eul_wid: rye-bg

Ἐπὶ τῆς εἰρήνης Οὐάλεντι
On the Peace of Valens

Themistius the Philosopher On the Peace of Valens PDF

t 1 ΕΠΙ ΤΗΣ ΕΙΡΗΝΗΣ ΟΥΑΛΕΝΤΙ Ὤιμην ἐγώ σοι κατακορὴς ἤδη καὶ πλήσμιος εἶναι, τοσαυτάκις ἔμπροσθεν διειλεγμένος.
129 a ὥστε διὰ τοῦτο ἀπώκνουν καὶ νῦν ποιήσασθαι πρόοδον ἐπὶ τοῖς λόγοις, μὴ δόξαιμι διοχλεῖν οὐδὲν δεομένῳ.
129 b [5] ἀλλ’ ἐπειδὴ καὶ πάνυ προθυμούμενον ἠρεμεῖν οὐκ ἐᾷς, ἀλλ’ ὥσπερ εἰσφορὰν ἐνιαύσιον φοιτᾶν οἴει σοι δεῖν καὶ τὴν ἐκ τῶν λόγων συντέλειαν, εἴκειν μὲν ἀναγκαῖον, αὐτόθεν δὲ ἔστω μοι τὸ προοίμιον. οὐδὲ γὰρ ἄλλο τι πρότερον τῶν σῶν ἀγαθῶν ἀποδέχεσθαι προσήκει τοὺς λόγους ἢ τὴν περὶ ἑαυτοὺς προθυμίαν. Καὶ δῆτα ἐπαινῶ σου τοῦτο πρῶτον, ὦ βασιλεῦ, ὅτι τοῖς γεωργοῖς ἀνιέναι προθυμῇ τὰ λειτουργήματα, τοῖς φιλοσοφοῦσι δὲ οὐ συγχωρεῖς, ἀλλὰ τοὺς μὲν ἥδιστ’ ἂν ἴδοις καθ’ ἕκαστον ἔτος ἔλαττον εἰσφέροντας ὧν προσήνεγκαν, παρὰ τῶν λόγων δὲ ἀεί τι πλεῖον εἰσπράττῃ.
129 c καὶ τό γε ἔτι τούτου θαυμασιώτερον, ὅτι καὶ τῶν λόγων αὐτῶν προτιμοτέρους ἄγεις τοὺς ἡμετέρους τῶν ὁμογλώττων. αἴτιον δέ· οὐ γὰρ ἐκκρέμασαι τῶν ὀνομάτων, ἀλλὰ τὸν ἐνδεδυκότα αὐτοῖς νοῦν ἐρευνᾷς, οὐδὲ τοῦ κάλλους τῶν ῥημάτων ἑάλωκας, ἀλλὰ τοῦ κόσμου τῆς διανοίας, καὶ διὰ τοῦτο, ὡς ἔοικεν, ἐντιμοτέραν ἔχει παρὰ σοὶ τάξιν φιλοσοφία ῥητορικῆς.
129 d [5] ὃ γὰρ μάλιστα ἀγαπᾷς, τοῦτο μάλιστα ἐσπούδακεν αὕτη ἡ τέχνη, τὸν νοῦν παρέχεσθαι χρηστόν, οὐχὶ τὰ ῥήματα, καὶ σκοπεῖν οὐχ ὅπως ἂν ἥδιστα εἴποι τις τοῖς ἀκούσασιν, ἀλλ’ ὅπως ὠφελιμώτατα· ὅ σοι μάλιστα ἀρέσκον ὁρῶμεν. πρὸς γὰρ τοὺς κολακεύοντας ὕποπτος ὢν τοῖς νουθετοῦσιν εὔκολον σεαυτὸν παρέχεις καὶ χειροήθη. Καλλισθένην μὲν γὰρ Ἀλέξανδρος, ὅτι παρῄνει τοῖς νομίμοις ἐμμένειν τῶν Μακεδόνων, τὴν παρρησίαν οὐκ ἐνεγκὼν ἀπεσείσατο.
130 a [10] σὺ δὲ προσκαλεῖς τοὺς φιλοσόφους, κἂν ἀποκνῶσι, καὶ ὁπόσον σὺ χρόνον τοῦ ἔτους ἐπὶ χώρας μένεις ἀνάγκῃ χειμερίζεις μετὰ τῶν λόγων. τοῖς στρατηγοῦσι δὲ οἱ φιλοσοφοῦντες ἐν ἴσῃ τῇ προεδρίᾳ, καὶ συμπλέκεται τὴν καλλίστην πλοκὴν ἡ περὶ σὲ δορυφορία γνώμης ἅμα καὶ δυνάμεώς σε θεραπευούσης. διὰ γὰρ τοῦτο καὶ τὴν Ἀθηνᾶν ἐκ τῆς κεφαλῆς γεννῶσιν οἱ ποιηταὶ τοῦ Διός, ἐνδεικνύμενοι καλῶς ὅτι προσήκει τῶν βασιλέων μήτε λόγον ἄπρακτον μήτε πρᾶξιν ἄλογον ἐκφοιτᾶν, ἀλλὰ καὶ τὸν νοῦν ἐνεργὸν εἶναι καὶ γέμειν νοῦ τὸ δραστήριον.
130 b [5] Πιστοῦται δὲ καὶ τοῦτο ὁ προλαβὼν χρόνος. εἴτε γὰρ τὸν Ἀλέξανδρον ἐννοήσεις εἴτε τὸν Σεβαστὸν εἴτε τὸν Μάρκον, δι’ οὐδὲν ἄλλο εὑρήσεις εἰς τοσοῦτον δόξης προεληλυθότας ἢ ὅτι τῶν χλαμύδων οὐκ ἀπεσκήνου πολὺ τὰ τριβώνια, οὐδὲ Παρμενίωνος Ἀριστοτέλης ἀτιμότερος ἦν οὐδὲ Ἄρειος Ἀγρίππου. ὅσοι δὲ ἢ φιλόσοφοι γεγόνασι πλέον ἢ φιλοπόλεμοι, καὶ τὸ δοκοῦν ὑπ’ αὐτῶν ἀξιοῦσθαι σπουδῆς μέρος τῷ παροφθέντι συνηφανίσθη.
