἐσθλὸς ἀνήρ.
ἀλλήλους δʼ ἀπατῶντες ἐπʼ ἀλλήλοισι γελῶσιν,
οὔτʼ ἀγαθῶν μνήμην εἰδότες οὔτε κακῶν.
Πολλὰ δʼ ἀμηχανίηισι κυλίνδομαι ἀχνύμενος κῆρ·
ἀρχὴν γὰρ πενίης οὐχ ὑπερεδράμομεν.
Χρήματʼ ἔχων πενίην μʼ ὠνείδισας· ἀλλὰ τὰ μέν μοι
ἔστι, τὰ δʼ ἐργάσομαι θεοῖσιν ἐπευξάμενος: —
«Πλοῦτε, θεῶν κάλλιστε καὶ ἱμεροέστατε πάντων,
σὺν σοὶ καὶ κακὸς ὢν γίνεται ἐσθλὸς ἀνήρ.
ἥβης μέτρον ἔχοιμι, φιλοῖ δέ με Φοῖβος Ἀπόλλων
Λητοΐδης καὶ Ζεύς, ἀθανάτων βασιλεύς,
ὄφρα δίκηι ζώοιμι κακῶν ἔκτοσθεν ἁπάντων
ἥβηι καὶ πλούτωι θυμὸν ἰαινόμενος.»
Μή με κακῶν μίμνησκε· πέπονθά τοι οἷά τʼ Ὀδυσσεύς,
ὅστʼ Ἀίδεω μέγα δῶμʼ ἤλυθεν ἐξαναδύς,
ὃς δὴ καὶ μνηστῆρας ἀνείλατο νηλέι θυμῶι,
Πηνελόπης εὔφρων κουριδίης ἀλόχου,
ἥ μιν δήθʼ ὑπέμεινε φίλωι παρὰ παιδὶ μένουσα,
ὄφρα τε γῆς ἐπέβη δείλʼ ἁλίους τε μυχούς.
Ἐμπίομαι, πενίης θυμοφθόρου οὐ μελεδαίνων
οὐδʼ ἀνδρῶν ἐχθρῶν, οἵ με λέγουσι κακῶς.
ἀλλʼ ἥβην ἐρατὴν ὀλοφύρομαι, ἥ μʼ ἐπιλείπει,
κλαίω δʼ ἀργαλέον γῆρας ἐπερχόμενον.
Κύρνε, παροῦσι φίλοισι κακοῦ καταπαύσομεν ἀρχήν,
ζητῶμεν δʼ ἕλκει φάρμακα φυομένωι.
Ἐλπὶς ἐν ἀνθρώποισι μόνη θεὸς ἐσθλὴ ἔνεστιν,
ἄλλοι δʼ Οὔλυμπόνδʼ ἐκπρολιπόντες ἔβαν·
ὤιχετο μὲν Πίστις, μεγάλη θεός, ὤιχετο δʼ ἀνδρῶν
Σωφροσύνη, Χάριτές τʼ, ὦ φίλε, γῆν ἔλιπον·
ὅρκοι δʼ οὐκέτι πιστοὶ ἐν ἀνθρώποισι δίκαιοι,
οὐδὲ θεοὺς οὐδεὶς ἅζεται ἀθανάτους.
εὐσεβέων δʼ ἀνδρῶν γένος ἔφθιτο, οὐδὲ θέμιστας
οὐκέτι γινώσκουσʼ οὐδὲ μὲν εὐσεβίας.
ἀλλʼ ὄφρα τις ζώει καὶ ὁρᾶι φῶς ἠελίοιο,
εὐσεβέων περὶ θεοὺς Ἐλπίδα προσμενέτω·
εὐχέσθω δὲ θεοῖσι, καὶ ἀγλαὰ μηρία καίων
Ἐλπίδι τε πρώτηι καὶ πυμάτηι θυέτω.
