eul_wid: rye-bm

Πενταετηρικός
Penteteric

Themistius the Philosopher Penteteric PDF

t 1 [5] ΠΕΝΤΑΕΤΗΡΙΚΟΣ Περὶ φύσεως βασιλικῆς καὶ αὐτὸς οὕτω γινώσκων τυγχάνω, καὶ ἐπαινῶ Πίνδαρον τὸν ποιητήν, ὡς ἄρα οὐ πᾶσιν ἀνθρώποις ὁμοίως ἐν ἀγαθῇ μοίρᾳ τὸ προελθεῖν εἰς χρόνον πλείω τὸν βίον, ἀλλὰ μόνοις τοῖς ζῆν μετὰ δικαιοσύνης προαιρουμένοις.
101 b καὶ τούτοις ἐλπὶς γλυκεῖα συνδιαιτᾶται καὶ ἀγαθὴ γηροτρόφος, παραπέμπουσα μετ’ εὐφροσύνης εἰς τὸ τῆς φύσεως καταγώγιον. ἡ δὲ τῆς κακίας ἀπαλλαγὴ ὅσῳπερ ἂν θᾶττον ὑπάρξῃ, τοσούτῳ μᾶλλον τοῖς καταληφθεῖσιν ὑπ’ αὐτῆς συνενήνοχεν.
101 c [5] οὐ γὰρ ἐᾷ πλείοσι περιπεσεῖν πλημμελήμασιν, οὐδὲ τοῦ γήρως πειρασθῆναι δυσκολωτέρου, προανασείοντος τὰς φροντίδας, ὧν μεταλλάξαντες ὑπομενοῦσιν. εἰ οὖν ἀληθὴς οὗτος ὁ λόγος ἐπὶ τῶν ἰδίων βίων ἐστί, πόσῳ μᾶλλον ἐφ’ ὧν πολλοὺς ἀναγκαῖον συναπολαύειν ἢ τῆς ἀρετῆς ἢ τῆς μοχθηρίας; ἄμφω ταῦτα, καὶ τὰ χρηστὰ λέγω καὶ τὰ φαυλότερα, τῷ χρόνῳ συνεπιδίδωσι.
101 d [5] καὶ εὔξαιντο ἂν οἱ κοινωνοῦντες τὰ μὲν ἐπὶ πλεῖστον αὐτοῖς χορηγεῖσθαι, τὰ δὲ μηδὲ ἀκαρῆ παραμένειν. Χρύσιππος δὲ ἄχρι τῶν ῥημάτων ἔοικεν ἀνδρίζεσθαι, ταὐτὸν δύνασθαι φάσκων ἀνδρὶ σπουδαίῳ μίαν ἡμέραν, μᾶλλον δὲ καὶ μίαν ὥραν, πολλοῖς ἐνιαυτοῖς.
102 a [5] οὐδὲ γὰρ ἰδιώτῃ φιλοσοφοῦντι πρὸς τὸ ἔργον ἄν τις ἀρκεῖν ὑπολάβοι καθάπερ ἀστραπὴν ἐκλάμψασαν τὴν ἀρετὴν εὐθὺς ἀποσβῆναι, ἀνδρὶ δὲ Ὧι λαοί τ’ ἐπιτετράφαται καὶ τόσσα μέμηλε, καὶ ᾧ πᾶσαν μὲν γῆν, πᾶσαν δὲ θάλασσαν κοινωνεῖν ἀνάγκη τῶν ἀγαθῶν, πῶς, ὦ βέλτιστε Χρύσιππε, οὐ συνεύχῃ τὸν χρόνον καὶ ἔξω τῆς φύσεως; ὅσῳ γὰρ ἂν ἐκεῖνον μακρότερον ποιῇς, τοσούτῳ μακροτέραν ποιεῖς τὴν τῶν ἀνθρώπων εὐδαιμονίαν. † ταύτῃ τοίνυν ἐγὼ μάλιστα φαίην ἂν τῶν τυράννων εἶναι τοὺς βασιλέας, † ὅτι τῶν μὲν ὁ πλείων χρόνος ἀληθής ἐστιν ἑορτὴ καὶ πανήγυρις, ἡ τυραννὶς δὲ ἡ μακροτέρα μακρότερον πένθος ἐστὶ τῶν χρωμένων, καὶ αἱ πεντάδες αὗται τῶν ἐνιαυτῶν καὶ αἱ δεκάδες δικαιοσύνης μὲν καὶ φιλανθρωπίας δορυφορούσης τὴν βασιλείαν εὐκταῖαι, καὶ ἀσμενέστατοι οἱ κύκλοι καὶ περίοδοι τῶν πανηγύρεων, καὶ ἐπιστάντος τοῦ καιροῦ πρόεισιν ἕκαστος ἑορτάζων ἀληθινῶς καὶ χορεύων αὐτῇ ψυχῇ καὶ συνεξυμνῶν τὸν θεὸν τὸν μηκύνοντα τὴν εὐπραγίαν.
102 b εἰ δ’ ἡ ἀπανθρωπία καὶ χαλεπότης σχῆμα ὑποδύοιτο βασιλείας, ἡ ταύτης διατριβὴ καὶ ὁ ταύτης χρόνος ἀνεόρταστος τοῖς ὑπηκόοις.
102 c [5] καὶ ἡνίκα ἂν τὰ σύμβολα γίνηται τοῦ χρόνου, μᾶλλον ὑπομιμνήσκει τοὺς ἀνθρώπους ὧν δυσπραγοῦσι, καὶ δέονται πλειόνων μαστίγων ἐπὶ τὰς ἑορτὰς ἢ πάλαι ποτὲ ἐπὶ τὰς μάχας οἱ Ξέρξῃ στρατευόμενοι· καὶ εὐφημοῦσι μὲν ἄνωθεν ἀπὸ τῆς γλώττης, τὰ δὲ εἴσω μεστὰ ὀδυρμῶν. οὕτω γὰρ τὸ μὲν Κύρου γῆρας εὐκτὸν ἦν τοῖς τὴν Ἀσίαν οἰκοῦσι, Νέρων δὲ ἐν ἀκμῇ τῆς ἡλικίας ἑαυτὸν ἀποσφάξας ὀψὲ λίαν ἐδόκει τεθνάναι. Τί οὖν μοι βούλεται τὸ προοίμιον τῶν λόγων; χρῆναι καὶ νῦν ἀνερωτᾶν ἕκαστον ἑαυτὸν ὅπως ἔχει πρὸς τὴν παροῦσαν πανήγυριν.
102 d [5] εἰ μὲν δὴ τὰ ἔνδον αὐτῷ κατηφιᾷ καὶ συνέσταλται, ἐπιτρέχει δὲ ὁ γέλως ἄνωθεν καὶ ἡ εὐφροσύνη καὶ τὸ συνευθυμεῖσθαι δοκεῖν τοῖς δρωμένοις, κολακεύσων μὲν ἐγὼ πρῶτος εἰς τὰ βασίλεια παρελήλυθα, κολακεύσοντες δὲ ὑμεῖς οἱ τὸν λόγον ἐπαινεσόμενοι. καὶ κροτεῖτε νῦν, ὡς ἔοικεν, ἀπ’ ἄκρων τῶν χειρῶν καὶ ἐκβοᾶτε ἀπ’ ἄκρας τῆς γλώττης, ἡ δὲ ἀφανὴς ψῆφος κατακρίνει τε ἡμῶν καὶ θωπείαν καταψηφίζεται.
103 a [5] εἰ δὲ διὰ τοῦ βάθους ἡ πανήγυρις ὑμῖν διήκει καὶ ἑορτάζεται ταῖς καρδίαις, αὕτη ἂν ἡ πολύευκτος εἴη πενταετηρίς, αὕτη ἡ ζητοῦσα δεκαετηρίδα, οὗτος ὁ κύκλος, ὃν πολλάκις ἄμεινον ἀνελιχθῆναι τῇ τῆς πεντάδος προσθήκῃ. Ἀλλὰ τὴν μὲν περὶ τὸν ἀριθμὸν τοῦτον φιλοτιμίαν τοῖς ταῦτα σοφωτέροις παρῶμεν, ἃ δὲ προσήκει φιλοσόφῳ τὸ ὄνειδος ἀπωθουμένῳ τῶν σοφιστῶν, κοσμῆσαι τὴν πανήγυριν, ταῦτα ἐπεξίωμεν ἤδη, παραιτησάμενοι μικρὰ τοὺς ἀκροωμένους, ἃ πολλάκις μὲν ἤδη καὶ πρότερον.
103 b [5] δεῖ δέ, ὡς ἔοικε, συχνοτέρας τῆς ἐπῳδῆς, εἰ μέλλοιμέν τι περαίνειν ὡς νομοθετοῦντες τοῖς φιλοσόφοις, καὶ ὅπως λεκτέον καὶ ἃ λεκτέον. οὓς χαλεπὸν μὲν ἐπισχεῖν· ποιοῦνται γὰρ καὶ τὰ ἐναντιώτατα ἀφορμάς, σιωπῶντα μὲν φιλόσοφον λοιδοροῦντες ὡς δι’ ἀδυναμίαν τοῦ λέγειν σεμνότητα σχηματιζόμενον, λέγοντι δὲ ἐπιτιμῶντες ὡς ἐκ φιλοσοφίας εἰς ῥητορικὴν μετιόντι, κἂν μὲν νουθετῇ, φλυαρεῖν, ἂν δὲ ἐπαινῇ, κολακεύειν, ἂν δὲ ἐλέγχῃ, μελαγχολᾶν, ἂν εἰς τὰ βασίλεια παρίῃ, περιεργάζεσθαι, ἂν οἰκουρῇ, κεῖσθαι μάταιον ἄχθος ἐπὶ τῆς γῆς, ἂν πολιτεύηται, σπουδαρχεῖν, ἂν ἀφιστῆται τῶν κοινῶν, ἀχρεῖον εἶναι.
