eul_wid: rye-bf

Βασανιστὴς ἢ φιλόσοφος
Tormentor or Philosopher

Themistius the Philosopher Tormentor or Philosopher PDF

t 1 [5] ΒΑΣΑΝΙΣΤΗΣ Η ΦΙΛΟΣΟΦΟΣ Ἄνδρες ὅσοι ξυνελέγητε ὑπ’ ἐμοῦ τήμερον εἰς τὸ θέατρον τῶν Μουσῶν, τί κάθησθε ἐκπεπληγμένοι; τί δὲ συνέχεσθε ὑπὸ θάμβους; οὔτι που ὑμῖν καινὸν καὶ ἀλλόκοτον καταφαίνεται ἄνδρα τοῦ φιλοσοφίας ὀνόματος ἀξιούμενον χθές τε ἀγείροντα ἑωρᾶσθαι καὶ νῦν καθήμενον ἐπὶ θρόνου τινὸς ὑψηλοῦ μάλα σοφιστικῶς καὶ σοβαρῶς, μέλλοντα ὑμᾶς προκαλέσεσθαι ἀφ’ ὧν ἂν λέγῃ εἰς ἐκβοήσεις τε καὶ κρότους, οἵων θαμὰ ἀπολαύουσι παρ’ ὑμῶν οἱ δαιμόνιοι σοφισταί; εἰ οὖν διὰ τοῦτο θαυμάζετε, εὖ ἴστε ὅτι εἰκότως θαυμάζετε τῷ ὄντι γὰρ οὐ φιλοσόφου οὔτε τὸ ἔργον οὔτε τὸ ἐπιθύμημα.
243 b [5] ἀλλ’ οὐκ ἐγώ τοι ὁ παραχαράττων καὶ πλημμελῶν, ἀλλ’ ὁ τοῦτό μοι τὸ ὄνομα ἐξ ἀρχῆς περιθεὶς καὶ διδάξας ὑμᾶς νομίζειν. ἐπεὶ τό γε ἀληθὲς οὐ ταύτῃ ἔχει, ἀλλ’ ἐγὼ πατρὸς μὲν οἶδα ἐμαυτὸν γενέσθαι μάλα γενναίου τε καὶ ἀληθινοῦ φιλοσόφου, καὶ οὐκ ἀπιστῶ τῇ μητρί, καθάπερ ὁ Τηλέμαχος τῇ Πηνελόπῃ· φιλόσοφος δὲ οὔτε εἶναι ἡγοῦμαι τούς τε ἡγουμένους ἐξαπατᾶσθαι ὑπολαμβάνω.
244 a [10] τί οὖν πράγματα ἔχουσι καὶ παρέχουσιν; ἰδοὺ γὰρ ὑμῖν διαρρήδην αὐτὸς ἐγὼ λέγω κατ’ ἐμαυτοῦ ἐν κοινῷ θεάτρῳ ὅτι τούτου μοι τοῦ ὀνόματος οὐδὲν προσήκει, ἀλλ’ ὁ κατ’ ἀρχὰς αὐτὸ ἐπιρρίψας, ὡς ἔοικεν, οὐκ ἐσκέψατο ὅτι οὐ μόνον ἀπόχρη τὸ γενέσθαι ἐκ πατρὸς φιλοσόφου, ἀλλὰ δεῖ καὶ τραφῆναι καὶ παιδευθῆναι ὑπὸ τοιούτοις διδασκάλοις τε καὶ τροφεῦσι, καὶ τὴν ψυχὴν ἀναπλασθῆναι ἔτι νέαν τε καὶ ἁπαλήν.
244 b [5] οὕτω γὰρ δὴ μάλιστ’ ἂν ὁ τύπος εἰσίοι τε καὶ ἐνδύοιτο ἐν τῷ βάθει καὶ οὐκ ἂν μένοι ἐπιπολῆς. Τούτων δὲ οὐκ οἶδα ὅπως ἔγωγε ἀπεστέρημαι, καὶ ταῦτα δύο πατέρων τυχὼν κορυφαίων, ὧν ὁ μὲν ἐγέννησεν, ὁ δὲ ἐξείλετο κηδεστήν. τῷ δὲ Ἀριστίππῳ ἐξήρκεσεν ὑπὸ μητρὶ μόνῃ φιλοσοφούσῃ τραφέντι μητροδιδάκτῳ κληθῆναι. ἴστε ἄρα ὃν λέγω Ἀρίστιππον, οὐκ ἐκεῖνον τὸν πάνυ, τὸν Σωκράτους ὁμιλητήν, ἀλλὰ τὸν ἐκείνου θυγατριδοῦν.
244 c [5] ἀλλ’ Ἀρίστιππον μέν, ὡς ἔοικεν, ἠγάπα ἡ μήτηρ καὶ τὰ μαθήματα ἐνετίθει, σπεύδουσα ἀποδεῖξαι ἑαυτῆς μὲν ἄξιον καὶ τοῦ πάππου, ἐμὲ δὲ ἐμισείτην τὼ πατέρε τούτω καὶ ἀπηχθέσθην. ἢ ἐκείνω μὲν οὐκ ἐμισείτην— οὐ γάρ, οἶμαι, θέμις ἄνδρας σοφούς τε καὶ μακαρίους τὰ ἔκγονα ἀπεχθαίρειν τὰ ἑαυτῶν—ἀλλ’ ἐγὼ νωθής τε πρὸς παιδείαν ἔφυν καὶ ἀτεράμων, καί μοι σκληρίας ὑπόπλεων ξυνεπάγη τὸ ἐκμαγεῖον, ὥστε καὶ πάνυ βουλομένους αὐτοὺς ἐγγράφειν μὴ δύνασθαι τὰ παιδεύματα. εἰ οὖν ταῦτα οὕτως ἔχει, παύσασθε παύσασθε, ὦ μακάριοι, καὶ ὑμεῖς τῆς πλάνης· παύεσθε ἤδη πρὸς τῶν Μουσῶν, καί μοι τοῦ ὀνόματος τούτου μὴ πάνυ μεταδιδόναι, ἀλλ’ εἰς μὲν τὸ ἔργον, ὃ δηλοῦν ἐθέλητε τῷ ὀνόματι, ξυνελαύνεσθε, εἴ πη δύνασθε, καὶ ξυνωθεῖτε—ὡς οὐδέν με ἄλλο τηλικοῦτον ἀγαθὸν ἐργάσεσθε—, τῆς δὲ προσηγορίας, εἰ ἄρα ἀναγκαία ὑμῖν ἐνδιαιτᾶσθαι, ἑτέροις πρὸ ἐμοῦ ξυγχωρεῖν, ἢ ἐγὼ καταγέλαστος ἔσομαι καθάπερ χιτῶνα ἀλλότριον καὶ πολὺ μείζω ἠμφιεσμένος, καὶ ὀλίγοι εἴσονται τἀληθές, ὅτι ὑμεῖς ἄρα φιλόδωροι ὀνομάτων, ἀλλ’ ἐμὲ ἐπιπηδᾶν ὑπολήψονται καὶ ἐπιβατεύειν καὶ ἀφαρπάζειν μὴ ἐθελόντων διδόναι.
245 a [10] ἐγὼ δὲ οὐκ ἂν βουλοίμην ἄτοπόν τινα δόξαν ἐν ἀνθρώποις λαβεῖν. Ἀλλ’ εὖ ἴστε ὅτι πρῶτος καταγελῶ τῶν τοιαύτῃ νόσῳ ξυνεχομένων, καὶ οἶμαι αὐτοὺς μικρὸν διαφέρειν ἀνθρακέως τινὸς ἢ σιδηρέως, καπνοῦ γέμοντος καὶ μαρίλης, ἔπειτα ἀνθρακέως μὲν οὐκ ἀξιοῦντος καλεῖσθαι, ἀλλὰ καὶ πάνυ ἀγανακτοῦντος πρὸς τοὺς καλοῦντας, καὶ ἑτοίμου, εἰ λάβοι τινάς, κατατέμνειν, μάντεως δὲ ἢ ἰατροῦ ἢ ἄλλου του σεμνοτέρου δημιουργοῦ. νεμεσῶ γὰρ καὶ τῷ ὄνῳ Αἰσώπου, ἀκούων ὅτι ὄνος ὢν ὅμως ἠμπίσχετο λεοντῆν.
245 b [5] ταύτῃ τοι καὶ ξυνελθόντα παιδάρια ξαίνει τε αὐτὸν τοῖς ῥοπάλοις καὶ ἀφαιρεῖται τῆς δορᾶς τε καὶ τοῦ φρονήματος. ἀλλ’ ὅπερ λέγω, εἰ [μὴ] συγχωροίην ὑμῖν φιλόσοφος εἶναι, πάντως τέρας τὸ παρ’ ἐμοῦ γινόμενον. ἐφεῖται γάρ που τῶν γε ἄλλων τῷ βουλομένῳ προσιέναι τε ἀθρόοις ὑμῖν καὶ διαλέγεσθαι μετὰ πολλῆς ἐξουσίας, ἅτε καὶ ἐν εὐδαίμονι πόλει καὶ ἐλευθέρᾳ, ὥστε οὐδὲν θαυμαστὸν εἰ καὶ ἐγὼ ταύτης ἀπολαύσομαι τῆς ἀδείας. οὔκουν δεῖ θορυβεῖσθαι ὅταν ἀκούητέ μου λέγοντος· ἀκούσεσθε γὰρ φιλοσόφου δή μου μὲν οὔ, ἀνδρὸς δὲ ἐμφορουμένου προκειμένης ἀφθόνου καὶ πολυτελοῦς εὐωχίας.
245 c [5] καίτοι εἰ καὶ τοῦ πράγματος ἠμφισβήτουν καὶ τοὔνομα ὡς διαφέρον μοι προσιέμην, οὐ πρὸς αὐτὸ ἔδει μόνον ὁρῶντας τὸ λέγειν με ἐν κοινῷ τεταράχθαι, ἀλλὰ ξυνεπισκοπεῖν καὶ ἃ λέγω καὶ ὅτου ἕνεκα λέγω· τὰ μέν, εἰ χρηστὰ καὶ ὀνήσιμα τοῖς ἀκροωμένοις· οὗ δὲ χάριν, εἰ τοῦ θαυμάζεσθαι ὀριγνώμενος· ἐπεὶ καὶ Πλάτωνα τὸν σοφὸν οὐδὲν ἐκώλυεν εἶναι σοφόν, ὅτι αὐτοῦ λέγοντος ἐν τῷ Πειραιεῖ ξυνέρρεόν τε καὶ ξυνῄεσαν οὐ μόνον ἐκ τοῦ ἄστεος κατιὼν ὁ δῆμος, ἀλλὰ καὶ ἐκ τῶν ἀγρῶν καὶ ἐκ τῶν ἀμπελώνων καὶ ἐκ τῶν ἔργων τῶν ἀργυρείων· καὶ οὖν ὁπηνίκα τοὺς περὶ τἀγαθοῦ διεξῄει λόγους, ἰλιγγίασέ τε ὁ πολὺς ὅμιλος καὶ ἀπερρύησαν τοῦ χοροῦ, καὶ τελευτῶν δὴ κατέληξεν εἰς τοὺς συνήθεις ὁμιλητὰς τῷ Πλάτωνι μόνους τὸ θέατρον.
245 d ἀλλὰ τοῦτο ἀνδρὶ μὲν ἐπαίνους θηρεύοντι καὶ σφόδρα ἀλγεινὸν καὶ ἀτύχημα σοφιστοῦ, φιλοσόφου δὲ οὐδέν τι μεῖον ὁ λόγος εὖ ἔχει, κἂν ὑπὸ πλατάνῳ λέγηται μόνῃ, κἂν τεττίγων ἀκροωμένων.
