eul_wid: pza-aa

Γνῶμαι Πυθαγορείων
Sentences of the Pythagoreans

Pythagoreans sayings Sentences of the Pythagoreans PDF

1 (t) [1] ( Πυθαγόρο υ ) Οὔτε ἐξ ἱεροῦ τὴν εὐσέβειαν, οὔτε ἐκ φιλίας ἀρτέον τὴν ἀλήθειαν. Ἔοικεν ὁ τῶν φιλαργύρων βίος νεκροῦ δείπνῳ· πάντα γὰρ ἔχων τὸν εὐφρανθησόμενον οὐκ ἔχει.
3 Ὁ λογισμὸς πηδαλίῳ τὴν αὐτὴν ἔχει δύναμιν· στρέφει γὰρ τὸν βίον ἐπὶ τὸ σῷζον μέρος καθάπερ σκάφος. Τῆς τύχης ὥσπερ ἑταίρας, χρόνῳ κριτέον τὴν εὔνοιαν.
5 Ὁ βίος καθάπερ νόμισμα, διαβληθεὶς ἐν ἀρχαῖς ἀδόκιμος εἰς ἅπαντα γίνεται τὸν χρόνον. Ἀχάριστον εὐεργετεῖν καὶ νεκρὸν μυρίζειν ἐν ἴσῳ κεῖται.
7 Ἐν μὲν πολέμῳ πρὸς ἀσφάλειαν σίδηρος χρυσοῦ κρείττων, ἐν δὲ τῷ ζῆν λογισμὸς πλούτου. Οἱ πεπαιδευμένοι καθάπερ οἱ ἐκ παλαίστρας, κἂν πέσωσι ταχέως καὶ ἐπιδεξίως ἐκ τῆς ἀτυχίας ἀνίστανται.
9 Ὁδὸν μὲν τὴν λειοτάτην δεῖ ἐκλέγεσθαι, βίον δὲ τὸν ἀλυπότατον. Ἐπαίνου ὥσπερ μύρου πεφεισμένως ἀπολαυστέον.
10a Οὔτε ἐν ἰχθύσι φωνήν, οὔτε ἐν ἀπαιδεύτοις ἀρετὴν δεῖ ζητεῖν. Ἐν μὲν ταῖς μέθαις παροινοῦσιν, ἐν δὲ ταῖς ἀτυχίαις παρανοοῦσιν οἱ πλεῖστοι.
12 Οὔτε οἱ ἄμουσοι τοῖς ὀργάνοις, οὔτε οἱ ἀπαίδευτοι ταῖς τύχαις δύνανται συναρμόσασθαι. Οἱ θυμοὶ καθάπερ αἱ κύνες, τυφλὰ τίκτουσιν ἐγκλήματα.
14 (t) [1] ( Ἐπικτήτο υ ) Οὔτε ναῦν ἐξ ἑνὸς ἀγκυρίου, οὔτε βίον ἐκ μιᾶς ἐλπίδος ὁρμιστέον. Τοῖς μὲν νοσοῦσιν ἰατρούς, τοῖς δὲ ἀτυχοῦσι φίλους δεῖ παρεῖναι.
16 Οὔτε πῦρ ἱματίῳ περιστεῖλαι δυνατόν, οὔτε αἰσχρὸν ἁμάρτημα χρόνῳ. Ἡ παιδεία καθάπερ εὐδαίμων χώρα, πάντα τὰ ἀγαθὰ φέρει.
17o Τῆς ἀγνοουμένης ἀρετῆς ὥσπερ τοῦ κατωρυγμένου χρυσίου, ἡ λαμπρότης οὐ βλέπεται. Ὁ τῶν ἀνοήτων πλοῦτος ἔοικε πολεμουμένῃ πόλει· ἃ μὲν γὰρ ἀπολώλεκεν, ἃ δὲ μέλλει, ἃ δὲ φοβεῖται.
18 Τὸ τῆς δόξης κάλλος ὥσπερ ὑπὸ νόσου τοῦ φθόνου ταχὺ μαραίνεται. Οὔτε ἐκ τοῦ κόσμου τὸν ἥλιον, οὔτε ἐκ τῆς παιδείας ἀρτέον τὴν παρρησίαν.
19a Ἡδύ ἐστιν ὥσπερ φίλῳ σπουδαίῳ, οὕτω καὶ λόγῳ καλῷ συγγηράσκειν. Τὸ μὲν ἴσον ζυγῷ, τὸ δὲ ἀληθὲς τῷ ἐκ φιλοσοφίας λόγῳ κρίνεται.
20 Ἡ τρυφὴ καθάπερ στρατοπέδου τῆς τῶν ἀπαιδεύτων ψυχῆς τὰ ἄριστα ἀφαιρεῖται. Ἐπὶ πάσης χάριτος ὥσπερ ἐπ’ ἀνδριάντος, καλὸν ἐπιγεγράφθαι δεῖ τὸν ποιήσαντα.
22 [1] Οὔτε ὕδωρ θολερόν, οὔτε ψυχὴν ἀπαίδευτον κινεῖν δεῖ. ( Πυθαγόρο υ ) Οὔτε ἵππῳ χωρὶς χαλινοῦ, οὔτε πλούτῳ χωρὶς λογισμοῦ δυνατὸν ἀσφαλῶς χρήσασθαι.
24 Ἡ τύχη καθάπερ μοχθηρὸς συνοδοιπόρος, πολλάκις ἐκ μέσης εὐτυχίας ἀνακάμπτει, ὥσπερ ἐξ ὁδοῦ. Ἔοικεν ἡ κολακεία γραπτῇ πανοπλίᾳ· διὸ τέρψιν μὲν ἔχει, χρείαν δὲ οὐδεμίαν παρέχει.
26 Ἐκ τῆς ἀτυχίας ὥσπερ ἐκ θεάτρου, πολλοὺς ἐξανίστησιν ἡ τύχη. Τοῖς μὲν ἀγυμνάστοις ἡ τροφή, τοῖς δὲ ἀπαιδεύτοις ἡ εὐτυχία προσίσταται.
28 (t) [1] ( Διογένου ς ) Ἡ παιδεία ὁμοία ἐστὶ χρυσῷ στεφάνῳ· καὶ γὰρ τιμὴν ἔχει καὶ τὸ λυσιτελές. Οἱ μὲν ξένοι ἐν ταῖς ὁδοῖς, οἱ δὲ ἀπαίδευτοι ἐν τοῖς πράγμασι πλανῶνται.
