eul_wid: rye-aj
Ἐπὶ τῇ φιλανθρωπίᾳ τοῦ αὐτοκράτορος ΘεοδοσίουOn the Philanthropy of Emperor Theodosius
Themistius the Philosopher On the Philanthropy of Emperor Theodosius PDF
| t 1 | ΕΠΙ ΤΗΙ ΦΙΛΑΝΘΡΩΠΙΑΙ ΤΟΥ ΑΥΤΟΚΡΑΤΟΡΟΣ ΘΕΟΔΟΣΙΟΥ Ἐρρήθη δὲ ἐν τῇ συγκλήτῳ. |
| 225 c (2t) | Λυκοῦργον τὸν Σπαρτιάτην ἐν Δελφοῖς εἰς τὸ μέγαρον εἰσιόντα οὕτω προσεῖπεν ἡ Πυθία, Ἥκεις, ὦ Λυκόεργε, ἐμὸν ποτὶ πίονα νηόν, Ζηνὶ φίλος καὶ πᾶσιν Ὀλύμπια δώματ’ ἔχουσι. |
| 225 d | δίζω ἠὲ θεὸν μαντεύσομαι, ἢ ἄνθρωπον· ἀλλ’ ἔτι καὶ μᾶλλον θεὸν ἔλπομαι, ὦ Λυκόεργε. διὰ τί μᾶλλον θεόν, ὦ Λοξία; ἆρα ὅτι νίκας ἐνίκησεν ὁ βασιλεὺς οὗτος περιβοήτους καὶ ἐσώρευσε νεκροὺς πολεμίων; ἢ ὅτι ἐδορυφόρουν αὐτὸν αἰχμοφόροι καὶ μηλοφόροι χρυσῷ ἐσταλμένοι; ἢ ὅτι χρυσᾶ ἅρματα αὐτοῦ προεπόμπευε Νισαίων ἵππων; ἢ ὅτι αὐτὸς ἐκεκόσμητο στρεπτοῖς καὶ τιάρᾳ καὶ ἁλουργίδι; Ἀλλὰ τὸν μὲν Ἑλλησπόντιον ξένον εἰκότως ἐξέπληξεν αὕτη σύμπασα ἡ σκευὴ καὶ ἀλαζονεία, ὥστε θεὸν νομίσαι Ξέρξην τὸν Δαρείου· ἐγὼ δέ, φαίη ἂν ὁ Ἀπόλλων, ταῦτα μὲν οἶδα ὀλίγου ἄξια καὶ πολλοῖς ὑπάρξαντα μοχθηροῖς καὶ ἀνοήτοις δυνάσταις, οὓς οὐχὶ θεούς, ἀλλ’ οὐδὲ ἀνθρώπους ἄξιον προσειπεῖν, ὥσπερ αὐτὸν ἐκεῖνον τὸν Ξέρξην, οὕτως ἀπόπληκτον ὄντα ὥστε μαστιγοῦν τὴν θάλασσαν καὶ πέδας ἐμβάλλειν τῷ Ἑλλησπόντῳ· ᾧ παρ’ οὐδὲν ἦν καὶ ἐν φαύλῳ ἀνθρώπου ἀποτεμεῖν κεφαλήν. |
| 226 b | διὰ τοῦτο οὖν ὑπὲρ ἐκείνου μὲν εἴ τις με ἤρετο, οὐκ ἂν ἐδίστασα εἰ θεός, ἢ ἄνθρωπος ἦν, ἀλλ’ εἰ ἄνθρωπος, ἢ θηρίον. οὐδὲ γὰρ ὕστερον περὶ Νέρωνος τοῦ Ῥωμαίου εἰς τὸν αὐτὸν τοῦτον νεὼν ἡνίκα ἀφίκετο, ἐδίστασα εἰ θεὸς ἀφίκετο, ἀλλ’ εὖ ᾔδειν ὅτι θηρίον ἐν μορφῇ ἀνθρώπου. |