246 a [5] εἰ γὰρ δὴ καὶ ἐπαίνου προσδεῖται, δεῖ μὲν οὐδέν, ἀποχρήσει δὲ αὐτῷ καὶ εἷς ἐπαινέτης Φαῖδρος ὁ Μυρρινούσιος. οἱ τέττιγες δὴ ᾄσονται καὶ προσᾴσονται τῇ μεσημβρίᾳ καὶ τῷ ἡλίῳ. ἀλλὰ τί ταῦτά ἐστι πρὸς ἐμέ; πάλαι γὰρ ὑμῖν διατετέλεκα λέγων ὅτι οὔκ εἰμι ταύτης ἐγὼ τῆς μερίδος. χαλεπὸν γὰρ τὸ χρῆμα, χαλεπόν, ὦ ἄνδρες, καὶ οὗ προτίθησιν Ἡσίοδος μὲν τὴν τραχεῖαν ἐκείνην ὁδὸν καὶ ἀνάντη, Πίνδαρος δὲ πόνους τε καὶ δαπάνας, Σωκράτης δὲ ἐκεῖνος ὁ Σωφρονίσκου, θείᾳ μοίρᾳ μόνῃ παραγενέσθαι ἐς ἀνθρώπους.
246 b [5] Ἵνα γὰρ δὴ μᾶλλον καταμάθητε ὅτι οὗτοί τε ἀληθῆ λέγουσιν ἐγώ τε οὐκ ἄπο τρόπου ποιῶ παρεξιὼν τοὔνομα καὶ πεφοβημένος, ἀκούσατε ὅσα καὶ οἷα χρεὼν τῷ μὴ αἰσχύνειν αὐτὸ μέλλοντι προσφῦναί τε ἐκ θεῶν γινομένῳ καὶ ὕστερον ἐκ διδαχῆς προσγενέσθαι. ἐρῶ δὲ οὐκ ἐμαυτοῦ λόγους (πάλιν γὰρ σοφιστὴς ἂν ἦν τοιούτους ἐπιστάμενος λόγους δι’ ὧν ἐθρυπτόμην ἂν τοὔνομα ἐξαρνούμενος), ἀλλ’ οὓς Σωκράτης καὶ Πλάτων ἐλεγέτην τε καὶ ὡριζέσθην, ἀπολυομένω τὰς τῆς φιλοσοφίας διαβολὰς καὶ ἀποδεικνύντε ὡς εἰκότως τὸ μὲν καθαρὸν τοῦτο καὶ ἄδολον γένος σμικρὸν δή τι ἐν ἀνθρώποις καὶ σπάνιον, πολλοὶ δὲ οἱ παράσημοι καὶ παρεγγράφοντες ἑαυτοὺς ἔκ τινων φαύλων καὶ ὀλίγου ἀξίων τεχνίων εἰς ἐπιτήδευσιν μείζω καὶ σεμνοτέραν εἰσβιαζόμενοι.
246 c καὶ ἐκ τούτων δὴ τὰ πολλὰ καὶ μεγάλα ὀνείδη πάλαι τε ἀπέλαυσε φιλοσοφία καὶ νῦν ἀπολαύει, ὅταν δή τινες ἐνίοτε ἀνελευθέρως τε καὶ δουλοπρεπῶς τεθραμμένοι τέχνην τινὰ αὐτοὶ μαθόντες, ἢ τοῦ δεσπότου διδαξαμένου, ἐκπηδήσαντες τῆς δουλείας διὰ τὴν τέχνην, οὐκ ἀγαπήσωσι ταύτην, ἀλλὰ τοῦ φιλοσοφίας ὀρεχθῶσιν ἀξιώματος.
246 d [5] τί γὰρ ἄλλο ἐστὶ πρὸς Διὸς ὁ χαλκεὺς ἐκεῖνος ὁ φαλακρὸς καὶ σμικρός, ὁ νεωστὶ τῶν δεσμῶν λελυμένος, ὁ τὸ σεμνὸν ἱμάτιον περιθέμενος μέλλων ἐπιχειρεῖν τῇ δεσποίνῃ; ὅταν οὖν οἱ τοιοῦτοι πλησιάζειν ἐπιχειρῶσι φιλοσοφίᾳ, τί οἰόμεθα τοὺς ὁρῶντάς τε καὶ ἀκούοντας φρονήσειν ὑπὲρ αὐτῆς; ἆρα οὐχ ὅσα ἂν οὗτοι κακὰ ἔχωσιν ἐν τῇ ψυχῇ, ταῦτα ἐκείνῃ προσάψειν; ἀνελευθέρους τε δὴ οὖν οὕτως εὑρίσκοντες καὶ φιλοχρημάτους τε καὶ ἁρπαγέας λοιδόρους τε καὶ φιλαπεχθήμονας καὶ ἀλαζόνας δολερούς τε καὶ ἐπιβούλους, οὐκ οἰήσονται ἐκ φύσεως ἢ τῆς προτέρας βαναυσίας ἔχειν τὰς κῆρας, ἀλλ’ αἰτιάσονται ἐκ φιλοσοφίας προσγίνεσθαι.
247 a [10] Ἀλλ’ ὑμᾶς γε οὐκ ἄξιον, ὦ θαυμάσιοι. τά τε γὰρ ἄλλα ἀγαθὰ ὑμῖν ὑπὲρ τοὺς ἄλλους ἀνθρώπους ὑπάρχει καὶ πλείστου ἄξιον ἐν τοῖς καιριωτάτοις μὴ ἀπατᾶσθαι. ἢ πρὸς Διός, εἰ μέν τις χρυσίον ὑπόχαλκον ἢ πορφύραν ἐψευσμένην τὸ ἄνθος ἢ λίθον ἐπιβουλεύσας εἰς τὴν ἀγορὰν ὑμῖν εἰσαγάγοι, ὀργιεῖσθέ τε καὶ οὐκ ἀνέξεσθε, ἀλλ’ ὡς κακοῦργόν τινα καὶ παλίμβολον μαστιγοῦν παραδώσετε τῷ τεταγμένῳ· καὶ διὰ τοῦτο ἐξεύρηται ὑμῖν πολλὰ μὲν τοῦ χρυσοῦ, πολλὰ δὲ πορφύρας, πολλὰ δὲ ὑακίνθων βασανιστήρια, καὶ βασανισταί τινες ἐπὶ τούτῳ καθήμενοι, οὕς, ὅταν ὠνῆσθε, παρακαλεῖτε ξυμπαρεῖναι ὑμῖν καὶ συνδοκιμάζειν τὰ συναλλάγματα· εἰ δέ τις τὸ θειότατον τῶν ἀνθρωπίνων ἀγαθῶν κιβδηλεύων τε καὶ αἰσχύνων καὶ καπηλεύων ἐν τῇ πόλει ὑμῖν περινοστήσει, προεδρίας τε μεταποιούμενος καὶ ἀξιῶν ὡς ἐν βοσκήμασιν ἄνθρωπος εἶναι, ὅτι τὰ ὁμώνυμα ἐπίσταται ἢ οὐκ ἐπίσταται καὶ ᾗ διαφέρει τὸ διότι καὶ τὸ καθότι καὶ τὰ τοιαῦτα ἄττα ἀτεχνῶς σκοτεινὰ καὶ λοξὰ ῥήματα τῆς Ἀριστοτέλους διαλεκτικῆς, τούτῳ δὲ οὐχ ἕξετε προσενεγκεῖν τι βασανιστήριον οὐδὲ στάθμην τινὰ ἐπιστῆσαι, ἣ τὸ σκολιὸν αὐτοῦ καὶ διάστροφον ἐκφανὲς ποιήσει μὴ προσαρμόττουσα; καίτοι οὐδὲ ἀπορεῖτε βασανιστῶν, ἀλλ’ οὐ πείθεσθε αὐτοῖς οὐδὲ χρῆσθε.
247 d [5] καὶ εἶπον ἂν ὑμῖν καὶ τὰ ὀνόματα τῶν ἐνθάδε ταύτην κεκτημένων τὴν ἐπιστήμην, εἰ εὖ ᾔδειν ὅτι ἀπολαύσετε αὐτῶν τῆς ἐμπειρίας· νῦν δ’ ἐμοὶ φαίνεσθε αὐτουργεῖν βούλεσθαι μᾶλλον ἢ ἑτέρων ἑρμηνέων προσδεῖσθαι. Αἰτώμεθα οὖν ἐγώ τε καὶ ὑμεῖς, ὥσπερ ἔφην, παρὰ Πλάτωνος τοῦ σοφοῦ τὴν ἀχλὺν ἀποσκεδάσαι ἡμῖν τῶν ὀμμάτων, ἵνα αὐτοὶ καθ’ ἑαυτοὺς διαγινώσκειν δυνηθῶμεν ἀτεχνῶς θεοὺς καὶ ἀνθρώπους.
248 a [5] ἐπακούσεται δὲ ὁ ξυνοπαδὸς τοῦ Διός, μᾶλλον δὲ ἐπακήκοεν. ἰδοὺ γὰρ αἰσθάνομαι, ὦ μακάριοι, τὸ στῆθος ὑποπιμπλάμενος, καί μοι ξυρρεῖ ἐξαίφνης ἔνθεν καὶ ἔνθεν τῷ νῷ ἐξευρημένα βασανιστήρια, οἷς ἐκάθηρε τοὺς φιλοσόφους ἐν τῇ καλλιπόλει καὶ ἀπειργάσατο τελειότερον ἢ Φειδίας τὰ ἀγάλματα. Πρῶτον δὴ ἁπάντων, φησίν, ἐκ γάμων ἔστωσαν ἱερῶν. γάμος δὲ ἱερὸς τοῦ ἀρίστου ἀνδρὸς τῇ ἀρίστῃ τῶν γυναικῶν συνερχθέντος τε καὶ συζυγέντος.
248 b [10] ἀθρεῖτε δὴ τοῦτον πρῶτον, ὦ ἄνδρες, τὸν τύπον καὶ ἐπισκοπήσαντες ἀκριβῶς, ἐὰν ὑμῖν φαίνηται ἀναγκαῖος, φυλάττειν τε καὶ πρόχειρον ἔχειν. ἀθρεῖτε δὲ ὧδε. εἰσί που ὑμῶν ἐν ταῖς οἰκίαις πολλοὶ μὲν ἵπποι, πολλοὶ δὲ κύνες, καὶ ἐν τοῖς ἀγροῖς γε αὖ βοῶν τε καὶ προβάτων ἀγέλαι. ὅταν οὖν βούλησθε ἐξ αὐτῶν τίκτεσθαι ὑμῖν μόσχους τε ἁδροὺς καὶ πώλους γενναίους καὶ σκυλάκια θηρευτικά, πότερον ἐξ ἁπάντων ὁμοίως γεννᾶτε, ἢ προθυμεῖσθε ὅτι μάλιστα ἐκ τῶν ἀρίστων; ἐγὼ μὲν γὰρ ὑμᾶς ὁρῶ τόν τε ἵππον ἐξετάζοντας τὸν βησόμενον, εἰ γαῦρός τε καὶ ὑψαύχην καὶ ἐλευθέριος, τήν τε κύνα ἐξ ἧς μέλλετε σκυλακεύεσθαι, εἰ Λάκαινα ὄντως γενναία καὶ μὴ πονηρὸν κυνίδιον, ἀλωπεκίς ποθεν ἢ Μελιταία· καὶ τὸν ταῦρόν γε αὖ καὶ τὸν κριὸν παραπλησίως.