29a Ταὐτόν ἐστιν ἀσθενοῦντι φορτίον ἀναθέσθαι, καὶ ἀπαιδεύτῳ ψυχῇ ἐξουσίαν. Στάσιμοί εἰσιν αἱ τῶν πεπαιδευμένων ἐλπίδες, ὡς ἐν λιμένι τῷ λογισμῷ ὁρμοῦσαι.
31 Καὶ ἰατρὸν καὶ φίλον, οὐ τὸν ἡδίω ἀλλὰ τὸν ὠφελιμώτερον ἐκλέγεσθαι δεῖ. Ἡ εὔκαιρος χάρις, λιμῷ καθάπερ τροφὴ ἁρμόζουσα, τὴν τῆς ψυχῆς ἔνδειαν ἰᾶται.
32a Οὔτε πλέοντας παρὰ τόπον ὁρμεῖν ἀσφαλές, οὔτε ζῶντας παρὰ τὸν νόμον βιοῦν ἀκίνδυνον. Ἵππου μὲν ἀρετὴν ἐν πολέμῳ, φίλου δὲ πίστιν ἐν ἀτυχίᾳ κρίνομεν.
33 [1] Τῆς ὁμιλίας ὥσπερ ἐλευθέρας γυναικός, σεμνόν, οὐ περίεργον εἶναι δεῖ τὸ κάλλος. ( * Δημοκρίτο υ ) Τὰς μὲν πόλεις ἀναθήμασι, τὰς δὲ ψυχὰς μαθήμασι κοσμεῖν δεῖ.
35 (t) [1] ( Ἀντισθένου ς ) Οὔτε συμπόσιον ἄνευ ὁμιλίας, οὔτε πλοῦτος χωρὶς ἀρετῆς ἡδονὴν ἔχει. Αἱ ἐπιφανεῖς τύχαι καθάπερ οἱ σφοδροὶ τῶν ἀνέμων, μεγάλα ποιοῦσι ναυάγια.
37 Ἡ μὲν τροφὴ τοῖς γυμναζομένοις, ἡ δὲ ἀρετὴ τοῖς πεπαιδευμένοις ἡδεῖα φαίνεται. Παρὰ τῷ τύφῳ καθάπερ παρὰ κακῷ πρακτῆρι, διεστραμμένας τὰς τῶν πραγμάτων ὄψεις ἔστιν ἰδεῖν.
39 Τῶν ἀπαιδεύτων ὁ βίος ὥσπερ ἐν ἐρημίᾳ τῇ ἀμαθίᾳ πλανᾶται, τὸν προσομιλήσαντα οὐκ ἔχων νοῦν. Ταὐτόν ἐστιν ὁδηγὸν τυφλὸν λαβεῖν, καὶ σύμβουλον ἀνόητον.
41 Εἰς τὴν εὐτυχίαν ὥσπερ εἰς κενὸν σκάφος, τὰ ἀπὸ τῆς φρονήσεως ἕρματα δεῖ προσεμβάλλειν. Οἱ ἐλαφροὶ τῶν ἀνθρώπων ὥσπερ τὰ κενὰ τῶν ἀγγείων, εὐβάστακτοι τοῖς ὠτίοις εἰσίν.
41b Τὸν πλοῦτον ὥσπερ κοινὸν ἐρώμενον, ἴδοις ἂν οὐκ ἀεὶ τοῖς αὐτοῖς συμπεριφερόμενον. Ὁ βίος ὥσπερ ὄργανον, ἀνέσει καὶ ἐπιτάσει ἁρμοττόμενος ἡδίων γίνεται.
42 Ὁ μὲν Πρωτεὺς τῇ μορφῇ, ὁ δὲ ἀπαίδευτος τῇ ψυχῇ παρεκάστοτε ἀλλοιοῦται. Σκεύη μὲν τὰ καινὰ κρείττονα, φιλία δὲ ἡ παλαιοτέρα.
44 Τὸν μὲν λιβανωτὸν τοῖς θεοῖς, τὸν δὲ ἔπαινον τοῖς ἀγαθοῖς ἀπονέμειν δεῖ. Ὀνείρῳ ἔοικεν ὁ τῶν ἀπαιδεύτων βίος, κενὰς ἔχων φαντασίας.
45a Ἡ χάρις ὥσπερ ἡ σελήνη, ὅταν τελεία γένηται τότε καλὴ φαίνεται. Ὁ τῶν σοφῶν νοῦς ὥσπερ χρυσός, τιμᾶται καὶ βάρος ἔχει μέγιστον.
47 (t) [1] ( Διογένου ς ) Τῆς ἀλαζονείας καθάπερ τῶν κεχρυσωμένων ὅπλων, οὐχ ὅμοιά ἐστι τὰ ἐντὸς τοῖς ἐκτός. Ὁ λόγος ὥσπερ πλάστης ἀγαθός, καλὸν τῇ ψυχῇ περιτίθησι σχῆμα.
48 Ἐπὶ τῶν παρὰ τὴν ἀξίαν ἀτυχούντων, καθάπερ ἐπὶ τῶν παρ’ ὥραν ἀποθνῃσκόντων, μᾶλλον ἀλγυνόμεθα. Τῆς παιδείας ὥσπερ χρυσοῦ, τὸ καλὸν ἐν παντὶ τόπῳ τιμητέον.
50 Μύρῳ τὴν αὐτὴν ἔοικεν φύσιν ἔχειν ὁ λόγος· κάμνοντας μὲν γὰρ ἡμᾶς ὠφελεῖ, καλῶς δὲ πράττοντας εὐφραίνει. Κακόσιτός ἐστι πρὸς τὸν συμφέροντα λόγον ἡ τῶν ἀνοήτων ψυχή, οὐ παραδεχομένη τὸν σῴζοντα νοῦν ὥσπερ φάρμακον.
52 Ἱερῶν μὲν τοῖς καθαροῖς, ὁμιλίας δὲ τοῖς πεπαιδευμένοις κοινωνητέον. Ὁ τῶν ἀσώτων βίος ὥσπερ καθ’ ἡμέραν ἀποθνῄσκων ἐκφέρεται.
53 Οἱ τὸ ἀπὸ τῶν αἰσχρῶν ἔργων κέρδος εἰς τὰς καλὰς ἀναλίσκοντες λειτουργίας ὅμοιόν τι ποιοῦσι τοῖς ἀπὸ ἱεροσυλίας εὐσεβοῦσιν. Τῇ ἀμαθίᾳ ὥσπερ κακῇ νόσῳ, πολλὰ ἁμαρτήματα καθάπερ ἀσθενήματα συνάπτεται.