103 c τί οὖν ἂν πάθοιμεν πρὸς ἀνθρώπους οὕτω δυσκόλους, οἳ χώραν οὐκ ἔχουσιν εἰς ἣν ἂν τάξειαν ἡμᾶς, ἀλλὰ βαρύτεροι καθεστήκασι τοῖς φιλοσόφοις τῶν τὰ μειράκια παιδαγωγούντων; διὰ τούτους οὖν καὶ τοὺς τοιούτους μικρά μοι συγχώρησον, ὦ βασιλεῦ, ἐκλογήσασθαι καὶ ὑπὲρ ἐμαυτοῦ καὶ ὑπὲρ τῶν λόγων οὓς προαιροῦμαι.
103 d [5] ἔσται δὲ οὐ ταῦτα ἔξω τῆς ὑποθέσεως, ἀλλὰ καὶ προὔργου τῷ καθορᾶν δυναμένῳ. Ἐγώ, φιλανθρωπότατε αὐτοκράτορ, ταύτῃ μάλιστα τῶν ἄλλων τεχνῶν φιλοσοφίαν διαφέρειν πεπιστευκώς, ὅτι μὴ κέχηνε πρὸς δόξας ἀνθρώπων, μηδὲ τὰς ἀκοὰς ποιεῖται κριτὰς ὧν αὐτῇ πρακτέον ἐστὶν ἢ ῥητέον, ἀλλ’ ὅσα ἂν ὁ λόγος ὑφηγῆται συντείνει αὐτὴ πρὸς τὸ κεφάλαιον, ὃ προεστήσατο.
104 a [10] † ταῦτα ἐγὼ εἰκότως πρὸς τοὺς ἀρχαίους πατέρας τῆς τέχνης ἐμαυτῷ † καὶ νομοθέτας ποιούμενος ἁπανταχοῦ πειρῶμαι τοῖς ἴχνεσι τοῖς ἐκείνων ἀκολουθεῖν, ἂν οἷός τε ὦ. φασὶ δὲ ἐκεῖνοι δύο ὁδοὺς εἶναι φιλοσοφίας, τὴν μὲν ἀνθρωπίνην, τὴν δὲ θειοτέραν, δεῖσθαι δὲ ὁμοίως ἀλλήλων καὶ οὔτε τὴν ἀνθρωπίνην ἐξεῖναι βαδίζειν ἄνευ τῆς θείας οὔτε τὴν θείαν ἄνευ τοῦ προκαθήρασθαι τῇ ἀνθρωπίνῃ.
104 b [5] μεταλλάττειν οὖν τὰς ὁδοὺς τοὺς ὀρθῶς ὁδοιποροῦντας καὶ μεταβαίνειν ἐκ τῆς ἑτέρας εἰς τὴν ἑτέραν, ὡς ὁ καιρὸς ὑφηγεῖται. τίκτεσθαι γὰρ ἡμᾶς οὐχ ἑαυτοῖς μόνον, ἀλλὰ καὶ πολίταις καὶ φίλοις καὶ ἁπλῶς ἀνθρώποις. ὅταν μὲν οὖν ὁ καιρὸς παραγγέλλῃ μηδ’ ὁτιοῦν ὄφελος εἶναι προσιόντι τοῖς ἀνθρώποις τῆς κατεχούσης πολιτείας καὶ τῶν ταύτης προεστηκότων, ἀποκλειόντων τὴν ὁδὸν τοῖς φιλοσοφοῦσιν, ὥσπερ τῶν ἀρρωστούντων τοῖς ἰατροῖς, τηνικαῦτα δὴ προσήκειν τῶν κοινῶν ἀναγκαίως ἀφισταμένους ἀγαπᾶν εἰ τὸ καθ’ ἑαυτοὺς εὖ διαθήσονται, ὥσπερ ἐν ζάλῃ κονιορτοῦ, φησὶν ὁ Πλάτων, ὑπὸ πνεύματος φερομένου, ὁρῶντες τοὺς ἄλλους καταπιμπλαμένους ἀδικίας τε καὶ ἀνόμων ἔργων, αὐτοὶ στάντες ὑπὸ τειχίον, τό γε μὴ τὰ αὐτὰ παθεῖν τοῖς πολλοῖς κέρδος ἡγήσονται· ὅταν δὲ εἰσκαλῇ μὲν ὁ τῆς πολιτείας προεστηκώς, ἐνδιδῷ δὲ ἐλπίδας χρηστὰς ἁπτομένοις τῆς ἰατρείας καὶ τὰ παραγγέλματα καταδέχηται γεννικῶς, καὶ ἀπαιτῇ τὴν παρρησίαν ὥσπερ ὄφλημα ἀναγκαῖον παρὰ τῆς τέχνης, καὶ μηδὲν αὐτῆς νουθέτημα ἄχρι τῶν ὤτων προσίηται, ἀλλ’ ἐγχαράττῃ τὰς συμβουλίας τῇ ψυχῇ καὶ περιφέρῃ τὸν ἐφεξῆς χρόνον, καθάπερ ἐν στήλῃ ἀδάμαντος ἐγγεγραμμένας, ὁ τούτῳ μὴ προσιὼν συνεχῶς μηδὲ χειροήθη κατασκευάζων, μήτ’ ἐπιδεικνύμενος τὴν τέχνην ἣν ὑπισχνεῖται, ἀνηκουστεῖ μὲν φιλοσοφίας, ἀνηκουστεῖ δὲ Πλάτωνος τοῦ σοφοῦ, βασιλέα νέον ἐπιζητοῦντος εὖ πεφυκότα, ὡς τηνικαῦτα μάλιστα τὴν χρείαν ἐπιδεῖξαι τὴν ἑαυτῆς δυνησομένης φιλοσοφίας.
105 a [5] Καὶ διὰ ταῦτα ἐκεῖνος οὐκ ὤκνει διαπλέων ἐκ τῆς Ἀττικῆς τὸν Ἰόνιον, καὶ τὰ πρῶτα ἁμαρτὼν δευτέραν πεῖραν προσενεγκεῖν, καὶ τὰ δεύτερα ἀμεληθεὶς μηδὲ τὰ τρίτα ἀποκνῆσαι. καίτοι Πλάτων μὲν τῇ Διονυσίου φύσει φιλονεικῶν ἐπεχείρει τοῖς ἀνιάτοις, τὴν δὲ σὴν φύσιν ἔξεστι καθορᾶν κηρίνου παντὸς ἐκμαγείου εὐπλαστοτέραν πρὸς ἀρετήν. μᾶλλον δὲ τί δεῖ κύκλῳ περιιέναι καὶ οὐκ αὐτὸν Πλάτωνα μάρτυρα παραστήσασθαι; ὡς ἐκεῖνος μὲν πλέων ὡς Διονύσιον τοὺς αὑτοῦ νόμους παρεώρα, οὓς ἔθετο ἡμῖν ὥσπερ γνωρίσματα φύσεως εὐαγώγου πρὸς βασιλικὴν ἀρετήν, ἡμεῖς δὲ ταυτὶ τὰ γνωρίσματα ἐξευρόντες ἀγαπητῶς συνδεδραμηκότα μᾶλλον ἀκούομεν Πλάτωνος ἢ αὐτὸς ἑαυτοῦ, καὶ τοῖς ἴχνεσιν ἀκολουθοῦμεν, ὧν ὁ θέμενος ὠλιγώρησε.
105 b [10] Σκοπεῖτε γάρ, εἰ μὴ δόξειεν ὑμῖν ἀνὴρ τὰ παρόντα μᾶλλον προφητεύειν ἢ δείγματα εἰς μέσον ὑποδεικνύναι φύσεως ἀπιστουμένης τοσούτων συλλαβεῖν ἀγαθῶν ἀριθμόν, ἃ μὴ ῥᾳδίως ἀνέχεται τὴν κοινωνίαν. δότε γάρ μοι, φησί, βασιλέα νέον, σώφρονα, μεγαλοπρεπῆ, μνήμονα, πρᾷον, ἀνδρεῖον, εὐμαθῆ.
105 c [5] οὗτος ἐκεῖνός ἐστιν, ὃν ζητεῖς, ὦ θαυμασιώτατε Πλάτων, καὶ λέγεις μοι λίαν ἀκριβῶς, οὐκ εἰδὼς ὃν λέγεις, καὶ τὴν εἰκόνα ἐκμάττῃ, οὐχ ἑορακὼς τὸ ἀρχέτυπον. ἰδοὺ τοίνυν καταμάνθανε πρῶτον τὸ ὕστατον τῶν γνωρισμάτων, ὅπως ἐκλάμπει περιφανῶς ἐν τῷ νεανίᾳ τὸ φιλομαθές, εἰ δὲ βούλει, καὶ εὐμαθές· ὃν οὐδὲ ὁμόγλωττον ὄντα τοῖς λόγοις τοῖς ἡμετέροις προθυμότερον ἔστιν ἰδεῖν ἀπαντῶντα εἰς τοὺς λόγους ἢ τοὺς λίαν ἐκ τῆς Ἀττικῆς. καὶ οὐ δεῖ σοι μακρᾶς παραγγελίας οὐδὲ ἀντιβολήσεων ἐμμήνων, οὐδὲ προστίθεσθαι ἱκετηρίαν, ἀλλ’ ἐξαρκεῖ μόνον ἀπαγγεῖλαι, καὶ πράγματα ἕξεις περινοστῶν τοὺς ἰδιώτας· ὁ δὲ προκάθηται ἕτοιμος τὸν χορὸν τὸν οἰκεῖον περιστησάμενος, καὶ τὰς Μούσας οὐκ ἔλαττον ἀσμενίζει τῆς Ἐνυοῦς, καὶ πρὸς τοὺς λόγους οὐχ ἧττον ἢ τὴν σάλπιγγα διεγείρεται.
105 d καὶ οὐδὲ τὰ ῥήματα αὐτὸν θορυβεῖ ξένα ὄντα καὶ οὐκ ἐν ἔθει, ἀλλὰ τὸν ἐνδεδυκότα αὐτοῖς νοῦν ἐρευνᾷ καὶ μικρᾶς ἐνδοθείσης ἀρχῆς δεῖται ἐλάχιστα ἑρμηνέως.