248 c [5] πυροὺς δὲ αὖ καὶ κριθὰς καὶ ἄμπελον καὶ ἐλαίαν σπείροντές τε καὶ φυτευόμενοι, πρὸς Δήμητρός τε καὶ Διονύσου, τῶν φυτῶν καὶ τῶν σπερμάτων καταμελεῖτε, καὶ οὐχ ὅτι μάλιστα πεπιστεύκατε ἐκ μὲν τῶν χρηστῶν καὶ ἡμέρων χρηστὰ καὶ ἔγκαρπα φυήσεσθαι τὰ δένδρα τε καὶ τὰ ὄσπρια, ἐκ δὲ τῶν ἀγρίων καὶ δυσγενῶν δυσγενέστερά τε καὶ ἀγριώτερα; Ἆρα οὖν ἐλήρει Θέογνις, ἀγανακτῶν τε καὶ σχετλιάζων ὅτι ταῦτα ἐπὶ μὲν τῶν ἄλλων φροντίζομεν, ἐπ’ ἀνθρώπων δὲ παρορῶμεν καὶ οὐκ οἰόμεθα νοῦν ἔχειν, ἀλλὰ τὸν ἐκ μαγείρου τυχὸν ἴσως ἢ ἀρτοκόπου, ἐντεθραμμένον χοινικίοις τε καὶ κονδύλοις, οἰόμεθα ἱκανῶς ἔχειν πρὸς τὸ μεγαλεῖόν τε καὶ ὑψηλόνουν φιλοσοφίας, καὶ οὐκ ἴσμεν ὅτι τὸ βάναυσον ἐκεῖνο καὶ δουλοπρεπὲς τοῦ σπέρματος πάντως δή τι προσομόργνυται τῇ ψυχῇ καὶ οὐκ ἐᾷ καθαρὸν οὐδὲν καὶ εἰλικρινὲς ὑπὲρ τὴν ῥίζαν ἰδεῖν, ἀλλ’ ἕλκει πρὸς τὴν ἀρχαίαν φύσιν καὶ ἐπιστρέφειν ἐπίσταται, καθάπερ τῶν κλάδων τοὺς διαστρόφους φυέντας οὐκ ἄν ποτε εὐθεῖς μηχανήσαιο ταῖς χερσὶ μαλάττων τε καὶ ἐπικάμπτων, ἀλλ’ ἀνατρέχουσιν αὖθις ἐπὶ τὴν σκολιότητα τῆς γενέσεως.
249 a [10] καὶ γὰρ ὡς ἀληθῶς τῷ γε τοιούτῳ διὰ τὴν συντροφίαν ἐστὶν ἀναγκαῖον κάτω βλέπειν εἰς δουλικὰ ἄττα διακονήματα. τὸ γὰρ ἄνω αὐτῶν καὶ εὐθύ τε καὶ ἐλευθέριον ἡ ἐκ νέων δουλεία ἀφῄρηται, τὰ λαθραῖα καὶ δολερὰ καὶ ὑπὸ σκότῳ διὰ τὸ ὁμόηθες ἀναγκάζουσα ἀγαπᾶν.
249 b [5] περὶ ταῦτα οὖν ἔντονοι καὶ δριμεῖς γίνονται, ἅτε ἐπιστάμενοι ἐκ παίδων καὶ μελετήσαντες λόγῳ τε θωπεῦσαι δεσπότην καὶ ἔργῳ ὑπελθεῖν, διαβαλεῖν τε ὁμοδούλους καὶ ἐξελάσαι τῆς οἰκίας, καὶ ταῦτα πάσχουσιν ὑπ’ ἀμηχάνου σοφίας πολλὰ καμπτόμενοί τε καὶ λυγιζόμενοι, καταβάλλοντες ἢ ἐπαίροντες τὴν ὀφρῦν, ταπεινοί τε πρὸς τὸ ξυμφέρον καὶ αὖ ὑπερηφανοῦντες θεῶν καὶ ἀνθρώπων. τῷ τοι καὶ ἐμπέφυκεν αὐτοῖς ἀεὶ πρὸς τῇ ἀνελευθερίῳ διαγωγῇ τεθραμμένοις δυσέκνιπτόν τι καὶ ἀμετάστατον μῖσος, καὶ διὰ τοῦτο ῥᾳδίως πρὸς ὁντιναοῦν φθόνου τε καὶ δυσμενείας ἐμπίπλανται· ὧν ἄλλα κακίω καὶ ἀλλοτριώτερα φιλοσοφίας οὐ μή ποτε ἐν ἀνθρώποις φύηται.
249 c [5] Αἰσχρὸν δὲ Ἠλείους μὲν καὶ Πισάτας οὕτω δή τι ἀποσεμνύνειν τὸν Ὀλυμπιακὸν κότινον, ὥστε μὴ ἐφιέναι γυμνοῦσθαι, εἰ μὴ ἔχει τις ἀποδεῖξαι πατέρα τε αὑτοῦ καὶ μητέρα καὶ τὴν ῥίζαν τῆς βλάστης ἀκέραιον, καὶ ταῦτα σωμάτων ἀγῶνα τιθέντας, ἐν ᾧ τῶν σωμάτων ἐξήρκει ἐπιμελεῖσθαι, εἰ ἰσχυρά τε καὶ ῥωμαλέως ξυμπεπηγότα (ἀλλὰ τόν γε Φιλάμμονα ἐκεῖνον οὐκ ἄν ποτε ἠφίεσαν πρὸς τῷ Ἀλφειῷ κονίσασθαι, μὴ ξυμμαρτυρήσαντος Ἀριστοτέλους τῷ γένει καὶ παῖδα ποιησαμένου), ἡμεῖς δὲ εἰς τὸν ἀγῶνα τῆς ἀρετῆς καὶ ὅντινα ἔτυχεν ἐγκρινοῦμεν, οὐδὲ ἀπαμφιέσαντες πρότερον γυμνὴν τὴν ψυχὴν τῶν ἐπιθέτων ἀμφιεσμάτων περιαθρήσομέν τε εὖ μάλα καὶ περισκεψόμεθα ἀκριβῶς, μή πῃ κολοβός τε καὶ οὐκ ἄρτιος; Λακεδαιμονίους δὲ ἐγὼ πυνθάνομαι τά τε ἄλλα τὸν Λυκοῦργον αἰσχύνειν καὶ ἐπὶ τὸν βωμὸν τῆς Ὀρθίας ὁμοίως μὲν δούλους, ὁμοίως δὲ ἐλευθέρους ἀνάγειν, τόν τε εἵλωτα, εἰ τύχοι, τόν τε Εὐρυπωντίδην ἢ Ἀγιάδην.
250 a [5] ἢ τοῦτό γε ἴσως οὐκ ἄπο τρόπου· μαστίγων γὰρ τὸ ἀγώνισμα καὶ ὁ στέφανος. προσακτέον δὴ τῷ λόγῳ καὶ ἀπὸ τῶν ἔργων τὴν πίστιν. πάντας γὰρ τοὺς κορυφαίους ἐν φιλοσοφίᾳ λάβοιτε ἄν, τοὺς προγόνους ἀνερευνῶντες, διοτρεφεῖς τε καὶ διογενεῖς, καθάπερ Ὅμηρος λέγει, καὶ τῇ παροιμίᾳ πρέποντας τῇ ἀπὸ Κόδρου, καθάπερ οἶμαι καὶ τῶν ναμάτων τὰ διαφανῆ τε καὶ καθαρὰ ἀνιχνεύοντές τε καὶ διαμώμενοι ἐκ πηγῶν ἀρχαίων εὑρίσκομεν ἀφειμένα.
250 b [10] ἀλλ’ ἵνα μή τις ἡμᾶς ἑνί που ἐναντίῳ παραδείγματι βουκολοίη, τοῦτο μέν, εἰ δοκεῖ, ξυγχωρῶμεν, ὅτι χαλεπὸν μέν, φύσιν δὲ ἔχει καὶ τούτῳ τῷ ἐλλείμματι μολυνθέντα γενέσθαι ἐπήβολον ἀρετῆς. Τὰ δὲ λοιπὰ ζητητέον σύμβολά τε καὶ γνωρίσματα, ἃ πᾶσα ἀνάγκη τοῦ φιλοσόφου ἐγκεχαράχθαι τῇ διανοίᾳ μᾶλλον ἢ τοῖς Πελοπίδαις τὸν ἐλεφάντινον ὦμον. τί δὴ μετὰ ταῦτα ὁ πάνσοφος Πλάτων ἐπίσημον ποιεῖ τῆς τῶν ψυχῶν εὐγενείας; ἐγὼ ὑμῖν ἀναγνώσομαι ἐφεξῆς ἐκ τῶν ἐκείνου ῥημάτων, ὥσπερ ἐν τοῖς δικαστηρίοις οἱ ῥήτορες ἐκ τῶν τοῦ νόμου γραμμάτων.
250 c [10] τοῦτο μὲν δὴ ὁμολογείσθω τῆς φιλοσόφου φύσεως πέρι ὅτι μαθήματος δέοι, οὔτι παντός, ἀλλ’ ὃ ἂν ἐκείνην δηλοῖ τὴν οὐσίαν τὴν ἀεὶ οὖσαν καὶ μὴ πλανωμένην ὑπὸ φθορᾶς καὶ γενέσεως. ἀκούετε οὖν τοῦ νομοθέτου διοριζομένου τὰ μαθήματα, ὧν ἐραστὰς χρεὼν εἶναι τοὺς φιλοσόφους, καὶ μὴ ξυγχωροῦντος συγχεῖν μηδὲ ξυμφύρειν ἅπαντα ὥσπερ εἰς Μύκονον μίαν.
250 d [5] καὶ γὰρ δὴ καὶ τοῦτο ἐκεῖνος ἀπεφήνατο, ὅτι ἀδύνατον ἕνα πολλὰς καλῶς ἐργάζεσθαι τέχνας, οἷον τὰ σκυτικὰ τὸν χαλκέα, ἢ τὰ χαλκευτικὰ τὸν σκυτοτόμον, ἀλλὰ καὶ τὴν οἰκίαν ἐκείνην ῥᾷστα ἀπαυδήσειν, ἣν οὐκ ἐπήξατο οἰκοδόμος, ὑφάνται δέ τινες ἢ ἀμπελουργοὶ ξυλλεγέντες, καὶ τὸν χιτῶνα ἐκεῖνον πράγματα παρέξειν ταῖς ἀκεστρίαις, ὃν γυνὴ ἐξυφάνατο μουσικῆς ἔμπειρος καὶ ἀμαθὴς ἱστουργίας. οὐδὲ μὴν τὸν κυβερνήτην ναύτην τε ἅμα ἔσεσθαι καὶ κυβερνήτην, οὐδὲ τὸν ἰατρὸν γυμναστήν τε καὶ ἰατρόν, ἀλλ’ ἐπιστατεῖν μὲν ἀνάγκη καὶ ἐπιτάττειν τὸν μὲν τοῖς ἐρέταις, τὸν ἰατρὸν δὲ τοῖς παιδοτρίβαις, οὐκ εἶναι δὲ ἐρέτην τε καὶ παιδοτρίβην, ὥσπερ, οἶμαι, καὶ τοὺς φιλοσόφους ἐπιστατέον μέν τισι διδασκάλοις τε καὶ διδάγμασιν, οἷον ῥήτορσί τε καὶ γραμματισταῖς, αὐτοὺς δὲ τὰ ῥητορικὰ ἢ τὰ γραμματιστικὰ οὐκ ἐργαστέον.