55 Φαύλου ἀνδρὸς καθάπερ κακοῦ κυνός, μᾶλλον δεῖ τὴν σιγὴν ἢ τὴν φωνὴν εὐλαβεῖσθαι. Κριτέον τὸν βίον ὥσπερ γραφήν, παραλαμβάνοντας ἀντὶ μὲν τοῦ χρώματος τὴν αἰδῶ, ἀντὶ δὲ γραμμῆς τὴν προαίρεσιν, ἀντὶ δὲ τοῦ φωτὸς τὴν εὔκαιρον παρρησίαν.
57 Οὔτε τῆς γαμετῆς πρέπον τὴν ἑταίραν, οὔτε τῆς φιλίας τὴν κολακείαν μιμεῖσθαι. Οἱ ἀδόλεσχοι καθάπερ αἱ χελιδόνες, τῷ συνεχεῖ τῆς λαλιᾶς τὴν ἡδονὴν τῆς ὁμιλίας ἀποβάλλουσιν.
59 [1] Τῷ καιρῷ καθάπερ μέτρῳ, καὶ λαβεῖν δεῖ τὴν χάριν καὶ ἀποδοῦναι. ( Διογένου ς ) Ἐπὶ τῆς κολακείας ὥσπερ ἐπὶ μνήματος, αὐτὸ μόνον τὸ ὄνομα τῆς φιλίας ἐπιγέγραπται.
61 Οἱ ἀπαίδευτοι καθάπερ οἱ ἁλιευόμενοι ἰχθύες, ἑλκόμενοι σιγῶσιν. Τὰ μὲν φυτὰ ἀπὸ τῆς ῥίζης, ἡ δὲ δόξα ἀπὸ τῆς πρώτης λήψεως αὔξει.
62a (t) [1] ( Φωκίωνο ς ) Οὔτε ἐξ ἱεροῦ βωμόν, οὔτε ἐκ τῆς ἀνθρωπίνης φύσεως ἀναιρετέον τὸν ἔλεον. Τοὺς μὲν κακοὺς ἀσεβήσαντας, τοὺς δὲ ἀνοήτους καὶ θρασεῖς γηράσαντας αἱ τῶν ἁμαρτημάτων συνδιώκουσιν Ἐρινύες.
64 Ὁ δῆμος ὥσπερ τύραννος, καὶ τιμᾷ τὸν αὐτὸν ταχὺ καὶ ὑβρίζει. Τοῖς μὲν διὰ τοῦ ἡλίου πορευομένοις ἕπεται κατὰ ἀνάγκην σκιά, τοῖς δὲ διὰ δόξης βαδίζουσιν ἀκολουθεῖ φθόνος.
66 Τὸν λογισμὸν ὥσπερ ἰατρὸν ἀγαθόν, ἐπικαλεῖσθαι δεῖ ἐν ἀτυχίᾳ βοηθόν. Τῶν ἀπαιδεύτων βίων ὥσπερ τῶν ὑγρῶν αὐλῶν, ὁ μέν ἐστι βαρὺς ἐν ταῖς ἀτυχίαις, ὁ δὲ ὀξὺς ἐν ταῖς ὀργαῖς.
68 Οὔτε εὐπαθεῖν, οὔτε εὐτυχεῖν ἀεὶ τοὺς αὐτοὺς δυνατόν. Τὸν πεπαιδευμένον ὥσπερ ἐκ συμποσίου τοῦ βίου εὐσχημονοῦντα δεῖ ἀναλύειν.
68b Λιμὴν πλοίῳ μὲν ὅρμος, βίῳ δὲ ἀλυπία. Πατρὸς ἐπιτίμησις ἡδὺ φάρμακον· ἔχει γὰρ πλέον τὸ ὠφελοῦν τοῦ δάκνοντος.
69 Αἱ ἐλπίδες ὥσπερ αἱ ὀπῶραι, οὐκ ἀεὶ τὸν καρπὸν ἐκφέρουσιν. Ὥσπερ οἱ κόρακες παρεδρεύοντες ἐξορύσσουσι τοὺς τῶν νεκρῶν ὀφθαλμούς, οὕτως οἱ κόλακες τοῖς ἐπαίνοις τοὺς λογισμοὺς διαφθείρουσι τῶν ἀνθρώπων.
70 Λαγῷ μὲν κύνα, φίλῳ δὲ κόλακα φύσει πολέμιον ἡγητέον. Τὸν σπουδαῖον ἄνδρα καθάπερ παλαιστὴν ἀγαθόν, δεῖ πρὸς τὴν ἀνταγωνιζομένην τύχην τὰ βάρη τιθέναι.
72 Ἡ αὐτάρκεια καθάπερ ὁδὸς βραχεῖα καὶ ἐπιτερπής, χάριν μὲν ἔχει μεγάλην, πόνον δὲ μικρόν. Τὸ μὲν ὄξος τὴν τρυφήν, ἡ δὲ εὔκαιρος ἐπιτίμησις τὴν ἀφροσύνην καταστέλλει.
74 Ἡ μὲν ἐσθὴς τὴν ἀρρυθμίαν, ἡ δὲ εὔνοια τὴν ἁμαρτίαν περιστέλλει. Οἱ μὲν τραχεῖς ἵπποι τοῖς χαλινοῖς, οἱ δὲ ὀξεῖς θυμοὶ τοῖς λογισμοῖς μετάγονται.
74b Τὰ μὲν ξίφη ταῖς λαβαῖς, αἱ δὲ πράξεις τοῖς καιροῖς κρατοῦνται. Τῷ γελοίῳ καθάπερ ἁλί, πεφεισμένως δεῖ χρῆσθαι.
76 Τῆς εὐτυχίας ὥσπερ συμποτικῆς ὁμιλίας, κοινὴν εἶναι δεῖ τοῖς ἀξίοις τὴν ἀπόλαυσιν. Ἀτρόμως τῇ μὲν χειρὶ γράφειν, τῇ δὲ ψυχῇ βουλεύεσθαι δεῖ.
77 Τοῖς μὲν ὀργάνοις τοὺς προσᾴδοντας, ταῖς δὲ ἐπαγγελίαις τὰ ἔργα δεῖ συμφωνεῖν. Τῷ μὲν Ὀρέστῃ ὡς μαινομένῳ τὴν Ἠλέκτραν ὁ μῦθος, τῇ δὲ τῶν νέων ὁρμῇ τὴν εὐβουλίαν ὁ κατὰ φιλοσοφίαν λόγος παρίστησιν εἰς ἀντίληψιν.
