eul_wid: rye-aq
Φιλάδελφοι ἢ περὶ φιλανθρωπίαςPhiladelphians or-Philanthropy
Themistius the Philosopher Philadelphians or Philanthropy PDF
| t 1 [5] | ΦΙΛΑΔΕΛΦΟΙ Η ΠΕΡΙ ΦΙΛΑΝΘΡΩΠΙΑΣ Οὐδέποτε, ὦ βασιλεῖς, ἀναγκαίαν εἶναί μοι τὴν διάλεκτον τὴν κρατοῦσαν ὑπολαβών, ἀλλ’ ἱκανὸν ἀεὶ νομίσας τὴν πάτριον καὶ Ἑλληνικὴν ἀποχρώντως μεταχειρίζεσθαι, νῦν, εἴπερ οἷόν τε ἦν, διημειψάμην ἂν τὴν γλῶτταν πρὸς τοὺς ἐκείνης τῆς λέξεως ἐπιστήμονας, ὥστε μὴ δι’ ἀλλοτρίας ὑμῖν φωνῆς συγγενέσθαι. |
| 71 d [5] | ὅμως δ’ εἰ καὶ τοῦτο ἀμήχανον, ἀλλ’ οὐκ ἐνιαυτοῦ μοι δεήσει πρὸς ἐμπειρίαν τῶν συνήθων ὑμῖν ῥημάτων, ὥσπερ πάλαι Θεμιστοκλεῖ τῷ Νεοκλέους. ὁ μὲν γὰρ οὐ χρηστὰ νοῶν εἰκότως οὐδένα προῃρεῖτο ἐξηγητὴν ὑπὲρ ὧν ἔμελλε τῷ βασιλεῖ διαλέγεσθαι, ἐγὼ δὲ εὐξαίμην ἂν ἅπαντας ἀνθρώπους γενέσθαι διακόνους μοι καὶ ἑρμηνέας τοῦ μέλλοντος λόγου· οὕτω πέποιθα μᾶλλον τῇ διανοίᾳ τῶν ῥηθησομένων ἢ τοῖς ὀνόμασι. |
| 72 a [5] | πάντως δὲ καὶ ὑμῖν κριτέον τοὺς λόγους, οὐ τὰ ῥήματα ἐξετάζοντας, ἀλλὰ τὴν γνώμην, καὶ μάλιστά γε τοὺς τῶν φιλοσοφεῖν προσποιουμένων. Ἔχει γὰρ οὕτως. ἄνωθεν, ὦ βασιλεῖς, εὔνοια καὶ συγγένεια βασιλείᾳ πρὸς φιλοσοφίαν ἐστὶ καὶ ἐπὶ τὴν αὐτὴν χρείαν κατέπεμψεν ὁ θεὸς ἀμφοτέρας εἰς τὴν γῆν, ἐπιμελεῖσθαι καὶ ἐπανορθοῦσθαι τοὺς ἀνθρώπους, τὴν μὲν διδάσκουσαν τὰ ἀγαθά, τὴν δὲ χορηγοῦσαν. |
| 72 b [5] | τοῦτο τοίνυν αὐτὸ πρῶτον ποιοῦμαι τῆς ὑμετέρας φύσεως σημεῖον, ὅτι τὴν συγγένειαν ταύτην οὐκ ἠγνοήσατε οὐδὲ πεπόνθατε ταὐτὸν τοῖς πολλοῖς, οἳ διὰ τοὺς νόθους τοῦ πράγματος δυσχεραίνουσι καὶ τοὺς γνησίους. ἀλλ’ οὐχ ὑμεῖς, ἀλλ’ οὐδὲν οἴεσθε προσήκειν τοῖς ἰατροῖς τοὺς φαρμακέας οὐδὲ τοῖς ῥήτορσι τοὺς συκοφάντας, οὐδὲ ἄλλῃ τέχνῃ τοὺς ἃ μὴ πέφυκε τῇ τέχνῃ χρωμένους, καὶ διὰ τοῦτο τῶν βασιλείων οὐκ ἀπεληλάκατε τὸ τριβώνιον, οὐδὲ ἧττον ἔντιμον παρ’ ὑμῖν στρατηγίας καὶ σατραπείας. |
| 72 c [5] | Εὐριπίδης μὲν γὰρ ἢ ὅστις δήποτέ ἐστιν ὁ ποιήσας Σοφοὶ τύραννοι τῶν σοφῶν συνουσίᾳ, οὐκ ἦν οἶμαί που πυκνῆς διανοίας. οὐ γὰρ ἄν ποτε εὔνουν ὑπέλαβε τυραννίδι φιλοσοφίαν οὐδὲ τὰ ἀλλοτριώτατα ὁμοήθη ἀρετὴν ὑπάρχειν καὶ μοχθηρίαν. |
| 72 d [5] | ἀλλ’ ὥσπερ οἱ λίαν μελαγχολῶντες ἀποκλείουσι τοὺς θεραπεύοντας, οὕτω σοφίαν τυραννὶς οὐ προσίεται. Πλάτωνα γοῦν ἐπίπρασκε Διονύσιος καὶ Νέρων Μουσώνιον ἐξεκήρυττε καὶ εἷργε τὸν ἐκ Τυάνων ὁ ἀδελφοκτόνος. τῶν γὰρ αὐτῶν ἦν, ὡς ἔοικε, καὶ εἰς ἀδελφοὺς δυσσεβεῖν καὶ εἰς φιλοσόφους, ὥσπερ γε τοὔμπαλιν ἀναγκαῖον οἰκείαν καὶ ἔντιμον εἶναι φιλαδελφίᾳ φιλοσοφίαν. καὶ τοῦτο οὖν κακῶς ἡ τραγῳδία, καὶ πρός γε ἔτι κάκιον, ὅταν θεὸν λέγῃ τὴν τυραννίδα· καὶ γὰρ οὕτως εἰς ταὐτὸν πλημμέλημα περιίσταται. |
| 73 a [5] | ὁ γὰρ θεὸς ὅ τι περ ἀκρότατον τῆς σοφίας, μᾶλλον δὲ αὐτοσοφία, καὶ ἐξῆν τῷ Εὐριπίδῃ ἀναβλέψαντι εἰς τὸν οὐρανὸν καταμαθεῖν καὶ διδαχθῆναι ὅτι μὴ τυραννίδος ἐστὶ τὰ ἐκεῖ, ἀλλ’ εὐδαίμονος βασιλείας εὐδαίμονα ἔργα, οὐ πρὸς ἐξουσίαν ἄκριτον ἀποχρωμένης τῇ τῆς δυνάμεως περιουσίᾳ, ἀλλὰ κατὰ τοὺς νόμους τοὺς ἑαυτῆς διεξιούσης τὸν ἅπαντα αἰῶνα, οὓς αὐτὴ θεμένη πρὸς σωτηρίαν τῶν ὄντων ἀκινήτους διαφυλάττει. Τάξις γὰρ οὐκ ἀσθενείας σημεῖον, ἀλλὰ φύσεως ἀτρέπτου καὶ ἀθορύβου, καὶ ὅσον ἐκείνῃ τοῦ παντός ἐστιν ἐγγυτέρω, τοσοῦτο μάλιστα τῆς τάξεως ἀπολέλαυκεν· ἡ ταραχὴ δὲ καὶ ὁ κλόνος καὶ ὁ κυδοιμὸς ἐν σμικρῷ μορίῳ τοῦ ὄντος, ἀλλ’ ὅσων δι’ ἔλλειψιν κατ’ ἀσθένειαν καὶ τῆς τοῦ εἶναι προσρήσεως ἐνδεέστερον. |