106 a [5] τὸ γὰρ ἀκόλουθον εὐθέως καὶ τὸ ἐφεξῆς οἴκοθεν εὑρίσκει τῇ τῆς φύσεως εὐκολίᾳ. ᾐσθάνεσθε γοῦν αὐτοῦ κραδαινομένου πρώην πρὸς τὸ κάλλος τῆς διανοίας καὶ τῇ δυνάμει τοῦ λόγου συμμεταβάλλοντος τὴν μορφήν, μειδιῶντος, συνάγοντος τὰς ὀφρῦς, οὐκ ἀγαπῶντος ἕπεσθαι μόνον τοῖς εἰς τοὐμφανὲς λεγομένοις, ἀλλὰ καὶ τὴν τέχνην, ἀφ’ ἧς ἕκαστον ὁρμᾶται τῶν ἐπιχειρημάτων, ἐπιζητοῦντος. ὥστε δυοῖν εἰσελθόντοιν λόγοιν μᾶλλον ἑάλω τοῦ νοῦν οἰκεῖον ἔχοντος ἢ τοῦ τὰ ῥήματα.
106 b [5] ὃ δὲ μάλιστα ἄξιον ἄγασθαι, ὅτι καὶ τῶν ἐπαίνων ἐκείνους μόνους προσίεται μεθ’ ἡδονῆς, οὓς ἂν γνωρίζῃ προσήκοντας, οὓς δὲ ἀνευρίσκει περαιτέρω τοῦ ἀληθοῦς κεχαρισμένους, δυσχεραίνει πρὸς τούτους, ὡς ἐξαπατᾶν πειρωμένους. τοῦτο δὲ δυοῖν ἂν εἴη σημεῖον, τοῦ τε γινώσκειν ἑαυτὸν καὶ τὰ ἑαυτοῦ καὶ τοῦ γε ἀνάλωτον εἶναι κολακείας, καὶ κινδύνου κρείττω χαλεπωτέρου ἢ χρυσίου, καὶ μάλιστα τοῖς ἐν ὑπεροχῇ τοσαύτῃ καθεστηκόσιν. ὧν οἱ πολλοὶ τὸ προσηνὲς ἀεὶ καὶ ἐν τοῖς λόγοις ἐπιζητοῦντες αὐτοὶ προκαλοῦνται τοὺς προσιόντας ἐξ ὧν εὐφρανοῦσι σκοπεῖν, οὐκ ἐξ ὧν ὠφελήσουσιν.
106 c [5] ἀλλ’ οὐ σύ γε, ἀλλὰ κουφότερον φέρεις βλασφημίαν ἢ κολακείαν, γινώσκων ὡς ἡ μὲν οὐδὲν ὤνησε, λοιδορηθέντες δὲ πολλοὶ τὰ ἐλλείμματα ἐπηνώρθωσαν. καὶ πρὸς τοὺς νουθετοῦντας ἥμερος ὢν πρὸς τοὺς θωπεύοντας ἀγριαίνεις. ὃ τοίνυν προὐθέμην, τὸ γὰρ εὐπειθὲς τοῦτο αὐτὸ καὶ εὐάγωγον εὐμαθείας εἶναι τεκμήριον τίς οὐκ ἂν φαίη, ὃ σοὶ διαφερόντως ὑπάρχον ὁρῶμεν; Ἀλέξανδρος μὲν γὰρ ὁ Φιλίππου πολλὰ ἀκούσας Ἀριστοτέλους πολλάκις πλείω καὶ παρήκουε, σοὶ δὲ πᾶσα χρηστὴ παραίφασις ἐγκάθηται ἐν τῷ βάθει τῆς διανοίας καὶ μένει παντάπασιν ἀνεξάλειπτος.
106 d [5] καὶ ὅστις ἄν σοι ῥηθῇ παρ’ ἡμῶν λόγος ἀρχαῖος γνώμην παλαιὰν ἔχων καὶ νουθεσίαν παρέστηκεν ἀεὶ καὶ συνδιαιτᾶται. οὐκ οἶσθα ὅπως ἄγαμαι, βασιλεῦ, ἀκούων σου πολλάκις ἐκεῖνον τὸν λόγον ὑπερφυῶς ἀγαπῶντος καὶ πρόχειρον ἔχοντος ἐπὶ τῶν καιρῶν, ὅτι σεισμοῦ μὲν καὶ λοιμοῦ τὸ διαφθείρειν ἀνθρώπους, βασιλέως δὲ ἔργον τὸ σῴζειν ἐστί, καὶ τὸ ῥῆμα ἐκείνου τοῦ αὐτοκράτορος, ὅτι σήμερον οὐκ ἐβασίλευσα, οὐδένα γὰρ σήμερον εὖ ἐποίησα.
107 a ταῦτα γὰρ καὶ πλείω τοιαῦτα οὐχ οἷόν τε ἐπαινεῖν οὐδὲ μεμνῆσθαι τὸν πεφυκότα ἐξ ἐναντίας. ὅταν οὖν αὐτὸς μὲν ὑπέχῃς τὰ ὦτα, ἡμεῖς δὲ ἀποκνῶμεν προσάγειν τοὺς λόγους, οὓς ἀσμενίζεις, οὐχὶ σὸν ἤδη τὸ ἔγκλημα, ἀλλὰ τῶν εἰς δέον τῇ φύσει τῇ σῇ μὴ χρωμένων.
107 b [5] ἀλλὰ τοῖς μὲν ἄλλοις, ὦ βασιλεῦ, κἂν συγγνώμην τις ἀπονείμειε—τοῖς μὲν γὰρ οὐ σχολή, οἱ δὲ εἰς ἑτέραν φαῖεν ἂν εἰσφέρεσθαι χρείαν— φιλοσόφῳ δέ, ᾧ δέδωκας ἤδη πεῖραν τῆς εὐπειθείας, εἰ μὴ προσάγοι συνεχῶς λόγους ἐγκάρπους καὶ ὀνησίμους, τίς οὐκ ἂν δικαίως νεμεσήσειεν, εἰ σχῆμα ἀνειληφὼς γυμναστοῦ ἁμιλλῷτο ὀψαρτυταῖς, καὶ ἐπιμελοῖτο μόνον τοῦ προσηνὴς εἶναι δοκεῖν καὶ τῇ πανηγύρει κεχαρισμένος, φάρμακον δὲ τοῖς ἡδύσμασι μηδ’ ὁτιοῦν ἐγκεραννύοι; Πλάτων μὲν οὖν, εἰ καὶ τὰ ἄλλα πάντα θεῖος καὶ αἰδοῖος, ἀλλὰ τοῦτόν γε ἀτεχνῶς ἀποκεκινδυνευμένως προήκατο λόγον, ὅτι μὴ πρότερον τὰ κακὰ λήξει τοῖς ἀνθρώποις, πρὶν ἂν ἢ φιλόσοφοι βασιλεύσωσιν ἢ βασιλεῖς φιλοσοφήσωσιν.
107 c [10] ἐλήλεγκται δὲ ὁ λόγος καὶ δέδωκεν εὐθύνας τῷ χρόνῳ. ἄγασθαι δὲ ἄξιον Ἀριστοτέλην, ὅτι μικρὸν τὰ Πλάτωνος ῥήματα μεταθεὶς τὸν λόγον πεποίηκεν ἀληθέστερον, φιλοσοφεῖν μὲν τῷ βασιλεῖ, οὐχ ὅπως ἀναγκαῖον εἶναι φάσκων, ἀλλὰ καὶ ἐμποδών, τὸ δὲ φιλοσοφοῦσιν ἀληθινῶς τυγχάνειν εὐπειθῆ καὶ εὐήκοον.
107 d [5] ἔργων γὰρ ἀγαθῶν τὴν βασιλείαν ἐνέπλησεν, οὐχὶ ῥημάτων. ὅση τοίνυν χρεία τοῖς εἰρημένοις τοῦ προϊέναι μὴ ἄνευ λόγου, τοσοῦτον ἀπολαύειν προσῆκε τοῦ φιλοσοφοῦντος τὸν βασιλεύοντα. νῦν δὲ ὅμοιον ὥσπερ εἴ τις πρὸς τὸν στέφανον τὸν Ὀλυμπίασιν ἀποχρῆν οἴοιτο τὸ παλαίσματα ἐκ βιβλίου μεμαθηκέναι, κόνεως δὲ μὴ ἅψαιτο μηδὲ ἁλτήρων. ὁ γὰρ τοιοῦτος ἀγωνιστής, πρὶν ἐπιβῆναι τοῦ σταδίου, γέλωτα ὀφλισκάνει τοῖς θεαταῖς· ὅστις δὲ ἐκ φύσεως πρόθυμος καὶ τὸν ὑπ’ ἄλλου καλῶς εἰρημένον λόγον οἰκεῖον ποιεῖσθαι, τούτῳ συμβαίνει μήτε προΐεσθαι τὸν καιρὸν τῶν ἔργων εἰς λόγους καὶ τὸ κέρδος ἀποφέρεσθαι τὸ ἐκ τῶν λόγων.
108 a [10] πάνυ μὲν γάρ, οἶμαι, καλῶς καὶ Τιμόθεος ὁ στρατηγὸς φιλοσόφῳ παραβαλὼν εἰς πλῆθος ἐπιχειροῦντι μόνον εἶναι τὸν σοφὸν στρατηγόν, Ἄνδρες, ἔφη πρὸς τοὺς παρόντας, οὗτος ὁ ἀνὴρ οὐδεπώποτε ὑπὸ σάλπιγγος τεθορύβηται. ἀλλὰ τοῦτον μὲν τὸν λόγον εὐχῆς οἰητέον, οἵας πολλὰς ὀνειροπολοῦμεν οἱ ἄνθρωποι προελθεῖν εἰς ἔργον ῥᾳδίως μὴ δυναμένας.
108 b [5] ἀγαπῶμεν δέ, εἰ φανείη ποτὲ βασιλεὺς οὐκ αὐτὸς αὐτουργῶν φιλοσοφίαν, τοῖς δὲ φιλοσοφοῦσιν ἀληθῶς εὐπειθὴς καὶ ὑπήκοος. Διὰ τοῦτο καὶ ὁ πάνυ Σεβαστὸς μέγας ἦν, ὅτι τὸν Ἄρειον καὶ τὸν Θρασύλον συμπεριήγετο, οὐχ ἵνα αὐτῷ συνθέσεις οἰκοδομημάτων ἐξηγῶνται καὶ ἀναλύσεις, ἀλλ’ ἵνα πρὸς τὰ ἔργα τῆς ἀρετῆς παρορμῶσι. καί ποτε λόγος ἀναβάντα ἐφ’ ὑψηλὸν βῆμα τὸν Σεβαστὸν θρασυναμένου τι τοῦ δήμου τῶν Ἀλεξανδρέων καὶ δεδιότος τὴν τιμωρίαν, Ἀφίημι, φάναι, τὴν ὀργὴν ὑμῖν Ἀρείου μὲν συμβουλῇ, ἐμῇ δὲ εὐπειθείᾳ.
108 c [5] εἰ δὲ Ἄρειος μὲν ὡς οἷόν τε ἄριστα εἶπεν, ὁ Σεβαστὸς δὲ ὠλιγώρησε τῆς παραινέσεως, οὐδὲν ἂν ὁ δῆμος τῆς τοῦ φιλοσόφου νουθεσίας ἀπώνατο. Ἐμοὶ δὲ καὶ Ζήνων ὁ Κιτιεὺς λίαν ἀρεστὸς τὴν εὐπείθειαν ἀποφηνάμενος τῆς ἀγχινοίας ἀρετὴν εἶναι βασιλικωτέραν, καὶ τὴν τάξιν τὴν Ἡσιόδου μεταθείς, Κεῖνος μὲν πανάριστος ὃς εὖ εἰπόντι πίθηται, ἐσθλὸς δ’ αὖ κἀκεῖνος ὃς αὐτῷ πάντα νοήσει.
108 d [5] οὐ γὰρ οἷόν τε ἕνα ὄντα τὸν βασιλέα, κἂν σφόδρα ὑπάρχῃ θεοειδής, τοσαύταις ἐπιστατοῦντα φροντίσιν ἐν ἁπάσαις τὸ δέον εὑρίσκειν. ἀλλ’ ἐὰν ἔχῃ τὸ εὐπειθὲς καὶ εὐήκοον, ἐρανίζειν οἷός τε παρὰ πλειόνων, ἃ τὸ πλῆθος τῶν πραγμάτων οἴκοθεν ἅπαντα λεπτουργεῖν οὐκ ἐᾷ. Πολλῶν δ’ ἀγρομένων (φησὶν ὁ Νέστωρ) τῷ πείσεαι, ὅς κεν ἀρίστην βουλὴν βουλεύσοι.
109 a [5] ἀλλ’ ὁ μὲν Νέστωρ καὶ ἐπιτιμᾷ που τῷ Ἀγαμέμνονι, Μάλα γάρ τοι ἔγωγε πόλλ’ ἀπεμυθεόμην. σοὶ δ’ οὐκ ἔστι μέχρι γε νῦν ὅστις ἂν ἔχοι προενεγκεῖν ὅτι χρηστὴν αὐτοῦ συμβουλὴν προσφέροντος παρακήκοας, ἀλλ’ ἢ κατὰ σαυτὸν προλαβὼν τὸ δέον ἐξεῦρες, ἢ τὸ ἔργον ἐπάγεις τῷ παρ’ ἄλλου καλῶς εὑρημένῳ. Τὸ δὲ δὴ τῆς μνήμης, Ἀρταξέρξῃ μὲν τῷ Περσῶν βασιλεῖ καὶ μόνον ἀντὶ σεμνότητος ἐξήρκεσε καὶ προσῆπται τῷ ὀνόματι τῷ Ἀρταξέρξου ὁ Μνήμων ὥσπερ ἄλλο τι ἐγκαλλώπισμα, ἐγὼ δὲ τὸ μὲν ἁπλῶς ἁπάντων μεμνῆσθαι καὶ διατηρεῖν ἀνεξάλειπτα οὔπω χρηστῆς φύσεως σημεῖον ποιοῦμαι, καὶ ταῦτα ἐπ’ ἀνδρὸς βασιλέως, μᾶλλον δὲ ὃν ἐξ ἰδιώτου βασιλέα πεποίηκεν ὁ θεός.
109 b ἀνάγκη γὰρ τὸν τοιοῦτον πολλὰ μὲν ἀκοῦσαι παρὰ γνώμην ἐν τῷ πρόσθεν βίῳ, πολλὰ δὲ ὑπομεῖναι τῶν δυσχερῶν, καὶ ἄρχων δ’ ἂν αὐθάδης ὀλιγωρήσειεν ἰδιώτου, καὶ ὁ τὰ πλείω κεκτημένος παρίδοι τὸν τὰ ἐλάττω.
109 c [5] τὸν δὴ τοιοῦτον εὐξαίμην ἂν ἔγωγε, εἴπερ οἷόν τε, τὸ τῆς λήθης ὕδωρ πιόντα ἐκ τῆς στρατιωτικῆς χλαμύδος τὴν ἁλουργίδα μεταμφιάσασθαι. ἀλλ’ ἐκεῖνο ὑπείληφα ἀξιέπαινον, μᾶλλον δὲ ἀτεχνῶς φύσεως θείας, καὶ μνήμονα εἶναι τὸν βασιλέα καὶ ἐπιλήσμονα· μνήμονα μὲν τῶν ἀγαθῶν, ἐπιλήσμονα δὲ τῶν ἐναντίων. πόσους εἰκὸς Δαρείῳ τῷ Ὑστάσπου, ἡνίκα δορυφόρος ἐστρατεύετο ὑπὸ Καμβύσῃ, καὶ προσκροῦσαι μάτην καὶ λοιδορήσασθαι, τυχὸν δὲ καὶ ἀφελέσθαι τι τῶν κτημάτων; ἀλλ’ ἀφ’ ἧς ἡμέρας εἰς τὸν Καμβύσου θρόνον ἐκάθισε, τὰ μὲν ἄλλα πάντα ἀφῆκε, Συλοσῶντα δὲ οὐκ ἀφῆκεν.
109 d [5] οἶδα ὅτι τὸν Συλοσῶντα ἐπιζητεῖς ὅστις ποτὲ ἦν. Σάμιος ἦν, ἰδιώτης ἀνήρ, καὶ Δαρεῖον στρατευόμενον ἐν τοῖς δορυφόροις, ἐπειδὴ τῆς χλαμύδος ἁλόντα ᾔσθετο, ἣν ἔτυχεν ἠμφιεσμένος δωρεῖται προῖκα ἐκδὺς ἀργύριον καταβάλλοντι. καὶ τὴν μὲν χλαμύδα κατέτριψε Δαρεῖος οὐκ εἰς μακράν, τὴν μνήμην δὲ οὐ κατέτριψε τῆς δωρεᾶς, ἀλλ’ ἡνίκα εἰς τὴν βασιλείαν παρῆλθε, τοῦτο ὑπέλαβεν εἶναι τῆς ἀμείνονος τύχης προοίμιον, εἰ νικήσειε πολλῷ τὸν εὖ ποιήσαντα.
110 a [5] Σὺ δὲ ὀργὴν ἀπεμνημόνευσας οὐδενί, Συλοσῶντας δὲ πλεῖν ἢ μυρίους νενίκηκας. ἠμύνω μὲν γὰρ οὐδ’ ὁντινοῦν, εὖ δ’ ἐποίησας καὶ τῶν προσκρουσάντων οὓς χρηστοὺς ᾔδεις. τὸ μὲν γὰρ ἐκπλῆσαι τὴν ἰδίαν ἀπέχθειαν ἰδιώτῃ, τὸ δὲ ἆθλα τῆς ἀρετῆς ἀποδοῦναι βασιλεῖ προσήκειν ἐνόμισας.
110 b [10] Ἀλκιβιάδης δὲ ὁ Κλεινίου, καὶ ταῦτα στρατηγὸς ὢν αἱρετός, οὐχ οὕτως ἀπεμνημόνευσεν Εὐπόλιδι τῷ κωμῳδοδιδασκάλῳ τοὺς Βάπτας, καίτοι τῆς τέχνης αὐτῷ διδούσης τοῦ σκώπτειν τὴν ἄδειαν ἐκ τῶν νόμων. ἀλλὰ σὺ κἀκεῖνον, ὡς ἔοικε, τὸν αὐτοκράτορα παρελήλυθας, ὃς ἐπειδὴ τάχιστα ἧκεν εἰς τὴν ἀρχήν, καλέσας ὃν μάλιστα ἀπεχθανόμενον ᾔδει, Θάρσει, φησίν, ὦ βέλτιστε· οὐ γὰρ ἕξεις χαλεπὸν ἐχθρὸν ἐκ τῆς σήμερον. καὶ ἐπὶ τούτῳ τῷ ῥήματι οὐχ ἧττον ἀοίδιμος οὗτος ὁ βασιλεὺς ἢ τῇ Δεκεβάλου σφαγῇ καὶ ταῖς Παρθικαῖς νίκαις καὶ Γερμανοῖς ὑπακούουσι.
110 c [5] μείζων γάρ, ὡς ἔοικε, νίκη βασιλεῖ Ῥωμαίων τὸν θυμὸν ὑποκύπτοντα ἔχειν τῷ λόγῳ ἢ τοὺς βαρβάρους τοῖς στρατιώταις. οὐδὲ γὰρ ἡ Γετῶν ἐκδρομὴ τοσοῦτον εἰργάσατο τὴν Ῥωμαίων ἀρχὴν ὅσον ἡ Νέρωνος ἐμπληξία καὶ ἡ Δομετιανοῦ μελαγχολία. καίτοι τοῦτόν γε οὐδὲ θυμὸν ἴσως κλητέον, ὃς κατακοιμηθεὶς ὑπὸ τοῦ λογισμοῦ, ἐπειδὰν λάβηται δυνάμεως, ἀνεγείρει τι ἀλλόκοτον καὶ πικρίαν καὶ μῆνιν, σκιροῖς ἐοικότα νοσήμασιν, αὐτὴν πρώτην τιμωρουμένοις καὶ δαπανῶσι τὴν ψυχήν, ᾗ ἐντέτηκε. Λόγος δέ με ἐκ λόγου παραλαμβάνων εἰς ἕτερον γνώρισμα ἐξενήνοχεν, ἐκ τῆς μνήμης εἰς τὴν πρᾳότητα, περὶ ἧς τίς ἂν ἡμῖν ἀμφισβητήσειε τὰ χθὲς καὶ πρώην ἑορακώς; οἶμαι γὰρ ἔγωγε ὡς εἴ τις ἐκδημήσας τῆς Ῥωμαίων ἀρχῆς τὸν τῆς ἐπαναστάσεως χρόνον καὶ τὴν προτέραν τάξιν ἐγνωκὼς ὑγιῆ τῇ πολιτείᾳ τῇ νῦν ἐπισταίη, σφόδρα ἂν ἀπίστους νομίσαι τοὺς ἐξευρόντας τὰ μεταξὺ συμβεβηκότα, οὐδ’ ὁτιοῦν εὑρίσκων ἀξίως τοσαύτης καινουργίας μετηλλαγμένον, ἀλλὰ καὶ ταξιάρχους τοὺς αὐτοὺς καὶ στρατηγοὺς καὶ λοχαγοὺς καὶ δορυφόρους καὶ στρατιώτας καὶ τὸ πλήρωμα τῆς γερουσίας, δικαιότατα δὴ τοῦτο ἀποσεσωσμένον, ὥστε ζητεῖν οὐκ ἀπεικότως, τίνες ἄρα ἦσαν οἱ συναράμενοι τῷ παλαμναίῳ τούτῳ τὴν προλαβοῦσαν εὐδίαν.