79 Ἐν τῷ βίῳ καθάπερ ἐν ὁδῷ μακρᾷ, δεῖ που καὶ ἀνάπαυσιν εὐσχήμονα εἶναι. Θηρεύουσι τοῖς μὲν κυσὶ τοὺς λαγωοὺς οἱ κυνηγοί, τοῖς δὲ ἐπαίνοις τοὺς ἀνοήτους οἱ κόλακες.
80 Οὔτε τὰ τοῦ Ἀχιλλέως ὅπλα τῷ Θερσίτῃ, οὔτε τὰ τῆς τύχης ἀγαθὰ τῷ ἄφρονι ἁρμόττει. Τὸ μὲν πῦρ ὁ ἄνεμος, τὸν δὲ ἔρωτα ἡ συνήθεια ἐκκαίει.
82 Ἐν τῷ βίῳ καθάπερ ἀγῶνι γυμνικῷ, τῷ πλεῖστα κακοπαθήσαντι μέγιστα δόξης ἔπαθλα. Οὔτε γυνὴ χωρὶς ἀνδρός, οὔτε ἐλπὶς ἀγαθὴ χωρὶς πόνου γεννᾷ τι χρήσιμον.
84 Ἐν μὲν τοῖς ἱεροῖς εὐσεβεῖν, ἐν δὲ ταῖς εὐτυχίαις εὐεργετεῖν δεῖ. Μόνῳ τῷ λόγῳ καθάπερ ἐπιτρόπῳ σώφρονι, παρακαταθετέον ἐν τῷ βίῳ τὴν νεότητα.
86 Καὶ ὑπόδημα καὶ βίος, ἁρμόττων ἀλυπότερος. Οἱ πεπαιδευμένοι καθάπερ ξενιτεύοντες, ἐν τῷ βίῳ μικρῶν ἐπιδέονται παντάπασιν ἐφοδίων.
87 Αἱ μὲν ποδήρεις ἐσθῆτες τὰ σώματα, αἱ δὲ ὑπέρμετροι περιουσίαι τὰς ψυχὰς ἐμποδίζουσιν. Πανήγυρίς ἐστι ψυχῆς ἡ παιδεία· πολλὰ γάρ ἐστιν ἐν αὐτῇ τὰ τοῦ λογισμοῦ θεάματα καὶ ἀκούσματα.
89 Τοῖς μὲν σταδιοδρομοῦσιν ἐπὶ τῷ τέρματι τὸ βραβεῖον τῆς νίκης, τοῖς δὲ φιλοπονήσασιν ἐπὶ τοῦ γήρως τὸ πρωτεῖον τῆς φρονήσεως ἀπόκειται. Ἐν τοῖς Θεσμοφορίοις λέγεται μὲν αἰσχρά, πράττεται δὲ καλά· ἐν δὲ ταῖς τῶν φίλων διαφοραῖς λέγεται μὲν πολλάκις τὰ τῆς ὀργῆς, πράττεται δὲ διαπαντὸς τὰ τῆς εὐνοίας.
91 Τοῦ βίου καθάπερ ἀγάλματος, πάντα τὰ μέρη καλὰ εἶναι δεῖ. Τοῖς ἄφροσιν ὥσπερ τοῖς παιδίοις, μικρὰ πρόφασις εἰς τὸ κλαίειν ἱκανή.
92 Ἀνδριὰς μὲν ἐπὶ βάσεως, σπουδαῖος δὲ ἀνὴρ ἐπὶ καλῆς προαιρέσεως ἑστὼς ἀμετακίνητος ὀφείλει εἶναι. Οἱ μὲν λύκοι τοῖς κυσίν, οἱ δὲ κόλακες τοῖς φίλοις ὄντες ὅμοιοι ἀνομοίων ἐπιθυμοῦσιν.
93 Ὁ μὲν χειμὼν σκέπης, τὸ δὲ γῆρας ἀλυπίας δεῖται. Τὸν μὲν χρηστὸν οἶνον τὸ φαῦλον ὕδωρ, τὸν δὲ σπουδαῖον ἄνθρωπον ἡ μοχθηρὰ ὁμιλία φθείρει.
95 Οὔτε μάχαιραν ἀμβλεῖαν, οὔτε παρρησίαν ἄπρακτον ἔχειν δεῖ. Ἐν τῷ βίῳ καθάπερ ἐν δράματι, χρὴ τὰ πρῶτα λέγειν οὐ τὸν πλουσιώτατον, ἀλλὰ τὸν φρονιμώτατον.
97 Ταὐτόν ἐστιν ἐπ’ εὐτυχίᾳ μέγα φρονεῖν, καὶ ἐπὶ ὀλισθηρᾶς ὁδοῦ σταδιοδρομεῖν. Δεῖ, ὥσπερ Σειρῆνας τὰς ἡδονὰς παρελθεῖν τὸν σπεύδοντα τὴν ἀρετὴν ἰδεῖν, ὥσπερ πατρίδα.
99 Οὔτε σῖτον ἄριστον ἐκ τοῦ καλλίστου πεδίου κρίνομεν ἀλλὰ τὸν εὔθετον πρὸς τὴν τροφήν, οὔτε ἄνδρα σπουδαῖον ἢ φίλον εὔνουν τὸν ἐξ ἐπιφανοῦς ὄντα γένους ἀλλὰ τὸν ὑπάρχοντα τῷ τρόπῳ κρείττονα. Πρεσβύτης ἀνόητος ὥσπερ τρίβων σαπρός, εἰς οὐδεμίαν χρῆσίν ἐστιν εὔθετος.
101 Ὁ μὲν δειλὸς τῆς πατρίδος, ὁ δὲ φιλόδοξος τῆς πατρῴας οὐσίας ἐστὶ προδότης. Ἐν μὲν τῷ πλεῖν πείθεσθαι δεῖ τῷ κυβερνήτῃ, ἐν δὲ τῷ ζῆν τῷ λογίζεσθαι δυναμένῳ βέλτιον.
103 Καλὸν ἐπὶ μὲν τῆς ἑστίας φαίνεσθαι τὸ πῦρ λαμπρόν, ἐπὶ δὲ τῆς εὐτυχίας τὸν νοῦν. Τὸ μὲν σῶμα ἱματίοις δεῖ κοσμεῖν, τὴν δὲ ψυχὴν τοῖς ἐπιτηδεύμασιν.