| 73 b | ταύτης τῆς πολιτείας εἰκὼν οὐχ ἣν Μίνως ἐν Κρήτῃ κατεστήσατο, οὐδ’ ἣν Λυκοῦργος ἐν Λακεδαίμονι, οὐδ’ ἣν οἱ πάλαι Ῥωμαῖοι, ἀλλ’ ἣν ὑμεῖς πολιτεύεσθον, ἣν ὑμεῖς ἐλάχετε ἐπινεύσαντος τοῦ θεοῦ. |
| 73 c [5] | μὴ γὰρ οἴεσθε, ὦ γενναῖοι, τοὺς στρατιώτας κυρίους εἶναι τηλικαύτης χειροτονίας, ἀλλ’ ἄνωθεν αὐτὴ κάτεισιν ἡ ψῆφος, ἄνωθεν ἡ ἀνάρρησις τελειοῦται—τοῦτο δέ φησιν Ὅμηρος, ἡ τοῦ Διὸς βουλή—ταῖς τῶν ἀνθρώπων διακονίαις. τοὐντεῦθεν οὖν ὑμέτερον δεῖξαι τῷ θεῷ τοὺς στρατιώτας διακονήσαντας. ὡς εἰ μὲν τῷ κράτει μόνῳ θαρσοίητε, δόξετε ἀκριβῶς παρὰ τῶν ὅπλων εἰληφέναι τὴν δυναστείαν, εἰ δὲ τῷ κατ’ ἀρετὴν ὑπερέχειν, ἐκ τοῦ οὐρανοῦ φανήσεσθε προβεβλημένοι. |
| 73 d [5] | τοῦτο γὰρ τῆς ἐκεῖθεν χειροτονίας σημεῖόν ἐστιν, οὐ χρυσοῦς ἀετὸς οὐδὲ γράμματα πολυτίμητα οὐδὲ φλήναφοι, ἀλλὰ γνώμη πρὸς ἐκεῖνον ὁρῶσα καὶ πρὸς τὸν ἐκείνου ζῆλον συντεταμένη. ὥσπερ οὖν ὑμῖν οὐκ ἀνεκτὸς ὁ δίχα τῶν ὑμετέρων συμβόλων ἄρχειν ἐπιχειρῶν, οὕτως οὐδὲ τῷ θεῷ προσφιλὴς ὁ δίχα τοῦ θείου γνωρίσματος ἐναψάμενος τὴν ἁλουργίδα. ὥστε τοῦτ’ ἂν εἴη τὸ γνώρισμα ἐπιδεικτέον, ἐπεὶ τά γε ἀνθρώπινα ἐφ’ ὑμῶν καὶ λίαν ἔξω τοῦ εἰωθότος. ἥ τε γὰρ παρὰ τοῦ πλήθους ἀνάρρησις τὸ ἔντιμον ἔχει ἥ τε παρ’ ἑνὸς τοῦ κρατοῦντος· ἄμφω ταῦτα ἐφ’ ὑμῶν συνδεδράμηκε. |
| 74 a [10] | καὶ νικᾷ τῷ πλήθει μὲν ἅτερος, τῷ κρατοῦντι δὲ σύ, μᾶλλον δὲ καὶ ἡ τοῦ πλήθους ψῆφος εἰς σὲ περιήκει. ὃν γὰρ ἅπαντες ἄνθρωποι προεστήσαντο, οὗτος σὲ κοινωνὸν ἐποιήσατο, καὶ δεῖγμα ἐξήνεγκεν ἀκριβὲς τοῦ προσηκόντως αὐτὸς εἰληφέναι, τὸ μεταδοῦναι τῷ πάντα ὁμοίῳ σοι. Ἀλλ’ ἐγὼ τὰ χαμόθεν οὐκ ἀγαπῶ, ἀλλὰ τὸν ἄνωθεν ἐπιζητῶ χαρακτῆρα, κἀκεῖθεν ἐσπούδακα ἥκουσαν δειχθῆναι τὴν ψῆφον. |
| 74 b [5] | τέως οὖν ἱκανόν μοι τοῦτο τεκμήριον τοῦ πεφηνέναι θεόθεν τὴν ὑμετέραν χειροτονίαν ἡ πρὸς ἀλλήλους εὔνοια καὶ σπουδή. ὅπου γὰρ καὶ τοὺς πατρῴαν διαδεξαμένους ἀρχὴν καὶ μερίτας κατὰ τὸν νόμον αὐτῆς γιγνομένους εἰς ἀνήκεστον ἀπέχθειαν ἐξήγαγεν ἡ συγγένεια, τί ἂν εἴποι τις ἐφ’ ὑμῶν, οἳ μηδὲ τοῦ νόμου προαναγκάζοντος τοῖς τῆς φύσεως δικαίοις ἐπηκολουθήσατε καὶ διενείμασθε τὴν βασιλείαν ὡς πατρῷον κλῆρον ἡσυχῆ καὶ ἀψοφητί, ἣν ἕτεροι κληρονομοῦντες δι’ ἀλληλοφονίας μετῆλθον; καὶ γὰρ οὐκ ἐμπέπλησται μὲν ἡ σκηνὴ παλαιῶν δραμάτων, νικᾷ δὲ τὰς σκηνὰς τὰ νεώτερα; καὶ ἀπείποι ἄν τις ἄνωθεν ἐπιὼν τὰ μειράκια τὰ Θήβησι, τοὺς Πελοπίδας, τὸν Καμβύσην, τὸν Νέρωνα, τὸν Δομετιανόν, τὸν τοῦ Σεβήρου, τὰ χθὲς καὶ πρώην, οἳ τῆς φύσεως αὐτοὺς πολυπλασίους ποιούσης ὑφ’ ἑαυτῶν ἐμονώθησαν, καὶ τοσαύτη γένους πολυανδρία ἔρωτι μοναρχίας ἐξανάλωται ὑφ’ ἑαυτῆς· πρὸς ὑμᾶς δὲ μικρὸν ὁ Ξέρξης, μικρὸν δὲ ὁ Σέλευκος, μικρὸν δὲ ὁ τοῦ Φιλεταίρου. |