130 c [5] οὐ γὰρ οἷόν τε ἢ λόγους ἐνδόξους γενέσθαι μὴ τῶν ἔργων αὐτοὺς βεβαιούντων, ἢ τὰ ἔργα πρὸς τὸν χρόνον διαβῆναι τὸν ἐφεξῆς μὴ λόγου τὴν μνήμην αὐτῶν παραπέμποντος. οἱ μὲν τοίνυν τῶν ποιητῶν λόγοι καὶ οἱ τῶν ῥητόρων ἴσως μὲν ἄλλο τι χρηστὸν ἔχοιεν ἄν, οὗ δὲ μάλιστα ἐχρῆν πεφροντικέναι, τοῦτο παρορῶσι. τὸ γὰρ μέγεθος ἐν ταῖς πράξεσιν, οὐ τὴν ἀρετήν, ἐπιζητοῦσι, καὶ διὰ τοῦτο τὰς παρατάξεις καὶ τοὺς πολέμους καὶ τῶν νεκρῶν τὸν ἀριθμὸν διατριβὴν ποιοῦνται τοῖς λόγοις, καὶ τὸ πολὺ τῶν ἐγκωμίων αὐτοῖς οἱ φόνοι καὶ αἱ πορθήσεις· εἰρήνην δὲ ἐν καιρῷ γενομένην καὶ μετὰ τοῦ πρέποντος σχήματος οὐδεὶς πώποτε ὑπέλαβε πολλῶν τροπαίων τιμιωτέραν.
130 d [5] τὸ δὲ οὐχ οὕτως ἔχει, ἀλλὰ τοῦ νικῆσαι πολλάκις τὸ τὴν νίκην ὑπεριδεῖν ἐντιμότερον. Ἐμοὶ δὲ τοῦτο ἔσται κεφάλαιον τοῦ παρόντος λόγου. οὐ γὰρ οὕτως ἀνήκοός εἰμι Πλάτωνος τοῦ θεσπεσίου ὥστε τὰ αὐτοῦ μὴ μανθάνειν, ὅτι κολοβὸς καὶ βασιλεὺς καὶ νομοθέτης, ὃς πολεμεῖν μὲν ἱκανός, εἰρήνην δ’ ἄγειν οὐχ οἷός τε.
131 a [5] ταύτῃ γάρ, οἶμαι, καὶ Λυκοῦργον εὐθύνει τὸν Σπαρτιάτην, ὡς συστησάμενον πολιτείαν στρατευομένοις μὲν ἐπιτήδειον, καταθεμένοις δὲ τὰ ὅπλα δυσμεταχείριστον. τοῦτο δέ ἐστι τὸ βέλτιον τοῖν μεροῖν παρεορακότος καὶ οὗ χάριν θάτερον ἀναγκαῖον. πολέμου γὰρ ἆθλον εἰρήνη, καὶ στρατεύοιντο οἷς ἀνάγκη, οὐχ ἵνα διὰ τέλους στρατεύοιντο, ἀλλ’ ἵνα ἀσφαλῶς ἡσυχάσωσιν.
131 b [5] ὅστις οὖν πρὸς μὲν ἀσχολίαν παιδεύειν ἱκανός, σχολὴν δὲ οὐχ οἷός τε διατίθεσθαι, τῆς καλλίονος μοίρας ὀλιγωρεῖ. Καὶ τοῦτο οὖν ἐγὼ Πλάτωνος θαυμάζω καὶ ἔτι μᾶλλον, ὅταν διδάσκῃ ὅτι πολέμου καὶ εἰρήνης σπέρματα ἐν ἑκάστῃ ψυχῇ πρῶτόν ἐστι, καὶ ὅστις οἷός τε πρὸς ἑαυτὸν ἄγειν εἰρήνην, οὗτος οἷός τε καὶ πρὸς τοὺς ἔξωθεν πολεμίους· ᾧ δὲ ἀδύνατος ἡ πρὸς ἑαυτὸν ἐκεχειρία, σχολῇ ποτ’ ἂν οὗτος τὰς πρὸς ἀλλήλους σπονδὰς ἀγαπήσειεν. εἶναι γάρ τι καὶ ἐν ἑκάστῳ βάρβαρον φῦλον, λίαν αὐθάδες καὶ δυσπειθές, τὸν θυμὸν λέγω καὶ τὰς ἀπλήστους ἐπιθυμίας, ἀντικαθήμενα γένη τῷ λογισμῷ, καθάπερ Ῥωμαίοις Σκύθαι καὶ Γερμανοί.
131 c [5] ὥσπερ οὖν τὰ πάθη ταῦτα, ἡνίκα ἐπανίσταται τῷ βελτίονι, παντάπασι μὲν ἐξελεῖν οὔτε δυνατὸν οὔτε συμφέρον, ἃ χρείας ἕνεκεν ἡ φύσις ἐγκατέσπειρε τῇ ψυχῇ, ὑποκύπτοντα δὲ παρέχεσθαι καὶ εὐήκοα τοῖς ἐκ τοῦ νοῦ παραγγέλμασι τῆς ἀρετῆς ἔργον ἐστίν, οὕτω καὶ τῶν βασιλέων ἔργον, οἷς τοὔνομα τοῦτο ἐπαληθεύεται, ὅταν παρακινήσαντας καταλάβωσι τοὺς βαρβάρους, τὸ μὴ πρόρριζον ἐκκόπτειν παντελῶς τὸ συμπλήρωμα τῆς φύσεως τῆς ἀνθρωπίνης, ἀλλ’ ἐπικόψαντας τὴν αὐθάδειαν σῴζειν ἤδη καὶ περιστέλλειν, ὡς τῆς ἀρχῆς μοῖραν γεγενημένους.
131 d Ἔχει γὰρ οὕτως· ὅστις μὲν ἀχρείως ἐπέξεισιν ἀπαυθαδιασαμένοις τοῖς βαρβάροις, οὗτος Ῥωμαίων μόνων ἑαυτὸν βασιλέα ποιεῖ, ὅστις δὲ κρατεῖ μέν, φείδεται δέ, οἶδεν ἑαυτὸν βασιλέα πάντων ἀνθρώπων, καὶ μᾶλλον ἐκείνων οὓς διετήρησε καὶ διέσωσεν, ἐξὸν ἀνελεῖν παντελῶς.
132 a [10] ὡς ἔγωγε οὐδὲ τὸν κομψὸν Ἀγαμέμνονα φαίην ἂν λέγειν βασιλικῶς, ἐπιτιμῶντα τῷ ἀδελφῷ μαλαττομένῳ πρὸς τὸν ἱκέτην, καὶ πικρὰν οὕτως εὐχὴν καὶ ἀλλόκοτον προσευχόμενον, μηδένα τῶν Τρώων διαφυγεῖν, μηδ’ ὅντινα γαστέρι μήτηρ κοῦρον ἐόντα φέρει, μηδὲ τοῦτον διαφυγεῖν, ἀλλὰ καὶ τοὺς οὔπω τεχθέντας ἀπολέσθαι πρὸ τοῦ γενέσθαι. ἀλλ’, ὡς ἔοικεν, οὐκ ἦν εὐρυκρείων ἀληθινός, ἀλλ’ Ἀργείων μόνων βασιλεὺς καὶ Μυκηναίων, ἀνθρώπων δὲ οὔ.