φραζέσθω δʼ ἀδίκων ἀνδρῶν σκολιὸν λόγον αἰεί,
οἳ θεῶν ἀθανάτων οὐδὲν ὀπιζόμενοι
αἰὲν ἐπʼ ἀλλοτρίοις κτεάνοισʼ ἐπέχουσι νόημα,
αἰσχρὰ κακοῖσʼ ἔργοις σύμβολα θηκάμενοι.
Μήποτε τὸν παρεόντα μεθεὶς φίλον ἄλλον ἐρεύνα
δειλῶν ἀνθρώπων ῥήμασι πειθόμενος.
Εἴη μοι πλουτοῦντι κακῶν ἀπάτερθε μεριμνέων
ζώειν ἀβλαβέως μηδὲν ἔχοντι κακόν.
Οὐκ ἔραμαι πλουτεῖν οὐδʼ εὔχομαι, ἀλλά μοι εἴη
ζῆν ἀπὸ τῶν ὀλίγων μηδὲν ἔχοντι κακόν.
Πλοῦτος καὶ σοφίη θνητοῖσʼ ἀμαχώτατον αἰεί·
οὔτε γὰρ ἂν πλούτου θυμὸν ὑπερκορέσαις·
ὣς δʼ αὔτως σοφίην ὁ σοφώτατος οὐκ ἀποφεύγει,
ἀλλʼ ἔραται, θυμὸν δʼ οὐ δύναται τελέσαι.
Ὦ νέοι, οἳ νῦν ἄνδρες, «ἐμοί γε μὲν οὔ τις ἀνάγκη
ταῦθʼ ἕρδειν· τῶν μοι πρόσθε χάριν τίθεσο».
Οὐδένα θησαυρὸν παισὶν καταθήσει ἄμεινον·
αἰτοῦσιν δʼ ἀγαθοῖσʼ ἀνδράσι, Κύρνε, δίδου.
«οὐδεὶς γὰρ πάντʼ ἐστὶ πανόλβιος· ἀλλʼ ὁ μὲν ἐσθλός
τολμᾶι ἔχων τὸ κακὸν κοὐκ ἐπίδηλον ὁμῶς,
δειλὸς δʼ οὔτʼ ἀγαθοῖσιν ἐπίσταται οὔτε κακοῖσιν
θυμὸν ὁμῶς μίσγειν. ἀθανάτων τε δόσεις
παντοῖαι θνητοῖσιν ἐπέρχοντʼ· ἀλλʼ ἐπιτολμᾶν
χρὴ δῶρʼ ἀθανάτων, οἷα διδοῦσιν, ἔχειν.»
Ὀφθαλμοὶ καὶ γλῶσσα καὶ οὔατα καὶ νόος ἀνδρῶν
ἐν μέσσωι στηθέων ἐν συνετοῖς φύεται.
«Τοιοῦτός τοι ἀνὴρ ἔστω φίλος, ὃς τὸν ἑταῖρον
γινώσκων ὀργὴν καὶ βαρὺν ὄντα φέρει
ἀντὶ κασιγνήτου. σὺ δέ μοι, φίλε, ταῦτʼ ἐνὶ θυμῶι
φράζεο καί ποτέ μου μνήσεαι ἐξοπίσω.»
«οὔτινʼ ὁμοῖον ἐμοὶ δύναμαι διζήμενος εὑρεῖν
πιστὸν ἑταῖρον, ὅτωι μή τις ἔνεστι δόλος·
ἐς βάσανόν τʼ ἐλθὼν παρατριβόμενός τε μολύβδωι
χρυσός—ὑπερτερίης ἄμμιν ἔνεστι λόγος.»
Τοῖσʼ ἀγαθοῖς σύμμισγε, κακοῖσι δὲ μήποθʼ ὁμάρτει,
εὖτʼ ἂν ὁδοῦ τελέηις τέρματʼ ἐπʼ ἐμπορίην.