| 74 d [5] | οἱ μὲν γὰρ διὰ τοῦτο μόνον ἀοίδιμοι, ὅτι μετρίως ἐχρήσαντο τοῖς ἀδελφοῖς τῆς βασιλείας ἀμφισβητήσασι, καὶ καθάπερ ἄλλο τι τῶν ἀπίστων ᾄδεται μὲν ὁ Μῆδος φεισάμενος Ἀριεμένου διαδικασαμένου πρὸς αὐτὸν περὶ τῆς πατρῴας ἀρχῆς· ᾄδεται δὲ Εὐμένης συγχωρήσας Ἀττάλῳ νεωτερίσαντι. ὑμεῖς δὲ ἔγνωτε πλέον τι εἶναι φιλαδελφίαν ἐπιεικείας. |
| 75 a [10] | οὐ γὰρ ἐξ ὧν ἀλλήλους οὐκ ἠδικήσατε, ἀλλ’ ἐξ ὧν ἀλλήλους εὖ πεποιήκατε, δικαίως ἂν φιλοτιμοῖσθε. καὶ γὰρ εἰ θατέρου τὸ πλέον τῆς εὐποιίας, ἀλλ’ οὐδαμοῦ τὸ πλέον ἐκείνῳ κεχαρισμένον. ἄλλως τε ὁ βασιλείας μεταδιδοὺς πόνου μερίτην ποιεῖται τὸν γινώσκοντα οὗ μετείληφεν, οὐχ ἡδονῆς οὐδὲ ῥᾳστώνης. ὡς ὅ γε ἐπὶ τούτοις κοινούμενος τὴν ἁλουργίδα οὐκ εὖ ποιεῖ τὴν ἀρχήν, οὐ μόνον ἐκεῖνον, οὗ τῇ κακίᾳ τὴν χορηγίαν προστίθησιν, ἀλλὰ καὶ τοὺς ἄλλους ἅπαντας, οὓς ἀπολαύειν ἀνάγκη διπλασίονος τῆς μοχθηρίας. Ἔτι δὲ ὥσπερ οἱ στρατιῶται πλέον ἔχουσιν ἢ δεδώκασιν ἐκ τῆς ψήφου, οὕτω καὶ ὁ σὸς ἀδελφὸς προσλαβών, εἰ μὴ καὶ νῦν τὸ πλέον εὐλαβητέον, ἀλλ’ ἐκεῖνό γε ἀνεπίφθονον, ὅτι καὶ τοῦτο εἰς ἐκεῖνον ἐπάνεισιν ὃ προήκατο. |
| 75 b [5] | οὐ γὰρ ἀπεστέρηται τοῦ μέρους τῆς βασιλείας, ἀλλὰ τὸ βασιλέως εἶναι μείζων προσείληφεν. βασιλέα μὲν γὰρ αὐτὸν οἱ στρατιῶται, μέγαν δὲ σὺ βασιλέα πεποίηκας· καὶ λαβὼν τὴν ἁλουργίδα ἀντιδέδωκας ἑτέραν ψυχήν, ἀντιδέδωκας ἕτερον σῶμα, καὶ ὁρᾶν πλείω καὶ ἀκούειν, καὶ δημηγορεῖν ἅμα ἐν τοῖς μακρὰν διῳκισμένοις καὶ δικάζειν ἐν ταὐτῷ Σύροις καὶ Βρετανοῖς. |
| 75 c [5] | καὶ τὸν μὲν Δία φησὶν ὁ ποιητὴς μεταφέρειν ἀπὸ τῆς Τροίας ἐπὶ τὴν Θρᾴκην τὸ ὄμμα, καὶ ταῦτα ἀντιπέρας οὖσαν, τῷ δὲ ἔνεστιν ἅμα τε τὴν Ἰταλίαν ὁρᾶν καὶ τὸν Βόσπορον ἐπιπολεῖσθαι, καὶ εἰ βουληθείη τὸν ὠκεανὸν καὶ τὸν Τίγρητα ὑπολαβεῖν, ἅμα τῷ ὄμματι ἔχειν τὰς ἐσχατιὰς τῆς γῆς, οὐδὲν κωλύει. |
| 75 d [5] | ἆρά σοι δοκεῖ δεδωκέναι πλέον ἢ εἰληφέναι; καὶ νῦν ὑπάρχει τὸ ὑπήκοον τῆς Ῥωμαίων ἀρχῆς καὶ πρὸς ἕω καὶ πρὸς ἑσπέραν οὐχ ὁπλίταις οὐδὲ ἱππεῦσιν, ἀλλὰ βασιλεῦσι πεφράχθαι, καὶ βασιλεῦσιν ἀρτίοιν ἀμφοῖν, ὁλοκλήροιν δυοῖν καθάπερ ἑνί. οὐ γὰρ νέμεσις τῷ λόγῳ φιλοτιμεῖσθαι καὶ πρὸς τὴν ὑπόθεσιν. Ἐπεὶ καὶ τοῦτο πηλίκον ἐστί, τὸ μὴ χωλεύειν τὴν ξυνωρίδα, μηδὲ τοὔνομα μὲν τῆς βασιλείας ἀμφοῖν ἐπικεῖσθαι, τοὔργον δὲ θατέρῳ μόνῳ προσήκειν, ὃ σχεδὸν ἅπαντες οἱ πρὸ ὑμῶν ὑπομείναντες οὐκ εἰς καλὸν ἀπέλαυσαν τῆς κοινωνίας, οἱ μὲν παῖδας, οἱ δὲ ἀδελφούς, οἱ δέ τινας τῶν φιλτάτων πρὸς αἵματος προσελόμενοι μὲν ὡς ὀφειλομένης αὐτοῖς τῆς τιμῆς, εὐθὺς δὲ ἐν οἷς ἐτίμων πλεονεκτήσαντες, καὶ οὐχ οἷς ἔδοσαν εὔνους ποιήσαντες, ἀλλ’ οἷς ἠλάττωσαν παροξύναντες. |
| 76 a [5] | ὁ δὲ τέλεια μὲν λαβών, τέλεια δὲ νείμας, ἀδελφὸς καὶ πατήρ, τὸ μὲν ἐκ τῆς φύσεως, τὸ δὲ αὑτὸν ποιήσας, ἴσα μὲν ἐδωρήσατο, σύμπαντα δὲ ἔχει δι’ εὐπείθειαν τοῦ κοινωνήσαντος, καὶ τοῦ τεθρίππου τοῦ παρ’ Ὁμήρῳ, ὃ τὼ παῖδε τοῦ Ἄκτορος ἡνιόχουν, σύμπνους μᾶλλον καὶ ὁμοπαθὴς ἡ Ῥωμαίων ἀρχή. |
| 76 b | οὐ γὰρ ὁ μὲν κεντεῖ, ὁ δὲ ἄγει, ἀλλ’ ἄγουσιν ἄμφω ταῖς αὐταῖς ἡνίαις. Ἔστι μὲν οὖν καὶ καθ’ αὑτὸ ἀγαπητὸν τοῖς ὑπηκόοις ἡ τῶν βασιλέων φιλαδελφία, καὶ τὸ κυβερνᾶσθαι πλείοσιν ἐκ μιᾶς γνώμης τιμιώτερον εἰς ῥᾳστώνην ὁμοῦ καὶ ἀσφάλειαν. |