104a Ὥσπερ οἱ ἐν εὐδίᾳ πλέοντες καὶ τὰ πρὸς τὸν χειμῶνα ἔχουσιν ἕτοιμα, οὕτως οἱ ἐν εὐτυχίᾳ φρονοῦντες καὶ τὰ πρὸς τὴν ἀτυχίαν ἡτοιμάκασι βοηθήματα. Αἱ μὲν ἐσθῆτες πλυνόμεναι πάλιν ἐν τῇ χρήσει ἀναπίμπλανται ῥύπου, αἱ δὲ ψυχαὶ ἅπαξ ἀποκαθηράμεναι τὴν ἀμαθίαν διαπαντὸς μένουσι λαμπραί.
106 Οἱ μὲν δραπέται κἂν μὴ διώκωνται φοβοῦνται, οἱ δὲ ἄφρονες κἂν μὴ κακῶς πράττωσι ταράττονται. Οἱ μὲν ζωγράφοι χρώμασι τὴν εἰκόνα τῆς ὄψεως, οἱ δ’ εὐχάριστοι προαιρέσει καὶ εὐνοίᾳ τὴν ὁμοιότητα τῆς εὐεργεσίας ὀφείλουσιν ἀποτελεῖν.
108 Τοῖς μὲν μαινομένοις πολλάκις τὰ τέκνα φαίνεται πολέμια, τοῖς δὲ ἄφροσι τὰ ἀγαθά. Ὁ μὲν γεωργὸς πρὸς τοὺς κατὰ θάλασσαν χειμῶνας ἄχρηστος, ὁ δὲ φιλάργυρος καὶ ὁ κόλαξ πρὸς τοὺς κατὰ ψυχήν.
109a Δεῖ, ὥσπερ ἐξ εὐνομουμένης πόλεως φυγαδεύειν στασιαστὴν ἄνθρωπον, οὕτως ἐκ τῆς σωθησομένης ψυχῆς τὸν πρὸς τὰ φαῦλα κεκλικότα νοῦν. Ὁ τῶν φιλαργύρων πλοῦτος ὥσπερ ὁ ἥλιος καταδὺς εἰς τὴν γῆν, οὐδένα τῶν ζώντων εὐφραίνει.
109c Οἱ μὲν ἀμαθεῖς παῖδες τὰ γράμματα, οἱ δὲ ἀπαίδευτοι ἄνδρες τὰ πράγματα συγχέουσιν. Οἱ μὲν ἐκ τῆς γῆς καρποὶ κατ’ ἐνιαυτόν, οἱ δὲ ἐκ τῆς φιλίας κατὰ πάντα καιρὸν φύονται.
111 Τὰ μὲν ξύλα τὸ πῦρ αὔξοντα ὑπ’ αὐτοῦ τοῦ πυρὸς καταναλίσκεται, ὁ δὲ πλοῦτος τρέφων τοὺς κόλακας ὑπ’ αὐτῶν τούτων διαφθείρεται. Τήκεται ὁ μὲν σίδηρος ἐν πυρί, ὁ δὲ λογισμὸς ἐν πότῳ.
112a Ταῖς μὲν πόλεσι τὰ τείχη, ταῖς δὲ ψυχαῖς ὁ ἐκ παιδείας νοῦς κόσμον καὶ ἀσφάλειαν παρέχει. Τῆς παιδείας ὥσπερ τροφῆς, μόνον τὸ ἀναδιδόμενον εἰς τὴν ψυχήν ἐστιν ὠφέλιμον.
114 Σπάνιόν ἐστιν ὁδοιποροῦντα συνεχῶς μὴ προσκόψαι, καὶ πράττοντά τι ἐντρεχῶς μὴ οὐχὶ καὶ ἁμαρτεῖν. Μουσικοῦ μὲν ἔργον τὸ πᾶν ὄργανον ἁρμόσασθαι, πεπαιδευμένου δὲ ἀνδρὸς τὸ πάσῃ ψυχῇ συμφωνῆσαι.
116 Ὁ μὲν οἶνος συμμεταβάλλεται τοῖς ἀγγείοις, ὁ δὲ πλοῦτος τοῖς τῶν κεκτημένων τρόποις. Οὔτε ἀρρώστου πληγήν, οὔτε ἀνοήτου ἀπειλὴν δεῖ εὐλαβεῖσθαι.
118 Ὑπενδύεσθαι δεῖ τῷ μὲν θώρακι χιτῶνα, τῇ δὲ λύπῃ νοῦν. Νοσοῦντος δίαιτα καὶ ἄφρονος εὐτυχία τὸ δυσάρεστον.
119a (t) [1] ( * Δημοκρίτο υ ) Ἐν μὲν τοῖς ἐσόπτροις ὁ τῆς ὄψεως, ἐν δὲ ταῖς ὁμιλίαις ὁ τῆς ψυχῆς χαρακτὴρ βλέπεται. Τῆς εὐτυχίας ὥσπερ ὥρας, παρούσης ἀπολαύειν δεῖ διὰ τὴν ἀδηλότητα.
121 Ἔοικεν ὁ ἐκ φιλοσοφίας λόγος ἡνιόχῳ· περίεστι γὰρ τῶν ἐν ἡμῖν ἐπιθυμιῶν ἀεὶ μετάγων αὐτὰς εἰς τὸ καλόν. Ἐν τῇ φιλίᾳ καθάπερ ἐν σπουδαίᾳ γῇ, πᾶσα φύεται ἐλπὶς καρπὸν φέρειν δυναμένη.
123 [1] Τὸ μὲν ἀψίνθιον ὁ καιρὸς τοῦ μέλιτος γλυκύτερον, τὸν δὲ ἐχθρὸν ἐντιμότερον τοῦ φίλου ἡ περίστασις ἐνίοτε ποιεῖ. ( * Δημοκρίτο υ ) Καὶ κυβερνήτης ἀγαθὸς ἐνίοτε ναυαγεῖ, καὶ ἀνὴρ σπουδαῖος ἀτυχεῖ.
125 Αἱ μὲν βρονταὶ μάλιστα τοὺς παῖδας, αἱ δὲ ἀπειλαὶ τοὺς ἄφρονας καταπλήττουσιν. Ἀνδριάντα μὲν τὸ σχῆμα, ἄνδρα δὲ ἡ πρᾶξις κοσμεῖ.