Τῶν ἀγαθῶν ἐσθλὴ μὲν ἀπόκρισις, ἐσθλὰ δὲ ἔργα·
τῶν δὲ κακῶν ἄνεμοι δειλὰ φέρουσιν ἔπη.
Ἐκ καχεταιρίης κακὰ γίνεται· εὖ δὲ καὶ αὐτός
γνώσηι, ἐπεὶ μεγάλους ἤλιτες ἀθανάτους.
Γνώμην, Κύρνε, θεοὶ θνητοῖσι διδοῦσιν ἀρίστην·
ἄνθρωπος γνώμηι πείρατα παντὸς ἔχει.
ὢ μάκαρ, ὅστις δή μιν ἔχει φρεσίν· ἦ πολὺ κρείσσων
ὕβριος οὐλομένης λευγαλέου τε κόρου·
ἔστι κακὸν δὲ βροτοῖσι κόρος, τῶν οὔ τι κάκιον·
πᾶσα γὰρ ἐκ τούτων, Κύρνε, πέλει κακότης.
Εἴ κʼ εἴης ἔργων αἰσχρῶν ἀπαθὴς καὶ ἀεργός,
Κύρνε, μεγίστην κεν πεῖραν ἔχοις ἀρετῆς.
«τολμᾶν χρὴ χαλεποῖσιν ἐν ἄλγεσιν ἦτορ ἔχοντα,
πρὸς δὲ θεῶν αἰτεῖν ἔκλυσιν ἀθανάτων.»
Κύρνε, θεοὺς αἰδοῦ καὶ δείδιθι· τοῦτο γὰρ ἄνδρα
εἴργει μήθʼ ἕρδειν μήτε λέγειν ἀσεβῆ.
δημοφάγον δὲ τύραννον ὅπως ἐθέλεις κατακλῖναι
οὐ νέμεσις πρὸς θεῶν γίνεται οὐδεμία.
Οὐδένα, Κύρνʼ, αὐγαὶ φαεσιμβρότου ἠελίοιο
ἄνδρʼ ἐφορῶσʼ, ὧι μὴ μῶμος ἐπικρέμαται.
«ἀστῶν δʼ οὐ δύναμαι γνῶναι νόον ὅντινʼ ἔχουσιν·
οὔτε γὰρ εὖ ἕρδων ἁνδάνω οὔτε κακῶς.»
Νοῦς ἀγαθὸν καὶ γλῶσσα· τὰ δʼ ἐν παύροισι πέφυκεν
ἀνδράσιν, οἳ τούτων ἀμφοτέρων ταμίαι.
Οὔτις ἄποινα διδοὺς θάνατον φύγοι οὐδὲ βαρεῖαν
δυστυχίην, εἰ μὴ μοῖρʼ ἐπὶ τέρμα βάλοι.
οὐδʼ ἂν δυσφροσύνας, ὅτε δὴ θεὸς ἄλγεα πέμπηι,
θνητὸς ἀνὴρ δώροις βουλόμενος προφύγηι.
Οὐκ ἔραμαι κλισμῶι βασιληίωι ἐγκατακεῖσθαι
τεθνεώς, ἀλλά τί μοι ζῶντι γένοιτʼ ἀγαθόν.
ἀσπάλαθοι δὲ τάπησιν ὁμοῖον στρῶμα θανόντι·
τοξύλον· ἠ σκληρον γινεται. η μαλακόν
Μήτι θεοὺς ἐπίορκος ἐπόμνυθι· οὐ γὰρ ἀνεκτόν
ἀθανάτους κρύψαι χρεῖος ὀφειλόμενον.
Ὄρνιθος φωνήν, Πολυπαΐδη, ὀξὺ βοώσης
ἤκουσʼ, ἥτε βροτοῖσʼ ἄγγελος ἦλθʼ ἀρότου
ὡραίου· καί μοι κραδίην ἐπάταξε μέλαιναν,
ὅττι μοι εὐανθεῖς ἄλλοι ἔχουσιν ἀγρούς,
οὐδέ μοι ἡμίονοι κυφὸν ἕλκουσιν ἄροτρον
τῆς ἄλλης μνηστῆς εἵνεκα ναυτιλίης.