| 226 c | καίτοι ἀφίκετο κιθάραν μετὰ χεῖρας ἔχων καὶ ἐν στολῇ κιθαρῳδικῇ, ἣν ἐμοὶ φίλην ὑπολαμβάνουσιν οἱ ποιηταὶ καὶ οἱ ζωγράφοι· ἀλλ’ ὅτι ἡ ψυχὴ αὐτοῦ ἄμουσος καὶ ἀνάρμοστος ἦν, καὶ ἐνέπλησε φόνων τὴν ἀρχὴν οὐ μόνον ὀθνείων, ἀλλὰ καὶ ἐγγενῶν, διὰ τοῦτο οὐχ ὅπως ἥσθην εἰσιόντι, ἀλλ’ ἐμυσάχθην καὶ ἀπεστράφην καὶ ἀπεστεφάνωσα ἐξιόντα, λαβόμενος τῆς κόμης τῇ ταινίᾳ. ἐπεὶ οὐδὲ Κροῖσόν ποτε Λυδὸν ἐν μεγάλῳ ἐποιησάμην, καίτοι ἐμπλήσαντα τὸν σηκὸν πλίνθων χρυσῶν καὶ ἡμιπλινθίων, ἀλλὰ τρυφῆς ἦν καὶ οὐκ ἀρετῆς ὁ ποδαβρὸς ἐπωνυμία. |
| 226 d | Τί οὖν ἐστιν ὃ ἐν Λυκούργῳ κατανοήσας μᾶλλον ἐθέμην τῷ θείῳ προσρήματι ἢ τῷ ἀνθρωπίνῳ; ἡ πρᾳότης καὶ ἡ δικαιοσύνη καὶ ἡ εὐσέβεια καὶ ἡ τούτων ἔξαρχος φιλανθρωπία, καθ’ ἣν μόνον δύναται βασιλεὺς θεῷ ὁμοιοῦσθαι. |
| 227 a | παραλαβὼν γὰρ τὴν Σπάρτην ἀνομώτατα διακειμένην καὶ πολέμου ἔμπλεω μεστὴν εἰρήνης πανταχόθεν ἐποίησε καὶ εὐνομίας, καὶ οὕτω πρᾷος καὶ ἵλεως ἦν ὥστε καὶ τὸν ἐκκόψαντα αὐτοῦ τὸν ὀφθαλμὸν ἐν τῇ ἐκκλησίᾳ, καταλεύειν ὡρμημένων Λακεδαιμονίων, περισῶσαί τε καὶ ἐξελέσθαι, καὶ παραλαβὼν οἴκοι τὸν ἄνθρωπον οὕτω παιδεῦσαι καὶ ἡμερῶσαι ὥστε ἀντὶ κακοῦ πολίτου χρηστὸν ἄνθρωπον ἀποφῆναι. ἠπίστατο γάρ, ὡς ἔοικεν, οὗτος ὁ βασιλεὺς ὅτι οὐκ ἀντιβλάπτοντα χρὴ τὸν ἀγαθὸν βασιλέα, ἀλλ’ εὖ ποιοῦντα μείζω φαίνεσθαι τῶν ἠδικηκότων. |
| 227 b | ἀρετῆς γὰρ αὕτη νίκη, τιμωρία δὲ δυνάμεως. Τοὐντεῦθεν οὖν, ὦ φίλε Πύθιε, καὶ πρὸς ἡμᾶς σοι ἀποκριτέον. εἰ γὰρ μιᾶς πόλεως βασιλεὺς ἢ μέρους μικροῦ Πελοποννήσου, καὶ πένης μὲν αὐτός, πενήτων δὲ ἄρχων, σιτούμενος δὲ ἐν φιλιτίῳ καὶ πίνων ἐκ τοῦ Εὐρώτα, διὰ πρᾳότητα μόνον παρέσχε σοι ἀμφιβολίαν ὁποίῳ ὀνόματι προσρητέος, τί φαίης ἄν, ὦ μακάριε, περὶ τοῦ πάσης σχεδὸν βασιλεύοντος γῆς καὶ θαλάσσης, δι’ ὃν ὑποκύπτει μὲν Ῥωμαίοις ἡ ἕως, ἀτρεμίζει δὲ ἡ ἑσπέρα, σπένδει δὲ ἅπαντα φῦλα, ὅσα τε ἤδη ὑπ’ αὐτοῦ κυβερνᾶται καὶ ὅσοις ἐν εὐχαῖς ἡ τούτου ἐστὶν ἐπιτροπεία, ὅτι οὕτω πρᾷος καὶ ἥμερος καὶ γαλήνης γέμων ὥστε καὶ τοὺς ἀδικεῖν εἰς τὴν ἀρχὴν ἐλεγχθέντας ὑπὸ τοῦ νόμου κατακριθέντας ἐξελέσθαι τῆς τοῦ νόμου ἀνάγκης, καὶ ἐπαναγαγεῖν εἰς τὸν ἥλιον ἐκ τῶν πυλῶν τοῦ Ἀχέροντος; ἆρα διστάσεις καὶ ἐπισκέψῃ πότερον θεὸς ἢ ἄνθρωπος εἰσελήλυθεν ἡμῖν εἰς τὸν νεών, καὶ οὐκ ἀποφανῇ θαρραλεώτερον ἢ περὶ τῆς ψάμμου ὁπόση ἐστὶν ἐν τῇ γῇ, τούτῳ τῷ βασιλεῖ προσήκειν τῆς ἄνωθεν προσηγορίας; πάλαι μὲν γὰρ τοῦτο αὐτοῦ ἀγαστὸν ἦν ὅτι χρυσὸν ἑωρῶμεν πολλάκις ἐκ τῶν δημοσίων ταμιείων ἐπανιόντα πρὸς τοὺς οὐ δικαίως εἰσπεπραγμένους, νῦν δὲ εἴδομεν ἀνθρώπους ἐκ τῶν τοῦ Ἅιδου προθύρων εἰς τὸ ζῆν ἐπανιόντας, οὓς ὁ μὲν νόμος ἐκεῖσε ἀπήγαγεν, ὁ δὲ τοῦ νόμου κύριος ἐκεῖθεν ἐπανήγαγε, γινώσκων ὅτι ἄλλη μὲν δικαστοῦ, ἄλλη δὲ βασιλέως ἀρετή, καὶ τῷ μὲν προσήκει ἕπεσθαι τοῖς νόμοις, τῷ δὲ ἐπανορθοῦν καὶ τοὺς νόμους καὶ τὸ ἀπηνὲς αὐτῶν καὶ ἀμείλικτον παραδεικνύναι, ἅτε νόμῳ ἐμψύχῳ ὄντι καὶ οὐκ ἐν γράμμασιν ἀμεταθέτοις καὶ ἀσαλεύτοις. |
| 228 a | διὰ τοῦτο γάρ, ὡς ἔοικε, βασιλείαν ἐκ τοῦ οὐρανοῦ κατέπεμψεν εἰς τὴν γῆν ὁ θεός, ὅπως ἂν εἴη καταφυγὴ τῷ ἀνθρώπῳ ἀπὸ τοῦ νόμου τοῦ ἀκινήτου ἐπὶ τὸν ἔμπνουν καὶ ζῶντα. Δεῦρ’ ἴτε οὖν, ὦ φίλαι Μοῦσαι, αἳ τὸν νεὼν τὸν βουλαῖον ἡμῖν συνοικεῖτε, καί μοι συλλάβεσθε τοῦ ὕμνου, ὃν ἀπάρχομαι αὐτῷ ἐπὶ τῇ ἔναγχος φιλανθρωπίᾳ. |
| 228 b | ἰδοὺ γὰρ ὁ ἀνὴρ οὕτως ἀσπάζεται ὑμᾶς, ὥστε ὁμόσκηνον ποιῆσαι ὑμῖν τὴν βασιλίδα καὶ ἵστασθαι αὐτῇ ἄγαλμα ἐν τῷ αὐτῷ τούτῳ σηκῷ, ἵνα καὶ αὐτοῦ βασιλέως, ἵνα καὶ τοῦ παιδὸς τοῦ βασιλέως, καὶ διὰ τοῦτο ἔσονται ὑμῖν οἱ χοροὶ ἤδη γεραρώτεροι τῇ κοινωνίᾳ. ἀρκτέον δὲ ὑμῖν τανῦν οὐκ ἔνθεν ὅθενπερ Ὅμηρος παραγγέλλει. οὐ γὰρ μῆνιν ᾄσεσθε Οὐλομένην, ἣ μυρί’ Ἀχαιοῖς ἄλγε’ ἔθηκεν, ἀλλὰ πρᾳότητα καὶ φιλανθρωπίαν, δι’ ἧς ἐπέδειξεν ἅπασι βασιλεὺς ὅτι παντάπασιν αὐτῷ ἄπο θυμοῦ καὶ ἀλλοτρία ἡ μέλαινα ψῆφος. |