127 Ταὐτόν ἐστιν ἐκ χρυσοῦ ποτηρίου πίνειν φάρμακον, καὶ παρὰ φίλου ἀγνώμονος συμβουλίαν λαμβάνειν. Αἱ μὲν χελιδόνες εὐδίαν ἡμῖν προσημαίνουσιν, οἱ δὲ ἐκ φιλοσοφίας λόγοι ἀλυπίαν.
129 Οὐχ οὕτω τοῖς ὀρφανοῖς παισίν, ὡς τοῖς ἀνοήτοις ἀνδράσιν ἐπιτρόπων ἐστὶ χρεία. Ἔοικεν ἡ τύχη φαύλῳ ἀγωνοθέτῃ· πολλάκις γὰρ τὸν μηδὲν πράξαντα στεφανοῖ.
131 Εἰς μὲν τὸ εὐπλοῆσαι κυβερνήτου καὶ πνεύματος, εἰς δὲ τὸ εὐδαιμονῆσαι λογισμοῦ 〈δεῖ〉 καὶ τύχης. Χρυσὸν κηλιδοῦν καὶ φιλοσοφίαν ψέγειν ταὐτόν ἐστιν.
131b Ἐπὶ μὲν τῶν καρποφόρων δένδρων ἡ σκιὰ κρίνεται πάρεργον, ἐπὶ δὲ τῶν ἀληθινῶν φίλων ἡ πρὸς ἡδονὴν ὁμιλία. Ὁ φρόνιμος ὥσπερ εἰς ὁδὸν τὸν βίον, οὐ τὰ πολλοῦ ἄξια συντίθησιν ἐφόδια, ἀλλὰ τὰ ἀναγκαιότερα.
133 Οἱ μὲν τραπεζῖται τὰ τῶν παραθέντων, οἱ δὲ φιλάργυροι τὰ τῶν κληρονόμων χρήματα φυλάττουσιν. Πολλοῖς αἱ μὲν εὔκαιροι τροφαὶ τὰ σώματα αὔξουσιν, αἱ δὲ εὐκαίρως δοθεῖσαι χάριτες τὸν βίον.
134a Ὁ μὲν δειλὸς καθ’ ἑαυτοῦ τὰ ὅπλα, ὁ δὲ ἀνόητος τὰ χρήματα ἔχει. Ταὐτόν ἐστιν ἐξ ἀσθενοῦς ἀγκυρίου σκάφος ὁρμίζειν, καὶ ἐκ φαύλης γνώμης ἐλπίδα.
135a Τὸ μὲν πῦρ ὅταν μὴ ἐπιθῇς ὕλην ταχὺ σβέννυται, ὁ δὲ τῆς ἀρετῆς νοῦς ὅταν μὴ τύχης ἐπιλάβηται λαμπρᾶς ταχὺ γίνεται ἄγνωστος. Καὶ ἐν τοῖς βίοις καὶ ἐν τοῖς ὀργάνοις, αἱ μεταβολαὶ ἥδισται.
136a Ἐπισκοτεῖ τῷ μὲν ἡλίῳ πολλάκις τὰ νέφη, τῷ δὲ λογισμῷ τὰ πάθη. Οὔτε τὸν ἄρρωστον ἡ χρυσόπους ὠφελεῖ κλίνη, οὔτε τὸν ἀνόητον ἡ ἐπίσημος εὐτυχία.
138 Τὸ μὲν εὔκρατον ὕδωρ τὰς φλεγμονάς, ὁ δὲ ἐπιεικὴς λόγος τὰς ὀργὰς διαλύει. Οὔτε ὁ αὐστηρὸς οἶνος εἰς πολυποσίαν εὔθετος, οὔτε ἄγροικος τρόπος εἰς ὁμιλίαν.
140 Πιθήκου ὀργὴν καὶ κόλακος ἀπειλὴν ἐν ἴσῳ θετέον. Τοῦ βίου καθάπερ δράματος, πρῶτον μέρος ἐστὶν ἡ νεότης· διὸ πάντες αὐτῇ προσέχουσιν.
142 (t) [1] ( * Δημοκρίτο υ ) Τὰς μὲν τροφὰς ἀφελεστέρας, τὰς δὲ πράξεις λαμπροτέρας ἔχειν δεῖ. Πολλοὺς ὥσπερ ἀσθενοῦντας, οὕτω καὶ εὐτυχοῦντας τὸ πλῆθος τῶν παρακειμένων λυπεῖ.
143a Ὃν τρόπον ἐπὶ τῶν φυτῶν καὶ ἐπὶ τῶν νέων, ἡ πρώτη φυὴ προδείκνυσι τὸν μέλλοντα καρπὸν τῆς ἀρετῆς. Ἐν μὲν τοῖς συμποσίοις ὁ μὴ παροινῶν ἡδύτερος, ἐν δὲ τοῖς ἀγαθοῖς ὁ μὴ παρανομῶν.
144a Τοῦ μέλιτος αἱ μέλιτται τάχιον ἔρχονται ἐπ’ αἴσθησιν, τοῦ κέρδους δὲ οἱ φιλάργυροι. Ταὐτόν ἐστιν ὄφιν ἐκτρέφειν καὶ πονηρὸν εὐεργετεῖν· οὐδετέρου γὰρ ἡ χάρις εὔνοιαν γεννᾷ.
146 Ἐν μὲν εὐδίᾳ σπάνιον τὸ ναυαγῆσαι, ἐν δὲ εὐβουλίᾳ τὸ ἀτυχῆσαι. Τοὺς μὲν κενοὺς ἀσκοὺς τὸ πνεῦμα διίστησιν, τοὺς δὲ ἀνοήτους ἀνθρώπους τὸ οἴημα.
148 Γυμναζόμενον φυλάττεσθαι δεῖ τὸν κόπον, εὖ πράττοντα δὲ τὸν φθόνον. Ῥήτορες κοσμοῦσι λόγον, οἱ δὲ φιλόσοφοι τὸν τρόπον.
150 Κυβερνήτου μέν ἐστιν ἔργον ἀγαθοῦ πρὸς τὰς τῶν πνευμάτων μεταβολὰς ἁρμόσασθαι, ἀνδρὸς δὲ σοφοῦ πρὸς τὰς τῆς τύχης. Ἡ εὐφυΐα καθάπερ χρυσός, ὅταν σκευασθῇ πολυτιμοτέρα γίνεται.
152 Κολάζει τὸν μὲν ἀσεβῆ ἡ ἰδία συνείδησις, τὸν δὲ ἄφρονα ἡ ἰδία διάνοια. Ἀκόλουθόν ἐστιν ἐκ μὲν τῶν ἱματίων τὰς κηλῖδας, ἐκ δὲ τῶν φίλων τὰς μέμψεις ἀναιρεῖσθαι.