Οὐκ εἶμʼ, οὐδʼ ὑπʼ ἐμοῦ κεκλήσεται οὐδʼ ἐπὶ τύμβωι
οἰμωχθεὶς ὑπὸ γῆν εἶσι τύραννος ἀνήρ.
οὐδʼ ἂν ἐκεῖνος ἐμοῦ τεθνηότος οὔτʼ ἀνιῶιτο
οὔτε κατὰ βλεφάρων θερμὰ βάλοι δάκρυα.
Οὔτε σε κωμάζειν ἀπερύκομεν οὔτε καλοῦμεν·
ἀργαλέος γὰρ ἐὼν καὶ φίλος εὖτʼ ἂν ἀπῆις.
Αἴθων μὲν γένος εἰμί, πόλιν δʼ εὐτείχεα Θήβην
οἰκῶ πατρώιας γῆς ἀπερυκόμενος.
μή μʼ ἀφελῶς παίζουσα φίλους δένναζε τοκῆας,
Ἄργυρι· σοὶ μὲν γὰρ δούλιον ἦμαρ ἔπι,
ἡμῖν δʼ ἄλλα μέν ἐστι, γύναι, κακὰ πόλλʼ, ἐπεὶ ἐκ γῆς
φεύγομεν, ἀργαλέη δʼ οὐκ ἔπι δουλοσύνη,
οὔθʼ ἡμᾶς περνᾶσι· πόλις γε μέν ἐστι καὶ ἡμῖν
καλή, Ληθαίωι κεκλιμένη πεδίωι.
Μήποτε πὰρ κλαίοντα καθεζόμενοι γελάσωμεν
τοῖσʼ αὐτῶν ἀγαθοῖς, Κύρνʼ, ἐπιτερπόμενοι.
Ἐχθρὸν μὲν χαλεπὸν καὶ δυσμενεῖ ἐξαπατῆσαι,
Κύρνε· φίλον δὲ φίλωι ῥάιδιον ἐξαπατᾶν.
ΕΛΕΓΕΙΩΝ Β
Σχέτλιʼ Ἔρως, μανίαι σε τιθηνήσαντο λαβοῦσαι·
ἐκ σέθεν ὤλετο μὲν Ἰλίου ἀκρόπολις,
ὤλετο δʼ Αἰγείδης Θησεὺς μέγας, ὤλετο δʼ Αἴας
ἐσθλὸς Ὀιλιάδης σῆισιν ἀτασθαλίαις.
Ὦ παῖ, ἄκουσον ἐμεῦ δαμάσας φρένας· οὔ τοι ἀπειθῆ
μῦθον ἐρῶ τῆι σῆι καρδίηι οὐδʼ ἄχαριν.
ἀλλὰ τλῆθι νόωι συνιδεῖν ἔπος· «οὔ τοι ἀνάγκη
τοῦθʼ ἕρδειν, ὅ τι σοὶ μὴ καταθύμιον ἦι.»
«Μήποτε τὸν παρεόντα μεθεὶς φίλον ἄλλον ἐρεύνα,
δειλῶν ἀνθρώπων ῥήμασι πειθόμενος·»
πολλάκι τοι παρʼ ἐμοὶ κατὰ σοῦ λέξουσι μάταια
καὶ παρὰ σοὶ κατʼ ἐμοῦ· τῶν δὲ σὺ μὴ ξύνιε.
Χαιρήσεις τῆι πρόσθε παροιχομένηι φιλότητι,
τῆς δὲ παρερχομένης οὐκέτʼ ἔσηι ταμίης.
«Δὴν δὴ καὶ φίλοι ὦμεν». ἔπειτʼ ἄλλοισιν ὁμίλει,
ἦθος ἔχων δόλιον, πίστεος ἀντίτυπον.