251 a [5] τῷ γὰρ ὄντι πολλοῦ ἂν γέλωτος γέμοι τὸν τῆς ἀκραιφνοῦς καὶ ἀσωμάτου οὐσίας μεταποιούμενον καὶ περιφρονοῦντα τοῦ ἀνθρώπου προσκαθῆσθαι ταῖς συλλαβαῖς καὶ ἐκμελετᾶν διὰ βίου συγκοπάς τε ὀνομάτων καὶ ἀποθλίψεις καὶ ῥήματα ἀποσμιλεύειν καὶ μειράκια ἀποτυμπανίζειν καὶ παιδαγωγοῖς ἀθλίοις χαλεπὸν εἶναι καὶ ἐπὶ ταύτῃ τῇ ἐξουσίᾳ ὑψηλὸν ἐξαίρειν αὑτὸν φρονηματισμοῦ ἐμπιπλάμενον.
251 b [5] ὁ δὲ ἀληθῶς φιλόσοφος, οὗ τὰ πτερὰ εὐθαλῆ τῆς ψυχῆς, σχολῇ ἂν ἀνάσχοιτο βλέπειν εἰς παττάλους τε καὶ ἱμάντας. οἴεσθε γάρ, εἴ τις ἀμφότερα δύναιτο ποιεῖν, τό τε ἄμεινον καὶ τὸ φαυλότερον, ἐπὶ τῷ φαυλοτέρῳ ἂν ἑαυτὸν ἀφεῖναι σπουδάζειν, καὶ τοῦτο προστήσασθαι τοῦ αὑτοῦ βίου, τὸ βέλτιον καταλιπόντα; Ὅταν δέ τινα ἴδητε διογκούμενον μὲν ὡς κορυφαῖόν τε καὶ ἄκρον φιλοσοφίας, προστετηκότα δὲ οἷς ἄρτι εἶπον καὶ προσεδρεύοντα καὶ μηδέποτε ἀφιστάμενον, μηδ’ ἂν Διομήδεια αὐτῷ ἀνάγκη προσγένηται, εὖ ἴστε, ὦ ἄνδρες, ὅτι ἐξαπατᾷ ὑμᾶς καὶ πρόσωπον Ἀγαμέμνονος ὑποκρίνεται Μίθαικός τις ὢν ἔνδοθεν ἢ Θεαρίων· ὑμεῖς οὖν αὐτῷ μὴ ξυγχωρεῖν μηδὲ φενακίζεσθαι λογαρίοις ὀλίγοις κεκομψευμένοις, ἃ μηδὲν προσήκοντα ὑποσπάσας καὶ περικρούσας τε καὶ μεταμορφώσας, ὥσπερ ὁ Αὐτόλυκος τὰ φώρια, τὰ αὐτὰ πανταχοῦ ξυμπεριφέρει, κυδρούμενός τε καὶ γαυρούμενος πρὸς τοὺς ἀγνοοῦντας αὐτῶν τὸν ἀληθινὸν δεσπότην· ἀλλ’ ὧδε αὐτὸν ἐρωτᾶν πυνθανομένους, ὦ ἄνθρωπε, ἐπειδὴ φιλόσοφος εἶναι τὴν ἀκροτάτην φιλοσοφίαν ποιῇ, πάνυ μὲν ἂν βουλοίμεθα καὶ τοῦτο ἡμῖν τὸ ἀγαθὸν ἄφθονον ἐν τῇ πόλει κατεσκευάσθαι· ἀλλ’ ὥσπερ εἴ σε ἰατρεύοντα ἑωρῶμεν, οὐκ ἂν δήπου σοι εἰκῆ τὰς οἰκίας ἐπετρέψαμεν οὐδὲ τὰς γυναῖκάς τε καὶ τὰ παιδία, εἰ μὴ πρότερον ἀπέδειξας ἡμῖν ὅτι πολλοὺς μὲν ὑγιεινοὺς ἐκ νοσερῶν ἀπειργάσω, πολλοὺς δὲ ἐξ ἀναπήρων ἀρτίους, ἀπέδειξας δὲ καὶ φαρμάκια ἄττα συγκείμενα καὶ ποτὰ ἐσκευασμένα ἐμπείρως τε καὶ ἐπωφελῶς, καί τινας δὴ καὶ μαθητὰς καὶ διαδόχους τῆς τέχνης· τούτων γὰρ τὰ μὲν ἔργα ἰατρικῆς, τὰ δὲ δείγματα, κρίνεται δὲ ἐξ ἀμφοῖν πᾶσα ἐπιστήμη· τοῦτον δὴ τὸν τρόπον καὶ νῦν, ὦ γενναῖε, λέγε πρῶτον ἡμῖν ἔργον τι σεαυτοῦ, οἷα πολλὰ ἔργα φιλοσόφου ἀνδρός.
252 a [10] πότε χρημάτων διδομένων κρείττων ἐφάνης, ὥσπερ Ξενοκράτης ἐκεῖνος τῶν πεντήκοντα παρ’ Ἀλεξάνδρου ταλάντων; πότε ἀφῆκας τῷ δεδανεισμένῳ, καθάπερ Ζήνων ὁ Κιτιεύς; ποίαν ἤνεγκας λοιδορίαν, οἵαν Σωκράτης τὴν Θρασυμάχου; πότε διεώσω χάριτας ἐμμίσθους ἀρχόντων, ὥσπερ Θεόφραστος τὰς παρὰ τοῦ Φαληρέως; ἀλλὰ τούτων μὲν οὐδέν, ἡδονῶν δὲ ὑπερφρονεῖς οὐδὲ ἐπρίω πόρνας οὐδὲ ἑταιρίδων ἑάλως οὐδὲ ἐποιήσω τοὺς αὐτοὺς υἱέας τε καὶ οἰκέτας; ἀλλ’ οἷα πολλὰ μὲν νέων, πολλὰ δὲ παλαιῶν φιλοσόφων δείγματά ἐστι τῆς σοφίας, συγγράμματα ἄττα σοι πεποίηται σμικρὰ ἢ μεγάλα περὶ ἀρετῆς καὶ κακίας, ἢ περὶ φύσεως τῶν ὄντων, ἢ ὅπη τὸ ἀληθὲς διαφέρεσθον καὶ τὸ ψεῦδος; ἢ τί δὴ πρὸς τῶν Μουσῶν; ἀλλὰ δὴ εἰ μὴ ξυγγράμματα, μαθητάς γε ἀπειργάσω τινάς, τέτταρας ἢ τρεῖς ἢ δύο ἢ ἕνα, τὸν δεῖνα ὅς σε αἰτιᾶται τῆς αὑτοῦ φιλοσοφίας; Εἰ ταῦτα ἅπαντα προτεινόμενα ἀποροίη ἤ τι αὐτῶν ἀποδεῖξαι, ἀλλὰ βατταρίζοι τε καὶ ὑλακτοίη, μηκέτι θαυμάζειν τε καὶ πιστεύειν ὡς ἄρα ὁ Διὸς Ἑρμῆς καταλιπὼν τὸν Δία τε καὶ τὸν οὐρανὸν σαρκία μικρὰ περιθέμενος ἐν τῇ πόλει ἡμῖν περινοστεῖ, μηδ’ ἂν μυρία ἐπὶ μυρίοις ὀνόματα εἴρῃ βιβλίων τε καὶ ξυγγραφέων.
252 d [5] ταῦτα γάρ, οἶμαι, ἔνεστι καὶ τοὺς γραμματέας τῶν φιλοσόφων ἐπισταμένους μηδέν τι μᾶλλον τῶν λοιπῶν ἀνδραπόδων ἐπὶ σοφίᾳ διαφέρειν. ἐπεὶ καὶ εἴ τις φιλοσόφῳ χρόνον τινὰ ξυνοικήσας, γράφοντι συνετῶς καὶ ἀναγινώσκοντι προσκαθίζων, ὀλίγα ἐκ τῆς γραφῆς συνερανίσαιτο ῥήματα, καὶ ταῦτα συγκολλᾶν πειρῷτο ἀεὶ καὶ συρράπτειν πρὸς ἕκαστα, 〈οἷσ〉 λέγει μηδὲν ἐοικότα, οἷαι τῶν προσαιτούντων αἱ ἐφεστρίδες συμπεπερόνηνται ἐκ ῥακίων νεουργῶν τε ἅμα καὶ τετριμμένων, εἴ τις οὖν καὶ ἐπὶ τῇδε τῇ συλλογῇ κορυβαντιᾷ καὶ ἐξέστηκεν, ἐλεητέον τε αὐτὸν τῆς πτωχείας τε καὶ παρανοίας, καὶ ἐννοητέον ὅτι οὐ ταύτῃ τὸν πλούσιον γνωματεύομεν, εἰ δακτύλιόν τις ἐπίχρυσον περιθέμενος ἐν ἀγορᾷ διαβαδίζοιτο προτεινόμενος ἐξεπίτηδες τὸν δακτύλιον ἀπαντῶσιν.
253 a [10] ἐμφαίνεται γὰρ εὐθὺς ἡ πενία τῇ ἐπιτηδεύσει τε καὶ ἐπιδείξει τοῦ κτήματος ὅτι τούτῳ τῷ ἀνθρώπῳ οἴκοι ἄρα ὑπάρχει οὐδὲν ἕτερον πολυτελέστερον ἀγαθόν· οὐ γὰρ 〈ἂν〉 φορτικῶς γε οὕτω δακτυλήθρῳ ἐκαλλωπίζετο.
253 b [5] διὰ τί οὖν οὗτοι μὲν ἡμᾶς οὐκ ἀπατῶσιν, ἀλλ’ οὐδὲ ὀρχηστὴν ὀνομάζομεν τὸν σχηματίζεσθαι ἀδυνατοῦντα τορῶς καὶ ποικίλως, οὐδὲ κιθαριστὴν τὸν οὐκ ἐπιστάμενον κιθαρίζειν, σοφὸν δὲ πειθόμεθα εἶναι καὶ τὸν μὴ ὄντα; ὅτι τὰ κρούματα μέν, οἶμαι, καὶ τὰ ὀρχήματα ὠσί τε καὶ ὀφθαλμοῖς δοκιμάζεται καὶ ἐξαρκεῖ αὐτοῖς τὰ ὄργανα ταῦτα τὸ σφέτερον ἡδὺ καὶ λυπηρὸν διαγινώσκειν, σοφία δὲ κρίνεται ἐπὶ σοφίας. ἐπεὶ οὖν ἡμεῖς οἱ πολλοὶ ὦτα μὲν κεκτήμεθα καὶ ὀφθαλμούς, σοφίαν δὲ οὐχ οὕτως, πάνυ τῇ ἀπειρίᾳ τῇ ἡμετέρᾳ ἐπιτίθεται αὕτη ἡ γοητεία, καὶ αἰσθανομένη ξένως ἔχοντας ἡμᾶς τῆς σοφωτέρας διαλέκτου, συσκευασαμένη ῥηματίσκια παμπάλαιά τε καὶ αἰνιγματώδη ὑπὸ χρόνου ἐκπαταγεῖ ἡμῖν τὰ ὦτα· τὸν ἄτοπον πευθῆνα ἔπεισι καὶ τἀμυντήριον καὶ τοιαῦτα ἄττα μορμολυκεῖα, ὥστε τοὺς ἀκούοντας φρίττειν τε καὶ ἀδημονεῖν καὶ μικροῦ γίνεσθαι ἀναύδους, καθάπερ φασὶ τοὺς ὑπὸ λύκου προτέρους ὀφθέντας.