132 b [5] καίτοι γε Ὅμηρος ὅταν αὐτὸς ὀνομάζῃ τὸν Δία πατέρα, οὐ τῶν Ἑλλήνων μὲν λέγει πατέρα, τοὺς βαρβάρους δὲ ἐξαιρεῖται, ἀλλ’ ἁπλῶς φησι πατέρα θεῶν καὶ ἀνθρώπων. ὅστις οὖν καὶ τῶν ἐπὶ γῆς βασιλέων οὐ Ῥωμαίοις μόνον ὡς πατὴρ προσενήνεκται, ἀλλ’ ἤδη καὶ Σκύθαις, οὗτός ἐστιν ὁ τοῦ Διὸς ζηλωτὴς καὶ οὗτος ὁ φιλάνθρωπος ἀτεχνῶς. τῶν δὲ ἄλλων Κῦρον μὲν φιλοπέρσην καλῶ, ἀλλ’ οὐ φιλάνθρωπον, φιλομακέδονα δὲ Ἀλέξανδρον, ἀλλ’ οὐ φιλέλληνα, τὸν δὲ Σεβαστὸν φιλορώμαιον, ἄλλον δὲ ἄλλου γένους ἐραστὴν ἢ ἔθνους οὗ καὶ βασιλεὺς ἐνομίσθη, φιλάνθρωπος δὲ ἁπλῶς, καὶ βασιλεὺς ὃς μηδένα ἀνθρώπων ὅλως ἀλλότριον τῆς ἑαυτοῦ προνοίας ποιεῖται.
132 c [5] Καλὸν μὲν οὖν καὶ τὸ περαιοῦσθαι τὸν Ἴστρον σὺν τῇ τοῦ πολέμου παρασκευῇ καὶ δὶς ἐφεξῆς ἀνάστατον ποιεῖσθαι τὴν πολεμίαν, σταθμοὺς τόσους καὶ τόσους ὅσους οὐδὲ πρεσβεύοντες πώποτε προελθεῖν ἐθαρρήσαμεν. ἀλλ’ εἰ καὶ σεμνὰ ταῦτα καὶ γενναῖα καὶ λίαν ὀλίγοις ὑπάρξαντα τῶν πώποτε αὐτοκρατόρων, ἀλλ’ ἔγωγε ὅταν ἐννοήσω τὴν ἡμέραν ἐκείνην ἧς ἐγενόμην αὐτόπτης, τότε μοι τῆς 〈τε〉 Ξέρξου σχεδίας, ἐφ’ ἧς διεβίβασε σὺν τῇ στρατιᾷ τὸν Ἑλλήσποντον, φαίνεται ἀμείνων ἡ μία ναῦς, ἐφ’ ἧς ὁ βασιλεὺς τὰς σπονδὰς ἐποιήσατο, καὶ τῆς γεφύρας τῆς διακομιζούσης τὸν πόλεμον ἡ διαδιδοῦσα ὁλκὰς τὴν εἰρήνην.
132 d [5] ἐγὼ παρατάξεις μὲν οὐ τεθέαμαι Σκυθικάς, ἐκκλησίαν δὲ φόβου καὶ συνέδριον καταπλήξεως καὶ στρατηγὸν Ῥωμαίων ἐπιτάττοντα Σκυθῶν βασιλεῦσι, καὶ ἀλαλαγμοῦ μὲν οὐκ ἀκήκοα βαρβαρικοῦ, θρήνων δὲ καὶ ὀδυρμῶν καὶ δεήσεων, καὶ φωνῆς αἰχμαλώτοις μᾶλλον ἢ σπενδομένοις πρεπούσης, ὑφ’ ὧν ἐπεκλάσθη τις ἂν καὶ ἀδάμαντος στερεώτερος.
133 a [10] ἀλλὰ βασιλεὺς τῶν μὲν βαρβάρων πολλὰς ἀπέπεμψεν εἰς τοὐπίσω πρεσβείας ἀπράκτους, τὴν δὲ ἡμετέραν κατῃδέσθη. καί, ὡς ἔοικεν, ὑπὲρ Σκυθῶν ὑμεῖς ἐχειροτονήσατε φιλοσοφίαν, τὴν μόνην θείαν τε οὖσαν καὶ δίκαιον θυμὸν καταπραΰνειν. Ὥστε μοι τότε μάλιστα ἔργον ἦν τοὺς ὑπὲρ φιλανθρωπίας λόγους ἐκμελετᾶν καὶ δεικνύναι τῷ βασιλεῖ ὅτι μᾶλλον θεῷ παραπλήσιοι τῶν ἀναιρούντων οἱ σῴζοντες.
133 b [5] μόλις μὲν οὖν καὶ χαλεπῶς, ἀλλὰ συνεπείσθη καὶ εἶξε καὶ προσωρμίσατο πλησίον σὺν εὐμενεστέρῳ τῷ σχήματι. ὁ μὲν οὖν Τρωικὸς ποταμὸς ἐκποδὼν καθίστατο Ἀχιλλεῖ κατὰ τῶν Τρώων παροξυνομένῳ, θορυβῶν τῷ ἀφρῷ καὶ τοῖς κύμασι τὸν νεανίαν, Ἴστρος δὲ ἐπὶ πολέμῳ μὲν βασιλέως περαιουμένου ἐζεύγνυτο ἄκων, σπένδεσθαι δὲ μέλλοντι συμπροεθυμεῖτο καὶ γαλήνην ἐθελοντὴς ὑπεστρώννυε ταῖς τὴν εἰρήνην πρυτανευούσαις τριήρεσιν.
133 c [5] ἐσάλευον μὲν οὖν ὥσπερ ἐν ὅρμῳ τῷ ῥείθρῳ, καὶ ἔδοξας ἂν ἐρριζῶσθαι τὰς ναῦς ταῖς ἀγκύραις. εὐθὺς δὲ ἐκ προοιμίων ὅτι συνεχώρει τὰ σφέτερα αὐτοῖς καρποῦσθαι δῆλον ἐποίει, προσχὼν μὲν πλησίον, ἀποβῆναι δὲ μὴ θελήσας. οἱ δὲ ἐξεκέχυντο ἀγεληδὸν ἐπὶ τῆς ὄχθης ἥμεροι καὶ χειροήθεις, πλῆθος οὐ ῥητὸν ἀριθμῷ, τότε δὴ πρῶτον Ῥωμαίοις μυριάδες τοσαῦται Σκυθῶν ἄνευ φροντίδος ὁρώμεναι. Ὦ μάκαρ Ἀτρείδη, μοιρηγενές, ὀλβιόδαιμον, εἶπεν ἄν τις ἀπιδὼν τηνικαῦτα εἰς ἄμφω τὰς ἠιόνας τοῦ ποταμοῦ, τὴν μὲν ἀστράπτουσαν τοῖς στρατιώταις ἐν κόσμῳ τὰ δρώμενα θεωμένοις μετὰ φρονήματος καὶ ἡσυχίας, τὴν δὲ ὁμάδου γέμουσαν συμμιγοῦς ἐπὶ γῆς ἐρριμμένων τῶν ἱκετῶν.