Οὔποθʼ ὕδωρ καὶ πῦρ συμμείξεται· οὐδέ ποθʼ ἡμεῖς
πιστοὶ ἐπʼ ἀλλήλοις καὶ φίλοι ἐσσόμεθα.
Φρόντισον ἔχθος ἐμὸν καὶ ὑπέρβασιν, ἴσθι δὲ θυμῶι,
ὥς σʼ ἐφʼ ἁμαρτωλῆι τείσομαι ὡς δύναμαι.
Παῖ, σὺ μὲν αὔτως ἵππος, ἐπεὶ κριθῶν ἐκορέσθης,
αὖθις ἐπὶ σταθμοὺς ἤλυθες ἡμετέρους
ἡνίοχόν τε ποθῶν ἀγαθὸν λειμῶνά τε καλόν
κρήνην τε ψυχρὴν ἄλσεά τε σκιερά.
«Ὄλβιος, ὧι παῖδές τε φίλοι καὶ μώνυχες ἵπποι
θηρευταί τε κύνες καὶ» ξένοι ἀλλοδαποί.
ὅστις μὴ παῖδάς τε φιλεῖ καὶ μώνυχας ἵππους
καὶ κύνας, οὔποτέ οἱ θυμὸς ἐν εὐφροσύνηι.
Ὦ παῖ, κινδύνοισι πολυπλάγκτοισιν ὁμοῖος
ὀργὴν, ἄλλοτε τοῖσʼ, ἄλλοτε τοῖσι φιλεῖν.
Ὦ παῖ, τὴν μορφὴν μὲν ἔφυς καλός, ἀλλʼ ἐπίκειται
καρτερὸς ἀγνώμων σῆι κεφαλῆι στέφανος·
ἰκτίνου γὰρ ἔχεις ἀγχιστρόφου ἐν φρεσὶν ἦθος
ἄλλων ἀνθρώπων ῥήμασι πειθόμενος.
Ὦ παῖ, ὃς εὖ ἕρδοντι κακὴν ἀπέδωκας ἀμοιβήν,
οὐδέ τις ἀντʼ ἀγαθῶν ἐστὶ χάρις παρὰ σοί·
οὐδέν πώ μʼ ὤνησας· ἐγὼ δέ σε πολλάκις ἤδη
εὖ ἕρδων αἰδοῦς οὐδεμιῆς ἔτυχον.
Παῖς τε καὶ ἵππος ὁμοῖον ἔχει νόον· οὔτε γὰρ ἵππος
ἡνίοχον κλαίει κείμενον ἐν κονίηι,
ἀλλὰ τὸν ὕστερον ἄνδρα φέρει κριθαῖσι κορεσθείς·
ὣς δʼ αὔτως καὶ παῖς τὸν παρεόντα φιλεῖ.
Ὦ παῖ, μαργοσύνης ἄπο μευ νόον ὤλεσας ἐσθλόν,
αἰσχύνη δὲ φίλοισʼ ἡμετέροισʼ ἐγένου·
ἄμμε δʼ ἀνέψυξας μικρὸν χρόνον· ἐκ δὲ θυελλῶν
ἦκά γʼ ἐνωρμίσθην νυκτὸς ἐπειγόμενος.
Ὡραῖος καὶ Ἔρως ἐπιτέλλεται, ἡνίκα περ γῆ
ἄνθεσιν εἰαρινοῖς θάλλει ἀεξομένη.
τῆμος Ἔρως προλιπὼν Κύπρον, περικαλλέα νῆσον,
εἶσιν ἐπʼ ἀνθρώπους σπέρμα φέρων κατὰ γῆς.
Ὅστις σοι βούλευσεν ἐμεῦ πέρι, καί σʼ ἐκέλευσεν
οἴχεσθαι προλιπόνθʼ ἡμετέρην φιλίην—
νεβρὸν ὑπὲξ ἐλάφοιο λέων ὣς ἀλκὶ πεποιθώς
ποσσὶ καταιμάρψας αἵματος οὐκ ἔπιον.