| 228 c | καὶ τοῦτο σημεῖον τοῦ λαθεῖν αὐτὴν βασιλέα, τὸ μέλαιναν μεῖναι. οὐ γὰρ δὴ ἐλθοῦσά γε εἰς αὐτὸν οὐκ ἀλλοχροήσει. τὴν μὲν γὰρ ἀσπίδα οἶδεν ἐπ’ ἄμφω νωμᾶν ἐπὶ δεξιά τε καὶ ἐπ’ ἀριστερά, τὴν ψῆφον δὲ ἐπὶ δεξιὰ μόνον, ἐπ’ ἀριστερὰ δὲ οὐκ οἶδεν. οὐδ’ ἔστιν αὐτῷ χρυσοῦ τάλαντα, ὥσπερ Ὅμηρός φησι τῷ Διί, ζωῆς καὶ θανάτου, οὐδὲ καθέλκεταί ποτε ἡ ῥοπὴ ὑπὸ τῆς θανατηφόρου ἡ ζωηφόρος, ἀλλ’ ἐξαίρεται ὑψοῦ ἀεὶ πρὸς τὸν οὐρανόν, χαμαὶ πιπτούσης τῆς ἐπὶ τὸν ζόφον ἀγούσης. |
| 228 d | ἀλλ’ οὐδὲ δύο πίθοι κατακείαται ἐν τῷ τοῦ βασιλέως ἐδάφει, ὥσπερ αὖ Ὅμηρος λέγει ἐν τῷ τοῦ Διὸς οὔδει κατακεῖσθαι δύο πίθους κηρῶν ἐμπλείους, τὸν μὲν ἐσθλῶν, τὸν δὲ ἕτερον τῶν ἐναντίων, βασιλεῖ δὲ οὐκ ἔστι πίθος ὁ τοῦ θανάτου, ἀλλ’ ὁ τῆς ζωῆς μόνον, μεστὸς ἀεὶ καὶ ὑπερχειλής, ἐξ οὗ ἀκράτου αὐτὴν ἀρύεται καὶ χορηγεῖ τοῖς ἀνθρώποις. |
| 229 a | πεπίστευκε γὰρ εὖ ποιῶν τῷ λόγῳ τοῦ Ἀσσυρίου, ὃς τὴν καρδίαν τοῦ βασιλέως λέγει ἐν τῇ τοῦ θεοῦ παλάμῃ δορυφορεῖσθαι, ἣν οὐχ οἷόν τε γράμμασι θανατηφόροις ἑαυτὴν συνεπιδοῦναι, ἀλλ’ ἀνάγκη τὸν ἐκεῖνα τὰ γράμματα γράφοντα εὐχερῶς ἐξολισθαίνειν τῆς χειρὸς τῆς ἀεὶ χορηγούσης ζωήν. Ἄνωθέν τοι, βασιλεῦ, ἡ πολιτεία τὸ τῆς θειότητος ὄνομα ὑμῖν ἐπεφήμισεν, οὐχ ὅτι πολὺς χρυσὸς ὑμῖν ἐν ἐξουσίᾳ, οὐδ’ ὅτι στέφανοι καὶ ἁλουργίδες ἐν περιουσίᾳ, οὐδ’ ὅτι πλούσιον ἐκ πένητος παραχρῆμα ποιῆσαι ῥᾳστώνη ὑμῖν—ταῦτα γὰρ πάντα χθαμαλώτερα τοῦ οὐρανίου καὶ τῆς πρὸς ἐκεῖνον εἰκόνος—ἀλλ’ ὅτι μόνῳ θεῷ καὶ βασιλεῖ ἐν ἐξουσίᾳ ἐστὶ ζωὴν ἐπιδοῦναι. |
| 229 b | οὐδεὶς γὰρ ἐν ταῖς ἐπικλήσεσι τοῦ θεοῦ τὸν νικητὴν ἢ τὸν θριαμβευτὴν ἀνακαλεῖται ἢ τὸν Γερμανικὸν ἢ τὸν Σκυθικόν, ἀλλὰ τὸν φιλάνθρωπον καὶ τὸν εὐσεβῆ καὶ τὸν σωτῆρα. ταύτης ἀνθεκτέον σοι τῆς ἀρετῆς καί σε οὔποτε ἐκείνη ἡ χεὶρ ἀφ’ ἑαυτῆς ἀποσείσεται, ὡς ἀπεσείσατο Νέρωνα, ὡς Δομετιανόν, ὡς τὸν τοῦ Σεβήρου· ἀλλ’ οὐ Τραϊανόν γε οὐδὲ Μάρκον οὐδὲ Ἀντωνῖνον, τοὺς σοὺς πολίτας καὶ ἀρχηγέτας, ἐξ ὧν πόρρωθεν ἡμῖν ὁ θεὸς τὴν σὴν βασιλείαν ἐφροιμιάζετο. |