133 d [5] μᾶλλον δὲ εἶπεν ἄν σε καὶ τοῦ Ἀγαμέμνονος ὀλβιώτερον· ὁ μὲν γὰρ οἷς ἦγε μόνον ἐμακαρίζετο, σὺ δὲ καὶ οἷς εἶχες καὶ οἷς ξυνεχώρεις. Ξέρξης μὲν οὖν τῆς πρὸς τοὺς Ἕλληνας ναυμαχίας οὔτε θεατὴς ἦν ἀνδρεῖος, ἀλλ’ ἐκάθητο ὑπὸ σκηνῇ χρυσῷ σκιαζόμενος ὀρόφῳ, μαλακίας μᾶλλον ἢ πλούτου σημεῖον, βασιλεὺς δὲ καὶ ἐν ταῖς σπονδαῖς ἐπεδείκνυτο τὴν καρτερίαν, ἣν οὐκ ἂν ἤνεγκαν οἱ Σκῦθαι πολεμούμενοι, ἐφ’ ἡλίῳ στὰς ἐπὶ τῆς νεώς, ἡνίκα μάλιστα ἑαυτοῦ φλογωδέστερος ἦν, ἐπὶ ταὐτοῦ σχήματος ἐξ ἕω μέχρι δείλης ὀψίας.
134 a καταστὰς δὲ ὑπὲρ τῶν δικαίων εἰς ἀγῶνα πρὸς τοὺς βαρβάρους, νίκην ἐνίκα σεμνοτέραν καθ’ ἑαυτόν, ἧς οὐδεὶς ἔτι κοινωνὸς ἦν, οὐ στρατηγός, οὐ ταξίαρχος, οὐχ ὁπλίτης.
134 b [5] ἀλλ’ ἐγὼ πάλαι μὲν τὴν ἀγχίνοιαν μόνον ἐτεθαυμάκειν, ᾗ χρώμενον εἰς τὰ πράγματα καθεώρων, καὶ φύσεως ᾤμην κατόρθωμα εἶναι αὐτοφυῆ βασιλέα δημιουργούσης. δεινότητα δὲ τοσαύτην καὶ βάθος ὁμοῦ διανοίας καὶ δρόμον ῥημάτων κεκραμένον καταπλήξει καὶ εὐμενείᾳ οὐδὲ ἐν ῥήτορι τοῦτο ἔργον ποιουμένῳ ῥᾳδίως κατεῖδον. ὥστε μοι μικρὸς ἐφαίνετο ὁ Περικλῆς καὶ ὁ τὸν Περικλέα τεθαυμακώς, ὅτι καὶ θαρσοῦντας Ἀθηναίους λέγων κατέπλησσεν εἰς τὸ φοβεῖσθαι καὶ δεδιότας εἰς τὸ θαρσεῖν ἀντικαθίστη.
134 c [10] Αἰσθανόμεθα οὖν πρὸς τοὺς λόγους τοῦ βασιλέως τὰ αὐτὰ τῶν βαρβάρων πασχόντων, ἃ πάσχειν οὐδὲν ἦν θαυμαστὸν ὑπὸ τοῦ δεινοτάτου τῶν τότε ῥητόρων τοὺς Ἕλληνας καὶ Ἀθηναίους. καίτοι γε προήγορον εἶχον οὐδετέρᾳ ληπτόν, οὐδὲ ὥσπερ γλώττῃ βάρβαρον, οὕτω δὲ καὶ τῇ διανοίᾳ, ἀλλ’ ἐν τῷ συνεῖναι μᾶλλον σοφώτερον ἢ ἐν τοῖς ὅπλοις. οὕτω γοῦν τὴν μὲν τοῦ βασιλέως ἐπωνυμίαν ἀπαξιοῖ, τὴν τοῦ δικαστοῦ δὲ ἀγαπᾷ, ὡς ἐκεῖνο μὲν δυνάμεως πρόσρημα, τὸ δὲ σοφίας.
134 d [5] ἀλλ’ ἐφάνη δὴ τότε λίαν τοῦ δικάζειν αὐτὸ τὸ δικάζεσθαι χαλεπώτερον, καὶ διηλέγχθη γελοῖος ὁ ῥήτωρ, ὁ κριτὴς ἄριστος εἶναι πεπιστευκώς. τοσοῦτον γὰρ αὐτοῦ τῇ δεινότητι περιῆν ὥστε τὸν συνήγορον τοῖς βαρβάροις ὕποπτον ποιῆσαι καὶ καταστῆσαι τοῦ μετὰ τῶν ὅπλων ἀγῶνος τὸν διὰ τῶν λόγων αὐτῷ χαλεπώτερον. ἀλλ’ ὅμως καταβαλὼν εἶτα ἀνίστη καὶ χεῖρα ὤρεγε θορυβουμένῳ καὶ φίλον ὑπὸ μάρτυσιν ἐποιεῖτο τοῖς ἀδικεῖσθαι πεπιστευκόσι.
135 a [5] τοῦτο δὲ ἦν διαλύοντος τὴν ταραχήν, εἰς ἣν κατέστησεν. ἀπῄει οὖν λίαν ἀγαπητῶς, τοῖς ἐναντίοις πάθεσι κατειλημμένος, θαρσῶν ἅμα καὶ δεδιώς, περιφρονῶν τοὺς ἀρχομένους καὶ ὑφορώμενος, οἷς μὲν διηλέγχθη, καταπεπτωκὼς τὴν ψυχήν, οἷς δὲ ἔτυχε τῶν σπονδῶν, ἀπαυθαδιαζόμενος. ἦν οὖν θέαμα ἰδεῖν ἄπιστον καὶ διὰ πολλοῦ συμβεβηκός, διδόντας τὴν εἰρήνην Ῥωμαίους, οὐκ ὠνουμένους. οὐδεὶς εἶδε χρυσίον ἀπαριθμούμενον τοῖς βαρβάροις, οὐκ ἀργύρου τάλαντα τόσα καὶ τόσα, οὐκ ἐσθῆτος ναῦς γεμιζομένας, οὐχ ἃ πρότερον ὑπομένοντες διετελοῦμεν, βαρυτέραν τῶν καταδρομῶν ἐκκαρπούμενοι τὴν ἡσυχίαν καὶ φόρον ἐτήσιον φέροντες, οὗ τὸ ἔργον οὐκ αἰσχυνόμενοι τοὔνομα ἐξηρνούμεθα.