| 76 c [5] | καὶ γὰρ τὸ τῶν δικαίων ἐγγυτέρω τυχεῖν καὶ τεθαρρηκέναι μᾶλλον ἁπανταχοῦ, πλησίον ὄντας τῶν ὅπλων, νῦν ῥᾷον ἢ πρότερον ἡμῖν ὑπάρχει. ἀλλ’ οὐ τοῦτό ἐστι τὸ μέγιστον ὧν κερδανοῦμεν, ἀλλ’ ὅτι σημεῖόν ἐστι φιλαδελφία φιλανθρωπίας, καὶ ὥσπερ ἀρχὴ καὶ στοιχεῖον τῆς πρὸς ἅπαντας ἀνθρώπους εὐνοίας ἡ πρὸς τοὺς συγγόνους καὶ ὁμοσπόρους. ἡ γὰρ φύσις ἡ πλείστου ἀξιώσασα ἄνθρωπον τῶν λοιπῶν ζῴων πόρρωθεν ἡμᾶς πρὸς ἅπαν συνδέουσα τὸ ὁμόφυλον ἐκ τῶν ἐγγύθεν καὶ ἀφ’ ἑστίας καταβέβληται τὰ προοίμια, καὶ ἕπεται τῷ φιλαδέλφῳ μὲν ὁ φιλοίκειος, τῷ φιλοικείῳ δὲ ὁ φιλόπατρις, τῷ φιλοπάτριδι δὲ ὁ φιλάνθρωπος. |
| 76 d [5] | καὶ οὐκ ἔνεστιν ἐν τοῖς προθύροις τῆς φύσεως ἑαλωκότα μὴ γενέσθαι καὶ προϊούσης κατήκοον. Καίτοι τί δέομαι κατὰ σμικρὸν ἐπιπλέκειν αὐτόθεν ἀναγκαῖον εἶναι τοὺς φιλαδέλφους καὶ φιλανθρώπους; δεῦρο ἴτε, ὦ μακάριοι, δεῦρο ἴτε, ἀναγνωρίσατε τὸν ἀληθινὸν πατέρα, τὴν ἐκείνου πολυπαιδίαν καὶ τὸ ξύμπαν πλῆθος τῶν ἀδελφῶν. |
| 77 a | οὐκ εἰσὶ πεντήκοντα μόνοι ὅσους Αἴγυπτος ἐποίησεν οὐδ’ ὅσους ἀριθμοῦσιν οἱ ποιηταὶ τοὺς Πριαμίδας, ἀλλ’ ὅσοις ἔνεστιν ὁ χαρακτὴρ ὁ πατρῷος, ἡ τοῦ λόγου κοινωνία καὶ ἡ τοῦ σώματος πρὸς τὸν λόγον εὐαρμοστία, οὗτοι πάντες ὁμόσποροι καὶ αὐτάδελφοι ὑμῖν τε καὶ ἀλλήλοις. |
| 77 b [5] | ἰδοὺ τὸ γνώρισμα ἐπισκέψασθε, εἰ μὴ δωρεῶν καὶ δακτυλίων ἐχεγγυώτερον. ἢ τοῖς Πελοπίδαις μὲν ἐξήρκει καὶ μόριόν τι περὶ τὸν ὦμον ἐξεικασμένον ἐλέφαντι πρὸς ἀπόδειξιν τῆς συγγενείας, ὑμῖν δὲ ἅπαν τὸ σῶμα οὐκ ἐξαρκέσει δεῖξαι ἕνα τὸν σπορέα καὶ ἀρχηγέτην; καίτοι πόσῳ τοῦ σώματος ἐναργεστέρα ἡ κατὰ ψυχὴν συγγένεια καὶ ὁμοιότης, ὅταν ὡς πέφυκε διασῴζηται; περὶ ἀρετῆς ἅπαντες ἀμφισβητοῦμεν, κακίαν ὁμολογεῖν αἰσχυνόμεθα, μονωθέντες οὐ καρτεροῦμεν, ἐπιβοώμεθα ἀλλήλους ἐν τοῖς θορύβοις, ἀπαράκλητοι συντρέχομεν εἰς τοὺς κινδύνους, μία τροφὸς ἡμᾶς τιθηνεῖται, κοινὴν κεκτήμεθα πατρῴαν οὐσίαν, τὴν γῆν καὶ τὴν θάλατταν καὶ τὸν ἀέρα καὶ τὸ ὕδωρ, καὶ δὴ καὶ φυτὰ καὶ ζῷα, καὶ τὰ μὲν διενειμάμεθα πρὸς ἀλλήλους, τὰ δὲ ἔτι καὶ νῦν ἀνέμητα ἡμῖν τῶν κτημάτων. |
| 77 c | ἐῶ τἄλλα· μόνοι τῶν ἐπὶ γῆς τικτομένων αἰσθανόμεθα τοῦ πατρὸς ἢ σαφέστερον ἢ ἀμυδρότερον. καὶ γὰρ εἰ τὰ ἐφεξῆς διεστήκαμεν, ἀλλ’ εἰς ἐκεῖνόν γε ἅπαντες ἐπερειδόμεθα. Οὐκ ἄρα μάτην ὁ σοφώτατος Ὅμηρος ἀπεσχεδίαζεν ἐν τοῖς ἔπεσι, συνεχῶς ἀνυμνῶν τὸν αὐτὸν καὶ ἕνα πατέρα ἀνδρῶν τε θεῶν τε. |
| 77 d [5] | καίτοι διὰ τί αὐτὸν οὐχ ἵππων λέγει πατέρα οὐδὲ μὰ Δία κυνῶν ἢ λεόντων; ὅτι τοῖς μὲν ἄλλοις ἅπασι ζῴοις οὐ μέτεστιν, οἶμαι, οὐδὲ μικρὰ μερὶς τοῦ γεννήτορος· οὐκοῦν οὔτε ἐκείνου συνίασιν οὔτε ἀλλήλων, εἰς ἀνθρώπους δὲ μόνους καθήκει τοῦ δευτέρου κρατῆρος ἀπορροή. |