111 a [5] ἀψοφητὶ γὰρ τῆς νῦν γαλήνης ἐπιλαβούσης ἡ τοῦ ἐν μέσῳ χειμῶνος αἴσθησις ὑπεξῄρηται. ἀλλ’ ὅπως μὲν εἰς ἀσφαλὲς αὖθις κατέστησας τοὺς ὑπ’ ἐκείνης τῆς ζάλης παρενεχθέντας κατ’ ἰδίαν ὁ λόγος ὑμνήσας τί ἂν αὖθις παλιλλογοίη; Πρός γε μὴν τοὺς οἰκείους τοσοῦτον ἄρα σοι τῆς ἀρετῆς ταύτης περίεστιν ὥστε τούτους γε ὑπολαμβάνεις οὐδὲ ῥήματι τραχυτέρῳ δεῖν ἀνιᾶν, ἀλλὰ εἴ τι καὶ ἐκδράμοι ἐκ τῆς γλώττης, ἄρριζόν ἐστιν ἐκ τῆς ἔνδον ὀργῆς καὶ συνήνεγκε τῷ παροξύναντι.
111 b [5] ἀφεὶς γὰρ τὸ πλημμέλημα αἰτιάσασθαι εἰς ἀπολογίαν τοῦ ῥήματος ἀντικαθίστασαι. σχολῇ γ’ ἄν τινα τῶν ὁμοήθων ἄχρι τῶν ἔργων λυπήσαις, ὁ μηδὲ ἄχρι τῶν ὤτων ποτὲ καρτερήσας. Ἆρ’ οὖν ἀμφισβητήσιμος ἡ πρᾳότης, οὗ μηδεπώποτε ὁ θυμὸς ἐκ τῆς καρδίας ὡρμήθη; τοῦ δὲ Ἀγαμέμνονος Ὅμηρος ἀγανακτοῦντος οὐδὲν ἀθόρυβον ἐᾷ τοῦ σώματος μέρος, Ἀχνύμενος· μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι πίμπλαντ’, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην.
111 c [10] εἶτα λοιδορεῖται τῷ μάντει, λοιδορεῖται τῷ στρατηγῷ, αἰχμαλώτου γυναίου χάριν, ἐν οὐδενὶ λόγῳ ποιούμενος τὴν τοῦ στρατεύματος σωτηρίαν. καὶ οὐδὲ ἄχρι τῆς λοιδορίας ἔστησε τὴν ὀργήν, ἀλλ’ εἰς ἔργον ἐξήγαγε. τοιγαροῦν ᾔσθετο οὐκ εἰς μακρὰν ὁ γεννάδας ἐπὶ πολλῶν χαλεπήνας.
111 d [5] καὶ Ὅμηρος οὐχ ἵνα κατηγορήσῃ τοῦ Ἀγαμέμνονος, ἐπεξῆλθε τῷ παθήματι, τῷ γε τὸ σκῆπτρον αὐτῷ διαδόσιμον ἐκ τοῦ οὐρανοῦ παραγενέσθαι, ἀλλ’ ἵνα ἐλέγξῃ τὸν θυμόν, ὁπόσης δεῖται βασιλεῖ φυλακῆς. εἰ γὰρ καὶ τὸν ἥρω τὸν οὐ πολλοστὸν ἐκ Διός, ὃν οὐκ οἴεται δεῖν ἑνὶ θεῶν παραβάλλειν, ἀλλὰ τρισί, τοσαύτης ἐνέπλησε ταραχῆς, ὡς πῦρ μὲν ἐκλάμπειν τοῖν ὀφθαλμοῖν, ζεῖν δὲ τὸ αἷμα, οἰδαίνειν δὲ τὴν γνώμην, ἀνατρέψαι δὲ τὰ πράγματα ἅπαντα μικροῦ δεῖν, πῶς οὐκ ἄλλοις γε τὸ πάθος πλείονος ἄξιον εὐλαβείας; ᾧ σὺ καλῶς ποιῶν τὸν χαλινὸν ἐπέθηκας τὸν ἐκ τοῦ λόγου, μᾶλλον δὲ εἰς λόγον ἀεὶ τελευτᾶν ποιεῖς.
112 a Ἀλλὰ νὴ Δία τὸ μεγαλοπρεπές τε καὶ ἐλευθέριον ἀμυδρῶς ἄν τις ἐμφαίνεσθαι φαίη τῷ βασιλεῖ, καὶ οὐ ταῦτα εἶναι τὰ πάντων ἐκδηλότατα τῶν γνωρισμάτων. σκοπεῖτε δὲ οὕτως· ἅπασι τοῖς βασιλεῦσιν ἡ περὶ τὰ χρήματα ἀρετή, σχεδὸν δὲ καὶ πᾶσιν ἀνθρώποις, εἰς δύο ταῦτα διανενέμηται, λαμβάνειν τε ὅσα δεῖ καὶ ἀναλίσκειν εἰς ἃ προσήκει.
112 b [10] ἐγὼ τοίνυν, εἰ μὲν ἑκάτερον τούτων καθ’ ἑαυτὸ ἦν, καὶ ἢ δαπανᾶν ἐξῆν μηδ’ ὁτιοῦν κομιζόμενον, ἢ κομίζεσθαι μηδ’ ὁτιοῦν μέλλοντα ἀναλίσκειν, τῆς ἴσης ἂν ἠξίουν ἄμφω προνοίας· ἐπειδὴ δὲ θατέρου θάτερον ἤρτηται, καὶ προΐσθαι ἐκ τῶν ταμιείων οὐχ οἷόν τέ ἐστι μὴ πρότερον εἰσενεγκόντας ἐκεῖ, πλείω φημὶ δεῖν ἐπιδείκνυσθαι τὴν εὐλάβειαν ὅθεν ἐξῆπται καὶ ἡ περὶ τὸ δεύτερον φιλοτιμία. καὶ διὰ τοῦτο ἐπαινεῖσθαι μᾶλλον προσήκει οὐ τοὺς πλείω δωρουμένους τῶν ἱκανῶν, ἀλλὰ τοὺς ἐλάττω τοῦ συνήθους εἰσπραττομένους.
112 c [10] οὐ γὰρ ἔνεστιν ἀφειδέστερον δαπανᾶν ἄνευ τοῦ συναγαγεῖν ἀδικώτερον. ὅταν δὲ δὴ καὶ συμβαίνῃ τὰ παρὰ πολλῶν συνειλεγμένα μὴ σμικρὰ γίνεσθαι δωρεά, οὐδαμῶς ὁ κίνδυνος ἴσος ἀνιῶντα μυρίους ἑνὶ φανῆναι κεχαρισμένον, ἢ τὰς ἀναγκαίας ἀφορμὰς ἀφαιρούμενον τῶν πολλῶν ποταμοῖς ἐπιρραίνειν ψεκάδας· ἄλλως τε καὶ γελοῖον ὁρῶ τὸ συμβαῖνον. ἅπαντες γὰρ οἱ παρ’ ὑμῶν κομιζόμενοι τὰς δωρεὰς ἢ κέκτηνται γῆν καλῶς πονοῦντες ἢ κτήσονται· ὥστε εἰ πάνυ βούλοιντο συναύξεσθαι σφίσι τὰς δωρεάς, ἴστωσαν ἅμα ἐσπουδακότες συναύξεσθαι τὰς εἰσφοράς.
112 d [5] ὁ γὰρ κύκλος εἰς ἑαυτὸν οὗτος περίεισι, καὶ ὥσπερ τὰς νεφέλας φασὶν ἑλκούσας τὸ ὕδωρ ἐκ τῆς γῆς αὖθις τῇ γῇ χορηγεῖν ὅσον εἵλκυσαν, οὕτω καὶ τοὺς βασιλέας ὁρῶμεν εἰς οὓς προΐενται, παρ’ ἐκείνων καὶ ἐρανίζοντας. Τὸ τοίνυν κεφάλαιον τοῦ λόγου τοῦτό ἐστιν, ὅτι ὅσῳπερ ἂν ἐλάττω προσάγηται βασιλεύς, τοσούτῳ πλείω δωρεῖται.
113 a [5] τοῦτο τοίνυν ἐκλελοιπὸς ἤδη τῆς Ῥωμαίων ἀρχῆς, μᾶλλον δὲ καθεστηκὸς εἰς τοὐναντίον. ἀεὶ γὰρ ἐπεδίδου τὸ μέγεθος τῶν εἰσφορῶν ὅσα ἔτη, καὶ τὸ παρελθὸν ἔτος ἀεὶ τοῦ παρόντος κουφότερον ἦν, καὶ βαρύτερον ἀμφοῖν τὸ προσδοκώμενον. ταύτην τὴν κακὴν αὔξησιν καταλαβόντες πρῶτον μὲν ἐστήσατε ἀπροσδοκήτως, καὶ τρεῖς ἐφεξῆς ἐνιαυτοὺς οὐ προὔβη τὸ νόσημα, ὥσπερ εἰώθει, τῷ τετάρτῳ δὲ τὴν ἴσην μοῖραν παρελύσατε τῆς βαρύτητος, καὶ ἀνεγνώσθη γράμματα ἀπιστούμενα, λειτουργήσεις ἐλάττους τόσους καὶ τόσους μεδίμνους καὶ οἴνου κοτύλας, καὶ τὰ λοιπὰ ἐξ ἴσης ἀποδέοντα τοῦ συνήθους.