135 b βασιλεὺς δὲ καίτοι μεγαλοδωρότατος ὤν, ὅμως τηνικαῦτα οὐκ ᾐσχύνθη φειδωλότατος νομισθῆναι, ὅς γε καὶ τὸ σύνηθες αὐτῶν σιτηρέσιον παρῃρεῖτο, καὶ ἀντὶ τῶν τοσῶνδε τῶν πρότερον κομιζομένων μόλις ἑνὶ συνεχώρει τῷ πρὸς τὴν γλῶτταν διακονοῦντι, ὡς οὐδὲν μᾶλλον τοῦ ἔργου Σκύθαις ἢ Ῥωμαίοις προσήκοντος.
135 c [10] οὕτω δὲ διὰ πάντων ἐφιλονείκησε δῆλον ποιῆσαι οὐκ ἀγαπήσας αὐτὸς τὴν εἰρήνην, ἀλλὰ φεισάμενος τῶν βαρβάρων, ὥστε οὐδὲ τὰς ἐμπορίας αὐτοῖς οὐδὲ τὰς ἀγοράς, ἃς ἐπὶ τῆς προτέρας εἰρήνης ἐπ’ ἀδείας εἶχον ὅποι βούλοιντο ποιεῖσθαι, νῦν ἐπ’ ἐξουσίας ἔχειν ἀφῆκεν. Ἀλλὰ καίτοι τοῦ κέρδους ὑπάρχοντος κοινοῦ τοῖς ἔθνεσιν ἀμφοτέροις ἐκ τῆς ἀμοιβῆς τῶν ἐν χρείᾳ συναλλαγμάτων, δύο μόνας πόλεις τῶν ποταμῷ προσῳκισμένων ἐμπόρια κατεσκευάσατο.
135 d [5] τοῦτο δὲ ἦν ἅμα μὲν σημεῖον τοῦ πάντα ἐπιτάττοντα τοῖς βαρβάροις τὰς σπονδὰς ποιεῖσθαι, ἅμα δὲ πρόνοια τοῦ κακουργοῦντας ἧττον λανθάνειν, ἀποκεκλεισμένης αὐτοῖς εἰς τὰ ὡρισμένα χωρία τῆς ἐπιμιξίας. γινώσκει γάρ, οἶμαι, σῴζειν τοὺς βαρβάρους δυνάμεως ἔχων, τὴν φύσιν δὲ αὐτῶν ἀμείβειν οὐχ οἷός τε ὤν· ὥστε ἀφῄρητο αὐτῶν τὴν ῥᾳστώνην τῆς ἀπιστίας. διὰ τοῦτο γὰρ καὶ τῶν φρουρίων τὰ μὲν ᾠκοδόμησεν ἐκ καινῆς, τὰ δὲ ἀνέστησε κατατετριμμένα, τοῖς δὲ προσέθηκε τὸ ἐνδέον, ὕψους μὲν ᾗ χθαμαλώτερον ἦν, πάχους δὲ ὅπου τούτου προσέδει, ὕδατος δὲ ἀφθονίαν, ᾗ ταύτῃ πρότερον ἐπιέζετο, τροφῶν δὲ θησαυροὺς ἁπανταχοῦ καὶ λιμένας τῆς γειτνιώσης θαλάσσης, καὶ στρατιώτας ἐκ καταλόγου, καὶ φρουροὺς τὸν ἀριθμὸν οὐ ψευδομένους, καὶ ὅπλα καὶ βέλη καὶ μηχανήματα, ἅπαντα εἰς τὸ ἔσχατον ἐξητασμένα.
136 a [5] τέως μὲν γὰρ ἐκ τῆς περὶ τὰς φρουρὰς ὀλιγωρήσεως ἐπεπιστεύκεισαν οἱ πολέμιοι ἐπ’ αὐτοῖς ἀτεχνῶς κεῖσθαι καὶ τὸν πόλεμον καὶ τὴν εἰρήνην, ὁρῶντες τοὺς μὲν στρατιώτας οὐ μόνον ἀνόπλους, ἀλλὰ καὶ ἀχίτωνας τοὺς πολλούς, καὶ ταῖς ψυχαῖς καὶ τοῖς σώμασι καταπεπτωκότας· φρουράρχας δὲ καὶ ταξιάρχας ἐμπόρους μᾶλλον καὶ τῶν ἀνδραπόδων καπήλους, οἷς τοῦτο μόνον ἔργον προσέκειτο, πλεῖστα μὲν ὠνήσασθαι, πλεῖστα δὲ καὶ ἀπεμπολῆσαι· τῶν φυλάκων δὲ ἐλαττοῦσθαι τὸν ἀριθμόν, ὅπως ἂν γίνοιτο κέρδος αὐτοῖς ἡ μισθοφορὰ τῶν ἐκλειπόντων· ταῦτα δὲ τὰ φρούρια κατερρυηκότα, γυμνὰ καὶ ἀνθρώπων καὶ ὅπλων.
136 c [5] ταῦτ’ οὖν ὁρῶντες οὐκ ἀπεικότως ἐφρόνουν ἑαυτοὺς εἶναι ἀμείνονας τῶν ἐκδρομῶν, κἂν ἄρα δοκῇ τὸν ἐκ τοῦ προφανοῦς πόλεμον τέως δυσωπεῖσθαι, ἀλλὰ τό γε κλωπεύειν αὐτοῖς ἐπ’ ἀδείας καθεστηκέναι. διεσπείροντο οὖν ἁπανταχόσε τῆς ὄχθης οὐ καθ’ ἕνα καὶ δύο μόνον, ἀλλ’ ἤδη καὶ κατὰ λόχους καὶ οὐλαμούς, λῃσταὶ δῆθεν, οὐ στρατιῶται, φώρια τὰ λάφυρα ὀνομάζοντες. ἀλλ’ οὐ νῦν, ἀλλ’ ἄνωθεν μέχρι θαλάττης δόξαις ἂν τεῖχος ἀδαμάντινον ἐληλάσθαι· τοιούτῳ καταπεπύκνωται χαρακώματι φρουρίων, ὅπλων, στρατιωτῶν.