| 78 a [5] | καὶ τὸ λόγου κοινωνεῖν οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ κοινωνεῖν τοῦ θείου σπέρματος. Ὁμήρῳ δὲ ταὐτὰ γινώσκει καὶ ὁ Βοιώτιος ποιητὴς Ἓν ἀνδρῶν, ἓν θεῶν γένος, ἐκ μιᾶς δ’ ἔφυμεν ματρὸς ἀμφότεροι, καλῶς ἡμᾶς οὗτος πρὸς τῷ πατρὶ καὶ ἐκ τῆς μητρὸς ἐξοικειούμενος. εἰ τοίνυν ἅπαντες ὁμοπάτορες καὶ ὁμομήτορες καὶ ἐκ τοκέων ἁγιωτέρων, οὐδέν, ὡς ἔοικε, διενήνοχε φιλαδελφία φιλανθρωπίας. νῦν δὲ λίαν στενοῦς αὐτῇ καὶ περιγραπτοὺς ὅρους ποιούμενοι τοὺς μὲν Οἰδίποδος υἱέας βδελυττόμεθα ἐν ταῖς τραγῳδίαις ὡς τέρατα καὶ ὀνείδη τῆς φύσεως, τὰς δὲ πρὸς ἀλλήλους ἡμῶν ἐπιβουλὰς καὶ ἀπεχθείας οὐκ ἀξίας τραγῳδίας ὑπολαμβάνομεν, οὐδ’ αἰδώς τις ἡμᾶς ἔχει τοῦ πατρός, εἰ μηδέποτε αὐτὸν εὐφρανοῦμεν τῇ πρὸς ἀλλήλους εἰρήνῃ. |
| 78 b | Ἀλλ’ οὐχ ὑμῖν γε ἀνεκτὸν τοῦτο, ὦ βασιλεῖς. ἀλλ’ ἐπειδὴ ὁ κοινὸς ὑμᾶς ἀρχηγέτης ὡς πρεσβυτάτους τε καὶ ἐντιμοτάτους τοῦ λοιποῦ γένους προὐστήσατο, μήτε πρὸς ἀλλήλους ἑτέρως σχοίητε μήτε πρὸς ἡμᾶς ἢ ὡς ὁ πατὴρ προαιρεῖται· προαιρεῖται δὲ εἰρηνικῶς καὶ ἡμέρως καὶ φιλανθρώπως, καὶ ὡς αὐτὸς ἔχει πρὸς τὰ ἄλλα ἔργα αὐτοῦ καὶ γεννήματα. |
| 78 c [5] | ὁρᾶτε ὡς ὁ κεραυνὸς ὀλιγάκις καὶ ἐπ’ ὀλίγους, τὸ φῶς δὲ πανταχοῦ καὶ ἐφ’ ἅπασιν. οὐκ ἔνεστιν οὖν πρὸς τὸν θεὸν ὁμοιωθῆναι τῆς πρὸς ἀνθρώπους εὐμενείας ὀλιγωρήσαντας. οὐ γὰρ τῷ μετ’ ἐμπειρίας ἱππηλατεῖν ἢ τοξεύειν ἢ ἀκοντίζειν ἐκεῖνον ἄν τις ζηλώσειεν, οὐδὲ μὰ Δία τῷ κρατεῖν τῶν ἐκ τοῦ σώματος ἡδονῶν· ἀλλὰ ταῦτα λίαν χαμαίζηλα τῆς ψυχῆς ἀγαθὰ καὶ ὄντως χθόνια καὶ ἀνθρώπινα, μόνον δὲ ἐκεῖνο θεῖον ἀτεχνῶς καὶ οὐράνιον ἐπ’ ἐξουσίας ἔχειν καὶ ἐν ῥᾳστώνῃ εὐδαιμονίαν ἀνθρώπων. |
| 78 d [5] | καὶ τοῦτο ἡ θειότης ἐστίν, ἐξ ἧς συνεχῶς ὑμᾶς ὀνομάζομεν, ἣν οὐχ ὅσιον ἄλλῳ ἐπαληθεύεσθαι, μὴ προϋπαρχούσης φιλανθρωπίας. Ὡδὶ δὲ σκόπει· τριῶν ὄντων, οἷς ὁ θεὸς διαφέρων θεός ἐστιν, ἀϊδιότητι ζωῆς, περιουσίᾳ δυνάμεως, τῷ μὴ διαλείπειν εὖ ποιεῖν ἀνθρώπους, καθ’ ἓν μόνον τοὔσχατον τῶν εἰρημένων ἐφικτὴ βασιλεῖ πρὸς τὸν θεὸν ἡ ὁμοίωσις. |
| 79 a [5] | τὸ μὲν γὰρ ἢ τῷ χρόνῳ ποτὲ ἐξικέσθαι τοῦ παντὸς αἰῶνος ἢ τῇ περιουσίᾳ τῆς δυνάμεως ἁμιλληθῆναι οὐδεὶς ἂν οὐδ’ ἐγγὺς ὑπολάβοι, ὅστις μὴ παρίησι τοὺς Ἁλωάδας ἀποπληξίᾳ. ἡ δὲ εἰς ἀνθρώπους ἀρετὴ καὶ πρᾳότης καὶ εὐμένεια—ὀκνῶ μὲν εἰπεῖν καὶ λίαν ὀκνῶ, ξυγχωρεῖ δὲ ἡ ἀλήθεια—μὴ καὶ μᾶλλόν ἐστιν ἐγγυτέρα τῷ κοινωνοῦντι τῆς φύσεως; αὕτη ποιεῖ θεοείκελον, αὕτη θεοειδῆ, οὕτω διοτρεφὴς γίνεται βασιλεύς, οὕτω διογενής, οὕτως αὐτῷ τὴν θειότητα ἐπιφημίζοντες οὐ ψευσόμεθα· οὐκ ἐὰν τὸν Ἄθω τῆς γῆς ἀπορρήξῃ, οὐδ’ ἂν ἐμπλήσῃ νεκρῶν τὴν Ἀσίαν. |
| 79 b [10] | σεισμοῦ γὰρ ἑνὸς καὶ λοιμοῦ τὰ τοιαῦτα ἔργα καὶ πολλῷ μείζω καὶ ἀτοπώτερα. οὐδὲ γὰρ ἐν τοῖς γνωρίσμασιν οἷς κατέλεξα τοῦ θεοῦ ἄλλο τι μᾶλλον ἐκλάμπει τῆς φύσεως τῆς μακαρίας ἢ τἀγαθόν. διὸ καὶ τοὔνομα ἐντεῦθεν αὐτοῦ πεποιήμεθα ὡς προσφυέστατόν τε καὶ ἀξιώτατον, ἐπεὶ καὶ τὸ μακαρίωνα εἶναι καὶ ὑπερβάλλειν δυνάμει πολλοῖς καὶ τῶν ἀψύχων ὑπάρχον ὁρῶμεν. Ἀλλ’ Ὅμηρος, ὡς ἔοικε, τοῦτο οὐκ ὀρθῶς ὑπελάμβανε, δύο κατακεῖσθαι πίθους ἐν τῷ Διὸς οἴκῳ κηρῶν ἐμπλέους, τὸν μὲν ἐσθλῶν, τὸν δὲ ἕτερον τῶν ἐναντίων. |