154 Ὁ μὲν γεωργὸς τὴν γῆν, ὁ δὲ φιλοσοφῶν τὴν ψυχὴν ἐξημεροῖ. Δεῖ, ὥσπερ φορτίον τὴν λύπην ἀναθέμενον, μὴ στένοντα φέρειν.
154b [1] Δείκνυσιν ἡ μὲν τροπὴ τὸν κατ’ ἀλήθειαν ἀνδρεῖον, ἡ δὲ ἀτυχία τὸν φρόνιμον. ( Σωκράτου ς ) Οἱ μὲν ἀκρατεῖς ἐν ταῖς ἀρρωστίαις, οἱ δὲ ἄφρονες ἐν ταῖς ἀτυχίαις εἰσὶ δυσθεράπευτοι.
156 Ὁ φθόνος ὥσπερ φαῦλος δημαγωγός, ταῖς καλαῖς ἀντιπολιτεύεται πράξεσιν. Καὶ ἐσθὴς καὶ εὐτυχία, ἀφελεστάτη ἀνεπίφθονος.
158 Ἐν τοῖς πολυχρονίοις βίοις ὥσπερ ἐν ταῖς μακραῖς ἀποδημίαις, πολλὰ συμβαίνει παράλογα. Ὁ πολυχρόνιος νόμος ὥσπερ θεοῦ παλαιὸν ἄγαλμα, μείζονος ἐντροπῆς τυγχάνει.
160 Τοὺς μὲν ἄνδρας τοῖς τῆς πόλεως νόμοις δεῖ πείθεσθαι, τὰς δὲ γυναῖκας τοῖς τῶν συνοικούντων ἀνδρῶν ἤθεσιν. Αἰσχρὸν μὲν μητρὸς ἑταίραν προτιμᾶν, ἀρετῆς δὲ ἡδονήν.
162 Ὥσπερ τροφή, οὕτω καὶ πρᾶξις ἀρίστη ἡ καὶ ὠφελοῦσα καὶ τρέφουσα. Οἱ μὲν θαυματοποιοὶ ταῖς κεναῖς φαντασίαις, ἡ δὲ τύχη ταῖς ἐλπίσιν ἡμᾶς ἐξαπατᾷ.
164 Ὥσπερ ἐν μικρῷ πίνακι τελείαν ἔστι ζωγράφου τέχνην κατιδεῖν, οὕτω καὶ ἐν μικρᾷ χάριτι τελείαν προαίρεσιν ψυχῆς. Ἐν μὲν τῇ θεραπείᾳ τὰ σώματα διαφθείρεται τῶν ἀγυμνάστων, ἐν δὲ τῇ ἀτυχίᾳ ὁ νοῦς τῶν ἀνοήτων.
165 Τὸν μὲν παῖδα ἀπὸ τῆς τίτθης ἡ μήτηρ, τὸν δὲ ἄφρονα ἡ ἀρετὴ ἀπὸ τῆς ἀπάτης ἀφέλκει. Καὶ ὁδοῦ καὶ ἀληθείας χαλεπὸν ἀποπλανηθῆναι.
167 Ἐν μὲν τῇ Ὀδυσσείᾳ τὴν τοῦ Ὀδυσσέως, ἐν δὲ ....... τὴν τῶν πολλῶν πλάνην ἔστιν ἰδεῖν. Φθείρεται ὁ μὲν κόσμος πυρὶ καὶ ὕδατι, ὁ δὲ τῶν ἀκολάστων πλοῦτος ἔρωτι καὶ μέθῃ.
168a Ἐκ μὲν τοῦ ποδὸς τὴν ἄκανθαν, ἐκ δὲ τῆς ἀλόγου ψυχῆς τὴν ἄγνοιαν ὑπεξελέσθαι δεῖ. Σφαγή ἐστι τοῦ φιλαργύρου ἡ πρὸς τὸ κέρδος ἐπιθυμία· ὅθεν ἡ τοῦ χρήματος ἀφαίρεσις ὥσπερ αἵματος ἐπιφέρει τὸν θάνατον αὐτῷ.
169a Ἡ τύχη καθάπερ τοξότης, ποτὲ μὲν ἐπιτυγχάνει βάλλουσα ἐφ’ ἡμᾶς ὥσπερ ἐπί τινα σκοπόν, ποτὲ δὲ ἐπὶ τὰ σύνεγγυς παρακείμενα ἡμῖν. Οὔτε νόμισμα οὔτε τὴν κοινὴν συνήθειαν παρακόπτειν δεῖ.
170a [5] Ταὐτόν ἐστιν ἐν γυμνικῷ ἀγῶνι ἡττηθέντα ὕβρεως δίκην τῷ ἀνταγωνιστῇ λαχεῖν, καὶ ἐν τῷ ζῆν νικώμενον ὑπὸ τῆς τύχης ἐγκαλεῖν αὐτῇ, ἀγνοοῦντα ἐφ’ οἷς δικαίοις εἰς τὸν ἀγῶνα τοῦ ζῆν συγκαταβεβήκαμεν. Ἀγνώμονι πατρὶ καθάπερ αὐστηρῷ νόμῳ συμπεριενεκτέον.
172 Οἱ μὲν ξενιτεύοντες εἰς τὴν πατρίδα, οἱ δὲ φιλοσοφοῦντες εἰς τὸ σωφρονεῖν σπεύδουσιν. Δυσάρεστοι ὄντες οἱ ἀπαίδευτοι καθάπερ ἐξ οἰκιῶν τῶν προαιρέσεων καθ’ ἡμέραν μετοικίζονται.
174 (t) [1] ( Ἐπικτήτο υ ) Καὶ τοῖς σκέλεσι καὶ ταῖς ἐλπίσι τὰ δυνατὰ μεταδιώκειν. Τοῦ βίου καθάπερ δράματος, τὰ τελευταῖα δεῖ κάλλιστα εἶναι.
175 Αἱ μὲν αἰσχραὶ γυναῖκες τὰς ὄψεις, οἱ δὲ μοχθηροὶ ἄνδρες τὰς προαιρέσεις ἐπικαλύπτονται. Ἔοικεν ὁ βίος θεάτρῳ· διὸ πολλάκις χείριστοι τὸν κάλλιστον ἐν αὐτῷ κατέχουσι τόπον.