113 b [5] τί λέγεις; ἡνίκα ἐπὶ Σκύθας στρατεύει βασιλεύς, ἡνίκα ἐγείρει πόλεμον ἀκραιφνῆ, καὶ σιτούμενον οὐχ ὡρισμένα, οὐ γὰρ ἀγαπητὸν εἰ μὴ τῇ χρείᾳ καὶ προσοίσομεν; καὶ γὰρ ἄπιστον, εἰ μὴ τὰς εἰσφορὰς ἡ κατασχοῦσα ἀνάγκη διπλασιάσει. νῦν δὲ ἐν καιρῷ περιουσίαν αἰτοῦντι δαπάνης εἰς τὴν ἀρχαίαν ἀκρίβειαν ἡμᾶς ἐπανάγεις, καὶ τοῦτο οὐκ ἀτρέμα, ἀλλ’ ἀθρόως, εὖ καὶ πάνυ σοφῶς ἐννοήσας ὅτι τὸ μὲν αὔξειν τὰ δυσχερῆ κατὰ μικρὸν αἱρετώτερον· οὕτως γὰρ ἂν κλέπτοι τὴν αἴσθησιν ἡ τῆς δυσχερείας προσθήκη· τὸ δὲ τῶν χαλεπῶν ὑφαιρεῖν, ὅσῳπερ ἂν ἀθροώτερον γίνηται, τοσούτῳ μᾶλλον ἔκδηλον ἔχει τὴν ἐπὶ τὰ ἀμείνω μεταλλαγήν.
113 c [10] διὰ τοῦτο οἱ μὲν ἀεὶ κατὰ χοίνικα προστιθέντες ἔλαθον ἐν τεσσαράκοντα ἔτεσιν εἰς διπλάσιον τὰς εἰσφορὰς περιιστάντες, σοὶ δέ, εἰ κατὰ γνώμην ἐκβαίνοι τὰ μέτρα τῆς ἐπανόδου, ἐξ ἡμισείας εἰς νέωτα λειτουργήσομεν. Βούλει τοίνυν ἐξείπω τὸ τούτων αἴτιον; οἰκίας πρότερον ἐπεμελήθης ἢ βασιλείας, καὶ μετήνεγκας ἀπὸ τῶν ἐλαττόνων ἐπὶ τὰ μείζω τὴν ἐμπειρίαν.
113 d [5] ἐρέτην δὲ ἔφη δεῖν ἡ κωμῳδία πρῶτα γενέσθαι, πρὶν πηδαλίοις ἐπιχειρεῖν. οὐδέν σε δεῖ ζητεῖν τοὺς διδάξοντας ἐξ ὅσων ἱδρώτων περιγίνεται τοῖς γεωργοῖς καὶ ἡμίεκτον καὶ ἀμφίεκτον καὶ ἀμφορεὺς καὶ χαλκοῦς εἷς καὶ ἀργυροῦς στατὴρ χρυσοῦς δέ, ὅ τι καὶ θέαμα ἀγαπητὸν τοῖς πολλοῖς ἀνθρώποις.
114 a [5] οἶσθα ὁπόσον κακὸν πρακτῆρος ἀναισχυντία, ὁπόσον γραμματέως κακοτεχνία, ὁπόσον ἀστικοῦ στρατιώτου φιλοκέρδεια· ὑφ’ ὧν πολυπλασιάζεται τὰ δυσχερῆ. ταύτην παιδευθεὶς τὴν παιδείαν ἐπὶ τουτὶ τὸ βῆμα ἀνῆλθες, ἣν ἐπαιδεύθη Κῦρος ἐν Πέρσαις, ἣν Φίλιππος ἐν Μακεδόσιν, ἣν Νουμᾶς ἐν τοῖς πάλαι Ῥωμαίοις, ὃν ἡ σύγκλητος Ῥωμαίων ἀροῦντα ἐν ἐξωμίδι ἀποσπάσασα ἐκ τοῦ ζεύγους ἠμφίεσε τῇ ἁλουργίδι· διὰ τοῦτο οἷός τε εἶ πόρρωθεν προορᾶν ὥσπερ οἰκίας μιᾶς τῆς τοσαύτης ἀρχῆς, τί μὲν πρόσεισιν ἑκάστου ἔτους, τί δὲ ἀναλοῦται, καὶ τί μὲν ἐνδεῖ, τί δὲ περίεστι, καὶ ποῦ μὲν ῥᾷον, ποῦ δὲ ἐργῶδες.
114 b [10] Τοιγαροῦν μόνος αὐτοκρατόρων οὐκ ἐποίησας σεμνοτέρους τοὺς ἐπὶ ταῖς ψήφοις τεταγμένους τῶν ταξιαρχῶν, οὐδὲ βαδίζουσι τὰς ὀφρῦς ἐπηρκότες μᾶλλον τῶν στρατηγῶν οἱ τοὺς λογισμοὺς διοικοῦντες, οὐδὲ κεῖται ἐπὶ τοῖς ἐκείνων δακτύλοις τὰ κοινά, ἀλλ’ ἤδη τὸν Ἀριστείδην ἐκεῖνον τῆς ἐπὶ τοῖς φόροις δικαιοσύνης ζηλοῦσιν. οὕτω καὶ συνιέναι καὶ προλαβεῖν καὶ καταγελάσαι τῶν λαβυρίνθων τῆς τέχνης ὀξύτερος φαίνῃ τῶν μόνον τοῦτο ἔργον πεποιημένων.
114 c [10] ἵνα τοίνυν τὰ ἄλλα παρῶ, τοῦτο ἐξαρκεῖν φημι καὶ μόνον εἰς μιᾶς εὐχῆς ἀφορμήν, οὗ τὸ κέρδος εἰς ἅπαντας διικνεῖται· τοῦτο δ’ ἐστὶν οὐ τὴν μέσην ἀνακομίσασθαι τῶν ποταμῶν, οὐδὲ Σκύθας τοὺς περαιτέρω σωφρονισθῆναι, οὐδὲ Γερμανοὺς ἀναστῆσαι τὰς πόλεις, ἃς διεπόρθησαν. ἐκείνου μὲν γὰρ εἰ καὶ τύχοιμεν, Σύροι μόνον αἰσθήσονται, τοῦ δὲ Θρᾷκες, τοῦ δὲ Γαλάται, καὶ ἡ πρόσοικος χώρα ἑκάστῳ τροπαίῳ· ἡ δὲ περὶ τὰς εἰσπράξεις φειδὼ κοινὸν ἁπάντων κέρδος ἐστὶ τῶν ἀπὸ τῆς γῆς τρεφομένων.
114 d [5] καὶ τῶν μὲν λαφύρων καὶ τῶν αἰχμαλώτων εἰς τοὺς τὰ ὅπλα φέροντας μόνους ἡ ἀπόλαυσις περιίσταται, καὶ τὸ πρᾶγμα οὐδαμῶς ἴσον, μισθοφορεῖν μὲν ὑπὲρ τοῦ κρατεῖν τῶν πολεμίων, τῶν ἄθλων δὲ μὴ κοινωνεῖν τοὺς μισθοδότας. ὅταν δὲ ἅπαντες γίνωνται μερῖται τοῦ κέρδους, οἱ μὲν πλείω λαμβάνοντες ἐκ τῶν πολεμίων, οἱ δὲ ἐλάττω διδόντες ἐκ τῶν οἰκείων, τοῦτο ἄν τις φαίη τὸ τρόπαιον τῆς κοινῆς εὐδαιμονίας, καὶ ταύτην τὴν νίκην ἀληθινήν, δι’ ἣν ἅμα Σκύθαις καὶ τῶν δασμολόγων ὑπερφρονήσομεν, καὶ οὐκ ἔσονταί μοι τῶν βαρβάρων οἱ πράκτορες φοβερώτεροι, οὐδὲ ἐκκενωθήσεται πρὶν εἰσελθεῖν ὁ σῖτος τοῖς γεωργοῖς, οὐδὲ παρεστήξουσιν οἱ δανείζοντες τοῖς τρυγῶσιν, οὐδὲ ἀνεόρταστος ὁ χειμὼν τῶν ταμιείων εὐρωτιώντων, ἀλλ’ ἐπιχειλῆ πᾶσι τὰ ἀγαθά, καὶ τότε αἰσθήσομαι τῶν λαφύρων τῶν Σκυθικῶν, ὅταν μηδεὶς τὰ ἐμὰ λάφυρα ποιῆται.
115 b [5] Ταῦτα ἴσθι τὰ ῥήματα φοιτῶντα νῦν διὰ πάσης γῆς καὶ θαλάσσης, μᾶλλον δὲ συμφοιτῶντα εἰς μίαν φωνὴν τὴν ἐμήν. ταύτην σοι τὴν εἰσφορὰν ἀντεισφέρομεν, κερδαίνοντες μὲν μοῖραν οὐκ ὀλίγην τῆς συντελείας, λειτουργοῦντες δὲ τὴν εὔνοιαν ἐξ ὁλοκλήρου τῆς διανοίας, λειτουργίαν βασιλεῖ τιμιωτάτην, τὰ τῆς ἀρετῆς χαριστήρια. καὶ ἀντὶ τῶν ἐκ γῆς καρπῶν, οὓς ἀφῆκας ἡμῖν, ἐκκαρποῦσθαί σοι περίεστι καρποὺς αἰωνίους. οὐδὲν γὰρ οὕτως ἀειθαλὲς τῶν ἀπὸ τῆς γῆς φυομένων οὐδὲ οὕτω πρὸς τὸν χρόνον παρατεινόμενον ὡς δόξα ἀγαθὴ καὶ αἰώνιος.