| 79 c [10] | κακῶν γὰρ οὐκ ἔστιν ἐν τῷ οὐρανῷ ταμιεῖον, ἀλλ’ ὁ πίθος οὗτος πεφύραται ἐνθένδε ἀπὸ τοῦ πηλοῦ τοῦ παρ’ ἡμῖν καὶ τῆς γῆς, καὶ ἡμεῖς αὐτὸν ἐμπίπλαμεν καὶ ἐκκενοῦμεν. οὐδ’ ἐῶμεν ἀκράτους ἐπιρρεῖν πηγὰς τῶν ἄνωθεν ἀγαθῶν, ἃ χορηγεῖ συνεχῶς ἀκάμαντι νόῳ, καθάπερ λέγει ἡ φιλοσοφοῦσα ποίησις, ὁ τῶν ἐάων δοτήρ, ὁ τῆς εὐνομίας ταμίας, οὗ πάρεδρος Δίκη τε καὶ Εὐνομία· ᾧ παραστατοῦσιν αἱ Χάριτες, Εὐφροσύνη καὶ Ἀγλαΐα Θαλίη τ’ ἐρατεινή· οὗ πᾶσαι ἐκ φιλανθρωπίας ἐπωνυμίαι, ὁ μειλίχιος, ὁ φίλιος, ὁ ξένιος, ὁ ἱκέσιος, ὁ πολιεύς, ὁ σωτήρ. |
| 79 d [5] | Τοῦτον ἂν βουλοίμην ἐγὼ τὸν κατάλογον τῶν ὀνομάτων προγράφεσθαι ὑμῶν, ὦ βασιλεῖς, ὡς πολὺ θειότερον καὶ πρέποντα μᾶλλον ἢ τὸν ἀπὸ τῶν ἐθνῶν τῶν ἡττωμένων. ἐκείνων μὲν γὰρ οὐδέν ἐστιν ἐκ τοῦ οὐρανοῦ, οὐχ ὁ Περσικός, οὐχ ὁ Γερμανικός, οὐχ ὅσα ἂν εἴποις· καὶ ἅμα εἰ μὴ παρακινοῖεν οἱ βάρβαροι, ψεύδεσθαι γράφοντας ἀναγκαῖον. |
| 80 a [10] | ταῦτα δὲ ἀνέκαθεν ὑμῖν πατρῷα καὶ χρῆσθαι αὐτοῖς ἔνεστι καὶ ἐν πολέμῳ καὶ ἐν εἰρήνῃ, μᾶλλον δὲ καὶ αὐτοὺς ἐπὶ τῶν θρόνων καθεζομένους, καὶ νεύματι ψιλῷ καὶ ῥήματι σμικρῷ πολὺν τοῦτον τὸν κατάλογον βεβαιώσασθαι, οἷον πάλαι ποτὲ ἐπυθόμην ῥῆμα αὐτοκράτορα εἰπεῖν Ῥωμαίων, ὅτι σήμερον οὐκ ἐβασίλευσα· οὐδένα γὰρ τήμερον εὖ ἐποίησα. ἦ πολλαῖς τε καὶ μεγάλαις ἱππομαχίαις καὶ πεζομαχίαις αὕτη ἡ γνώμη παραβαλεῖν ἰσοστάσιος. |
| 80 b [5] | ἐγὼ γὰρ οὐκ ἔλαττον αὐτὴν τέθηπα τῶν Ἀλεξάνδρου τροπαίων. τί λέγεις, ὦ θεοειδέστατε βασιλεῦ; οὐκ ἐβασίλευσας τήμερον, ἐπεὶ μηδένα τήμερον εὖ ἐποίησας; καὶ πότε πλείους ἄλλοτε εὖ ἐποίησας ἢ ὁπηνίκα ταύτην ἀνεῖπας τὴν γνώμην, δι’ ἧς ἅπαντες ἐδιδάχθησαν οἱ μετὰ σὲ βασιλεύσαντες τί τὸ ἔργον αὐτῶν καὶ τί τὸ πρακτέον αὐτοῖς συνεχῶς, εἰ τοὔνομα διασώσαιντο. ὥστε, ὦ βασιλεῦ, δίκαιόν γε εἰπεῖν ὡς οὐδὲ ἡ τότε σοι τῆς βασιλείας ἡμέρα παραπώλετο· ἣν γὰρ ἔνδειαν ἐμέμψω τῷ λόγῳ, ταύτην σοι ὁ λόγος αὐτὸς ἀνεσώσατο. |
| 80 c [5] | Τοιοῦτον δέ τι καὶ ἑτέρου βασιλέως ἔχοιμ’ ἂν λέγειν οὐ λίαν ἀρχαίου οὐδὲ τῆς χρυσῆς γενεᾶς, ἀλλ’ ἐφ’ ἡμῶν τουτωνὶ τῶν νῦν σε περιεστώτων, ὃς τοῦ μάλιστα ἀνιάσαντος ἐν τῇ τῆς ἑσπέρας ἐπαναστάσει κύριος γεγονὼς μετὰ τὴν φυγὴν τοῦ βαρβάρου ἅμα τῷ λαβεῖν τὴν ἐξουσίαν κατέθετο τὴν ἀπέχθειαν, καὶ ἠμύνατο τὰς λοιδορίας εὐεργεσιῶν ὑπερβολαῖς· ὥστε εἰς μεταμέλειαν καταστῆσαι καὶ τῇ παρ’ ἑαυτοῦ λύπῃ κολάσαι τὸν πλημμελήσαντα, αἰσθανόμενον ἐξ ὧν εὖ ἔπασχεν οἷον ἠδίκει. |
| 80 d [5] | οὕτως οὐκ ἀντιβλάπτοντα προσήκει τὸν ἀληθινὸν βασιλέα, ἀλλ’ εὖ ποιοῦντα κρείττω γίνεσθαι τοῦ λελυπηκότος. ἀρετῆς γὰρ αὕτη νίκη, τιμωρία δὲ δυνάμεως, μέγαν τε χρὴ μὴ τῷ θυμῷ ποιεῖν ἑαυτόν, ἀλλὰ τῇ μεγαλοψυχίᾳ· τοῦτο γὰρ θεῖον τὸ μέγεθος, ἐκεῖνο δὲ σμικρὸν καὶ ἀνθρώπινον, καὶ ποιεῖ κυπτόντων ὑψηλότερον οὐκ ἀνεστώτων. ἐγὼ δὲ εὐξαίμην ἂν οὐχ ὑμᾶς, ἀλλ’ ὑπὲρ ὑμῶν δεδιέναι, καὶ τοιούτῳ φόβῳ παρὰ πάντων τῶν ὑπηκόων δορυφορεῖσθαι ὑμῖν τὴν βασιλείαν· οἷον ὑπὲρ ἀλλήλων δεδοίκαμεν. |
| 81 a [5] | Εἶτα ἐγὼ τὰ μὲν ἀλλότρια πρὸς σὲ καταλέγω, τὰ σὰ δὲ οὐκ οἶδα ὅπως παρίημι, καὶ ταῦτα ἔναυλον εἰς τὰ ὦτα ἐνδεδυκότα περιφέρων ἔτι τὸν λόγον, ὃν πρώην διελέχθης πρὸς τὴν βουλὴν καὶ παραδέδωκας ἐγγυητὴν τῆς μελλούσης εὐδαιμονίας. καὶ δῆτα ἠγάσθην ἐγὼ τῆς φύσεως τῆς ἀνθρωπίνης, ὅτι μία ἐστὶν ἀτεχνῶς καὶ συμφέρεται πολλαχῆ. ἃ γὰρ Πλάτων ὁ θεσπέσιος ὑπὲρ ἀρχῆς διωρίζετο, ταῦτα ἄντικρυς ἐπιγινώσκω ἐν τοῖς ὑπὸ σοῦ λεγομένοις, τοῖς ῥήμασι μόνοις διηλλαγμένα. |