| 229 c | τοῦτο ἐγὼ τὸ τρόπαιον λαμπρότερον ὑπολαμβάνω τοῦ Σκυθικοῦ, καίτοι κἀκεῖνο ἤγειρας μόνος καὶ ἄνευ τῶν ὅπλων· πρὸς τοῦτο δὲ οὐχ ὅπως συνήρατό σοι ὁ σίδηρος, ἀλλὰ καὶ ἠμβλύνθη. οἷον οὐκ ἤγειρεν ὁ Φιλίππου ὁ μέχρι Ἰνδῶν διαβὰς ἐκ Μακεδονίας, ἀλλὰ Δαρείου μὲν ἐκράτει καὶ Πώρου, τῆς Κλείτου δὲ παροινίας ἡττήθη, καὶ οὐκ ἠμύνατο οἴνῳ τὸν οἶνον, ἀλλὰ σιδήρῳ, οὐδὲ τὴν αὐθάδειαν πρᾴως ἤνεγκε τὴν Φιλώτου, πρὸς τὴν ἑταιρίαν σοβαρώτερον ἐκλαλήσαντος, ἀλλὰ προσαπώλεσε τῷ Φιλώτᾳ καὶ Παρμενίωνα. |
| 229 d | Ἀλλὰ σύ γε, ὦ θεοειδέστατε αὐτοκράτορ, διὰ τοὺς μηδὲν ἠδικηκότας, καὶ τοῖς ἁμαρτάνουσιν ἐνδέδωκας συγγνώμην, καὶ παραπλησίως ἀθῷον ἀφῆκας τῷ καθευδήσαντι δυστυχῶς τὸν μάταια μεριμνήσαντα. οὕτω σοι καὶ μικρὰ ῥοπὴ πρὸς φιλανθρωπίαν ἀντὶ μεγάλης ἐστίν. |
| 230 a | αἴτιον δέ, ὅτι πέφυκας θεοειδής· ἕκαστος δὲ μικροῦ δεῖται ὑπεκκαύματος ἐπὶ τὴν ὁρμὴν τῆς φύσεως. καὶ πάλαι μὲν οὐ διεκέκριτο ἐν τῷ τοιῷδε ἐγκλήματι ἀδίκημα δυστυχήματος, ἀλλ’ ἐν ἴσῳ καθειστήκει τὸ βουλεῦσαί τι τῶν ἀθέσμων καὶ τὸ πυθέσθαι μὴ προελόμενον. καίτοι τῆς φύσεως ἔγκλημα ἦν τοῦτο ἢ τοῦ ἀνθρώπου, ὅτι τὴν ἀκοὴν ἐποίησεν ἀναπεπταμένην, καὶ οὐχ ὥσπερ τὰ βλέφαρα καὶ τὸ στόμα ἐφ’ ἡμῖν κλείειν καὶ ἀνοιγνύναι, οὕτω καὶ τὰ ὦτα, ἀλλ’ αὕτη μόνη σχεδὸν ἡ αἴσθησις ἐκπέφευγε τὴν ἐφ’ ἡμῖν ἐξουσίαν, καὶ δέχεσθαι ἀνάγκη πᾶν τὸ προσπῖπτον αὐτῇ, ὥσπερ οἴκημα ἄθυρον καὶ ἀνεῳγμένον. |
| 230 b | Σὺ δὲ τὴν μὲν ἀκοὴν ἐξεῖλες παντάπασι τῶν ἐγκλημάτων, κόλασιν δὲ καὶ ῥήμασι συνεχώρησας, καὶ τῆς πράξεως αὐτῆς οὐ δεχομένης ὑπερβολὴν προήκω ῥῆμα τοῦ ἔργου θαυμασιώτερον. ἁπάντων γὰρ ἡμῶν τὴν ἀνεξικακίαν τεθαυμακότων, σὺ βραδυτῆτα αὐτῆς ᾐτιῶ. τοῦτο δὲ οὐδὲν ἄλλο ἐστὶν ἢ ἀγανακτοῦντος ὅτι μὴ προὔλαβες τῇ συγγνώμῃ τὸν ἔλεγχον τοῦ πλημμελήματος, μηδὲ ταχυτέραν ἐποίησας τῆς κατεχούσης ψήφου τὴν ἀφιεῖσαν. |