Οὐκ ἐθέλω σε κακῶς ἕρδειν, οὐδʼ εἴ μοι ἄμεινον
πρὸς θεῶν ἀθανάτων ἔσσεται, ὦ καλὲ παῖ.
οὐ γὰρ ἁμαρτωλαῖσιν ἐπὶ σμικραῖσι κάθημαι·
τῶν δὲ καλῶν παίδων ουτοσετουτʼ αδικων
Ὦ παῖ, μή μʼ ἀδίκει—ἔτι σοι καταθύμιος εἶναι
βούλομαι—εὐφροσύνηι τοῦτο συνεὶς ἀγαθῆι·
οὐ γάρ τοί με δόλωι παρελεύσεαι οὐδʼ ἀπατήσεις·
νικήσας γὰρ ἔχεις τὸ πλέον ἐξοπίσω.
ἀλλά σʼ ἐγὼ τρώσω φεύγοντά με, ὥς ποτέ φασιν
Ἰασίου κούρην, παρθένον Ἰασίην,
ὡραίην περ ἐοῦσαν ἀναινομένην γάμον ἀνδρῶν
φεύγειν ζωσαμένην. ἔργʼ ἀτέλεστα τέλει
πατρὸς νοσφισθεῖσα δόμων ξανθὴ Ἀταλάντη·
ὤιχετο δʼ ὑψηλὰς εἰς κορυφὰς ὀρέων
φεύγουσʼ ἱμερόεντα γάμον, χρυσῆς Ἀφροδίτης
δῶρα· τέλος δʼ ἔγνω καὶ μάλʼ ἀναινομένη.
Ὦ παῖ, μή με κακοῖσιν ἐν ἄλγεσι θυμὸν ὀρίναις,
μηδέ με σὴ φιλότης δώματα Περσεφόνης
οἴχηται προφέρουσα· θεῶν δʼ ἐποπίζεο μῆνιν
βάξιν τʼ ἀνθρώπων, ἤπια νωσάμενος.
Ὦ παῖ, μέχρι τίνος με προφεύξεαι; ὥς σε διώκων
δίζημʼ· ἀλλά τί μοι τέρμα γένοιτο κιχεῖν.
σὴ σοὶ γῆ. σὺ δὲ μάργον ἔχων καὶ ἀγήνορα θυμόν
φεύγεις, ἰκτίνου σχέτλιον ἦθος ἔχων.
ἀλλʼ ἐπίμεινον, ἐμοὶ δὲ δίδου χάριν· οὐκέτι δηρόν
ἕξεις Κυπρογενοῦς δῶρον ἰοστεφάνου.
Θυμῶι γνούς, ὅτι παιδείας πολυηράτου ἄνθος
ὠκύτερον σταδίου, τοῦτο συνεὶς χάλασον
δεσμοῦ, μή ποτε καὶ σὺ βιήσεαι, ὄβριμε παίδων,
Κυπρογενοῦς δʼ ἔργων ἀντιάσεις χαλεπῶν,
ὥσπερ ἐγὼ νῦν οἶδʼ ἐπὶ σοί. σὺ δὲ ταῦτα φύλαξαι,
μηδέ σε νικήσηι παιδαϊδη κακότης.
Οὐκ ἔλαθες κλέψας, ὦ παῖ· καὶ γάρ σε διῶμμαι·
τούτοισʼ, οἷσπερ νῦν ἄρθμιος ἠδὲ φίλος
ἔπλευ—ἐμὴν δὲ μεθῆκας ἀτίμητον φιλότητα—
οὐ μὲν δὴ τούτοις γʼ ἦσθα φίλος πρότερον.
ἀλλʼ ἐγὼ ἐκ πάντων σʼ ἐδόκουν σήσεσθαι ἑταῖρον
πιστόν· καὶ δὴ νῦν ἄλλον ἔχοισθα φίλον.