| 81 b [10] | καὶ γὰρ ὅτι πρὸς τῶν ἀρχομένων ἐστὶν αὐτουργοὺς πρότερον γεγενῆσθαι τοὺς βασιλέας, ἀκολακεύτῳ καὶ ἐπιπόνῳ τροφῇ τεθραμμένους, γεωργήσαντας, λειτουργήσαντας, θυραυλήσαντας, στρατευσαμένους, ἐναυξηθέντας τῇ δυσχερείᾳ τοῦ βίου τοῦ ἀνθρωπίνου, ὡς Κῦρος, ὡς Δαρεῖος, ὡς Νομᾶς, ὡς Ῥωμαίων οἱ δοκιμώτατοι, καὶ ὅτι χαλεπώτερον νόσημα τῆς ἀρχῆς τοῖς συκοφάνταις ἐκκεῖσθαι τοὺς ὑπηκόους ἢ τοῖς βαρβάροις, ὥσπερ, οἶμαι, σώμασι χαλεπώτερα τὰ ἔνδοθεν ἀρρωστήματα τῶν ἔξωθεν ἐμπιπτόντων· ταῦτα ἅπαντα, ἅπερ εἶπον, ἐκ τῶν ἀδύτων τῆς Ἀκαδημίας. |
| 81 c [10] | Ἐγὼ σέ, ὦ βασιλεῦ, φημὶ δεῖν τὸν λόγον ἐκεῖνον προτίθεσθαι, εἰς ὃν ὥσπερ κάτοπτρον ἑκάστης ἡμέρας ἀποβλέπων καὶ ἀτενίζων, οὐ τὰς κόμας εὐπρεπέστερον διαθήσεις, ἀλλὰ τὴν Ῥωμαίων ἡγεμονίαν. οὐδέν σοι προσδεῖ τῶν Μάρκου παραγγελμάτων, οὐδ’ εἴ τι χρηστὸν ὁ δεῖνα τῶν ἀρχαίων αὐτοκρατόρων ῥῆμα προήκατο, ἀλλ’ οἴκοθεν τὸν Φοίνικα ἔχεις, οἴκοθεν τὸν ἐξηγητὴν τῶν τε ῥητέων καὶ τῶν πρακτέων. Ὅταν δὲ καὶ τὰς ὑπὲρ τοῦ πατρὸς φωνὰς ἐννοήσω, οὐκέτι ζητῶ τὴν αἰτίαν τῆς φιλαδελφίας. |
| 81 d [5] | ὃς γὰρ οὕτω τὴν εἰκόνα αὐτοῦ τὴν χαλκῆν ἀγαπᾷς, ὡς τοσαύτην χάριν ὁμολογεῖν τοῖς ψηφισαμένοις, εἰκότως δήπου τὴν ἔμψυχον εἰκόνα αὐτοῦ περὶ πλείστου ποιῇ καὶ ἐρᾷς οὐκ ἔλαττον ἢ σεαυτοῦ, εἴπερ γε καὶ αὐτὸς ἔμπνους εἰκὼν τοῦ αὐτοῦ παραδείγματος. ταῦτα δὲ ἄρα οὐδὲ ἀκαρῆ πρὸς τὴν τύχην ἄνισον γενομένην ἐκαρτερήσατε, ὡς τάχιστα αὐτὴν ἀλλήλοις ἐπανισώσαντες, φοιτήσαντες μὲν εἰς τὸ προαστεῖον βασιλεὺς καὶ ἰδιώτης, ἐπανήκοντες δὲ οὐκ εἰς μακρὰν ξυνωρὶς αὐτοκρατόρων, ἀγαλλόμενος ἑκάτερος τῷ συνέδρῳ μᾶλλον ἢ ἑαυτῷ, περιρρεόντων ἔνθεν καὶ ἔνθεν τῶν ὑπηκόων ὑφ’ ἡδονῆς, αὐτοῦ πεπιστευκότος ὑμῶν ἑκάστου διπλασίονος γεγενῆσθαι. |
| 82 a [5] | οὐδεὶς οὕτω περιχαρὴς εἰσῆλθε μοναρχήσας ὡς ὑμεῖς νειμάμενοι τὴν ἀρχήν· ὤ, πόσης φιλαδελφίας καὶ τὰς ἡμετέρας οἰκίας ἐνεπλήσατε. τίς οὐκ αἰσχύνεται λοιπὸν ὑπὲρ ἀνδραπόδων ἢ γῆς ὀλίγης στασιάζειν πρὸς ἀδελφόν, ὑμᾶς ὁρῶν τὴν γῆν ὅλην καὶ πάντα γένη ἀνθρώπων ἀψοφητὶ διελομένους; Ἀλλ’ ὥσπερ οὐδὲ τοὺς ἀφ’ αἵματος ἅπαντας τῆς ἴσης ἀξιωτέον εὐνοίας, οὐδ’ ὑμεῖς μετά γε ἀλλήλους τοῖς ἄλλοις ἅπασι τὰ αὐτὰ ἀπονείμοιτε. |
| 82 b [5] | ἀλλὰ τίνες ἂν δικαίως πλεονεκτοῖεν τῆς παρ’ ὑμῶν ἐπιμελείας βούλεσθε εἴπω σὺν παρρησίᾳ; οὓς πρώτους ἐποιήσασθε μάρτυρας τῆς ἱερᾶς ὁμολογίας καὶ ἐφ’ ὧν πρώτων ἐκαλλωπίσασθε τῇ παρ’ ἀλλήλων δορυφορία. ἢ Πλαταιεῖς μὲν ἐφρόνουν δικαίως, ὅτι τὴν χώραν παρέσχοντο τοῖς Ἕλλησιν εἰς τὸν κατὰ τοὺς βαρβάρους ἀγῶνα, ἡμεῖς δὲ οὐ σεμνυνούμεθα καὶ φρονήσομεν, ὅτι παρεσχόμεθα ὑμῖν τὸ θέατρον τῆς φιλοσοφίας οὐκ ἐνδεέστερον, πόλιν βασιλίδα, πόλιν εὐδαίμονα, ἑστίαν εὐδαιμόνων αὐτοκρατόρων βασιλέων, ἀγαθὸν οἰώνισμα τῆς χειροτονίας, οὐ μᾶλλον θεωμένην τὰ γιγνόμενα ἢ βεβαιοῦσαν, οὐδὲ τῷ λαβόντι μᾶλλον προσήκουσαν ἢ τῷ δεδωκότι; πρώτη γὰρ ἁπάσης τῆς ὑπηκόου τοῦ μὲν τὴν τύχην ὑπεδέξατο τὴν ἀμείνω, τοῦ δὲ τῆς ἀρετῆς τὴν ἐπίδειξιν. |