253 c εἰ δὲ δὴ καὶ ἐρέσθαι ἐπιχειρήσεις, μὴ συνεὶς ὅ τι εἴρηκεν, ἑτέρῳ πεπλήξῃ ὀνόματι δυσκολώτερον ὠνομασμένῳ.
253 d [5] περανεῖς δὲ οὐδέποτε οὐδέν, οὐδὲ αὐτὸς ὁ λέγων ἐκεῖνος, ἀλλ’ εὖ μάλα ἀνακυκλήσας τὸ δήπουθεν καὶ τὸ κἄπειτα καὶ τὼ Διοσκόρω, οἰχήσεται ἀποτρέχων καταγελάσας σου πάνυ τῆς ἀμαθίας καὶ νωθείας. Ὣς οὖν περὶ τὰ χρώματα ἀπατῶνται ῥᾷον οἱ μὴ πάνυ ὀξὺ βλέποντες, οὕτω περὶ τοὺς σοφιστὰς οἶμαι τούτους, οἷς ἐκ παιδείας τὸ ὄμμα οὐ κεκάθαρται τῆς ψυχῆς. ἐπεὶ τί δή ποτε πρὸς Διός, εἰ μέν τις ἀφίκοιτο εἰς τὴν πόλιν ῥητορικὸς εἶναι ποιούμενος, οὐ πολλῶν ἡμῖν ἐνιαυτῶν προσδεήσει ὥστε καταμαθεῖν ἀκριβῶς εἴτε ἀληθεύοι τὴν τέχνην εἴτε ἀπατηλός τε καὶ ἀλαζών; ὅτι, οἶμαι, εἰσὶ πολλοὶ παρ’ ἡμῖν οἱ τούτων ἔμπειροι τῶν λόγων, οἳ αὐτοί τε ἐξευρίσκουσι ῥᾳδίως καὶ ἡμᾶς πείθουσι τοὺς ἄλλους.
254 a [10] σοφίαν δὲ αὐτοὶ μὲν οὔπω κεκτήμεθα, τῷ δὲ ἔχοντι αὐτὴν ἀπιστοῦμεν, καὶ οἰόμεθα ὑπὸ ζήλου τε καὶ βασκανίας σκυβαλίζειν τε καὶ διαπτύειν ὃν ἡμεῖς διὰ ταύτην τὴν φαντασίαν μόνον οὐκ ἐπὶ ταῖς κεφαλαῖς περιφέρομεν, πόρρω ὄντες τοῦ εἰδέναι ὅτι οὐδεὶς σοφὸς δύσνους τῷ ὁμοίῳ.
254 b [5] ἀλλὰ τῷ οὐ κατὰ νόμον μεμυημένῳ τὸν ναρθηκοφόρον Βάκχον ἡγεῖσθαι συγχωρεῖ τὰ μυστήρια. Ἀλλ’ εὖ δὴ ποιῶν ὁ λόγος μεταβέβηκεν ἐφ’ ἕτερον τῶν γνωρισμάτων, μάλιστα καὶ τοῦτο ψυχὴν ἐξετάζον φιλόσοφόν τε καὶ μή. ἐπισκέψει γὰρ εἰ κοινωνική τε καὶ ἥμερος πρὸς τοὺς παιδείας ἐπιθυμοῦντας, ἢ δυσκοινώνητός τε καὶ ἀγρία. χαλκέας καὶ τέκτονας, εἰ δὲ βούλει, καὶ ποιητὰς [τε] καὶ τοὺς ἄλλους δημιουργοὺς συγχωρῶμεν, ἐάν τις λέγῃ, στασιάζειν τε καὶ ἐπιφθόνως ἔχειν πρὸς ἀλλήλους.
254 c [5] τὰ γὰρ ἆθλα αὐτοῖς τῶν τεχνῶν τῶν μὲν ἀργύριόν ἐστι, τῶν δὲ ἔπαινος πρὸς τῷ ἀργυρίῳ, ὧν οὐκ ἐγχωρεῖ ἐξ ἴσου τὸν ἐλαττούμενον ἐπαυρίσκεσθαι. ἀνάγκη οὖν τῷ μεῖον ἔχοντι πρὸς τοὺς εὖ φερομένους τὸ πλέον ἀγανακτεῖν τε καὶ ἀνιᾶσθαι. ὅσοι δὲ πρὸς τὸ ὂν ἁμιλλῶνται γνησίως τε καὶ ἀληθινῶς καὶ ταύτην τρέφουσι τὴν ὠδῖνα ἐν τῇ ψυχῇ, οὗτοι ἀσπάζονται καὶ γανύσκονται καὶ ἐμπίπλανται χαρμονῆς, ὅσῳ ἂν λάβωσι πλείους κοινωνούς τε καὶ βοηθοὺς ἐπὶ τὴν θήραν τῶν παιδικῶν.
254 d [5] ὁρῶσι γὰρ καὶ ἐν ταῖς ἄγραις ὅτι τῷ μὲν κατὰ μόνας ἰχνηλατοῦντι ἐργῶδες ἐντυχεῖν τῷ θηρίῳ, τοῖς πλείοσι δὲ ὁμοῦ κυνηγέταις ῥᾷον κατάφωρος ἡ εὐνή. ἔστι δέ που καὶ ἐν τῷ κυνηγεσίῳ τῆς ἀληθείας πολλὰ δύσβατα καὶ ἐπίσκια καὶ τῷ καθ’ αὑτὸν μετιόντι δυσδιερεύνητα, ἐφ’ ἃ ἀνάγκη πλείους ἄρα καλεῖν συνθηρευτάς τε καὶ συλλήπτορας, ἢ πάλαι ἐπὶ τὸν σῦν συνελέγησαν οἱ τότε ἄριστοι τῶν Ἑλλήνων, ὃς τὰ ἔργα τοῦ Αἰτωλῶν βασιλέως ἔφθειρέ τε καὶ ἐλωβᾶτο· καὶ δὴ τοῦ θηρίου μὲν ἁλόντος ἐγίνετο τοῖς θηρευταῖς περὶ τῶν ἀκροθινίων διαμάχη τε καὶ ἀμφισβήτησις, καὶ ἐντεῦθεν ὁ πόλεμος ἐξερράγη Ἀκαρνᾶσί τε καὶ Αἰτωλοῖς, ἀμφὶ συὸς κεφαλῇ καὶ δέρματι λαχνήεντι, ἐκφανέντος δὲ ἐν φιλοσοφίᾳ καὶ ἐκλάμψαντος τοῦ ἀληθοῦς ἀναιμωτὶ πάντες ἀπολαύουσιν οἱ συλλαβόμενοι τοῦ ἔργου.
255 b [5] Διὰ τοῦτο ἠσπάζετο Ἀρίστων Κλεάνθην καὶ τῶν ὁμιλητῶν ἐκοινώνει, διὰ τοῦτο Κράντορα Κράτης, διὰ τοῦτο Σπεύσιππος ἐκ Χαλκηδόνος μετεπέμπετο Ξενοκράτην. Λύκων δὲ καὶ Ἀρίστων ὁ ἐκ Λυκείου ἄμφω μὲν περὶ τοὺς Ἀριστοτέλους λόγους εἰχέτην, ἐν δόξῃ δὲ ὢν ὁ Λύκων ἐπὶ παιδείᾳ τοσαύτῃ ὥστε καὶ τοὺς πολεμίους διὰ τὸ κλέος ἐν τῇ θαλάττῃ καθάπερ ἱερῶν ἀπέχεσθαι τῶν Λύκωνος πλοίων, ὅμως οὐκ ἐδυσχέραινε πρὸς τὸν Ἀρίστωνα τοῦτον οὐδὲ ἐκνίζετο ἐκ προσεδρίας μᾶλλον ἐπιδιδόντα, ἀλλὰ συνωμολόγει μετὰ παιδιᾶς καὶ χαρίτων ὅτι ὁ χωλὸς τὸν ἀρτίποδα παρατρέχει.
255 c [5] συνέβη γὰρ τῷ Ἀρίστωνι καὶ πεπηρῶσθαι τὸ σκέλος. ταύτῃ τοι καὶ αἱ Μοῦσαι ἐννέα οὖσαι συγχορεύουσιν ἀλλήλαις καὶ τῷ Ἀπόλλωνι, καὶ οὐδεμία αὐτῶν ἀγανακτεῖ πρὸς τὰς ἄλλας, ὅτι μὴ μόνη σοφή ἐστι μηδὲ αὐτῇ μόνῃ προσεύχονται οἱ ποιηταί. οὐδὲ μεταποιεῖται τῆς κιθάρας ἡ Καλλιόπη οὐδὲ ἡ Θάλεια τῶν αὐλῶν οὐδὲ τῆς λύρας ἡ Τερψιχόρη, ἀλλ’ ἑκάστη τὸ αὑτῆς ἀγαπᾷ συμβάλλεσθαι εἰς τὸν χορὸν καὶ συνεισφέρειν, καὶ ᾄδουσιν ἀμειβόμεναι ἀλλήλας, φησὶν ὁ ποιητής, οὐ κολούουσαι καὶ βασκαίνουσαι καὶ ἀντηχοῦσαι.
255 d [5] Ἀλλ’ οὐχ οἱ παράξενοι οὗτοι καὶ ψευδώνυμοι, ἀλλ’ ἐάν τις ὑπὸ φιλοτιμίας καὶ ἅμα οὐκ ἔχων ἕτερόν τι περιεργάζεσθαι, ἐν τῷ δωματίῳ αὐτοῦ καὶ τῷ κλινιδίῳ διαβουκολῆται Ἀριστοτέλει καὶ Θεοφράστῳ, ὀξέως τε ἐπύθοντο, καὶ ἐπαράμενοι πᾶσαν τὴν πόλιν ἐπικαλοῦνται τοὺς βασιλέως ὀφθαλμούς, εἰ ἀναπνεῖ ἔτι καὶ τὸν ἥλιον ἀφορᾷ ὁ μιαιφόνος καὶ ἀλιτήριος καὶ πατραλοίας καὶ φαρμακεύς.
256 a [5] καὶ ἡ μεγίστη κατηγορία ὅτι ἐπέθετο, φησί, ταῖς κατηγορίαις καὶ διελέχθη περὶ τοῦ ἐν ὑποκειμένῳ πρός τινα ξένον. εἰ δὲ δὴ καὶ συλλογισμοῦ ἅψαιτο καὶ περὶ φύσεώς τι συγγράψαι, τοῦτο ἐκεῖνο ἐπανάστασις τὸ χρῆμα καὶ καθαιρετέον ἐξ ἀκροπόλεως τὴν τυραννίδα. ἀλλ’ εἰ προσποιῇ τι τὴν ἀλήθειαν καὶ τὴν σοφίαν καί σοι τῷ ὄντι προσήκει Πλάτωνος ἢ Σωκράτους ἢ Πυθαγόρου, μὴ κεντεῖν τε καὶ διολλύειν τὸν τὰ αὐτὰ ἀγαπῶντα, ἀλλὰ κυδαίνειν τε καὶ ἐπαίρειν καὶ συνεξορμᾶν καὶ συνεξοτρύνειν.