175b Οὐχ οὕτως ἐπὶ ἀποθανοῦσιν, ὡς ἐπὶ τοῖς ἀμαθέσι θρηνεῖν δεῖ τοὺς γεννήσαντας. Οὔτε παρὰ νεκροῦ ὁμιλίαν, οὔτε παρὰ φιλαργύρου χάριν δεῖ ζητεῖν.
176a Αἱ μὲν τῆς ἀρετῆς ἐλπίδες ἴδιαί εἰσι τῆς ψυχῆς, αἱ δὲ τῆς κακίας νόθοι. Τὴν μὲν Ἠλέκτραν ὁ μῦθος διὰ φιλαδελφίαν, τὴν δὲ ἀρετὴν φιλάνθρωπον ὁ λόγος ἀποδεικνύει.
178 Τὸ περιβλέπεσθαι τὰς μὲν ἑταίρας ποιεῖ πλουσίας, τοὺς δὲ δημαγωγοὺς πένητας. Ῥώννυσι μὲν οἶνος τὸν δεσμὸν τοῦ σώματος καὶ τὰ ὀστᾶ, ψυχῇ δὲ πολεμιώτατος· διὸ καὶ σφαλερῶς πίνοντι πίσσα ἐπὶ πυρὶ καὶ ἀκρασίας ὑπέκκαυμα.
179a Οὔτε ὀψοφάγῳ ...... κοινωνητέον, οὔτε ἀδολέσχῳ λόγου. Χάριν ὀφείλειν καὶ βαρὺ φέρειν φορτίον ταὐτόν ἐστιν.
179c [1] Ὥσπερ δεῖ τοὺς πλέοντας πνεῦμα δεξιὸν ἐπιτηρεῖν, οὕτως καὶ τοὺς πολιτευομένους καιρόν, ἵν’ ἔλθωσιν ὅπου βούλονται. ( * Δημοκρίτο υ ) Ἡ μὲν μάχαιρα τέμνει, ἡ δὲ διαβολὴ χωρίζει φίλους.
180 Οὔτε ἵππος εὐγενὴς κρίνοιτ’ ἂν ὁ πολυτελῆ σκευὴν ἔχων ἀλλ’ ὁ τῇ φύσει λαμπρός, οὔτε ἀνὴρ σπουδαῖος ὁ πολύτιμον οὐσίαν κεκτημένος ἀλλ’ ὁ τὴν ψυχὴν γενναῖος. Τοῦ σοφοῦ στόματος ἀνοιχθέντος καθάπερ ἱεροῦ, τὰ τῆς ψυχῆς καλὰ βλέπεται, ὥσπερ ἀγάλματα.
182 Τῷ τῶν ἀπαιδεύτων βίῳ καθάπερ ὑποκριτῇ, πολλὰ τύφου μετεκδύματα παράκειται. Ὑποστάθμη ἐστὶν οἴνου μὲν τρύξ, φιλαργύρου δὲ ἀνελευθερία.
184 Τῆς παρρησίας ὥσπερ ὥρας, ἐν καιρῷ ἡ χάρις ἡδίων. Ἔστιν ὥσπερ τρίβωνα ῥυπαρὸν ἀμπεχόμενον εὐεκτεῖν, οὑτωσὶ καὶ βίον ἔχοντα πενιχρὸν παρρησιάζεσθαι.
186 Ἡ τῶν κολάκων εὔνοια καθάπερ ἐκ τροπῆς φεύγει τὰς ἀτυχίας. Ἡ δεισιδαιμονία καθάπερ πατρὶ τῷ τύφῳ πείθεται.
188 Ἱδρὼς μὲν ὁ ἐκ τῶν γυμνασίων εὐσχημονέστερος, πλοῦτος δὲ ἐκ τῶν ἰδίων πόνων. Τὸν πλοῦτον ὥσπερ φίλον ἐκτενῆ καὶ ἀπροφάσιστον, εἰς τὰς καλὰς δεῖ παραλαμβάνειν πράξεις.
190 Ἐν τῷ βίῳ καθάπερ ἐν θεάτρῳ, ἄχρι τούτου δεῖ παραμένειν, ἄχρις οὗ τὴν τῶν ἔργων θέαν ἐπιτερπῆ εἶναι συμβαίνει. Πεττείᾳ τινὶ ἔοικεν ὁ βίος, καὶ δεῖ, ὥσπερ ψῆφόν τινα τίθεσθαι τὸ συμβαῖνον· οὐ γὰρ ἔστιν ἄνωθεν βαλεῖν οὐδὲ ἀναθέσθαι τὴν ψῆφον.
192 (t) [1] ( Σωκράτου ς ) Αἱ πονηραὶ ἐλπίδες ὥσπερ οἱ κακοὶ ὁδηγοί, ἐπὶ τὰ ἁμαρτήματα ἄγουσιν. ( Ἀριστοτέλου ς ) Ὥσπερ ὁ οἶνος κιρνᾶται τοῖς τῶν πινόντων τρόποις, οὕτω καὶ φιλία τοῖς τῶν χρωμένων ἤθεσι.
194 (t) [1] ( Διογένου ς ) Οἱ φιλάργυροι καθάπερ μαχαίρᾳ τῷ βίῳ χρῶνται, πάντα ποιοῦντες κατὰ τὴν λαβήν. ( Διογένου ς ) Ὁ τῦφος ὥσπερ ποιμήν, οὗ θέλει τοὺς πολλοὺς ἄγει.
196 Ὥσπερ τὸ μέλι τὰ ἡλκωμένα δάκνει, τοῖς δὲ κατὰ φύσιν ἡδύ ἐστιν, οὕτω καὶ οἱ ἐκ φιλοσοφίας λόγοι. Οὕτως ἔνιοι αὑτοῖς δοκοῦσι φιλοσοφεῖν, ὡς καὶ νήφειν οἱ μεθύοντες.
198 Εὐτυχίας ὥσπερ μέθης, ἄφρων ἐπὶ πλεῖον ἀπολαύσας ἀνοητότερος γίνεται. Ἡ τύχη καθάπερ ἀγνώμων, παρ’ ὧν μὲν ἀφαιρεῖται τὰ ἀγαθά, οἷς δὲ χαρίζεται.
199a (t) [1] ( * Δημοκρίτο υ ) Ταὐτόν ἐστιν νεκρὸν ἰατρεύειν καὶ γέροντα νουθετεῖν. Γέροντα ἐρωτευόμενον καὶ ἡμίονον πρὸς λαγνείαν γαυριῶντα ἐν ἴσῳ θετέον.