eul_wid: hvc-aa

Fragments and Titles
Ἀποσπάσματα καὶ Τίτλοι

Aeschrion of Samos Fragments and Titles PDF

book 4.1 [ln_1]ἐγὼ Φιλαινὶς ἡ ’πίβωτος ἀνθρώποις ἐνταῦθα γήρᾳ τῷ μακρῷ κεκοίμημαι. μή μ’, ὦ μάταιε ναῦτα, τὴν ἄκρην κάμπτων
book 4.2 χλεύην
book 4.3 τε ποιεῦ καὶ γέλωτα καὶ λάσθην.[ln_5]οὐ γὰρ μὰ τὸν Ζῆν’, οὐ μὰ τοὺς κάτω κούρους, οὐκ ἦν ἐς ἄνδρας μάχλος οὐδὲ δημώδης. Πολυκράτης δὲ τὴν γενὴν Ἀθηναῖος, λόγων
book 4.4 τι παιπάλημα καὶ κακὴ γλῶσσα, ἔγραψεν οἷ’ ἔγραψ’· ἐγὼ γὰρ οὐκ οἶδα. *
book 5 [ln_1]καὶ θείην ἄγρωστιν εὗρες, ἣν Κρόνος κατέσπειρεν
book 6 μήνη τὸ καλὸν οὐρανοῦ νέον σίγμα
book 7 στενὸν καθ’ Ἑλλήσποντον, ἐμπόρων χώρην, ναῦται θαλάσσης ἐστρέφοντο μύρμηκες
book 8 ὁ δ’ ἐξελὼν ἱμάντα, φορτίου ζώνην
book 9 ἶρις δ’ ἔλαμψε, καλὸν οὐρανοῦ τόξον
book 10 καὶ πίσσαν ἑφθήν, ἣν θύραι μυρίζονται