256 b [5] οὕτω γὰρ μάλιστ’ 〈ἂν〉 ἴοι καὶ οὐκ ἀμβλύνοιτο οὐδὲ ἀπολήγοι τοῦ ἔρωτος, ὅταν ἔχῃ τὸν ἐπαινοῦντα καὶ ἐπιβοῶντα καὶ πρὸς ὃν φιλοτιμήσεται ἐκ τῶν πόνων. νῦν δὲ ὑπὸ τῆς δεινότητος τῆς περιττῆς ἔοικας εὐλαβεῖσθαι μή τινα ἄλλον ἐπαινέσας ἀφίστασθαι δόξῃς αὐτῷ τῆς σοφίας, καὶ μή τινα ἄλλον θαυμάσας ὑφ’ ἑτέρου αὐτὸν θαυμάζεσθαι παρασκευάσῃς, εἶτα παύσωνται οἱ ἄνθρωποι πρὸς σὲ μόνον ὁρῶντες καὶ σὲ μόνον θαυμάζοντες. διὰ τοῦτο ἂν μέν τινα αἴσθῃ καταγέλαστον καὶ τοῦ παντὸς ἡμαρτηκότα, τούτῳ καὶ εὐμενὴς εἶ καὶ φιλάνθρωπος καὶ ἄγασθαι οὐκ ὀκνεῖς τὴν σοφίαν ἰδίᾳ τε καὶ δημοσίᾳ· ὅταν δέ τινα θαυμάσωσι μὲν οἱ ἄνθρωποι, θαυμάσῃς δὲ αὐτὸς ἔνδον ἐν τῇ καρδίᾳ, τηνικαῦτα ἡ δυσμένεια καὶ τὸ νέφος κατὰ τοῦ προσώπου καὶ τὸ βλέπειν ἐχθρῶς οὐ μόνον τὸν ἐπαινούμενον, ἀλλὰ καὶ τοὺς ἐπαινοῦντας.
256 c ὡς οὐδὲν ἄρα ἄλλο χαλεπώτερον τίκτει ψυχὴ νόσημα φθόνου τε καὶ βασκανίας, καὶ μᾶλλον ὅσῳπερ ὁ νοσῶν ὀξύτερον βλέπει μὴ τὰ πρὸς αὐτὸν μόνον καὶ τὰ ἐγγύς, ἀλλὰ καὶ τὰ πόρρω καὶ τὰ μακρὰν ἀφεστῶτα.
256 d [5] Ἐγὼ δὲ προσεῖχον Ἡσιόδῳ τῷ ποιητῇ χυτρέα χυτρεῖ κοτέειν καὶ ἰπνοποιὸν ἰπνοποιῷ. νῦν δὲ ἤδη τινὲς ὑπὸ θράσους μεταβαίνουσιν ἐκ τῶν τάξεων ἀναμὶξ δι’ ἀγκύλων ἱππόται. τάττετε οὖν αὐτοὺς ἵναπερ καὶ ἐτάχθησαν ἐξ ἀρχῆς, καὶ μὴ συγχωρεῖτε ἐπιχειρεῖν γυμνούς τε καὶ χαμαιζήλους ἀναβεβηκόσι τε καὶ εὖ πεφραγμένοις, ἀλλ’ εἴπερ ἄρα ἀκρατῶς ἐπιθυμοῦσι τῶν σεμνοτέρων ἀγωνισμάτων, καταλιπεῖν μὲν τὰ λαισήια καὶ τὰς κτιδέας καὶ τὴν γρυμέαν, λαβεῖν δὲ ἀσπίδα ἀληθινήν, οἵαν Ὅμηρος λέγει τὴν Νέστορος, τὴν ἀκήρατον καὶ χρυσῆν καὶ τοῖς κανόσι συνηρμοσμένην, ἢ οἵαν Ἥφαιστος ἐχαλκεύσατο Ἀχιλλεῖ, ἐν ᾗ γῆ καὶ θάλασσα καὶ οὐρανὸς ἥλιός τε ὁπόσος καὶ σελήνη ἐξ ἐναντίας τά τε λοιπὰ σύμπαντα ἄστρα καὶ ἔτι τὰ ἀνθρώπεια πράγματα, οἱ πολεμοῦντες, οἱ γεωργοῦντες, οἱ χορεύοντες, οἱ γαμοῦντες, οἱ ποιμαίνοντες, οἱ δικαζόμενοι.
257 b [5] ἀλλ’ ὁρᾶτε ὅτι τηλικαύτην ἀσπίδα οὔ τι παντὸς ἀνδρὸς ἐνεγκεῖν, οὐ μὴν οὐδὲ τὸ οἷον εἰς Κόρινθον πλεῦσαι, ἀλλὰ τοῦ Πηλείδου τε καὶ Αἰακίδου τοῦ τεθραμμένου παρὰ Χείρωνι τῷ σοφῷ. ὅστις δὲ φυγάς τε ὢν καὶ ἀσθενέστερος τῶν ὅπλων ὅμως ὑπὸ φιλοτιμίας ἀποπειρᾶται, οὗτος τὸ μὲν πρῶτον παραφανεὶς διεπτόησέ τε καὶ διετάραξε τοὺς ἀντιπάλους, καί τινες καὶ ἀλλήλοις περιέπεσον ἐν τῷ ταράχῳ· ἀκμάσαντος δὲ τοῦ ἀγῶνος καὶ καταστάσης τῆς μάχης διηλέγχθη καὶ ἐγυμνώθη τῶν ἀλλοτρίων φραγμάτων.
257 c [5] βασκανίαν μὲν δὴ τούτων ἕνεκα καὶ ἔτι πλειόνων κακῶν ἀποκριτέον καὶ φυλακτέον, καὶ ὅτῳ ἂν εὑρίσκητε προσοῦσαν τὴν κῆρα ταύτην ἀπελαύνειν τε καὶ ἐκβάλλειν τοῦτον τῶν ἱερῶν, ὡς χαλεπώτερον λεύκης τὸ νόσημα κεκτημένον. Τέταρτον δὲ τύπον εἶναί φησι τὴν ἀψευδίαν καὶ τὸ ἑκόντας εἶναι μηδὲν μηδαμῆ προσδέχεσθαι τὸ ψεῦδος, ἀλλὰ μισεῖν, τὴν δὲ ἀλήθειαν στέργειν. ἄγαμαι οὖν ἐγὼ καὶ ταύτῃ τὸν νομοθέτην οἵῳ θριγκῷ περιβάλλει τὴν σοφίαν εἰς πάντα ἀληθῆ.
257 d [5] σκοπῶμεν δὲ μικρὸν ἀναλαβόντες. ἔστι που τἀληθὲς καὶ τὸ ψεῦδος πολὺ μὲν ἐν τοῖς μαθήμασι, πολὺ δὲ ἐν συμβολαίοις καὶ συναλλάγμασιν. ὁ οὖν μηδενὶ μηδαμῆ τῷ ψεύδει πάροδον ἀφιεὶς μῶν τι ὑμῖν δοκεῖ ξυγχωρεῖν μέρη μέν, ὥστε τὰ ἄρτια καὶ περιττὰ ἀληθεύειν καὶ περὶ τὰς πλευράς γε οὖν καὶ τὰς διαμέτρους, περὶ δὲ ὠνὰς ἢ πράσεις καὶ τὰ λοιπὰ κοινωνήματα διαψεύδεσθαι καὶ ἐξαπατᾶν τοὺς κοινωνοῦντας καὶ γράφοντα ἐν τοῖς γραμματείοις ἑκατὸν μνῶν ἐωνῆσθαι, τὰς πέντε καὶ εἴκοσιν ἀποστερεῖν; καίτοι τὸ μὲν ἐν τοῖς μαθήμασι ψεῦδος αὐτῷ μόνῳ βλαβερὸν τῷ ψευδομένῳ, τῳδὶ δὲ πρόσεστι καὶ ἡ κατ’ ἄλλου ἀδικία.
258 a [5] τί γὰρ ἡμῖν διαφέρει πρὸς τῶν θεῶν, εἴ τις ἑαυτὸν ἐξαπατᾷ, ὅτι τὰ ἐν τόπῳ Ἀριστοτέλης οὐκ ἔν τισι λέγει, ἢ ὅτι Πλάτων εἰς τετάρτην γενεὰν διαβιβάζει τὰς τιμωρίας, ἤ τινα ἄλλον ὅμοιον λῆρον; ταῦτα γὰρ οὐδέν, ὦ μακάριοι, πρὸς ἡμᾶς, ἐὰν μὴ πέμπωμεν ἐκεῖ μαθησόμενα τὰ παιδία.
258 b [5] ἀλλ’ ἐὰν ἃ μήποτε ἤκουσεν ὀμνύῃ λέγειν ἀκηκοὼς καὶ ῥᾷον ἐπιορκοίη Λυσάνδρου τοῦ Σπαρτιάτου καὶ μηδέποτε ὁμοφωνοίη τῇ γλώττῃ πρὸς τὴν διάνοιαν, ταῦτα ἄρα τὰ ψεύδη βλαβερὰ φῶμεν τοῖς εἰς τὸ παιδαγωγεῖον ἀφικνουμένοις ἢ πᾶσιν ὅσοις διὰ τὴν συνοίκησιν ἀναγκαῖον ἢ λόγου τινὸς τῷ τοιῷδε ἢ ἔργου κοινωνεῖν; οὐδεμία γὰρ μοχθηρία μᾶλλον δυσκοινώνητος ἀπιστίας, ἀλλ’ αὕτη ἐστὶν ἡ κακία, πρὸς ἣν μόνην καὶ φυλακῆς ἐξαποροῦμεν.
258 c [10] καὶ γὰρ δὴ ὃ μόνον ἐπορισάμεθα φυλακτήριον—λέγω δὴ τὸν ὅρκον καὶ τὴν ἐπίκλησιν τῶν θεῶν—τούτῳ αὐτῷ μάλιστα καταχρῆται εἰς τὸ ῥᾷον διαλανθάνειν, καὶ γελοῖον μὲν τὸ Στυγὸς ὕδωρ, γελοία δὲ ἡ Στὺξ ἐκείνη, λῆροι δὲ οἱ Ταρτάριοι δαίμονες, λῆρος δὲ αὐτὸς ὁ Τάρταρος, ὅταν δέῃ τι ἄπιστον ἄνδρα κακῶς δράσαντα ἐξαρνήσασθαι. διὰ ταύτην οὖν τὴν διπλόην καὶ θηρίου γίνεται ἄνθρωπος δυσμεταχειριστότερόν τε καὶ ἀγριώτερον. ἀκούομεν γὰρ σχετλιαζόντων τῶν ποιητῶν ὅτι ὄφιν μὲν ἐν οὔρεσι καὶ λέοντα θηρητὴρ ἀΐων τε καὶ εἰσορόων ἀλέοιτο. γνωστὴ μὲν γὰρ τῶν βουλή, γνωστὸν δὲ νόημα.
258 d [5] ἀνὴρ δ’ ἄλλα κέκευθεν ἐνὶ φρεσίν, ἄλλα δὲ βάζει· μῦθοι μὲν λεῖοι καὶ μείλιχοι, ἐχθρὰ δὲ ἔργα ἐπιβουλεύουσι καὶ συνοικοῦσι καὶ περισαίνουσι. δεινὴ δὲ ἡ παρρησία καὶ τὸ πρὸς πάντα ἰταμῶς ἔχειν, ὅσα μέσῃ τῇ ἀγορᾷ καὶ ὅσα ὑπὸ μάρτυσιν Ἕλλησί τε καὶ βαρβάροις ἔγραψέ τε καὶ ἐτεκτήνατο.
259 a [10] τοῦτο μὲν δὴ τὸ κακόηθες ψεῦδος πάμπαν ἐξελατέον φιλοσόφου ψυχῆς. Ἔστι δὲ δή τι καὶ ἕτερον ψεῦδος, ὃ τοὺς μὲν ἄλλους οὐ πάνυ δή τι λυμαίνεται, αἶσχος δέ ἐστι τῷ χρωμένῳ. γίνεται γὰρ οὐκ ἐν τῷ καθ’ ἑτέρου τι λέγειν ἢ πράττειν, ἀλλ’ ἐν τῷ περὶ ἑαυτοῦ καὶ τῶν ἑαυτοῦ. διπλοῦν δὲ τοῦτο καὶ δισχιδές· ἢ γὰρ ἐν τῷ φαυλότερα καὶ ἐλάττω λέγειν τῶν προσόντων ἀληθινῶς, ἢ ἐν τῷ μείζω τε καὶ σεμνότερα. καλεῖται δὲ τὸ μὲν ἐνδεέστερον εἰρωνεία, τὸ δὲ πλέον ἀλαζονεία.
