eul_wid: bbs-ab

Ἀποσπάσματα ἀμφίβολα
Dubious Fragments

Theognis of Megara Dubious Fragments PDF

1 ὑμεῖς δ’, ὦ Μεγαρεῖς, οὔτε τρίτοι οὔτε τέταρτοι οὔτε δυωδέκατοι οὔτ’ ἐν λόγωι οὔτ’ ἐν ἀριθμῶι.
2 ... φόρμιγγα ἄχορδον ...
3 † βόμβων † ἐπαινήσω, 〈Πολυπαίδη〉 ...
4 Μήποτέ μοι πενίην θυμοφθόρον ἀνδρὶ χαλεφθείς, μηδ’ ἀχρημοσύνην, Κύρνε, κακὴν πρόφερε. Ζεὺς γάρ τοι τὸ τάλαντον ἐπιρρέπει ἄλλοτε ἄλλως, ἄλλοτε μὲν πλουτεῖν, ἄλλοτε μηδὲν ἔχειν.
4 χρὴ δ’ ἀεὶ κατὰ γῆν τε καὶ εὐρέα νῶτα θαλάσσης δίζεσθαι χαλεπῆς, Κύρνε, λύσιν πενίης.
5 Κύρν’, ἀγαθὸς μὲν ἀνὴρ γνώμην ἔχει ἔμπεδον αἰεί, τολμᾶι δ’ ἔν τ’ ἀγαθοῖς κείμενος ἔν τε κακοῖς. εἰ δὲ θεὸς κακῶι ἀνδρὶ βίον καὶ πλοῦτον ὀπάσσηι ἀφραίνων βίοτον οὐ δύναται κατέχειν.
6 Πολλοῖς’ ἀνθρώπων γλώσσηι θύρα οὐκ ἐπίκειται ἁρμοδίη, καί σφιν πόλλ’ ἀλάλητα πέλει. πολλάκι γὰρ τὸ κακὸν κατακείμενον ἔνδοθεν ἦλθεν· ἐσθλὸν δ’ ἐξελθεῖν λώιον ἢ τὸ κακόν.
7 Ἐν πυρὶ μὲν χρυσόν τε καὶ ἄργυρον ἴδριες ἄνδρες γινώσκους’, ἀνδρὸς δ’ οἶνος ἔδειξε νόον, καὶ μάλα περ πινυτοῦ· κακότητα δὲ πᾶσαν ἐλέγχει, ὥστε καταισχύνειν καὶ τὸν ἐόντα σοφόν.
8 Οἶνος πινόμενος πολὺς κακός· ἢν δέ τις αὐτὸν πίνηι ἐπισταμένως, οὐ κακός, ἀλλ’ ἀγαθός.
9 Οὐδένα θησαυρὸν καταθήσεαι ἔνδον ἀμείνω αἰδοῦς, ἢν ἀγαθοῖς’ ἀνδράσι, Κύρνε, διδῶις.
10 Χρῆμα γυναικὸς ἀνὴρ ἐσθλῆς λαίζεται οὐδὲν κάλλιον, 〈οὐδέ ποτ’ αὖ ῥίγιον ἄλλο κακῆς.〉