| 230 c | ἐπεὶ τῆς ταχυτῆτος ἐκείνης τί ἂν γένοιτο ἀθροώτερον; οὐ γὰρ κατὰ μικρὸν ὑφῆκας τῆς ὀργῆς οὐδὲ κατ’ ὀλίγον ἠλάττωσας τὸν φόβον τοῖς ὑπευθύνοις οὐδὲ ἐνδιέτριψας τῇ γνώμῃ μετὰ τὸ δικαστήριον ἐφ’ ὅ τι ὁρμήσεις, ἀλλὰ προκατέλαβε τὴν σκυθρωπὴν ψῆφον ἡ θεόσδοτος οὕτως ἀκαρῆ καὶ ἀμελλητί, ὥστε προτέραν πολλοῖς τῆς χαλεπῆς ἀκουσθῆναι. καὶ τότ’ ἐγὼ μόνον ᾐσθόμην φωνῆς νικώσης τῷ τάχει τὴν τῷ Ἡφαίστῳ τελουμένην λαμπαδηφορίαν, καὶ διὰ πομπίμων ἐξ ἄλλων εἰς ἄλλους σταδίους τόσους καὶ τόσους ὥσπερ φρυκτωρίας διαπεμπομένην· ὥστε ἀνατεταμένας τὰς χεῖρας τὰς τῶν δημίων καὶ μετέωρα ἤδη τὰ ξίφη κατασχεῖν τὴν φωνὴν τὴν σωτήριον. |
| 230 d | ταύτην οὖν φῶμεν βραδεῖαν φιλανθρωπίαν, ἣν οὐ προὔλαβον αἱ μάχαιραι ἐπικείμεναι τοῖς αὐχέσιν; ἀλλ’ ὁ μὲν Ζεὺς ὁ παρ’ Ὁμήρῳ, καίτοι παιδὸς ὄντος τοῦ Σαρπηδόνος, εἰ δεῖ πείθεσθαι Ὁμήρῳ κομψευομένῳ, ὀκνεῖ λῦσαι τὴν πεπρωμένην, καὶ θελήσας μεταγινώσκει, παραπεισθεὶς ὑπὸ τῆς Ἥρας· βασιλεὺς δὲ ἀνάγκην οὐχ ἥττω ἀπαραιτήτου δικαστηρίου διαλύει ἀμεταμελήτως, συμψήφου τῆς ὁμοζύγου οὔσης αὐτῷ καὶ ἀεὶ βουλευούσης εἰς μίαν, ἑπομένου δὲ ἀμφοῖν καὶ τοῦ παιδὸς τοῦ ἀγαπητοῦ, ὃν ἐν τοῖς αὐτοῖς ἤθεσι καὶ ἐκτρέφουσι καὶ ἐξασκοῦσιν, ἀμφιθαλοῦς ἀτεχνῶς καὶ ἀμφιδεξίου. |
| 231 a | ὅτῳ γὰρ ἂν μᾶλλον ἐοικὼς ᾖ τῶν γειναμένων, εὐσεβεῖ τε αὐτῷ καὶ φιλανθρώπῳ εἶναι προσήκει. |
| 231 b | Ἀλλὰ ἐκεῖνοι μὲν οὕτως· ὧν δὲ τὰ ἐγκλήματα πρότερα ἦν καὶ τῆς φύσεως μᾶλλον τῶν ὤτων ἢ τῆς προαιρέσεως ἁμαρτήματα, ἆρ’ οὗτοι ἐδεήθησαν χρόνου, ἢ μικρᾶς γέ τινος μελλήσεως πρὸς τὴν ἄδειαν; ἀλλὰ μὴν πᾶς αὐτίκα ἐξεκέκοπτο αὐτῶν φόβος τῆς διανοίας καὶ ἀθρόον ἑώρταζον ἑορτήν, ὥσπερ οἱ μηδεπώποτε ἐγκεκλημένοι καὶ ἐκ μορφῆς ἀθεραπεύτου καὶ ὑποπεπτωκυίας μετεμορφοῦντο εἰς χλιδῶσαν καὶ γέμουσαν γήθους. Ταύτην ἐγὼ τὴν μεταμόρφωσιν ἠγάσθην ἢ ἣν παρ’ Ὁμήρῳ μετεμόρφωσεν ἡ Ἀθηνᾶ τὸν Ὀδυσσέα, ἐκ ῥικνοῦ καὶ ῥάκια ἠμφιεσμένου μεταβαλοῦσα εἰς εὐείμονα καὶ σφριγῶντα, ἡνίκα τῷ παιδὶ ἔμελλεν ἀναγνωρισθῆναι. |