259 b [5] τὸ μὲν δὴ ἐλλεῖπον τοῦ ἀληθοῦς κομψόν τέ ἐστι καὶ αἱμύλον καὶ ἐνίοτε οὐκ ἄχρηστον τῷ φιλοσόφῳ· καὶ διὰ τοῦτο 〈αὐτὸ〉 καὶ Σωκράτης παρελάμβανεν 〈ἐν〉 τοῖς λόγοις, ὁπότε ἐδεῖτο ἐπισκῶψαί τινα σοφιστὴν τύφου μεστὸν καὶ γέμοντα περισσοφροσύνης. μᾶλλον γὰρ αἰσθάνονται τῆς ἑαυτῶν οὐδενείας, ὅταν ἀμαθέστεροι διεξελέγχωνται τοῦ μηδὲν εἰδέναι προσποιουμένου. τὸ δὲ ἕτερον τὸ ὑπερβάλλον βαρύ τε καὶ ἐπαχθές, καὶ οὐδὲν οὕτως ἄκουσμα φορτικὸν ὡς ὁ καθ’ ἑαυτοῦ ἔπαινος, καὶ ταῦτα ἐπὶ παιδείᾳ, ἐφ’ ᾗ καὶ ἄλλων ἐπαινούντων ἐρυθριᾶν χρεὼν τοὺς ἀληθινῶς αὐτῆς ἐπηβόλους.
259 c [10] χαλεπὸν μὲν γὰρ καὶ χρηματιστῇ συγγενέσθαι οὐδὲν ἐθέλοντι ἐπαινεῖν ἀλλ’ ἢ τὸν πλοῦτον καὶ τὰ κυμβία καὶ τὰ ῥυτὰ καὶ τὴν πορφύραν καὶ τὰ χρυσία· ἀποκναίσειε δ’ ἂν καὶ στρατιώτης ἀλαζὼν καὶ οἷος ἐν τῇ κωμῳδίᾳ· ἀλλ’ οὐδὲν οὕτω πλήσμιον καὶ ἐμποιοῦν πολλὴν ναυτίαν ὡς τὸ ἄγασθαι καὶ ὑπεράγασθαι ἀγχίνοιάν τε ἑαυτοῦ καὶ ὀξύτητα καὶ εὐμάθειαν καὶ πολυμάθειαν καὶ μνήμην, βιβλία δὲ ἐξαριθμεῖσθαι τόσα καὶ τόσα τῶν Ἀριστοτέλους ἢ Πλάτωνος, ἀεί τε δὴ καὶ ἐφ’ ἅπαντι, κἂν συλλουσόμενον παρακαλῇς, κἂν συνδειπνήσοντα ἄγῃς, κἂν ὑπὲρ Αἰσχύλου πυνθάνῃ, κἂν ποία νῆσος Σιμωνίδου τοῦ μελοποιοῦ.
259 d [5] οὐδὲ προσειπεῖν τοὺς τοιούτους ἄνευ τῆς δυσχερείας ταύτης ὑπάρχει, ἀλλ’ εὐθὺς ὑπηχεῖ τὸ Δωδωναῖον χαλκεῖον, αἱ δύο καταφάσεις, καὶ ὁτιοῦν συνάγει οὕτω τὸ δεύτερον σχῆμα. Οὐ μὲν δὴ δωροδόκον γε ἐατέον τὸν ἄνδρα οὐδὲ φιλοκερδῆ τε καὶ φιλοχρήματον, ἢ πᾶσαι αὐτοῦ αἱ τῆς ψυχῆς ἐπιθυμίαι ἀπὸ τῶν μαθημάτων ἐκεῖσε ἀποχετεύσονται, ὥσπερ ῥεῦμα ἐπὶ τὸν πρανέστερον τόπον.
260 a [10] ἀλλ’ ὅσα μὲν σὺν δίκῃ παραλάβοιεν ἐκ πατέρων, τούτων προορᾶσθαι καὶ ἐπιμελεῖσθαι χρεὼν ὑπηρεσίαν φιλοσοφίᾳ κτωμένους, αὐτοὺς δὲ πλοῦτον οὐκ ἐργαστέον, οὐδ’ εἰς τὴν οἰκίαν παραδεκτέον τὸν ἕτοιμόν τε καὶ βρύοντα ἐκ τῆς ἀγορᾶς. οὐ γὰρ ἔχει φύσιν τοῦ ἔνθεν ῥέοντος καθαρὰς εἶναι τὰς πηγὰς καὶ δικαίας, ἅτε οὐχ ὑπὸ σκαπάνης ἢ δικέλλης ὀρωρυγμένας, ἀλλ’ ἔκ τινων ζοφερῶν τε καὶ ὀλεθρίων πόρων διὰ σκότου τε καὶ ὑπονόμων συλλεγομένας.
260 b [5] εἰ ἄρα τὸν νόμον τοῦτον διασώσομεν, οὐκ ἐπιτρέψομεν τοῖς φιλοσοφεῖν προσποιουμένοις δικῶν τε γίνεσθαι ἐργολάβοις καὶ ἀποκλείσαντας τὰ μουσεῖα περικυλινδεῖσθαι τῷ βήματι, διαπληκτιζομένους καὶ λοιδορουμένους ῥήτορσιν ὁμοῦ καὶ στρατιώταις, οὐδὲ ὑπομένειν ὅσα καὶ οἷα ὑπομένουσιν οἱ ἐπὶ ταύταις ταῖς ἐργασίαις νυκτηγρετοῦντές τε καὶ διημερεύοντες ἐν ταῖς δίκαις, ἐνίοτε εἰς τοὐπίσω ἀποπραττόμενοι τὸν μισθόν, ὅταν ἕλωνται οἱ μισθωσάμενοι τὰς εἰρηνικὰς συναλλαγάς.
260 c [10] πολλοῦ δὲ δεῖ συγχωρήσομεν αὐτὰ τὰ μουσεῖα δικαστήρια καθιστάναι καὶ πρατήριον ποιεῖν τοῦ δικαίου τὰ ἀνάκτορα τῶν Μουσῶν καὶ ἀναφύρειν τοὺς μανθάνοντας τοῖς δικαζομένοις, οὐδὲ τὸν Περσικὸν νόμον αἰσχυνομένους, ὃς διεχώρισε τῆς ἀγοραίου τύρβης τὰς ἐλευθέρους διατριβάς. Οὐκ ἐπιτρέψομεν δὲ οὔτε οἰκίαν οἰκοδομεῖσθαι εἰς ἣν οὔτε μεταλλέας ἐμισθώσαντο οὔτε τέκτονας οὔτε οἰκοδόμους, ἀλλὰ τά γ’ ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται, χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος, οὐδὲ λιμῷ ἄγχειν δημιουργούς, μηδὲ ζωγράφους εἰργνύναι, ὅτι μὴ δωτίνην τὰ φάρμακα ἐπαλείφουσιν.
260 d [5] ἀφήσομεν δὲ οὔτε ἀγρὸν δωρεὰν λαβόντας ὑπὲρ τῶν ὁρίων διαμάχεσθαι τῷ δεδωκότι, οὐδὲ τὸν κύαθον ποιεῖν ἀμφορέα, περιτεμνομένους ἀεὶ τῶν πλησίον, καθάπερ δή ποτε λέγεται Καρχηδονίους χωρίον ἰσομέτρητον βύρσῃ παρὰ Λιβύων αἰτησαμένους εἰς λεπτὸν ἱμάντα κατατεμόντας τὴν βύρσαν πολυπλασιάσαι τὴν δωρεάν· καὶ νῦν ἔτι Καρχηδόνιοι Βύρσαν τὸν τόπον ἐπονομάζουσιν, εἰρωνευόμενοι τὴν σμικρότητα τοῦ ὀνόματος πρὸς τὸ μέγεθος τοῦ χωρίου.
261 a [5] εἰ γάρ, ὦ φίλοι, τὰ τοιαῦτα ἡμῖν ὁ φιλόσοφος σπουδῇ ἀγαπήσει καὶ κατατενεῖται ὑπὲρ μιᾶς βώλου πρὸς τοὺς γειτνιῶντας, πότε οἷός τε ἔσται εἰς ἅπασαν τὴν γῆν ἐνιδεῖν; πότε τὴν ὅλην περιαθρῆσαι; πότε σμικρὰν ὑπολαβεῖν σὺν τῇ θαλάττῃ τριῶν ἢ τεττάρων πήχεων 〈ἕνεκα〉 μερμέρια κακὰ ἐργαζόμενος; πᾶσα γὰρ ἡ τοιαύτη ἀνανδρία σμικρᾶς τε καὶ ἀνελευθέρου ψυχῆς καὶ σφόδρα τὸ ὄστριον τοῦτο τιμώσης, καὶ δὴ καὶ ἐφ’ ὅσοις καλλωπίζονται ὡς κομψοῖς καὶ δεινοῖς καὶ πανούργοις, πλειστηριάζειν τε καὶ ὑπωνεῖσθαι, ἀποστερεῖν δὲ τοῦ σύμπαντος, καταδεῖν τε ἐν ἀφύκτοις ἄρκυσι τοὺς πρατῆρας, τοῦ μὴ τὸ ἔλλειμμα ἀποτῖσαι.
261 b [5] Εἰ δὲ δὴ συμβαίη τῷ οὕτω φιλοχρημάτῳ καὶ ὁμιλητὰς προσφοιτᾶν θριξὶν ὀλίγαις καθάπερ ἰχθῦς δελεασθέντας, ἰχθύων μὲν ἔσονται ἀναυδότεροι, μισθὸν δὲ ὅμως εἰσπράξεται ὁ διδάσκαλος τῆς ἀφωνίας, διαβριμώμενός τε καὶ τὴν αἰγίδα πυκνὰ ἐπισείων, μεταστρέφων τοὺς στατῆρας ἔνθεν καὶ ἔνθεν, μὴ παράσημοί τε καὶ ἐνδεεῖς, καὶ παιδάρια δυστυχῆ προσπατταλεύων, ὑπὸ πενίας καὶ ὀρφανίας πολλάκις ἐξαπορούμενα τοῦ μισθοῦ.
261 c εἶτα ἀπὸ τοῦ ῥυτῆρος ἐξελθὼν διαλέξεται ὅτι πᾶς ὁ ἐπὶ γῆς καὶ ὑπὸ γῆς χρυσὸς ἀρετῆς οὐκ ἀντάξιος. καὶ τί γὰρ ὁ πλοῦτος; πρᾶγμα γήινον καὶ ἐπίκηρον. καὶ ταῦτα ἐρεῖ παρεστηκότων ἔτι τυχὸν μειρακίων, ἃ ἀνηλεῶς κατεχόρδευσεν ἐν ταῖς βασάνοις, ὅτι ῥύπου τι προσῆν τῷ νομίσματι.