136 d [5] Ἵνα γὰρ τἄλλα παρῶ, ἓν ἐξαρκεῖ τεκμήριον ἐκλογίσασθαι τῆς περὶ ταῦτα ἐπιμελείας. ἐρῶ δὲ οὐκ ἀκοὴν ἀλλοτρίαν, ἀλλ’ ὧν αὐτὸς γέγονα θεατής. ἴστε δήπου τοῦτο ὅσοι γεγόνατε ἐπὶ τῆς χώρας ἐκείνης, ἣ καλλίστη μέν ἐστι τῆς Σκυθικῆς τῆς ὑπηκόου, ἥκιστα δὲ ἀσφαλὴς πρὸς τοὺς βαρβάρους, οὐ καθαροῦ διαρρέοντος αὐτὴν τοῦ ποταμοῦ, ἀλλ’ ἀναπεφυρμένου τῇ γῇ, καὶ τενάγους κόλπον ποιοῦντος εἰσέχοντα ἐπιπολὺ τῆς ἠπείρου, οὔτε ναυσὶν ὄντα πλωτὸν οὔτε βατὸν πορευσίμοις.
137 a [5] αὕτη τοίνυν ἡ χώρα τέως μὲν ὁρμητήριον καθειστήκει ταῖς ἐκδρομαῖς τῶν πολεμίων, στρατῷ μὲν ἀθρόῳ καὶ προφανεῖ μὴ θαρρούντων διὰ τὸ πρόσχημα τῆς εἰρήνης, κλωπείας δὲ καὶ κακουργίας ἐν τοῖς μονήρεσι πλοίοις ποιούμενοι καὶ ναυλοχοῦντες περὶ τὰς νησῖδας ἐνέπιπτον ἐξαίφνης τοῖς προσοικοῦσιν. εἶτα ἐν ὅσῳ συνῃσθάνοντο οἱ φρουροὶ πόρρωθεν ἀλλήλων ἀφεστηκότες, καταδραμόντες ὅσα οἷόν τε ἦν ἐγκατεδύοντο τῷ ποταμῷ, τοὐντεῦθεν δὲ ἄπορον ἦν τὸ διώκειν, μήτε πλεῖν μήτε βαδίζειν συγχωροῦντος αὐτοῖς τοῦ τενάγους.
137 b [5] καὶ τὸ πρᾶγμα οὐκ ἦν ἀνεκτόν, ἐν ὀφθαλμοῖς λεηλατεῖσθαι ἀμηχανοῦντας πρὸς τὴν τιμωρίαν. ἀλλ’ ὁ βασιλεὺς οὔτε πρὸς τὴν φύσιν τοῦ τόπου δυσμήχανος ἦν, ἀλλ’ ἐξευρὼν τῆς γῆς ἐκείνης λεπτὴν ταινίαν ἐς τὸ τέναγος προσιοῦσαν καὶ τελευτῶσαν εἰς ὄχθον ὑψηλόν, ἐξ οὗ πᾶν τὸ πέριξ ἄποπτον ἦν, ἐπετείχισε φρούριον ἐκ καινῆς, ἀμυδροῖς τείχεσιν ἀκολουθήσας, ἃ τῶν πρότερον τις αὐτοκρατόρων διὰ μὲν τὸ χρήσιμον κατεβάλετο, πρὸς δὲ τὴν δυσχέρειαν ἀπεῖπεν.
137 c [10] ὅπου γὰρ οὐ λίθος πλησίον, οὐ πλίνθος ὀπτή, οὐ κονία μετὰ ῥᾳστώνης, ἀλλὰ σκευαγωγεῖν ἅπαντα χρὴ σταδίους τόσους καὶ τόσους μυριάσιν ὑποζυγίων, τίς οὐκ ἂν συνέγνω τοῖς ἀποστᾶσιν ὣς ἀμηχάνου τῆς ἐπινοίας; βασιλεὺς δὲ ἐνίκα τὴν Ἀμφίονος μουσικήν, ἣν ἐκεῖνος εἰς τὸν τειχισμὸν τῶν Θηβῶν ἐνεδείξατο. εἶπες ἂν αὐτομάτους μὲν φέρεσθαι τοὺς λίθους, αὐτομάτην δὲ τὴν πλίνθον, τεκτόνων δὲ ἄνευ καὶ λιθολόγων ἀνιέναι τὸ ἐπιτείχισμα· τοσαύτη μὲν ἡ τῶν στρατιωτῶν εὐπείθεια, τοσαύτη δὲ ἡ τῶν χαλεπῶν εὐκολία.
137 d [5] κατανείμας γὰρ εἰς ἅπαντας τὴν φροντίδα καὶ μηδὲν μέρος συγχωρήσας τῆς στρατιᾶς ὑπὲρ δύναμιν πιεσθῆναι, ἀλλ’ ὥσπερ φορτίον τὸ ἔργον εἰς μικρὰ διελών, οὐκ εἴασεν οὐδ’ ὁντιναοῦν αἰσθέσθαι τοῦ ἄχθους, τῷ πάντας μερίτας ποιῆσαι, καὶ πρῶτόν γε ἑαυτὸν ἐκ τοῦ πλείονος.
138 a [10] ἆρα πιστεύσαιτε ἄν μοι ὅτι μηδὲ τῶν κατευναστῶν ἀπέσχετο μηδὲ τῶν προκοίτων, ἀλλὰ κἀκεῖνοι συνεισήνεγκαν μέτρον ὡρισμένον κεράμου συντετριμμένου; ἐγὼ δὲ τέως ἐθαύμαζον τὸν Ἀλκίφρονος Δημοσθένην τοῦ προτειχίσματος τῆς Σφακτηρίας, ὅτι τοῖς στρατιώταις οὕτως ἐχρήσατο εὐηκόοις ὥστε δι’ ἀπορίαν σκευῶν τὸν πηλὸν φέρειν ἐπὶ τῶν νώτων ὀπίσω τὼ χεῖρε συμπλέκοντας, ἀνθρώπους οὐ πλεῖν ἢ χιλίους, καὶ τούτους ἐρέτας μᾶλλον ἢ ὁπλίτας, ὑπὸ χειμῶνος ἀπειλημμένους, θριγκίον, οὐ τεῖχος κατασκευάζοντας.
