eul_wid: clc-aa
ἈπόσπασμαOn Vision and Light
Aristombrotus the Philosopher On Vision and Light PDF
| 53 (24t) | Περὶ ὄψεως Stob. 1.52.21 p. 490 Wa. Ἀριστομβρότου Περὶ ὄψεως. ὄψις καὶ φῶς καὶ ἀὴρ φυσικὴν ἔχει σύγκρασίν τε καὶ συγγένειαν ποτ’ ἄλλαλα. [λαμπρῶς ὁρῆ] καὶ 〈γὰρ〉 ἀὴρ πᾶς τῷ λαμπρῷ διορῆται· συμβέβηκε δὲ καὶ τὴν ὄψιν καὶ τὸν ἀέρα εἶμεν 〈μέλαν〉, ἀλλὰ τὴν μὲν ὄψιν μέλαιναν καὶ ὑγράν, τὸν δὲ ἀέρα μέλανα καὶ ἀραιόν· ἐνυπόκειται δὲ καὶ τῇ ὄψει καὶ τῷ ἀέρι [καὶ] τὸ δυνάμει διαφανές, ἀλλὰ τᾷ μὲν ὄψει τὸ συγγενὲς φῶς, τῷ δὲ ἀέρι τὸ ἀπὸ τῶ ἁλίω. |
| 54 | ὅτι δ’ ἁ ὄψις ὑγρὰ ἔασσα φάος ἔχει συγγενές, δείξαιτο κά τις ἐκ τῶνδε· πρᾶτον μὲν τῷ διαφανέα καὶ λαμπρὰν εἶμεν· πᾶν γὰρ τὸ διαφανὲς καὶ λαμπρὸν οὐκ ἄνευ τινὸς 〈φάεος· τὸ δὲ〉 φάος ἐκ τᾶς ὄψιος ἢ διά τινος παραθλίψεως ἢ καὶ παρατρίψεως. |