115 c [10] αὕτη καὶ τὴν τοῦ Σεβαστοῦ βασιλείαν ἀεὶ νέαν ποιεῖ καὶ τὸν Τραϊανὸν ἀγήρω φυλάττει καὶ τὸν Μάρκον ὁσημέραι ἀναβιώσκει· οἷς τὸν βασιλεύοντα ἐγὼ συναριθμεῖσθαι βουλοίμην ἄν. καίτοι τούτων ἕκαστον οὐδὲν ἂν ὤνησε τηλικοῦτον πρὸς τὴν ἀγαθὴν μνήμην τὰ τρόπαια, εἰ χαλεποὶ γενόμενοι τοῖς βαρβάροις μὴ λίαν ἦσαν χρηστοὶ πρὸς τοὺς ὑπηκόους. οὐδὲν γὰρ τῷ πάσχοντι κακῶς τὸ Σκύθην ἢ Ῥωμαῖον εἶναι τὸν ἀδικοῦντα, ἀλλ’ ὑφ’ ὅτουπερ ἂν πάσχῃ κακῶς, τοῦτον εἶναι τὸν πολέμιον οἴεται. καὶ πολλοὶ τῶν εὐπατριδῶν τὰ σκῆπτρα ἐκ τριγονίας διαδεξάμενοι ποθεινοὺς ἐποίησαν τοὺς βαρβάρους τοῖς ὑπηκόοις.
115 d [5] ἀλλὰ οὐ νῦν, ἀλλ’ ἀκολουθεῖ τῇ φύσει τοῦ γένους τό τε οἰκεῖον καὶ τὸ ἀλλότριον· οἱ μὲν γὰρ ἀγαπῶσιν, οἱ δὲ πεφρίκασιν. Ἐκ ταύτης τοίνυν τῆς φιλεργίας οὐδὲ ὅση τῆς δαπάνης ἡ χρεία ἀγνοεῖς, ἀλλὰ συστέλλεις ὁσημέραι τὴν μὴ δέουσαν εἶναι, ἵνα τῆς δεούσης εὐπορῇς. καὶ νῦν οὐδεὶς τῶν στρατεύεσθαι λεγομένων ψευδῶς τοὔνομα ἐπιγέγραπται, οὐδὲ ἄχρι τῆς χλαμύδος καὶ τῆς ζώνης στρατιώτης ἐστίν, ἀλλ’ ἢ τὸ ἔργον ἔχει παρασχέσθαι τῆς τάξεως, εἰς ἣν ἑαυτὸν ἔταξεν, ἢ ἀπελήλαται.
116 a [5] καὶ τέως μὲν ὀνομάτων ἦν σεμνῶν ἀριθμὸς ἐν τοῖς καταλόγοις, νῦν δὲ ὁ μὲν ὁπλίτης ὄντως ὁπλίτης, ὁ δὲ ἱππεὺς τοῦτο ἀληθινῶς, ὁ δὲ ἀκοντιστὴς οὐκ ἄχρι τοῦ προσρήματος. καὶ πρώην εἶδον ἐγὼ στρατιὰν μᾶλλον χοροῦ παντὸς ἠσκημένην. Ὅμηρος δέ, ὡς ἔοικε, λίαν ἀρχαῖος ἦν, τὸν Μενεσθέα τεθαυμακώς, ἱκανὸν ὁπλίτας καὶ ἵππους κοσμῆσαι.
116 b [5] οὐ γὰρ ᾔδει τῆς σῆς φάλαγγος τὴν εὐρυθμίαν, οὐδὲ τῆς ἵππου τὴν συνήθειαν, οὐδὲ τοὺς ἐνοικεῖν τῷ σιδήρῳ πεπαιδευμένους, οὐδὲ κατεπλάγη ποτὲ τοιαύτην ὄψιν μεθ’ ἡδονῆς. κατεγέλασε δ’ ἄν, οἶμαι, καὶ τῆς μηρίνθου καὶ τῆς πελειάδος τοὺς φερομένους τοξότας ἑορακώς, οἳ τοῖς ἵπποις ἐπιτρέποντες τὰς ἡνίας ἐπισκοπώτερα βάλλουσι τῶν ἐπὶ γῆς ἑστηκότων. Ἐκεῖνο μὲν οὖν οὐκ ἀπεικότως ὁ Πρίαμος μακαρίζει τὸν Ἀγαμέμνονα, ὅτι Φρυγῶν πλείονας ἦγε στρατιώτας ἐκ τῆς Ἑλλάδος· σὲ δὲ ἤδη τις τὰ σκῆπτρα ὑπεριδὼν τὰ πατρῷα, καὶ ταῦτα οὐκ ἀφανοῦς βασιλείας, μετανάστης ἥκει δορυφορήσων, ἀγαθὸν οἰώνισμα τῶν ἀπὸ τῆς ἕω τροπαίων.
116 c [5] ἀλλ’ ὅ γε ἐκ τούτων δῆλόν ἐστιν, ὅτι σύμπαν τὸ κεφάλαιον τῶν εἰρημένων εἰς σὲ ἀνήκει. ὁ γὰρ ἐντιθεὶς ἑκάστῳ τὴν προθυμίαν τοῦ τὸ προσῆκον ἑαυτῷ μέρος ἐξακριβοῦν αἴτιός ἐστι τοῦ τὰ σύμπαντα ὀρθῶς ἔχειν. προθυμεῖται δὲ ἕκαστος, πρῶτον μὲν ὅταν γινώσκῃ μὴ λήσων, ἔπειτα ὅταν τὰ ἆθλα ἐκδέχηται τῆς ἀρετῆς. σὲ δὲ οὔτε λαθεῖν οἷόν τε τὸν κατορθοῦντα οὔτε μὴ λαθόντα ἀγέραστον καταλειφθῆναι.
116 d [5] Ἆρ’ οὖν ταξιάρχους μὲν καὶ λοχαγοὺς ἐξετάζεις καὶ ἡ ξυνωρίς σοι τῶν στρατηγῶν ἐστιν ἐκκεκαθαρμένη, τοὺς δὲ εἰρηνικοὺς ἄρχοντας τούτους περιορᾷς καὶ λαθεῖν ἔνεστι δώρων ἁλόντα, ἢ προσεισπράξαντα τοῖς ὡρισμένοις, ἢ παρανόμως γνόντα, ἢ παροινήσαντα ἄλλως εἰς τοὺς ὑπηκόους; καὶ οὐχ ὥσπερ ἐγγύθεν ἐφεστηκὼς πάντα ἐφορᾷς καὶ πάντ’ ἐπακούεις, καὶ σχεδὸν αὐτήκοος εἶ καὶ αὐτόπτης τῶν ὑφ’ ἑκάστου δρωμένων, καὶ τοὺς ὀφθαλμοὺς ἐπὶ πάντα ἄγεις, ὥσπερ τὸν Δία φησὶν Ὅμηρος ἐκ τῆς Ἴδης τρέπειν τὼ ὄσσε νόσφι ἐφ’ ἱπποπόλων Θρῃκῶν, Μυσῶν τ’ ἀγχεμάχων· σὺ δὲ ἐκ Μυσῶν Φοίνικας ἐφορᾷς καὶ ὑπεραγανακτεῖς ἀδικουμένων.
117 a [10] τοιγαροῦν σπάνιν ἐποίησας τῶν σπουδαρχούντων, καὶ οὐ πρόκειται νῦν ἀρχῶν ἀγορά, οὐδὲ προκηρύττονται αἱ τῶν ἐθνῶν ἐπιτροπεῖαι, ὥσπερ τὰ ὤνια, ἀλλὰ τὸ ἀρχαῖον τίμημα ἐπανελήλυθε δικαιοσύνῃ καὶ ἐμπειρίᾳ· κἂν τοῦτό τις εὑρίσκηται κεκτημένος, οὐ δεήσεται τοῦ προσαιτεῖν πινακίδας, ἀλλὰ λειτουργήσει τοῖς κοινοῖς, κἂν μὴ προαιρῆται.
117 b [5] Ἀρταξέρξης γὰρ αἰτουμένῳ Σατιβαρζάνῃ σατραπείαν τινὰ μὴ προσήκουσαν ἐπὶ τρισχιλίοις δαρεικοῖς, τὰ μὲν χρήματα ἔδωκε, τὴν δὲ ἀρχὴν οὐ προήκατο. χρυσίον μὲν γὰρ τοσοῦτον δούς, ‘Οὐκ ἔσομαι, ἔφη, πενέστερος, κακῷ δὲ ἀρχὴν ἐπιτρέψας ἀδικώτερος. οὐδὲν γὰρ οὕτω περὶ πλείστου βασιλεῖ ποιητέον ἐστὶν ὡς τὸ σῶμα τῆς βασιλείας.
117 c [5] σῶμα δὲ τῆς βασιλείας τὴν ὑπήκοον γῆν εἰπών τις οὐκ ἂν ἁμάρτοι. ὥσπερ οὖν ἐπὶ τῶν ἡμετέρων σωμάτων, κἂν τὸ τυχὸν μέρος πονῇ, παραπέμπει τῷ σύμπαντι τὴν ἀλγηδόνα, οὕτως ἐπὶ τῆς βασιλείας τῆς ὅλης, κἂν μία πόλις πράττῃ κακῶς, οὐκ ἐᾷ τὴν σύμπασαν ἀρχὴν ὑγιαίνειν. Νῦν δὲ ἀκούω πολλοὺς τῶν παλαιῶν αὐτοκρατόρων τῆς μὲν κόμης λίαν φροντίσαι, ὡς μὴ φαίνεσθαι ἀποδέουσαν, πόλεις δὲ ὅλας περιιδεῖν καταρρυείσας, καὶ τὼ ὀφθαλμὼ μὲν ὑπογραφομένους διατελεῖν, τὴν γῆν δὲ ἀκόσμητον ἐῶντας μὴ δυσχεραίνειν.
117 d [5] εἶτα ἵπποις μὲν οὐκ ἂν ἐχρήσαντο μὴ λίαν ἐξητασμένοις, ἀνθρώποις δὲ ἐχρῶντο πρὸς τὰ κυριώτατα ἀνεξετάστοις. καὶ ἡνιόχων μὲν οὐκ ἂν ὑπέμειναν θεαταὶ γενέσθαι μὴ τῶν ἄριστα ἐλαυνόντων, τῶν δὲ πόλεων ἐπιτρέπειν τὰς ἡνίας τοῖς τυχοῦσι πρᾶγμα οὐδὲν ὑπελάμβανον, οὐκ εἰδότες ὅτι πᾶς ὁ λαχὼν ἀρχὴν μικρὰν εἰκόνα τῆς βασιλείας ὑποδύεται.