138 b [5] ὅπου δὲ ταξίαρχοι καὶ στρατηγοὶ ἀχθοφορεῖν οὐ παρῃτοῦντο, πῶς ἄν τις ἀγάσαιτο πρὸς ἀξίαν ἢ τὸν παιδεύσαντα οὕτως ἢ τοὺς οὕτω πεπαιδευμένους; Καὶ νῦν παρατέταται μὲν ἡ εἰρήνη διὰ πάντων σχεδὸν τῶν μεθορίων, παρατέταται δὲ ἡ τοῦ πολέμου παρασκευή. οἶδε γὰρ βασιλεὺς ὡς ἐκεῖνοι μάλιστα ἀληθεύουσιν ὅσοι μάλιστά εἰσι πρὸς τὸν πόλεμον ηὐτρεπισμένοι· γέμει δὲ ἡ μὲν ὄχθη φρουρίων, τὰ δὲ φρούρια στρατιωτῶν, οἱ στρατιῶται δὲ ὅπλων, τὰ δὲ ὅπλα κάλλους ἅμα καὶ ἀσφαλείας. καὶ τρυφὴ μὲν ἐξελήλαται τῶν καταλόγων, περιουσία δὲ ἀντεισῆκται τῶν ἀναγκαίων, δι’ ἣν οἱ φρουροῦντες οὐκ ἀναγκάζονται ἀντὶ τῶν βαρβάρων πολεμεῖν τοῖς ὑπηκόοις, κἀκείνων μὲν ἀπέχεσθαι διὰ τὰς σπονδάς, φέρειν δὲ καὶ ἄγειν τοὺς γεωργοῦντας διὰ τὴν ἔνδειαν, ἀλλ’ ἀντέστραπται οὐκ οἶδ’ ὅπως τοῖς στρατιώταις πρὸς τὴν εἰωθυῖαν τάξιν ὁ φόβος καὶ ἡ θρασύτης.
138 c καταφρονοῦσι μὲν γὰρ τῶν βαρβάρων, ὑπερδεδοίκασι δὲ τοὺς γεωργούς. καὶ τὸ παρ’ ἐκείνων μέμψιν ὑπομεῖναι φοβερώτερον αὐτοῖς ἢ μυριάδες Σκυθῶν ἐπιοῦσαι. οὕτω καὶ ἔξωθεν καὶ ἔνδοθεν ἡμᾶς εἰρήνη κατέχει, τοὺς πολεμίους μὲν ὁ τῶν ὅπλων φόβος, τοὺς στρατιώτας δὲ ὁ τῶν νόμων.
138 d [5] διείργει δὲ Σκύθας Ῥωμαίων οὐ ποταμός, οὐ τέναγος, οὐ θριγκία· ταῦτα μὲν γὰρ ἄν τις καὶ διακόψειε καὶ διαπλεύσειε καὶ ὑπερβαίη· ἀλλὰ φόβος ὃν οὐδεὶς πώποτε ὑπερέβη καταδεέστερον εἶναι πεπιστευκώς. καὶ τρόπαιον ἕστηκε ταύτης τῆς νίκης οὐκ ἐκ λίθου πεποιημένον οὐδὲ χαλκοῦν ἢ χρυσοῦν πεπηγὸς ἐφ’ ἑνὸς χωρίου, ἀλλ’ ἅπασι μὲν βαρβάροις, ἅπασι δὲ Ῥωμαίοις ἐνδιαιτώμενον.
139 a [5] καὶ τοῦτο ἀνέστησε βασιλεὺς οὐ πλήθει φόνων καὶ τραυμάτων οὐδὲ σωροῖς νεκρῶν ἀδιηγήτων, ἀλλὰ μόνῃ τῇ προσεδρίᾳ καὶ τῇ καρτερίᾳ. Ἦν τις ἐπὶ τῶν προγόνων τῶν ἡμετέρων πύκτης ἀνήρ, Μελαγκόμας ὄνομα αὐτῷ, κάλλιστός τε καὶ μέγιστος καὶ τὴν τέχνην εὐδοκιμώτατος, οὗ καὶ τὸν Τίτον φασὶν ἐραστὴν γενέσθαι τὸν αὐτοκράτορα.
139 b [5] οὗτος οὐδένα πώποτε τρώσας οὐδὲ πατάξας μόνῃ τῇ στάσει καὶ τῇ τῶν χειρῶν ἀνατάσει πάντας ἀπέκναιε τοὺς ἀντιπάλους. ἀπῄεσαν οὖν τῇ μὲν φειδοῖ χαίροντες, τῆς δὲ παρασκευῆς ἡττημένοι. τοῦτο καὶ πρὸς τὸν βασιλέα νῦν πεπόνθασιν οἱ πολέμιοι. νενίκηνται γὰρ ἄνευ τοῦ παρατάξασθαι καὶ πεπτώκασιν ἄνευ τοῦ στῆναι. οὐ γὰρ τοῖς σώμασιν ἥττηνται οὐδὲ τοῖς ὅπλοις, ὑφ’ ὧν καὶ οἱ βελτίους πολλάκις ἐλαττοῦνται τῶν φαυλοτέρων, ἀλλὰ τῇ γνώμῃ καὶ τῇ διανοίᾳ καὶ τῷ πολὺ χείρους εἶναι πεισθῆναι. οὔκουν περίεστιν αὐτοῖς ἢ κλέμμα στρατηγῶν αἰτιάσασθαι ἢ ἐνέδραν ἢ δυσχωρίαν ἢ τὸ ἀδοκήτοις ἐπιπεσεῖν, ἃ δίδωσιν ἐλπίδα τοῖς ἡττημένοις τοῦ πάλιν ἐκ τῆς ἥσσης ἀναμαχέσασθαι, ἀλλὰ καὶ χρόνον προσλαβόντες εἰς παρασκευὴν καὶ πόλεμον νόμιμον καὶ προφανῆ πολεμούμενοι οὐκ ἤνεγκαν τὴν προβολὴν τοῦ βασιλέως, ἣν προβαλλόμενος ἐν τρισὶν ὅλοις ἐνιαυτοῖς ἀπειπεῖν ἠνάγκασε τοὺς δειλαίους, ἐν οἷς οὔτε χειμῶνος ἀντεπελθεῖν οὔτε θέρους ἀντιστῆναι τολμήσαντες δὶς καθ’ ἕκαστον ἔτος ἡττῶντο.
139 c [10] Καὶ νῦν περίεστιν ἡμῖν οὐ τοὺς νεκροὺς ἀριθμεῖν, ὅσων κρείττους γεγόναμεν, ἀλλὰ τοὺς ζῶντας, οὐδὲ κεκρατηκέναι μέν, οὓς δὲ ἐκρατήσαμεν μὴ ἔχειν.