ἀλλʼ ὁ μὲν εὖ ἕρδων κεῖμαι· σὲ δὲ μήτις ἁπάντων
ἀνθρώπων ἐσορῶν παιδαφιλειν ἐθέλοι.
Ὤιμοι ἐγὼ δειλός· καὶ δὴ κατάχαρμα μὲν ἐχθροῖς,
τοῖσι φίλοις δὲ πόνος δεινὰ παθὼν γενόμην.
Ὦ παῖ, ἐπεί τοι δῶκε θεὰ χάριν ἱμερόεσσαν
Κύπρις, σὸν δʼ εἶδος πᾶσι νέοισι μέλει,
τῶνδʼ ἐπάκουσον ἐπῶν καὶ ἐμὴν χάριν ἔνθεο θυμῶι,
γνοὺς ἔρος ὡς χαλεπὸν γίνεται ἀνδρὶ φέρειν.
Κυπρογένη, παῦσόν με πόνων, σκέδασον δὲ μερίμνας
θυμοβόρους, στρέψον δʼ αὖθις ἐς εὐφροσύνας·
μερμήρας δʼ ἀπόπαυε κακάς, δὸς δʼ εὔφρονι θυμῶι
μέτρʼ ἥβης τελέσαντʼ ἔργματα σωφροσύνης.
Ὦ παῖ, ἕως ἂν ἔχηις λείαν γένυν, οὔποτε σαίνων
παύσομαι, οὐδʼ εἴ μοι μόρσιμόν ἐστι θανεῖν.
Σοί τε διδόντʼ ἔτι καλόν, ἐμοί τʼ οὐκ αἰσχρὸν ἐρῶντι
αἰτεῖν· ἀλλὰ γονέων λίσσομαι ἡμετέρων·
αἰδέο μʼ, ὦ παῖ δῖε, διδοὺς χάριν, εἴ ποτε καὶ σύ
ἕξεις Κυπρογενοῦς δῶρον ἰοστεφάνου,
χρηΐζων καὶ ἐπʼ ἄλλον ἐλεύσεαι· ἀλλὰ σὲ δαίμων
δοίη τῶν αὐτῶν ἀντιτυχεῖν ἐπέων.
Ὄλβιος ὅστις ἐρῶν γυμνάζεται οἴκαδε ἐλθών
εὕδειν σὺν καλῶι παιδὶ πανημέριος.
Οὐκέτʼ ἐρῶ παιδός, χαλεπὰς δʼ ἀπελάκτισʼ ἀνίας
μόχθους τʼ ἀργαλέους ἄσμενος ἐξέφυγον,
ἐκλέλυμαι δὲ πόθου πρὸς ἐυστεφάνου Κυθερείης·
σοὶ δʼ, ὦ παῖ, χάρις ἔστʼ οὐδεμία πρὸς ἐμοῦ.
Αἰαῖ, παιδὸς ἐρῶ ἁπαλόχροος, ὅς με φίλοισιν
πᾶσι μάλʼ ἐκφαίνει κοὐκ ἐθέλοντος ἐμοῦ.
τλήσομαι οὐ κρύψας ἀεκούσια πολλὰ βίαια·
οὐ γὰρ ἐπʼ αἰκελίωι παιδὶ δαμεὶς ἐφάνην.
Παιδοφιλεῖν δέ τι τερπνόν, ἐπεί ποτε καὶ Γανυμήδους
ἤρατο καὶ Κρονίδης, ἀθανάτων βασιλεύς,
ἁρπάξας δʼ ἐς Ὄλυμπον ἀνήγαγε καί μιν ἔθηκεν
δαίμονα, παιδείης ἄνθος ἔχοντʼ ἐρατόν.
οὕτω μὴ θαύμαζε, Σιμωνίδη, οὕνεκα κἀγώ
ἐξεδάμην καλοῦ παιδὸς ἔρωτι δαμείς.