118 a [10] τεκμαίρονται δὲ ἐκ τῆς εἰκόνος οἱ ἄνθρωποι τὴν μορφὴν τοῦ ἀρχετύπου. γελοῖον οὖν ἀνδριάντα μέν, ἐὰν μὴ πάνυ προσεοικὼς ᾖ, καταβάλλειν καὶ τὸν πίνακα εὐθὺς ἐξαλείφειν, εἰ μηδὲν φέρει τοῦ παραδείγματος, περὶ δὲ τὰς ἐμψύχους εἰκόνας μὴ φροντίζειν ῥᾳδιουργοῦντας. καίτοι χαλκῆ μὲν εἰκὼν μὴ σῴζουσα τὴν ἰδέαν τοῦ βασιλέως οὐδὲν ἂν λυμήναιτο τοῖς θεωμένοις, ἄρχων δὲ μὴ φέρων τὸν σὸν χαρακτῆρα ἀντὶ κακῆς γίγνεται μοίρας τοῖς ὑπακούειν ταχθεῖσι, καὶ μετατίθησι τὴν ἐξουσίαν, ἧς ἐπὶ τῷ εὐποιεῖν τετύχηκεν, εἰς τοὐναντίον.
118 b [5] οὐδὲ γὰρ τὰ ξίφη σὺ διανέμεις οὐδὲ τὰ ἀκόντια τοῖς στρατιώταις, ὡς χρῆσθαι καθ’ ἡμῶν, εἰ βουληθεῖεν, ἀλλ’ ὡς ὑπὲρ ἡμῶν χρῆσθαι πρὸς τοὺς βαρβάρους. εἰ δέ τις τοῦ καλῶς δοθέντος σιδήρου κακῶς ἀπολαύειν οἴεται δεῖν, ὑπέχειν τιμωρίαν ὡς ἀνδροφόνος φανεὶς ἀντὶ στρατιώτου. οὐκοῦν οὐδὲ τὸν ποιμαίνειν παρὰ σοῦ ταχθέντα, εἰ λύκος ἀντὶ ποιμένος ὀφθείη, κερδαίνειν τὴν προσήκουσαν δίκην ἐᾷς. Πολλὰ οὖν ἀγάμενος τῆς βασιλείας τουτὶ μάλιστα ἄγαμαι τῶν λοιπῶν, ὅτι τὸν θεσμὸν τοῦτον ἐν χρόνῳ περιοφθέντα εἰς τάξιν καθίστης καὶ δῶρα παρὰ τῶν φίλων ἔγνωκας ἀπαιτεῖν, οὐχ ἵππον οὐδὲ κύνας μὰ Δία—ταῦτα γὰρ διδόναι μᾶλλον ἢ λαμβάνειν βασιλικώτερον—ἀλλ’ ἄνδρας ἀγαθοὺς καὶ πρὸς τὸ ἄρχειν ἐπιτηδείους, ὧν δίχα τοῖς ὑπηκόοις οὐδεμία γένοιτο αἴσθησις τῆς παρὰ σοῦ κηδεμονίας, ἀλλὰ κἂν χοίνικα ἐπιτάττῃς κἂν μίαν κοτύλην, ἅπασα αὕτη ἡ φιλοτιμία ἄκαρπος γίνεται καὶ ἀνόνητος, εἰ κακουργοῖτο.
118 c [5] οὐδὲν γὰρ οὕτω βαρὺ τῶν τελουμένων, ὡς αὐτὸ καθ’ ἑαυτὸ μὴ ῥᾴδιον εἶναι, ἀλλὰ τὸ πότε καὶ πῶς, καὶ τὸ μὴ ἐνθαδί, ἀλλ’ ἐνθαδί, καὶ τὸ μὴ εἰς αὔριον, ἀλλ’ αὐτίκα· ταῦτα ποιεῖ καὶ τὸ μικρὸν μέγα καὶ τὸ ῥᾷστον ἐργῶδες, καὶ τὸ δυοῖν ὀβολοῖν ἄξιον ταλάντου, ἃ νόμῳ μὲν διορίζειν οὐχ οἷόν τε· οὐ γὰρ δέχεσθαι πέφυκεν ἡ τούτων φύσις τύπον ἑστῶτα· νόμου δὲ ἐμψύχου δεῖ πρὸς τὸν καιρὸν ἕκαστον ἁρμοττομένου καὶ δικαιοσύνης χθαμαλωτέρας, ἀεὶ τὸ παρὸν τοῖς ὑπηκόοις εὖ τιθεμένης.
118 d [5] τοιούτους δὲ ὑπάρχειν ἀνάγκη τοὺς μέρος ἐπιτροπεύσοντας τῷ τὸ σύμπαν ἀνηρτημένῳ, ὥσπερ γε καὶ τοῦ σύμπαντος τοῦδε ὁ κόσμος ὄνομα πρέπον ἐστί, καὶ τὸ μὲν κεφάλαιον εἰς τὸν θεὸν ἀνῆπται τῆς σωτηρίας, τὰ μέρη δὲ ἄλλος ἄλλο κυβερνᾷ τῶν ὑπ’ ἐκείνου προστεταγμένων· ἧς τάξεως ἀπολαύειν οἴει δεῖν καὶ τοῦτον τὸν κόσμον οὗ προστατεύεις.
119 a [5] Ἀλλὰ γὰρ οὐκ οἶδα ὅπως ὁ λόγος ἐξ ἑτέρων εἰς ἕτερα μεταβαίνων ἀψοφητὶ τῷ πλήθει τῶν γνωρισμάτων καὶ τὸν Πλάτωνος ἀριθμὸν παρελήλυθεν. οὐ γὰρ μόνον μεγαλόδωρον εἶναι χρή, ἀλλὰ καὶ τῶν *** ἀκριβῆ αὐτοῖς ἐξεταστήν, καὶ τὰ ἐλάττω καὶ τὰ μείζω προορῶντα τῶν ἀρχομένων, καὶ ἁπλῶς ἃ μηδὲ τῷ λόγῳ συνάγειν Πλάτων ἐθάρρησε, καὶ ταῦτα ἀπέφηνεν ἔργῳ τὰ σύμπαντα κεκτημένον· ὥστε καὶ μέχρι ἐνταῦθα ἔστη καὶ περιῄει, τὴν τῆς ὑποθέσεως ῥᾳστώνην τῇ τοῦ πράγματος ἀληθείᾳ 〈 *** 〉 καὶ τὴν ἀνδρείαν καὶ τὸ παρεστηκὸς πρὸς τοὺς κινδύνους εἰ ἄρα ἐνδεέστερον κέκτηται βασιλεὺς ἢ Πλάτων ὑπετυπώσατο.
119 b [5] ἔσται δὲ ὁ λόγος τά γε πρῶτα ὑπὲρ ἀμφοῖν. παραλαβόντες γὰρ τὴν ἀρχὴν ὥσπερ ναῦν πανταχόθεν ταραττομένην· περικέκοπτο μὲν γὰρ αὐτῆς τὰ πρὸς ἕω, καὶ ἃ τοῖς ὅπλοις οὐκ ἤλπισαν οἱ πολέμιοι, ταῖς σπονδαῖς ἐωνήσαντο· Γερμανοὶ δὲ τὴν ἑσπέραν διώχλουν, καὶ μικρὸν ἀνακόπτοντες οὐχ οὕτως κατεπλάγησαν ὡς παρωξύνθησαν, Σκύθαι δὲ τοῖς μέσοις ἐπαιωροῦντο καὶ μισθὸν ἐπράττοντο τῆς μελλήσεως· τοιοῦτον κύκλον εἰρήνης καὶ πολέμου καταλαβόντες ἐφάμιλλα ἀδικούντων, τοὐναντίον πεπόνθατε ἤ τις ἂν εἴκασε· μᾶλλον γὰρ ὑμᾶς ἐλύπησαν τῶν πολεμεῖν προῃρημένων.
119 d [5] Εἶεν· τί δὴ λοιπὸν ἡμῖν τῶν γνωρισμάτων; ἆρα μή τινος ἐκλελήσμεθα; φέρε, ἴδω τὰ Πλάτωνος ῥήματα. ζητεῖ βασιλέα νέον, εὐμαθῆ, μνήμονα, πρᾷον, ἀνδρεῖον, σώφρονα, μεγαλοπρεπῆ. καὶ δῆτα ὑπὲρ σωφροσύνης ἆρα ἂν λόγου προσδεηθείημεν, οὕτως ὑπ’ αὐτοῦ πιεζόμενον τὸ σῶμα ὁρῶντες, δίψει, λιμῷ, ταῖς ὁσημέραι θυραυλίαις; ὅς γε καὶ εὐνὴν μίαν ἀγαπᾷ, ᾗ συνεζύγη, καὶ ταῦτα ἐν ἀκμῇ τῆς ἡλικίας, ἐν ᾗ καὶ τοῖς ἰδιώταις αἱ τῆς φύσεως ὁρμαὶ δυσκαταγώνιστοι.
120 a [10] τοιγαροῦν ἐξ ἱερῶν γάμων καὶ εὐαγῶν καὶ τὸ βλάστημα ἱερώτατον, ὁ ἀγαπητός, ὁ πολύευκτος, ὃν ἐγὼ ποιησαίμην Ἀλέξανδρον καὶ θρέμμα αὖθις τοιοῦτον αὐχήσειε φιλοσοφία. δίδωσι δέ μοι καὶ οὗτος ἤδη τὰ σύμβολα τῶν βασιλικῶν γνωρισμάτων, σύννουν πρόσωπον. οὐ γελωτοποιὸς αὐτὸν προσάγεται ἔξω τοῦ μέτρου, οὐ θαυματοποιὸς ἐκπλήττει, ὥσπερ εἰκὸς τὸν μέλλοντα ἐν ταύτῃ εὐφρανεῖσθαι καὶ ἄλλα θαυμάσειν. θεὸς δὲ τὴν εὐχὴν ταύτην ἡμῖν τελειώσειεν.