139 d [5] οὕτω γίνονται κρείττους ἄνθρωποι ἀνθρώπων, ἐκείνως δὲ ἄρκτων καὶ συῶν καὶ παρδάλεων. καίτοι γε ἐκείνων σπέρμα κυνηγετοῦντες ὑπολιμπάνομεν, ὁ δ’ ἐξαιρῶν παντελῶς ἀλιτήριος τῆς ἄγρας νομίζεται. εἶτα θηρίων μὲν τῶν ἀγριωτάτων, ἃ διείργει πρὸς ἡμᾶς οὐκ Ἴστρος οὐδὲ Ῥῆνος, ἀλλ’ ἡ φύσις αὐτή, φειδὼ ποιούμεθα, ὅπως ἂν τῷ γένει σῴζοιτο καὶ διαμένοι, καὶ δυσχεραίνομεν ἐξῃρημένων ἐκ Λιβύης μὲν ἐλεφάντων, ἐκ Θετταλίας δὲ λεόντων, ἐκ δὲ τῶν ἑλῶν τῶν περὶ τὸν Νεῖλον τῶν ἵππων τῶν ποταμίων, ἔθνος δὲ ἀνθρώπων, καὶ εἰ πάνυ φαίη τις βαρβάρων, ἀλλὰ ἀνθρώπων, ἐπτηχός, ὑποκῦπτον, ἐφ’ ἡμῶν κεῖσθαι ὁμολογοῦν, οὐ θαυμασόμεθα τὸν μὴ παντελῶς ἐξελόντα, ἀλλὰ περιποιήσαντα καὶ φεισάμενον; Ἀναμιμνήσκομαι δὲ ὅτι τῶν παλαιῶν αὐτοκρατόρων ὁ μέν τις Ἀχαϊκὸς ἐπεκλήθη, ὅτι τὴν Ἑλλάδα ἀνάστατον ἐποίησε, Μακεδονικὸς δέ τις ἕτερος, ὅτι τὴν Μακεδονίαν ἔρημον καὶ ἀοίκητον, Σκηπίων δὲ ὁ μέγας ἐκεῖνος ὁ τοῦ πάνυ Σκηπίωνος υἱϊδοῦς τὸν Ἀφρικανὸν ἐκτήσατο ἐπώνυμον παρὰ τοῦ δήμου καὶ τῆς γερουσίας, ὅτι Καρχηδόνα ἀπειποῦσαν καὶ παντελῶς ἐκτετρυχωμένην εἰς ἔδαφος κατήρραξε καὶ ἠφάνισεν.
140 b εἰ δὲ ἐξ ὧν ἀπώλλυον οὗτοι τὰς ἐπικλήσεις ἐκομίζοντο δικαίως, πολλῷ σὺ δικαιότερον ἂν ἐξ ὧν περιεποίησας ὀνομάζοιο. οὕτω γὰρ καὶ τοὺς θεούς, οἶμαι, καλοῦμεν, τὸν μὲν Δία Πελασγικόν, Ἀμυκλαῖον δὲ τὸν Ἀπόλλωνα, Κυλλήνιον δὲ τὸν Ἑρμῆν, ἐξ ὧν μάλιστα ἀγαπῶσι χωρίων καὶ ἃ μάλιστα διασῴζουσι.
140 c [5] τίνα οὖν ἐπικαλεῖσθαι μάλιστα Γοτθικὸν προσήκει; δι’ ὅν εἰσι Γότθοι καὶ σῴζονται, ἢ δι’ ὃν οὐκέτ’ ἂν ἦσαν, εἰ προείλετο; Πύρρος ἦν Ἠπειρωτῶν βασιλεύς, πολλὰ μὲν Μακεδόσι, πολλὰ δὲ Ἕλλησιν ἐνοχλήσας, τὰ δὲ τελευταῖα καὶ Ῥωμαίοις παρασχὼν πράγματα· οὗτος πολλῶν κρατήσας πολλάκις οὐδεπώποτε ἠγάπησε τὰ παρόντα, ἀλλ’ ὧν οὔπω κύριος ἦν μόνα ἑώρα. συνέβη τοίνυν αὐτῷ πολέμους ἐκ πολέμων ἀλλαττομένῳ ἐν τῷ νικᾶν ἀναλωθῆναι, καὶ οὐδὲν ὤνησε Κινέας πόρρωθεν αὐτοῦ τὴν ἀπληστίαν ἐπιρραπίζων, ὅτι τῶν πολλῶν καὶ ἀνηνύτων κινδύνων ἐκείνων τὸ πέρας ὁ κώθων ἐστίν, ὅταν εὐπραγήσῃ, οὗ καὶ νῦν ἔξεστιν οἴκοι καθημένῳ καὶ ἣν παρέλαβεν ἀρχὴν διασῴζοντι ἀπολαύειν μετὰ ἀσφαλείας.
140 d Ἀλλ’ οὐχ ἵστησι τοὺς ἀεὶ τοῦ πλείονος ὀρεγομένους πέρας οὐδέν, οὐδὲ ὅρος οὐδείς, οὐδ’ ἂν πέλαγος εἴπῃς Ἀτλαντικόν.
141 a [5] οἷς γὰρ οὐ πέπηγεν ὅρος ἐν τῇ ψυχῇ, οὐδὲ ἐν τῇ γῇ. πολεμοῦσι δὲ τὴν ἑαυτῶν ἐμπιπλάντες ἐπιθυμίαν, οὐ τοῦ κοινῇ συμφέροντος προνοούμενοι. ἀλλ’ οὐ βασιλεύς, ἀλλ’ ἄχρι τούτου χαλεπὸς καὶ ἀπαραίτητος ἄχρι ἂν τὸ κοινὸν ὕποπτον ᾖ, τούτου δὲ αὐτῷ εὖ τιθεμένου τὰ λοιπὰ εἶναι δοκεῖ περιττὴ φιλοτιμία. ἀλλὰ τὰ μὲν πρὸς τοὺς βαρβάρους εὖ ἔχει καὶ ἕξει, σὺ δέ μοι τὴν εἰρήνην τοῖς ὑπηκόοις ἔγκαρπον ποίει καὶ ἐνεργόν, καὶ χωρείτω διὰ πάσης, ὡς ἔπος εἰπεῖν, τῆς ἀρχῆς.
141 b [5] ἄκουε γὰρ Πλάτωνος τοῦ θεσπεσίου, ὅτι μήτε Κῦρος μήτε Δαρεῖος βασιλεὺς ἦν· πολλῷ δὲ μᾶλλον τὸν Ἀλέξανδρον οὐκ ἂν ἔφη. ἐοίκασι γὰρ ἅπαντες οὗτοι καθάπερ σώματος τῆς ἀρχῆς ὅπως μὲν τοῖς ἔξωθεν καλὸν φανήσεται προϊδεῖν, ὅπως δὲ καὶ ἔνδοθεν ὑγιαίνοι μὴ φροντίσαι. καὶ δῆτα συμβέβηκεν αὐτοῖς στρατηγοῖς μὲν γενέσθαι, βασιλεῦσι δὲ μή.
141 c ἔστι δὲ στρατηγίας μὲν ἔπαινος ἡ τῶν πολεμίων καταστροφή, βασιλείας δὲ ἡ τῶν ὑπηκόων εὐδαιμονία.