Ὦ παῖ, μὴ κώμαζε, γέροντι δὲ πείθεο ἀνδρί·
οὔ τοι κωμάζειν σύμφορον ἀνδρὶ νέωι.
Πικρὸς καὶ γλυκύς ἐστι καὶ ἁρπαλέος καὶ ἀπηνής,
ὄφρα τέλειος ἔηι, Κύρνε, νέοισιν ἔρως.
ἢν μὲν γὰρ τελέσηι, γλυκὺ γίνεται· ἢν δὲ διώκων
μὴ τελέσηι, πάντων τοῦτʼ ἀνιηρότατον.
Αἰεὶ παιδοφίληισιν ἐπὶ ζυγὸν αὐχένι κεῖται
δύσμορον, ἀργαλέον μνῆμα φιλοξενίης.
χρὴ γάρ τοι περὶ παῖδα πονούμενον εἰς φιλότητα
ὥσπερ κληματίνωι χεῖρα πυρὶ προσάγειν.
Ναῦς πέτρηι προσέκυρσας ἐμῆς φιλότητος ἁμαρτών,
ὦ παῖ, καὶ σαπροῦ πείσματος ἀντελάβου.
Οὐδαμά σʼ οὐδʼ ἀπεὼν δηλήσομαι· οὐδέ με πείσει
οὐδεὶς ἀνθρώπων ὥστε με μή σε φιλεῖν.
Ὦ παίδων κάλλιστε καὶ ἱμεροέστατε πάντων,
στῆθʼ αὐτοῦ καί μου παῦρʼ ἐπάκουσον ἔπη: —
«Παιδός τοι χάρις ἐστί· γυναικὶ δὲ πιστὸς ἑταῖρος
οὐδείς, ἀλλʼ αἰεὶ τὸν παρεόντα φιλεῖ.
παιδὸς ἔρως καλὸς μὲν ἔχειν, καλὸς δʼ ἀποθέσθαι·
πολλὸν δʼ εὑρέσθαι ῥήιτερον ἢ τελέσαι.
μυρία δʼ ἐξ αὐτοῦ κρέμαται κακά, μυρία δʼ ἐσθλά·
ἀλλʼ ἔν τοι ταύτηι καί τις ἔνεστι χάρις.
οὐδαμά πω κατέμεινας ἐμὴν χάριν, ἀλλʼ ὑπὸ πᾶσαν
αἰεὶ σπουδαίην ἔρχεαι ἀγγελίην.»
Ὄλβιος ὅστις παιδὸς ἐρῶν οὐκ οἶδε θάλασσαν,
οὐδέ οἱ ἐν πόντωι νὺξ ἐπιοῦσα μέλει.
Καλὸς ἐὼν κακότητι φίλων δειλοῖσιν ὁμιλεῖς
ἀνδράσι, καὶ διὰ τοῦτʼ αἰσχρὸν ὄνειδος ἔχεις,
ὦ παῖ· ἐγὼ δʼ ἀέκων τῆς σῆς φιλότητος ἁμαρτών
ὠνήμην ἕρδων οἷά τʼ ἐλεύθερος ὤν.
Ἄνθρωποί σʼ ἐδόκουν χρυσῆς παρὰ δῶρον ἔχοντα
ἐλθεῖν Κυπρογενοῦς. δῶρον ἰοστεφάνου
γίνεται ἀνθρώποισιν ἔχειν χαλεπώτατον ἄχθος,
ἂν μὴ Κυπρογενὴς δῶι λύσιν ἐκ χαλεπῶν.
Κυπρογενὲς Κυθέρεια δολοπλόκε, σοὶ τί περισσόν
Ζεὺς τόδε τιμήσας δῶρον ἔδωκεν ἔχειν;
δαμνᾶις δʼ ἀνθρώπων πυκινὰς φρένας, οὐδέ τίς ἐστιν
οὕτως ἴφθιμος καὶ σοφὸς ὥστε φυγεῖν.