261 d [5] καὶ οὐκ εἴσεται ὅτι ὁ λόγος, ἂν μὴ τῷ τρόπῳ σύμφωνος ᾖ, ἀλλότριος γίνεται καὶ οὐ τοῦ λέγοντος, ὥσπερ ὁ Θερσίτης ἔλεγε τοῖς Ἀχαιοῖς, ὅν κεν ἐγὼ δήσας ἀγάγω. οὗτος γὰρ Ἀχιλλέως καὶ Αἴαντος ἦν· ὁ κυφὸς δὲ αὐτὸν οὐδὲν προσήκοντα ὑπεβάλετο.
262 a [10] ταύτῃ τοι καὶ κλαυθμυρίζεται ὁ γεννάδας καὶ ὑψηλολόγος καὶ ἀριστεύς, καὶ μαστιγοῖ αὐτὸν ὁ σοφώτατος τῶν Ἀχαιῶν, ἵνα μὴ λάλος καὶ περίεργος ᾖ καὶ ἐπεσβόλος καὶ δυσμεναίνῃ τοῖς ἀρίστοις καὶ θορυβῇ τὰς ἐκκλησίας. Ἀλλὰ γὰρ ἐν καιρῷ ὁ Θερσίτης αὐτόματός ποθεν εἰσερρύη τῷ λόγῳ καὶ ἔδωκεν αὐτῷ ἀψοφητὶ μεταβῆναι εἰς ἕτερον τύπον. κακηγόρους γὰρ δὴ περιέργους καὶ πολυπράγμονας οὐδὲ τοὺς ἀκολούθους τῶν φιλοσόφων ἐάσομεν εἶναι, ἀλλὰ πάντων μάλιστα ἀναγκάσομεν ἐκεῖνα τῶν Πλάτωνος καταμανθάνειν τε καὶ ἐπίστασθαι· οὐδὲ γὰρ εἰ κακῶς τις γέγονεν ἐν τῇ πόλει ἢ τῴ τι κακόν ἐστιν ἐκ προγόνων γεγονὸς ἢ πρὸς ἀνδρῶν ἢ πρὸς γυναικῶν, μᾶλλον αὐτὸν λέληθεν ἢ οἱ τῆς θαλάττης λεγόμενοι χόες.
262 b [5] σοφὸς γὰρ ἦν Αἴσωπος ὁ μυθοποιός, ὃς ἔφη τοὺς ἀνθρώπους δύο πήρας ἕκαστον φέρειν, τὴν μὲν ἔμπροσθεν, τὴν δὲ ὀπίσω· γέμειν δὲ κακῶν ἑκατέραν, ἀλλὰ τὴν μὲν ἔμπροσθεν τῶν ἀλλοτρίων, τὴν δὲ ὄπισθεν τῶν αὐτοῦ τοῦ φέροντος. καὶ διὰ τοῦτο οἱ ἄνθρωποι τὰ μὲν ἐξ αὑτῶν κακὰ οὐχ ὁρῶσι, τὰ δὲ ἀλλότρια πάνυ ἀκριβῶς θεῶνται. ἐγὼ δὲ ἐβουλόμην περιτετράφθαι μοι τὰς πήρας, ἵνα τὰ ἐμαυτοῦ μόνον ὁρῴην, τὰ τῶν ἄλλων δὲ μὴ δυναίμην.
262 c [5] οὐκ ἔστι γάρ, φασί, γλυκερώτερον ἢ πάντ’ εἰδέναι· καὶ ἐγώ φημι τἀγαθά. οἷα δὲ λέγει ὁ μάγειρος ὁ κωμῳδικὸς οὐδὲ ἐκεῖνα πάνυ ἐλυσιτέλει 〈τῷ〉 πυνθανομένῳ, ἀλλ’ ἐπέτριβε τοὺς δαιτυμόνας, ἐξαλλάττων τὰ ἡδύσματα. ἀλλ’ οὐκ ἐνταῦθα Καρίωνος τὸ κακὸν τὸ μέγα, ὅτι μοχθηρὰ ἡ τέχνη αὐτοῦ καὶ ἀλλόκοτος, ἀλλ’ ὅτι πονηρὸν ἀνθρώπιον ἦν καὶ 〈οὐκ〉 ἐπὶ τῷ ἔργῳ εἰς τὰς οἰκίας παρερχόμενον, ἀλλ’ ἵνα λαλήσῃ καὶ ψιθυρίσῃ καὶ διαβάλῃ καὶ ἐξενέγκῃ οὐχ ὅσα μάγειρον εἰκὸς μαστιγίαν, ὃς δικαίως ἐκρέματο, ἂν οὕτω τύχῃ, διὰ τὴν χρηστὴν φιλομάθειαν, ἐν τῇ σπυρίδι, ἀλλὰ καὶ τὰ ἀπόρρητα τῆς οἰκίας, οὐδ’ ὅσα ἀκήκοε μόνον, ἀλλὰ πολλὴ ἡ προσθήκη καὶ ἡ τῶν κακῶν ἐποικοδόμησις.
262 d ἀλλ’, ὦ μοχθηρὲ καὶ ἀπόπληκτε Καρίων, ἀκήκοας ὅτι ὁ δεῖνα λιβανωτοῦ τοῖς θεοῖς ἔθυσε· λέγε οὖν ὅτι λιβανωτοῦ· μόνον γὰρ τοῦτο ἀκήκοας, καὶ μὴ ὅτι παμμέλανας ταύρους, μηδὲ ὅτι κριοὺς ἐκτομίας.
263 a [5] σὺ δὲ καὶ εἴδωλα καταλέγεις ὅσα ἐκίνησε τὸν Πλάτωνα γοητεύσας. ἔπειτα ἂν μὲν ἀγαθὸν πύθῃ, στεγανὸς εἶ καὶ Ἀρεοπαγίτου σιωπηλότερος, ἐὰν δέ τινος κακοῦ ἐπιλάβῃ, καὶ Ἰλιάδα ἐξ αὐτοῦ ποιεῖς καὶ Ὀδύσσειαν, πολλὰ δὲ οὔτ’ αὐτὸς ἀκούσας οὔτε παρακούσας, ἀλλ’ αὐτὸς τεκὼν καὶ αὐτὸς ὑφήνας. ἔπειτα ἄχθῃ δῆθεν πρὸς τὸν εἰπόντα, κακοδαίμονά τε καὶ θεοῖς ἐχθρὸν ὀνομάζων, καὶ ἀπιστεῖν προσποιῇ καὶ ἀγανακτεῖς καὶ σχετλιάζεις.
263 b [10] ὅμως δὲ τὰ μὲν ἄπιστα καὶ σχέτλια καὶ ὀργῆς ἄξια λέγεις τε καὶ ἐκτραγῳδεῖς, καὶ ἐμπίπλης αὐτῶν μόνον οὐχὶ τοὺς νευρορράφους καὶ τοὺς βαλανέας, τὸν δὲ κακοδαίμονα ἐκεῖνον καὶ θεοῖς ἐχθρόν, ᾧ πάνυ χαλεπαίνῃ καὶ πρὸς ὃν πάνυ ἀγανακτεῖς, ἐάν τις πυνθάνηται καὶ ἐκλιπαρῇ, ἧττον ἂν εἰς φῶς ἀνάγοις ἢ τὴν μητέρα Πριάμου, ὅτι, οἶμαι, αὐτὸς ἐκεῖνος ὑπάρχεις, αὐτὸς ὁ ποιητὴς καὶ ὑποκριτὴς τῶν δραμάτων· ὀκνῶν δὲ αὐτοπρόσωπος ἀγωνίζεσθαι, ἐπὶ τὰ ἀνώνυμα πρόσωπα καταφυγγάνεις, ὥσπερ ἐν ταῖς τραγῳδίαις, ὅταν ὀνομάτων ἀπορῶσιν οἱ ποιηταί.
263 c [5] πολλάκις δὲ ὅλην ἄρας τὴν μηχανὴν θεούς τε καὶ δαίμονας τῷ δράματι ἐπεισάγεις. ἦ γὰρ οὐ τοιοῦτόν τι πρὸς Διὸς ἡ κατὰ τῶν ὀνειράτων συκοφαντία; καί, ὡς ἔοικεν, ὁ λυσιμελὴς ὕπνος καὶ ὁ πανδαμάτωρ τοὺς μὲν ἄλλους κακούργους κατακοιμίζει, τῷ κακηγόρῳ δὲ ἀφορμὴ γίνεται τῆς μοχθηρίας. καὶ εἰ μέν τι αὐτῷ χρηστὸν καὶ εὔφημον ὄναρ ἐπισταίη τῇ κεφαλῇ, ἀμένηνόν τε ὄντως ἐστὶ καὶ διὰ τῶν ἐλεφαντίνων ἥκει πυλῶν, τοῖς δὲ λοιδόροις τε καὶ βασκάνοις ἀναπεπταμέναι εἰσὶν αἱ πύλαι τῶν κεράτων, μᾶλλον δὲ οἱ μὲν ὄνειροι οὔτε ἥκουσιν οὔτε βούλονται, αὐτοὶ δὲ ἕλκουσι καὶ παράγουσι.
263 d [5] καὶ ἀκούσῃ ἕωθεν ἀνδρὸς κακηγόρου σκυθρωποῦ τε καὶ συννεφοῦς, ὅτι πράγματα ἔσχεν ἐν τῇ νυκτὶ τῇ προτέρᾳ ὑπὸ τῶν δαιμόνων, ὅτι συνεβάδιζε τῷ δεῖνι, καὶ συνειστιάθη ἀνδρὶ ἐξαγίστῳ τε καὶ ἀλάστορι καὶ τὰ καὶ τὰ ἐργαζομένῳ, καὶ δέος μὴ σύμπασα ἡ πόλις ἀπολαύσει τι κακὸν τοῦ ἀνθρώπου. ἆρα ὑμῖν ὁ τοιοῦτος ὕπαρ τε καὶ ὄναρ δοκεῖ ἄν ποτε δυνηθῆναι ἀφέμενος τοῦ σκαιοῦ τε καὶ ἐπαριστεροῦ τρόπου ἐπιδέξια ἀναβάλλεσθαι καὶ λαβὼν ἁρμονίαν λόγων ἀληθινὴν ὑμνῆσαι βίον θεῶν καὶ ἀνθρώπων, οἷα καὶ Ὁμήρῳ Ἀχιλλεὺς ᾄδει, ἡνίκα ἀπόμαχος ἦν, ἢ μᾶλλον οἷα καὶ αὐτὸς Ὅμηρος; ἴστε γάρ που ὅτι Ὅμηρος πάντα ὅσα ὀνομάζει καὶ ἐπαινεῖ καὶ οὐδὲ τὰ πάνυ φαῦλα ἀπαξιοῖ τῆς ἀγαθῆς μαρτυρίας, ἀλλὰ καὶ τὰ πέδιλα αὐτῷ καλὰ καὶ αἱ μάστιγες ἅπασαι φαειναί, ὑπεράγαται δὲ καὶ φυτὸν ἐν Δήλῳ πεφυτευμένον, καὶ οὐδὲ ὁ συβώτης αὐτῷ ὁ χρηστὸς ἀμοιρεῖ ἐν τοῖς ἔπεσιν εὐφημίας, ἀλλὰ πειρᾶται πείθειν ὑμᾶς ὅτι ὁ συφορβὸς τῶν ὑῶν ὄρχαμος ἦν τῶν ἀνθρώπων.
264 b [5] Θερσίτῃ δὲ ἄρα ἐλοιδορήσατο μόνῳ, ὅτι, οἶμαι, αὐτὸς ἐκεῖνος λοίδορός τε ἦν καὶ ὑβριστὴς καὶ ἔπη πολλὰ ἄκοσμα ᾔδει καὶ οὐκ ἐν τάξει αὐτοῖς οὐδὲ ἐν κόσμῳ ἐχρῆτο.