| 231 c | ἐπιπόλαιος γὰρ αὕτη τοῦ σώματος ἡ μεταβολή· σὺ δὲ τὰς ψυχὰς αὐτῶν σὺν τῷ σώματι μετεμόρφους. καὶ τὴν σὴν ἔγωγε ῥάβδον οὐχ ἧττον ἂν εἴποιμι καλὴν καὶ χρυσῆν ἢ τὴν τοῦ Ἑρμοῦ φησιν Ὅμηρος. ἐγείρει γὰρ αὕτη οὐκ ἐξ ὕπνου, ἀλλ’ ἐκ θανάτου. αὕτη φυλακτήριόν ἐστιν ἀρρηκτότερον τοῦ σιδήρου, αὕτη μᾶλλον διατηρήσει τὴν σὴν βασιλείαν ἢ πυρκαϊαὶ καὶ φλεβῶν ἐκτομαὶ καὶ πελέκεις, ἃς οἱ τυραννικώτατοι Ῥωμαίων προσάγοντες ὁσημέραι τοῖς ἀνθρώποις οὐκ ἐπεῖχον τὸ μῖσος, ἀλλ’ ἐξηγρίαινον. |
| 231 d | Οὐ μὴν οἱ σοὶ πρόγονοι καὶ ἀρχηγέται, ἀλλ’ αἰδοῖ μᾶλλον ᾤοντο δεῖ καὶ εὐνοίᾳ πλέον ἢ φόβῳ κατέχειν τοὺς ὑπηκόους. δυσκαταγωνιστότερον δὲ φυλακτήριον εὔνοια φόβου. |
| 232 a | φόβῳ μὲν γὰρ εὔνοιαν οὐκ ἴσμεν καταλυθεῖσαν, εὐνοίᾳ δὲ δυνάμεις πολλάς. αὐτίκα τοῖς μὲν ἐκ πρᾳότητος εὐδοκίμοις τῶν αὐτοκρατόρων, ὅσοι μὴ λίαν ὀλίγωροι καὶ ἐκκεχυμένοι, εἴ τις καὶ ἀνέφυ ἐπιβουλή, αὐτίκα κατεσβέσθη πρὶν ἐξαφθῆναι· τοῖς δὲ χαλεποῖς ἐκείνοις καὶ ἀνημέροις ἀεὶ τοὺς ἁλισκομένους ὑποτεμνομένοις οὐκ ἐπέλιπον οἱ κατεγχειροῦντες. γελοῖος γὰρ διδάσκαλος ἦν τῆς τυραννικῆς ἀσφαλείας ὁ τοὺς ἀστάχυας ἀποτέμνων τοὺς ὑπερέχοντας τοῦ ληίου. |
| 232 b | οὐ γὰρ τοσούτους γε ἂν ἀποτέμοι ὥστε μή τινας ἀπολείπεσθαι ὑψηλοτέρους τῶν ἀτμήτων ἀεὶ μενόντων. τοῦτο γὰρ δὴ τὸ σχετλιώτατον τῆς τῶν τυράννων δειλίας, ὅτι πάντας κτείνοντες οὓς δεδίασιν ἄχρι τοῦ μηδένα φοβεῖσθαι προελθεῖν οὐ δύνανται. Οἶδά σου καὶ τὴν ἱερὰν ἐγκέλευσιν, ὦ βασιλεῦ, ἣν ἐνεκελεύσω τοῖς δικασταῖς, παραπέμπων ἐπὶ τὴν κρίσιν. καὶ πρὸς τὸν εἰπόντα ὅτι πρὸ πάντων φροντιστέον ἐστὶ τῆς ἀσφαλείας τῶν αὐτοκρατόρων, μᾶλλον μὲν οὖν, ἔφησθα, τῆς ἀγαθῆς δόξης. |