| 82 c [10] | Ἀλλ’ ἔγωγε εἰς ταὐτὸν αὖθις περιενήνεγμαι καὶ δέον σε τῶν σῶν ὑπομιμνήσκειν, περὶ τῆς πόλεως παρ’ ἑαυτοῦ τι λέγειν ἐπιχειρῶ. |
| 82 d [5] | καίτοι τί τηλικοῦτον εἰπεῖν ἂν ὑπὲρ αὐτῆς δυναίμην, ἡλίκον σὺ πρώην ἐν τῇ βουλῇ, μητέρα ἀνειπὼν τῆς βασιλείας; τούτῳ γὰρ οὐδὲ Κωνσταντῖνος οἷός τε ἦν, εἰ καὶ προῄρητο, πρὸς αὐτὴν χρήσασθαι τῷ προσρήματι. ὥσπερ οὖν ὅμηρον ἔχομεν τὴν φωνὴν ἐκείνην, δι’ ἧς προὔθηκας σαυτῷ τὸν ἀγῶνα πρὸς τὸν ἀρχηγέτην. εἰ γὰρ ἐκεῖνος αὐξήσας τὴν βασιλείαν ἐκ τῶν ἡμετέρων λημμάτων οὕτω φιλοτίμως ἡμῖν προσενήνεκται, τόν γε τὴν ἀρχὴν εἰληφότα διὰ τὴν ἀγαθὴν τύχην τῆς πόλεως, πηλίκην δίκαιον εἰσενέγκασθαι τὴν προθυμίαν; ὅσον γὰρ πλείονος ἄξιον τὸ κτήσασθαι τὰ ἀγαθὰ τοῦ τὸν κεκτημένον μείζω ποιῆσαι, τοσοῦτον παρὰ σοῦ δικαιοτέρα πρὸς τὴν πόλιν ἐστὶν ἡ τῆς εὐνοίας ὑπόθεσις. |
| 83 a [5] | ἢ πῶς οὐκ ἄτοπον τὴν μὲν ἐσχατιάν, ἐφ’ ἧς τὴν ἁλουργίδα ἐνήψω, περιφανεστέραν ποιῆσαι κρηπῖδι καὶ βήματι καὶ ἀνδριάσι, τῇ πόλει δέ, ἣν οὐκ ὀκνεῖς ὀνομάζειν μητέρα τῆς ἀναρρήσεως, μὴ οἴεσθαι ἐποφλισκάνειν τὰ χαριστήρια; καὶ δὴ τὸ μὲν σὸν οὕτως ἔχει, αὖθις δὲ εἴ τις ἀντεξετάζοι τὰς ἀφορμάς, δι’ ἃς ὁ Κωνσταντῖνος ἑάλω τῆς καλλιπόλεως, καὶ δι’ ἣν ὁ σὸς ἀδελφός, εἰ ποιοίη τὰ δίκαια, προσαιρήσεται, σεμνοτέραν τῆς νίκης τὴν χειροτονίαν εὑρήσει. |
| 83 b [10] | ὁ μὲν γὰρ εὐθὺς ἀφείλετο τὴν ἁλουργίδα τοῦ γαμβροῦ, ὁ δὲ εὐθὺς ἀδελφῷ μετέδωκεν. εὐτυχέστερον δὲ καὶ ταῦτα ἐπὶ τῶν οἰκειοτάτων σκοποῦντι κολάσεως δικαίας δικαία φιλοτιμία, καὶ τοῦ καθελεῖν τὸν ὄντα κοινωνὸν τῆς ἀρχῆς τὸ προσελέσθαι τὸν κοινωνήσαντα. οὕτω καὶ ἑκατέρῳ χωρὶς καὶ ἀμφοῖν ἅμα νικᾶν περίεστι τοῖς δικαίοις τοῖς πρὸς τὴν πόλιν τὸν οἰκιστήν. |
| 83 c [5] | Καὶ εἶεν. αὐτὴ δὲ δὴ καθ’ ἑαυτὴν ἄνευ τῆς τοιαύτης ἐπικουρίας ἆρ’ ἄτιμος καὶ ἀδόκιμος καὶ ἐν φαύλῳ λόγῳ τοῖς μέλλουσιν ἁπάσης ἄρξειν τῆς οἰκουμένης; ἢ καθάπερ σώματος ἑνός, ὅλης τῆς γῆς δεύτερος ὀφθαλμός, μᾶλλον δὲ καρδία καὶ ὀμφαλὸς καὶ ὅ τι ἂν εἴποι τις τῶν μερῶν τὸ κυριώτατον; συνοχὴ τῶν δυοῖν ἠπείρων, ὅρμος τις ἐν χρείᾳ θαλάττης, ἀγορὰ τῆς πλοΐμου καὶ πορευσίμης, ἐγκαλλώπισμα ἐνεργὸν τῆς Ῥωμαίων ἡγεμονίας. |
| 83 d [5] | οὐ γὰρ ἀπῴκισταί γε, ὥσπερ τέμενος, ἔξω τοῦ πόρου, οὐδὲ παραιρεῖται τοὺς αὐτοκράτορας τὴν τῶν κοινῶν ἐπιμέλειαν, εἰ πρὸς ἑαυτὴν ἀσχολήσειαν, ἀλλὰ πανταχόθεν ἐστὶ καὶ ἐφ’ ἅπαντα ὁρμωμένοις ἀναγκαία διαγωγή, καὶ ὅταν μάλιστα οἴκοι κατέχῃ, τότε μάλιστα ἐν μέσῳ ποιεῖ τῆς ὅλης ἀρχῆς. τὰ δὲ ἔξω τῆς χρείας σκοποῦντι πάρεστιν ἔχειν ἐν ὀφθαλμοῖς πανήγυριν Χαρίτων, κεστὸν Ἀφροδίτης, πέπλον ἐκ γῆς καὶ θαλάττης ἐξυφασμένον, πανδαισίαν ἑορτῆς, ἐργαστήριον εὐφροσύνης, ταμιεῖον εὐδαιμονίας. |
| 84 a [10] | εἰ δέ τι καὶ τὰ φιλοσοφίας γε ἐστί, πάλαι ἦν ἑστία τῶν Πλάτωνος καὶ Ἀριστοτέλους Μουσῶν, καὶ νῦν οὐ μεῖον νὴ Δία φυλάττει τὰ ζώπυρα. ἀλλ’ ὦ βασίλειε Ζεῦ, ὦ πάτερ ἀνθρώπων, ὦ πολιοῦχε, καὶ τῆς ἑῴας Ῥώμης καὶ τῆς ἑσπερίας, φυλάττοις μὲν τῶν πόλεων τὴν ξυνωρίδα, φυλάττοις δὲ τῶν βασιλέων οἳ τὸ σὸν βούλημα διασῴζουσιν. |