| 232 c | οὐ γὰρ ζωῆς μῆκος διωκτέον τῷ βασιλεῖ, ἀλλ’ ὑπεροχὴν ἀρετῆς. ἐπεὶ καὶ Διονύσιος καὶ Τιβέριος ἐγκατεγήρων ταῖς μοναρχίαις, ἀλλὰ τὸ γῆρας αὐτῶν οὐδὲν ἄλλο ἦν ἢ μακροτέρα κακοδοξία. ἀλλ’ ὅ γε οὕτω φρονῶν καὶ περὶ πλείονος τὴν ἀγαθὴν δόξαν ἢ τὴν σωτηρίαν ποιούμενος τί ἄλλο ἢ κακονουστέρους ὑπολαμβάνει τοὺς πρὸς εὔκλειαν αὐτῷ ἐμποδὼν ὄντας τῶν τῷ σώματι ἐπιχειρούντων; ἐγὼ οὖν οὐκ ἄν σοι προσᾴδοιμι ἔτι τοὺς Πλάτωνος λόγους οὐδὲ μὰ Δία τοὺς Ἀριστοτέλους, οὐδὲ μὴν ἐμαυτοῦ τι ἂν εἴποιμι παράγγελμα ἢ νουθέτημα, ἀλλ’ ἣν αὐτὸς ἐγέννησας γνώμην, ταύτην ἀπόχρη σοι μόνην εἰδέναι τε καὶ ἐπισκοπεῖν, πότερον ἐν τῇ πράξει πλέον τὸ καλὸν ἢ τὸ κερδαλέον, καὶ πότερον ἀθόλωτος ὁ λόγος ἐξορμᾷ σε ἐπὶ τὴν πρᾶξιν, ἢ ἐπαχλύεται ὁ λογισμὸς ὑπό τινος πάθους. |
| 232 d | χαλεπώτατον γὰρ ἐκεῖνο τὸ πάθος, ὃ προεκπηδᾷ τοῦ λόγου ἐν ἐξουσίᾳ. Καὶ διὰ τοῦτο Πέρσαι καλῶς Κῦρον μὲν πατέρα, Καμβύσην δὲ δεσπότην, Δαρεῖον δὲ κάπηλον ἐπωνόμαζον. |
| 233 a | ποιεῖ δὲ πατέρα μὲν δικαιοσύνη, θυμὸς δὲ δεσπότην, κάπηλον δὲ φιλοχρηματία· θεία δὲ μόνη ἡ τοῦ πατρὸς ἐπωνυμία· —πατέρα γὰρ ἀνθρώπων καὶ τὸν Δία οἱ ποιηταὶ ἐπονομάζουσι—τῶν δὲ ἄλλων ἡ μὲν θηριώδης, ἡ δὲ καὶ ἀνδραποδώδης. φύεται μὲν οὖν καὶ ἐν σμήνεσιν αὐτοφυής τις καὶ αὐτοδίδακτος βασιλεύς, ᾧ συμπεριβομβεῖ καὶ συμπεριπέτεται ἑκούσιον τὸ σμῆνος καὶ σὺν χαρμονῇ, φύεται δὲ καὶ ἐν ἀνθρώποις, ἀλλὰ σπανίως γε οὗτος καὶ ἐν μακρῷ χρόνῳ, ὅταν ἄμφω συμπέσῃ καὶ συνομαρτήσῃ τῷ κάλλει τῆς ψυχῆς καὶ ἡ τοῦ σώματος ἀγλαΐα. |
| 233 b | καὶ οὗτός ἐστιν ἀτεχνῶς ὁ μέγας βασιλεύς, καὶ οὔτε χωλὸν οὔτε κολοβὸν αὐτοῦ τὸ κάλλος, ἀλλ’ ἄρτιον καὶ ὁλόκληρον. ὥστε Ἀλέξανδρος μὲν ἐμακάριζε τὸν Ἀχιλλέα, ὅτι Ὁμήρου ἔτυχε κήρυκος, ἐγὼ δὲ ἐμαυτὸν εὐδαίμονα ὑπολαμβάνω, ὅτι σὲ κηρύττειν ἔλαχον οἱ ἐμοὶ λόγοι. καὶ τοῦτο οὐκ ἄν τις φαίη κολακείαν μᾶλλον ἢ ἀλήθειαν. |
| 233 c | ὧν γὰρ ἴσμεν αὐτοκρατόρων ἢ ὧν ἀκούομεν, πλὴν δυοῖν τοῖν ἐνδοξοτάτοιν, οὐδεὶς ἂν ἕτερος τὸν αὐτὸν σοὶ τρόπον ἓν κτῆμα τοιοῦτον μεταχειρίσαιτο. |